Τρίτη 27 Ιουνίου 2023

ΟΚΤΩΒΡΙΟΣ 27. ΑΓΙΕΣ ΜΑΡΤΥΡΕΣ ΚΑΠΙΤΩΛΙΝΑ & ΕΡΩΤΗΪΣ ΚΑΝΟΝΕΣ

ΟΚΤΩΒΡΙΟΣ ΚΖ΄

ΚΑΠΙΤΩΛΙΝΑ & ΕΡΩΤΗΪΣ

ΚΑΝΟΝΕΣ ΔΥΟ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεμναῖς γυναιξίν, σεμνὸν ἐξάδω μέλος. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.

Συνεχόμενον, ἁμαρτημάτων κλύδωνι, καὶ συνεχῶς ποντούμενον, ταῖς παραβάσεσιν, καὶ ἀγνοίας σκοτασμῷ, πάντοθεν κυκλούμενον, Μάρτυρες ἔνδοξοι, πρὸς σωτηρίας με, λιμένα ὁδηγήσατε.

Ἐνεστέψατο, τὸν καθαρὸν Νυμφίον Σε, Λόγον Θεοῦ φυλάξασα, τὰ Σὰ προστάγματα, ἀδιάπτωτα Χριστέ, ἡ Καπιτωλίνα· διό, στέφανον ἔτυχε, καὶ τοῦ νυμφῶνός Σου, ἀπαύστως ἀνυμνοῦσά Σε.

Μωραινόμενον, τὸν ἀλαζόνα τύραννον, καὶ προσταγαῖς ἀλόγοις, σὲ καταναγκάζοντα, ἐπιθύειν τοῖς γλυπτοῖς, ὦ Καπιτωλίνα σεμνή, γέλωτα ἔδειξας, τὴν δεδομένην σοι, σοφίαν διὰ Πνεύματος.

Νόμον ἔνθεον, ἐπικρατύνειν σπεύδουσα, νόμον ἀλόγου γέμοντα, σεμνὴ προστάγματος, ἐβδελύξω παντελῶς, καὶ ὑπὲρ τὴν φύσιν πολλάς, βασάνους ἤνεγκας, καὶ τὸν πολέμιον, ἐχθρὸν τελείως ὤλεσας.

Θεοτοκίον.

Ἀπειρόγαμε, εὐλογημένη Δέσποινα, τῶν γυναικῶν τὸ ὄνειδος, μόνη ἠφάνισας· νεανίδων ὁ χορός, ὅθεν ἐναθλήσας στεῤῥῶς, προσαπενήνεκται, χαίρων ὀπίσω Σου, τῷ Βασιλεῖ τῆς κτίσεως.

 

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.

Ἰλύϊ ἐνσπαρέντας τῆς ἀπωλείας, διήλεγχες τοὺς ἄφρονας μακαρία· τὸ σῶμά σου τὸ ἄμωμον ἀνενδότως, ὅθεν ᾐκίζοντο σὺ δὲ ἐκραύγαζες, ὡς οὐκ ἔστιν ἅγιος ὡς ὁ Θεὸς ἡμῶν.

Σταυρὸν τὸν ὑπομείναντα ἑκουσίως, ἐμφρόνως μιμουμένη Καπιτωλίνα, βασάνους ἀναδέδεξαι τῇ σαρκί σου, καὶ βιαιότατον Ἁγία θάνατον, προξενοῦντα δόξαν σοι ἀτελεύτητον.

Γυμνούμενον τὸ σῶμά σου μακαρία, τὴν ἄνωθεν εὐπρέπειαν ἀριδήλως, καὶ κόσμον ὡραιότατον προεξένει, καὶ σωτηρίας  σοι σεμνὴ ἱμάτιον, καὶ χαρὰν ἀνέκλειπτον καὶ φῶς ἄδυτον.

Θεοτοκίον.

Ὑπάρχουσα κατάκριτος παραβάσει, ἡ φύσις ἠλεήθη ἡ τῶν ἀνθρώπων, τῷ θείῳ ὑπὲρ φύσιν τε τοκετῷ Σου, καὶ τὸν παράδεισον σαφῶς ἀπέλαβε, Θεομῆτορ· ὅθεν Σε μακαρίζομεν.

 

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἀμνάδες λογικαί, προσηνέχθητε ἅμα, ἀμνῷ ἀληθινῷ, εἰς ὀσμὴν εὐωδίας, προθύμως θυόμεναι, καὶ καλῶς τελειούμεναι· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, παρθένοι νεάνιδες.

 

ᾨδὴ δ΄. Ὑμνῶ Σε.

Νοΐ μέν, ἐξεδήμεις ἔνδοξε, ἐν ἀγάπῃ τελειοτάτῃ, πρὸς τὸν Θεὸν χαίρουσα, παρεῖχες δὲ τοῖς πλανωμένοις, τὸ σὸν καταικίζειν σῶμα ἄμωμον· ὅθεν Ἀγγέλων τάγματα κατέπληξας.

