Δευτέρα 19 Ιουνίου 2023

ΟΚΤΩΒΡΙΟΣ 4. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΠΕΤΡΟΣ ΚΑΠΙΤΩΛΙΟΥ ΚΑΝΩΝ

 

ΟΚΤΩΒΡΙΟΣ Δ΄.

ΠΕΤΡΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΑΠΙΤΩΛΙΟΥ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνῶ σε, Πέτρε, Μάρτυς ἠγλαϊσμένε.

ᾨδὴ α΄. Ἦχος δ΄ ᾌσομαί Σοι Κύριε ὁ Θεός μου.

Ἀρχὴ ἐχρημάτισας τῶν Μαρτύρων, ἐπὶ Ποντίου Πιλάτου, Χριστὲ μαρτυρήσας, νευρώσας τε τὸ ἄτονον, σαρκίον σοῖς παθήμασιν.

Ἱέρευσας Ὅσιε ἀναιμάκτως, τὴν τοῦ Θεοῦ θυσίαν, λαοὺς ἀφανίζων, θυσίαν δὲ δι΄ αἵματος, σεαυτὸν προσενήνοχας.

Νεκρὸς μὲν τῷ σώματι ἀνεδείχθης, τὴν δὲ ψυχὴν ἐζωώθης, φερώνυμε Πέτρε, τῆς πίστεως τὸ ἕδρασμα, δαιμόνων τὸ τραμάτισμα.

Θεοτοκίον.

ᾌσομαι Σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθη ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ γ΄. Τόξον δυνατῶν ἠσθένησε.

Ὥσπερ κεφαλὴ ὑπέρτιμος, ἐνεδείξω Πέτρε, τῶν μελῶν τὴν κυβέρνησιν, τῆς συζύγου καὶ τῶν ἐγγόνων, πρὸς Χριστὸν καθηγησάμενος.

Σπίλον ἀπεπλύνω ἅπαντα, Πέτρε καθαγνίσας, τὴν ψυχὴν σὺν τῷ σώματι· ἀνεδείχθης θεῖον ταμεῖον, Ἱερομάρτυς τοῦ Πνεύματος.

Ἔργῳ πρακτικὸν γενόμενος, τὸ σωματικόν τε, ὑπερκύψας μεσότειχον, ἐφαντάσθης τὸ θεῖον κάλλος, Ἀθλοφόρε Πέτρε ἔνδοξε.

Θεοτοκίον.

Ἵνα τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν, ὁ δημιουργήσας, Ἀδὰμ ἀνασώσηται, ἐκ Παρθένου δι΄ εὐσπλαγχνίαν, ὑπὲρ λόγον ἀποτίκτεται.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῷ τῆς χάριτος λόγῳ λαοὺς διέσωσας, ἀλογίας ἀτόπου καὶ προσενήνοχας, Πέτρε θεόσοφε Χριστῷ, τῷ σαρκωθέντι Θεῷ, καὶ ἀθλήσας καρτερῶς, ἐδοξάσθης εὐσεβῶς, ὡς ἱερεύς τε καὶ Μάρτυς· διὸ ἱκέτευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

 

 

 

ᾨδὴ δ΄. Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε.

Περιεβάλου τὴν ἀγάπην Πέτρε θώρακα, ὡς δὲ κορύνην τὴν ἐλπίδα περιθέμενος, τῷ θυρεῷ τῆς πίστεως, στίφη ἐτροπώσω δαιμόνια.

Ἐθυμομάχει κατὰ σοῦ ὁ τῶν δικαίων ἐχθρός, ἀλλ’ ἀσθενὴς τῇ καρτερίᾳ σου ἐδείκνυτο, μεθ΄ ἧς ἐβόας ἔνδοξε· δόξα τῷ δυνάμει Σου Κύριε.

Τὸν θεῖον ζῆλον ἐκ τοῦ πόθου προσλαβόμενος, τῶν δυσσεβούντων οὐχ ὑπήνεγκας τὸ βλάσφημον, ἀλλ’ ὡς σπινθῆρσιν ἔβαλες, Πέτρε τοῖς ἐλέγχοις τοὺς ἄφρονας.

Ῥωμαλεότητι φρενῶν ἐν ἀσθενείᾳ σαρκός, τὴν καλὴν ὁμολογίαν διαθέμενος, τοὺς ἀθετοῦντας ἤλεγξας, Πέτρε Ἰησοῦ τὴν θεότητα.

Θεοτοκίον.