Ἀγάπη, τῇ πρὸς σὲ ἡ ἔνθεος Ἐρωτίη Καπιτωλίνα, κρατουμένη ἔδραμεν, αὐτόκλητος ἐν τῷ σταδίῳ, παθεῖν μετὰ σοῦ προθύμως σπεύδουσα, διὰ  Χριστὸν τὸν μόνον ὑπεράγαθον.

Ἰδών σε, Ἐρωτίη πρόθυμον, ὁ παράνομος κατεπλάγη, θωπευτικῶς ὅμως δέ, πειρᾶται λόγοις ἀπατᾶν σε, Χριστοῦ ἀποστῆναι τοῦ φωτίσαντος, τὴν καθαράν σου πάνσεπτε διάνοιαν.

Ξοάνοις, ἀναισθήτοις τύραννος, κατηνάγκαζεν ἀναισθήτως, τὰς τοῦ Χριστοῦ Μάρτυρας· ὁ δυσμενὴς προσάγειν σέβας, ἀλλ’ οὖν καθορῶν αὐτῶν τὸ φρόνημα, ἐρηρεισμένον ὄντως ἐμωραίνετο.

Θεοτοκίον.

Ἰδών Σε, νοεροῖς τοῖς ὄμμασιν, ὁ Προφήτης ἐκάλει ὄρος, ταῖς ἀρεταῖς πάναγνε, κατάσκιον· ἐκ Σοῦ ὁ Λόγος, σαρκὶ τοῖς ἀνθρώποις ἐπεδήμησεν, εὐλογημένη σώζων τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ ε΄ . Ὁ φωτισμός.

Ναὸς Θεοῦ, πεπλησμένος τῆς θείας, φωτοδοσίας, καὶ πεποικιλμένος ἀῤῥήτῳ κόσμῳ, Καπιτωλίνα, ἡ σεμνή τε ἐν δόξῃ, Ἐρωτίη σαφῶς ἐδείχθησαν· ὅθεν τῶν εἰδώλων ναοὺς ἐξηφάνισαν.

Στῶμεν στεῤῥῶς, ἀνεβόων ἀλλήλαις, αἱ Ἀθληφόροι, ἤνοικται τὸ στάδιον τῶν ἀγώνων, σαρκὸς θνῃσκούσης, μὴ φεισώμεθα ὅλως, μὴ βασάνοις νῦν δειλιάσωμεν, ἔχουσαι Χριστὸν συνεργὸν τὸν Θεὸν ἡμῶν.

Ἐπιφοράς, πολυτρόπων βασάνων, μὴ πτοηθεῖσαι, μηδὲ δειλιάσασαι πῦρ παφλάζον· ἔστητε μέσον, τῶν ἀνόμων τυράννων, τοῦ Δεσπότου τὸ θεῖον ὄνομα, ἐν ἀγαλλιάσει ψυχῆς καταγγέλλουσαι.

Θεοτοκίον.

Μετὰ πάντων, τῶν ἁγίων Ἀγγέλων, μετὰ Μαρτύρων, μετὰ Προφητῶν τε καὶ Ἀποστόλων, τῇ Θεοτόκῳ, ἐκβοήσωμεν· χαῖρε, τὸ χωρίον τῆς θείας φύσεως· χαῖρε οὐρανὲ καὶ νυμφὼν ὡραιότατε.

 

 

 

 

 

ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτημάτων.

Νέκρωσιν τὴν ζωηφόρον, μιμούμεναι τοῦ Δεσπότου, ἐνεκρώθητε τῇ σαρκί, καὶ ζῆτε πανόλβιοι, νεκρώσασαι, τὸν πολύμορφον ὄφιν.

Ὄργανα πρὸς τιμωρίαν, ηὐτρεπισμένα παντοῖα, Μάρτυρες Κυρίου οὐδαμῶς, ὑμεῖς ἐπτοήθητε, τὴν μέλλουσαν, προορώμεναι δόξαν.

Νέμουσιν ἰάσεις πᾶσιν, τοῖς προσπελάζουσι πίστει, τῇ ἑαυτῷ τιμίᾳ σορῷ, αἱ Ἅγιαι Μάρτυρες, καὶ παύουσιν, πολυτρόπους ὀδύνας.

Θεοτοκίον.

Ἔτεκες τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς γεννηθέντα, καὶ τὸν τρέφοντα πᾶσαν πνοήν, γάλακτι ἔθρεψας, πανύμνητε· φοβερόν Σου τὸ θαῦμα.

 

Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Καπιτωλίνης καὶ Ἐρωτηΐδος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ῥήτορες.

Ξενίζει, ἀκοὴν ἡ ἀνδρεία, ὑμῶν Χριστοῦ Ἀθληφόροι· ἐν γυναικείᾳ γὰρ φύσει, τὸν ἐξαλείφειν ὄρη καυχώμενον, ἐτροπώσασθε, πολυμήχανον ἐχθρόν, τῷ τῆς Τριάδος σθένει.

Αἱμάτων, ἐναπέσβεσαν ῥείθροις, εἰδωλικὴν πυρκαϊάν, αἱ εὐκλεεῖς Ἀθληφόροι, νῦν δὲ θαυμάτων ὄμβρους προφέρουσαι, καταπαύουσιν, παθημάτων τὸν φλογμόν, εἰς δόξαν τῆς Τριάδος.

Δέσμιοι, γεγονυῖαι δεσμεῖτε, τὸν πολυμήχανον ἐχθρόν, καὶ διαλύετε τούτου, πολυειδῆ σεμναὶ μηχανήματα, καὶ προσάγεσθε, ὁλοκαύτωμα Χριστῷ,  εἰς ὀσμὴν εὐωδίας.

Θεοτοκίον.

Ὡς ῥίζαν, καὶ πηγήν Σε Παρθένε, τῆς ἱερᾶς παρθενία,ς καὶ σωτηρίας αἰτίαν, αἱ ἱεραὶ παρθένοι ἠγάπησαν, καὶ ὀπίσω Σου, προσηνέχθησαν Θεῷ, νῦν ἐν ἀγαλλιάσει.

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ἰνδάλματα χρυσοῦ.

Μαστίγων ἀλγεινά, ὑπομείνασαι καὶ πόνους ἀνδρειοφρόνως, Καπιτωλίνα, καὶ ἡ ἔνδοξος Ἐρωτίη, ἄλγη καὶ πόνους πάντων θεραπεύουσιν· ἐν ἀγαλλιάσει, ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἐκ θλίψεως πολλῆς, καὶ στενώσεως ἐξήλθετε Ἀθληφόροι, πρὸς πλατυσμὸν γάρ, εὐωχίας τῆς ἀνωτάτω, καὶ νῦν πληροῦσθε πάσης θυμηδίας ψάλλουσαι· ἡ οὐσιωθεῖσα, ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Λεόντων νοητῶν, διεθλάσατε τὰς μύλας τὰς ψυχοφθόρους, καὶ γεγονυῖαι, τοῦ Δεσπότου ἥδιστον βρῶμα, καὶ προσφορά τε τὰ θύματα ολόκληρα, μέλπετε ἀπαύστως· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἐκ Σῶν αἱμάτων, τὸν ἑαυτῆς, Παρθένε καὶ καθωράθη, μετὰ σαρκὸς ὁ φύσει ἀθεώρητος, ὑπὸ τῶν βοώντων· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου.

Ἵσταντο ἀνόμων, ἐνώπιον αἱ Μάρτυρες κρινόμεναι, καὶ ἐν σαρκὶ τοὺς πόνους εἰσδεχόμεναι, καὶ ἐν ταύτῃ τὴν ἁμαρτίαν, ἤδη κατακρίνουσαι, καὶ τῷ Κριτῇ τῆς κτίσεως, δεκτὴ θυσία προσαγόμεναι.

Ὤφθητε ὡς ζεῦγος, τρυγόνων καθαρῶν παγίδας ἔνδοξοι, τῶν θηρευτῶν ἀνόμων διαδράσασαι, καὶ εἰς ὕψος περιφανῶς, τὸ θεῖον καταπαύσασαι, καὶ πρὸς Θεὸν σκηνώσασαι· ὑπὲρ ἡμῶν Αὐτὸν πρεσβεύσατε.

Στῶμεν εὐφροσύνως, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Καπιτωλίνης πόνους καὶ παλαίσματα, Ἐρωτίης τὰ ὑπὲρ φύσιν, στίγματα καὶ τρόπαια, ὅπως ταῖς τούτων εὕροιμεν, πταισμάτων λύσιν παρακλήσεσιν.

Ἤνθησαν ὡς ῥόδα, κοιλάσιν Ἀθλοφόρων καὶ ὑψίκομοι, περιφανῶς ὡράθησαν κυπάρισσοι, εὐωδίᾳ πνευματικῇ, ἐνθέως συντηρούμεναι, Καπιτωλίνα πάντοτε, καὶ Ἐρωτίη ἡ πολύαθλος.

Θεοτοκίον.

Φέρεις ὥσπερ βρέφος, Πατρὶ πρὸ αἰώνων συνυπάρχοντα, καὶ γαλουχεῖς τὸν τρέφοντα τὰ σύμπαντα, ἀνωτέρα τῶν Χερουβίμ, ἐν τούτῳ χρηματίσασα, εὐλογημένη πάναγνε· ὅθεν πιστῶς Σε μακαρίζομεν.

***

 

 

 

 

Ὁ β’ Κανών, οὗ  ἡ ἀκροστιχίς: Ξυνωρὶς  αὐτάδελφος αἰνείσθω πόθῳ. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ξύλον  ζωῆς ὑπάρχων, καὶ ἀθανασίας ὑπεράγαθε, τῶν Μαρτύρων πρεσβείαις, ἀκηράτου ζωῆς με ἀξίωσον.

Ὕδατι τῆς ἁγνείας, καὶ αἱμάτων ῥείθροις παναοίδιμε, λουσαμένη πρὸς θείαν, τοῦ Νυμφίου παστάδα εἰσέδραμες.

Νέφη τῆς ἀσεβείας, τὸ τῆς εὐσεβείας σου φαιδρότατον, οὐκ ἐκάλυψε Μάρτυς, ἀλλὰ τοῦτο τοῖς πᾶσιν ὑπέδειξεν.

Ὥπλισέ σε ὁ ἔρως, τοῦ Χριστοῦ φερώνυμε καὶ ἔδειξε, κατὰ τῆς ἀσεβείας, πολεμίαν φρενῶν γενναιότητι.

Θεοτοκίον.

Γνώσεως Θεοτόκε, διὰ Σοῦ τῆς θείας ἠξιώθημεν, οἱ Θεὸν ἐπιγνόντες, καὶ Θεοῦ Σε Μητέρα δοξάζοντες.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ῥείθροις τῶν αἱμάτων σου, εἰδωλικοὺς ναοὺς ἔκλυσας, Μάρτυς Χριστοῦ καὶ τὴν Ἐκκλησίαν, θείοις νάμασιν ἤρδευσας.

Ἴσην τὴν προαίρεσιν, πρὸς τὴν εὐσέβειαν δείξασαι, ὁμοειδεῖς πόνους ἐν ἀγῶσιν, ὑπεμείνατε ἔνδοξοι.

Σώματι τὸν ἄσαρκον, καταπαλαίσασαι ἔνδοξοι, ὑπερφυῆ τρόπαια καὶ νίκας, κατ’ αὐτοῦ ἀπηνέγκατε.

Θεοτοκίον.

Ἔθραυσε βραχίονα, τοῦ ἰσχυροῦ ἐχθροῦ ἄχραντε, ὁ Σὸς Υἱὸς καὶ τοὺς συντριβέντας, ἡμᾶς πάντας ἀνώρθωσεν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἀναφαίρετον κόσμησιν, προημφιασμένη τῆς καθαρότητος, ταῖς βαφαῖς ταῖς τῶν αἱμάτων σου, ὡραιώθης Μάρτυς καὶ ἐξέλαμψας.

Ὑπετάγη φρονήματα, φύσει ἀσθενεῖ ὑπεραιρόμενα, τῶν τυράννων καὶ αἱ Μάρτυρες, ταπεινώσει θείᾳ ἀνυψώθησαν.

Τὸ γεῶδες τοῦ σώματος, ἀποσεισαμένη Καπιτωλίνα σεμνή, τῆς ἀθλήσεως ταῖς πτέρυξιν, ἀπὸ γῆς ἀνέπτης πρὸς τὰ ἄϋλα.

Ἀδελφὰ καὶ ὁμότροπα, Μάρτυς συμφρονοῦσα τῇ ὁμογνώμονι, ἀδελφῇ Ἐρωτηΐς τοὺς αὐτούς, ὑπὲρ ἀληθείας ἄθλους ἤνυσας.

Θεοτοκίον.

Ὡραιώθης πανάχραντε, μόνη ὑπὲρ πάσας τὰς γενεὰς γυναικῶν, τὸν τὰ πάντα καλλωπίσαντα, ἐν σαρκὶ τεκοῦσα ὑπὲρ ἔννοιαν.

 

 

 

 

 

ᾨδὴ  ε΄. Φώτισον ἡμᾶς.

Δένδρον εὐθαλές, σωφροσύνῃ ἀρδευόμενον, ἐν τοῖς νάμασι δειχθεῖσα σεμνή, πρὸς ὕψος θεῖον, τῆς ἀθλήσεως ἀνέδραμες.

Ἔδωκας Χριστῷ, τῷ Νυμφίῳ ὥσπερ σύμβολα, συναφείας τὴν ἁγνείαν σου, καὶ τῆς παστάδος, τῆς τούτου Μάρτυς ἠξίωσαι.

Λύσασα αὐτήν, τῆς προσκαίρου Μάρτυς σχέσεως, συνεδέθης θείῳ ἔρωτι, τῷ τοῦ Κυρίου, φερωνύμως εὐτυχήσασα.

Θεοτοκίον.

Ῥάβδος τῆς ζωῆς, ἡ τὸ ἄνθος ἐξανθήσασα, Σὺ ὑπάρχεις θεονύμφευτε, οὗ τῇ μεθέξει, ἀφθαρσίας ἠξιώθημεν.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Φιλότιμον τῷ Χριστῷ, τὴν γνώμην Μάρτυς παρέστησας, δι’ ἄθλων μαρτυρικῶν, ταύτην βεβαιώσασα· ὅθεν ἀντιδόσεων, παρ’ Αὐτοῦ πλουσίων, ἠξιώθης παναοίδιμε.

Ὁ πόθος ὁ θεϊκός, τῶν φοβερῶν καταφρόνησιν, βασάνων καὶ προσβολῶν, ἐν σοὶ ἀπεργάσατο· διὰ τοῦτο ἔνστασιν, παρ’ ἐλπίδα Μάρτυς, ἐπεδείξω ἐν τῷ σκάμματι.

Συνέθλασας κεφαλάς, Ἐρωτηΐς πολεμίων σου, καὶ ἄτρωτον τὴν ψυχήν, κακῶν διετήρησας· διὰ τοῦτο ἔτυχες, βραβείων τῆς νίκης, παρ’ Αὐτοῦ τοῦ δυναμοῦντός σε.

Θεοτοκίον.

Γνωρίσαντες τὸ ἡμῶν, ἀξίωμα τὸ πρωτόκτιστον, τῇ ξένῃ σου καὶ φρικτῇ, κυήσει πανάχραντε, θείᾳ μεσιτείᾳ Σου, πρὸς αὐτὸ δι’ ἔργων, ἀναγόμεθα καὶ πίστεως.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀποῤῥίψασα πᾶσαν, τὴν καθέλκουσαν Μάρτυς, εἰς γῆν προσπάθειαν, τὸν ἐν τοῖς οὐρανίοις, συνάγοντα τοῦ Κτίστου, πόθον ἐκτήσω ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχυρῶς προσπλακεῖσα, πολεμίων γενναίως, ἐν ἀσθενείᾳ σαρκός, τοῦτον εἰς γῆν καθεῖλες, Χριστοῦ σε δυναμοῦντος, Καπιτωλίνα κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νυμφικῇ εὐλαβείᾳ, εὐσεβῆ παῤῥησίαν, μίξασαι πάνσεμνοι, σωφρόνως καὶ πανσόφως, τὴν ἄκοσμον εἰδώλων, πλάνην ἐθριαμβεύσατε, ὑμνολογοῦσαι Χριστόν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν εὐσήμῳ ἡμέρᾳ, μεταστάσεως ὑμῶν, καὶ καταπαύσεως, Χριστὸν ἐκδυσωπεῖτε, ὑπὲρ τῶν εὐφημούντων, ὑμᾶς καὶ ἐκβοώντων σεμναί· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἴδεν πᾶσα ἡ κτίσις, Θεοτόκε Παρθένε, τὸν καινισμὸν ἑαυτῆς, διὰ τῆς παραδόξου, καὶ ξένης καὶ ἀφράστου, κυήσεως κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἰσχυροτέραν, τῶν διωκτῶν Ἀθληφόρε, τὴν σὴν καρτερίαν ἀντιθεῖσα, τούτων παρ’ ἐλπίδα, ἐνήργησας τὴν ἧτταν.

Σῶμα τοῖς τέμνουσιν, ἀφειδῶς ἀποδοῦσα, ψυχὴν προσανέθου τῷ Δεσπότῃ, τῷ δι’ ἀμφοτέρων, δοξάζοντί σε Μάρτυς.

Θῦμα προσήχθης, τῷ ἐραστῇ Ἀθληφόρε, ἄξια τοῦ ἔρωτος τὰ γέρα, τὴν ἄνω παστάδα, λαβοῦσα  εἰς αἰῶνας.

Ὡς  τῆς ἀμπέλου, τῆς νοητῆς  Ἀθλοφόροι, κλήματα ὑπάρχουσαι τὸν βότρυν, τὸν τῆς σωφροσύνης, ἐκθλίψασαι τῷ κόσμῳ,

Θεοτοκίον.

Ὁ κατ’ οὐσίαν, τὴν θεϊκὴν Θεὸς Λόγος, ὢν ἀπρόσιτος Παρθένε, διὰ  Σοῦ ἐφάνη, εὐπρόσιτος ἀνθρώποις.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Πυρὶ τῷ τῆς ἀγάπης, τοῦ Θεοῦ τῶν ὅλων, πυρπολουμένη, πυρὸς οὐκ ἐνάρκησας, τοῦ ὁρωμένου τὴν φλόγα, Καπιτωλίνα σεμνή.

Ὁ πλοῦτος τῆς ἁγνείας, τεθησαυρισμένος, ἐν τῇ ψυχῇ ὑμῶν, τῷ κόσμῳ μετέθητε, εἰς φανερὸν Ἀθληφόροι, διὰ τῆς ἀθλήσεως.

Θανάτῳ τῷ προσκαίρῳ, τὴν εἰς τοὺς αἰῶνας, ζωὴν ἀμείψω, καὶ δόξαν ἀθάνατον, ἐν ᾗ μνημόνευε Μάρτυς, τῶν εὐφημούντων σε.

Ὡς ἄξιον τοῦ θείου, ἔρωτος λαβοῦσα, τὸν τῆς σκηνώσεως, τόκον ἱκέτευε, ὑπὲρ ἡμῶν Ἐρωτηΐς, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

Ὑπάρχεις Θεοτόκε, μόνη θυμηδία, καὶ εὐφροσύνη, ἡμῶν τῶν ὑμνούντων Σε, καὶ εὐθυμία καὶ δόξα, καὶ ἀγαλλίασις.

 

Δευτέρα 26 Ιουνίου 2023

ΟΚΤΩΒΡΙΟΣ 23. ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΝΩΝ

ΟΚΤΩΒΡΙΟΣ ΚΓ΄

ΙΓΝΑΤΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν κλεινὸν Ἰγνάτιον ὑμνῶ προφρόνως. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Ταῖς ὑπερκοσμίοις ἀστραπαῖς, καταλαμφθεὶς φῶς τοῦ κόσμου γεγένησαι, ταῖς ἱερώταταις σου, ἱερουργὲ καὶ ὑπερτίμοις πράξεσιν· ὅθεν ὡς Υἱόν σε, φωτὸς ἀεὶ μακαρίζομεν.

λβιος καὶ πλήρης φωτισμοῦ, τοῦ παναγίου γενόμενος Πνεύματος, χαίρων μεταβέβηκας, πρὸς τὰς σκηνὰς τὰς αἰωνίους Ὅσιε, δήμοις ἱερέων, πανευκλεὴς συνταττόμενος.

Νέκρωσιν παθῶν φθοροποιῶν, ἐν ἀγαθῷ συνειδότι κτησάμενος, ἄγγελος ἐν σώματι, περιφανῶς παμμάκαρ ἐχρημάτισας, ἀρχιερωσύνης, ταῖς καλλοναῖς σεμνυνόμενος.

Κόσμος χρηματίσας μοναστῶν, καὶ ἱερέων κανὼν καὶ ὀχύρωμα, πρὸς τὰ ὑπερκόσμια, χαρμονικῶς σκηνώματα Ἰγνάτιε, ἐν ἀγαλλιάσει, ψυχῆς μετέβης πανόλβιε.

Θεοτοκίον.

Λάμψας ἐκ λαγόνων Σου ἁγνή, δικαιοσύνης ὁ ἄδυτος ἥλιος, πάντας κατεφαίδρυνε, τοὺς ἐν νυκτὶ τῆς πλάνης κινδυνεύοντας, καὶ τὸ πρῶτον κάλλος, φρενοβλαβῶς ἀπολέσαντας.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

πλάκη σοι στέφανος διπλοῦς, παμμάκαρ ἱερώτατε, ἱερωσύνης καὶ ἀσκήσεως, καὶ νῦν τὰ ἄνω οἰκεῖς Βασίλεια, καθωραϊζόμενος, καλλοναῖς τῶν πόνων σου, καὶ μεθέξεσι θείαις θεούμενος.

δεῖν ἐφιέμενος Χριστοῦ, τὸ κάλλος τὸ ἀμήχανον, καὶ τὴν σεπτὴν σοφὲ ὡραιότητα, καλῶν ἰδέαις σαυτὸν ἐφαίδρυνας, καὶ χερσὶν ἁγίαις σου, ἀναιμάκτοις ἔθυσας, τὸν δι’ οἶκτον τυθέντα ὡς πρόβατον.

Νοΐ λαμπροτάτῳ καθαρῶς, προβαίνων εἰς τὰ ἅγια, τὰ τῶν ἁγίων μάκαρ Ἰάκωβε, καὶ τῷ ἁγίῳ καὶ θείῳ Πνεύματι, καταλαμπρυνόμενος, φωτισμοῦ μετέδωκας, τοῖς πιστῶς προσιοῦσιν ἀοίδιμε.

Θεοτοκίον.

ἄνω Πατρὶ μονογενής, ἀφράστως συννοούμενος, μονογενῆς ἐκ Σοῦ παναμώμητε, ὑπὲρ αἰτίαν καὶ νοῦν γεγένηται, καὶ θεοῖ τὸν ἄνθρωπον, διὰ μέγα ἔλεος, Παναγία Παρθένε θεόνυμφε.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Φωστὴρ ἐχρημάτισας τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λόγοις καὶ πράξεσι φωταγωγῶν τοὺς πιστούς, θεόφρον Ἰγνάτιε· ὅθεν τὴν ἱεράν σου, ἑορτάζοντες μνήμην, πίστει ἀνευφημοῦμεν, τοὺς ἐνθέους σου πόνους, δι’ ὧν κληρονομεῖς τὴν ζωήν, τὴν ἀτελεύτητον.

 

ᾨδὴ δ΄. Ὄρος σε.

Νέμει σοι, τὴν  ἄλυπον ζωὴν ὁ φιλάγαθος, θλίψεις πολλὰς καὶ πειρασμούς, καθυπομείναντι σοφέ, καὶ πόλεμον ἄραντι, πρὸς δυσμενεῖς τοὺς ἀοράτους Ἰγνάτιε, ὧν τῆς κακίας εὐχαῖς ἡμᾶς λύτρωσαι.

σχυσας, νευρούμενος δυνάμει τοῦ Πνεύματος, τὸν ἐν κακίᾳ δυνατόν, καταυχούμενον ἑλεῖν, καὶ τρόπαιον ἔστησας, τὴν κατ’ αὐτοῦ νίκην παμμάκαρ Ἰγνάτιε, πατριαρχῶν ἱερῶν ἐγκαλλώπισμα.

Νάμασι, κατάῤῥυτος ὑπάρχων τοῦ Πνεύματος, ταῖς ἐπιθέσεσι τῶν σῶν, πάτερ Ἰγνάτιε χειρῶν, πολλοὺς καθηγίασας, καὶ τῷ Θεῷ ξενοπρεπῶς καθιέρωσας, ὡς ἱεράρχης σοφὸς θεόληπτος.

Θεοτοκίον.

νθρακα, τὸν θεῖον ἐν νηδύϊ πανάμωμε, εἰσδεξαμένη ὑπὲρ νῦν, οὐ κατεφλέχθης ἀληθῶς· ἡ βάτος γὰρ πόῤῥωθεν, συμβολικῶς τὴν Σὴν λοχείαν εἰκόνιζεν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας.

Τὰς χεῖράς σου, τὰς ὁσίας ἐπαίρων πρὸς Κύριον, ἐπευλόγεις, θεοφόρε λαὸν τελεώτατα, ὃν σοὶ κατεπίστευσεν, ἡ δεξιὰ τοῦ Ὑψίστου, ἱεραρχῶν ἀκροθίνιον.

έρευσας, ἑαυτὸν τῷ Θεῷ δι’ ἀσκήσεως, καὶ ἔθυσας, ἀναιμάκτως παμμάκαρ Ἰγνάτιε, τὸν ἀμνὸν τὸν αἴροντα, τὰς ἁμαρτίας τῶν ἀνθρώπων, ὑπερβολῇ ἀγαθότητος.

Οὐκ ἔδωκας, τοῖς κροτάφοις σου Πάτερ ἀνάπαυσιν, Ἰγνάτιε, ἕως οὗ τῆς σαρκὸς κατεκοίμησας, πάθη τὰ ὀλέθρια, καὶ νῦν πρὸς φέγγος μετετέθης, τὸ καθαρὸν καὶ ἀνέσπερον.

Θεοτοκίον.

Νεκρώσεως, δερματίνους χιτῶνας ἀπέθετο, πανάμωμε, ὁ Ἀδὰμ ἀφ’ οὗ τοῦτον ἐνδέδυται, ἐκ Σοῦ ὁ ὑπέρθεος, καὶ τὸ ἀρχαῖον πρὶν κάλλος, ὑπερβαλλόντως ἀπείληφεν.

 

 ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.

πῆλθεν ἐκ παιδός, τὸν ἐλαφρότατον, ζυγὸν θεομακάριστε, ἁμαρτίας τὸ φορτίον τὸ βαρύ, ἀποτιναξάμενος ἐν χάριτι, καὶ τοῦ Χριστοῦ, θεράπων θεῖος σὺ ἐχρημάτισας.

Μεγάλης ἐπιβάς, καθέδρας Ὅσιε, μεγίστοις κατορθώμασι, κατεκόσμησας αὐτὴν θεοπρεπῶς· ὅθεν συνελθόντες εὐφημοῦμέν σε, ἱερουργέ, μεγαλοφώνως Πάτερ Ἰγνάτιε.

Θεοτοκίον.

ράθης Χερουβίμ, θεοχαρίτωτε, Παρθένε ὑπερέχουσα· τὸν ἐπ’ ὤμων γὰρ ὀχούμενον αὐτῶν, ἄχραντε ἀγκάλαις Σου ἐβάστασας· ὅθεν Σε νῦν, ὡς Θεοτόκον πάντες δοξάζομεν.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἰγνατίου, πατριάρχου Κωνσταντινουπόλεως.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Σὲ νοητήν.

Πολυειδεῖς, πειρασμοὺς ὑπέμεινας, ἀπὸ νεότητος σοφέ, μέχρι γήρως καὶ λαμπρυνθείς, Πάτερ ἱερώτατε, ὡς χρυσὸς ἐπέλαμψας, καταπλουτίζων τοὺς ψάλλοντας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ώμῃ Θεοῦ, πάσας τοῦ ἀλάστορος, καταβαλὼν τὰς μηχανάς, ἐχρημάτισας ἱερεύς, ὅσιος ἀμίαντος, ἄκακος ἀκέραιος, ἀναβοῶν ἐμμελέστατα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

λολαμπής, στῦλος ἐχρημάτισας, νέου λαοῦ θεοπρεπῶς, προηγούμενος ἱεραῖς, Πάτερ εἰσηγήσεσι, θείαν πρὸς κατάπαυσιν, καὶ μελῳδῶν ἐμφανέστατα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Φέρεις Θεόν, σάρκα περικείμενον, ἐν ταῖς ἀγκάλαις Σου ἁγνή, ὥσπερ θρόνος χερουβικός, φέροντα τῷ ῥήματι, πάντα τῆς δυνάμεως, ᾯ μελῳδοῦμεν γηθόμενοι· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.

άβδῳ θείᾳ Πάτερ τοῦ Σταυροῦ, σθενούμενος τοῦ βίου, ἐστήκεις ἀκαταπόντιστος, τὸ πέλαγος σοφέ, κραυγάζων Ἰγνάτιε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

ρθοδόξοις δόγμασι τραφείς, ποιμὴν ἀνηγορεύθης, ποιμάνας ἐπὶ σωτήριον, Ἰγνάτιε μονήν, κραυγάζων τὸ ποίμνιον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Νόμους θείους Πάτερ συντηρῶν, πᾶσαν παρανομίαν, ἐξέκλινας ὡς ἐχέφρων, ἐκλεξάμενος βοῶν, τὸ κρεῖττον Ἰγνάτιε· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τριαδικόν.

ς Μονάδα φύσει Σε ὑμνῶ, διαιρετὴν προσώποις, ἀγέννητον γεννητόν, ἐκ Πατρὸς ἐκπορευτόν, Θεὸν μέλπων ἄκτιστον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Συντηρήσας σήμαντρα τῆς Σῆς, Παρθένε παρθενίας, ἀλώβητα ὁ Δεσπότης, προελήλυθε Χριστός, ἐκ Σοῦ ὑπὲρ ἔννοιαν, εἰς τὸ σῶσαι τοὺς μελῳδοῦντας· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.

δε φωταυγὴς πανήγυρις, καλοῦ ποιμένος πᾶσιν ἡμῖν ἐξέλαμψε, ταῖς μαρμαρυγαῖς, τῆς τρισηλίου θεότητος, τῶν πιστῶν τὰς αἰσθήσεις λαμπρύνουσα, ἣν πόθῳ ἐκτελοῦντες, πνευματικῶς πανηγυρίζομεν.

σπερ προσφορὰν ὁλόκληρον, τὴν σὴν ψυχὴν εἰς χεῖρας Θεοῦ παρέδωκας, θλίψεσι πολλαῖς, καὶ ἀσθενείαις Ἰγνάτιε, λαμπρυνθεῖσαν χρυσίου εὐρύτερον, καὶ νῦν ψυχαῖς δικαίων, συνεπαγάλλῃ παμμακάριστε.

Στήσας ἐπὶ πέτραν Ὅσιε, τῆς ἀληθείας βάσεις τὰς τῆς καρδίας σου, πᾶσι πειρασμοῖς, τοῖς διὰ βίου Ἰγνάτιε, ἀπερίτρεπτος σθένει τοῦ Πνεύματος, διέμεινας θεόφρον· ὅθεν σε πάντες μακαρίζομεν.

ρθης ἐπιβὰς ὀχήματι, τῶν ἀρετῶν πρὸς ὕψος Πάτερ οὐράνιον, καὶ κατέπαυσας, πρὸς τὰ ἐκεῖσε σκηνώματα, συναγάλλεσθαι Πάτερ Ἰγνάτιε, πατριαρχῶν χορείαις· μεθ’ ὧν ἡμῶν ἀεὶ μνημόνευε.

Θεοτοκίον.

Φρίττει τῶν Ἀγγέλων τάγματα, τὸν ὑπὲρ νοῦν Σου τόκον θεοχαρίτωτε, Ὃν γὰρ οὐδαμῶς, ἐνατενίζειν ἰσχύουσι· τοῦτον φέρεις ἀγκάλαις ὡς νήπιον, εἰς πάντων σωτηρίαν, τῶν εὐσεβῶς μακαρίζοντων Σε.