Παιδίον ἐδόθη ἡμῖν ἐκ τῆς Προφήτιδος, τὸ τεχθὲν πρὸ ὠδίνων τῆς Θεομήτορος, οὗ ἡ ἀρχὴ αἰώνιος, θεῖος Ἡσαΐας ἐκήρυττεν.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Ἔθεντο ὁ Χριστός, ἑαυτοῦ καταγώγιον, σὲ Ὅσιε· δι’ ἀγάπης, ἀκραιφνοῦς γὰρ ἡνώθης, τῷ σὲ προαγαπήσαντι.

Μάρτυρα τῆς Χριστοῦ, τοῦ Θεοῦ υἱότητος, σὲ Ὅσιε μιμητήν τε, τῶν Αὐτοῦ παθημάτων, ὁ θεῖος πόθος ἔδειξεν.

Ἄριστος ζηλωτής, οὐ τῆς Πέτρου ἀρνήσεως, σὺ Ὅσιε ἀνεδείχθης, τῆς δὲ θεολογίες, ὦ Πέτρε παμμακάριστε.

Θεοτοκίον.

Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 

ᾨδὴ στ΄. Ἐβόησε.

Ῥήμασί σου, ὁ ἑσμὸς τῶν βαρβάρων βαλλόμενος, κατελύθη, καὶ τὸν θάνατον ἔμελλε πρόωρον, ἐπιφέρειν σοι, Ἀθλητὰ τοῦ Χριστοῦ Πέτρε ἔνδοξε.

Τὸ ἄγριον, τῶν ἐχθρῶν τοῦ Θεοῦ καὶ ἀτίθασον, ἐκ τῆς νόσου, προσδοκώμενος ἔλυσε θάνατος, ἀλλ’ ἀμφοῖν ἐῤῥύσθης, προμηθείᾳ Χριστοῦ Πέτρε ἔνδοξε.

Ὑπέλυξας, Ἀθλητὰ παρ’ ἐλπίδα τὸν θάνατον, καὶ ἐῤῥώσθης, ὁ ψυχῇ νευρωμένος καὶ σώματι, τοῖς ἀνόμοις μώλωψ, τοῦ Χριστοῦ καθορώμενος ἔκδικος.

Θεοτοκίον.

Συνέλαβες, ἐν γαστρὶ τὸν τὸ πᾶν οὐσιώσαντα, Θεοτόκε, καὶ ἐν χρόνῳ τὸν ἄχρονον τέτοκας, καὶ μετὰ τὸν τόκον, ὡς πρὸ τόκου διέμεινας ἄφθορος.

 

 

 

ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.

Σοῦ κατεμήνυον, αἱ τῶν ἀνόμων γλῶσσαι, τὴν θεολόγον Πέτρε ἔνδοξε, φωνὴν τῷ ἐξάρχοντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡ θεηγόρος σου, τυραννικῶν πρὸ βημάτων, ἐν παῤῥησίᾳ Πέτρε ἔνδοξε, γλῶσσα ἀνεκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γεγανυμένος ψυχήν, ὡς νυμφικῇ ἐν παστάδι, τῇ τῶν κακούργων Πέτρε ἔνδοξε, φρουρᾷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λελυτρωμένην ψυχήν, πεπεδημένος δὲ σῶμα, τοῦ μαρτυρίου τὴν πανεύφημον, ὁδὸν Πάτερ ἤνυσας· εὐλογητὸς εἶ βοῶν, ὁ οὕτως εὐδοκήσας.

Θεοτοκίον.

Ἄπειρον γάμων κλέος, Θεογεννῆτορ Μαρία, ἁγνὴ Παρθένε Ὃν ἐκύησας, ἀπαύστως δυσώπησον, ἁμαρτημάτων λύσιν, ἡμῖν καταπεμφθῆναι.

 

ᾨδὴ η΄. Τὸν ἐν τῷ Σταυρῷ.

Ἄνομος υἱός, πατρὶ τυράννῳ, πεπεδημένον Ἀθλητά, προσάγει σε βοῶντα· παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Ἴθυνε Χριστός, πρὸ βασιλέων, τὴν θεολόγον σου φωνήν, βοᾶν ἀτρόμως μάκαρ· πάντες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Σοῦ μὴ ἐνεγκών, τὴν παῤῥησίαν, ὁ θεομάχος βασιλεύς, θανάτῳ πολυτρόπῳ, Πέτρε πιστὲ θεράπον Χριστοῦ, κατακρίνει σὲ θεολογοῦντα.

Μέλη τῷ Χριστῷ, ἐκτετμημένα, χεῖρας καὶ πόδας ὀφθαλμούς, καὶ γλῶσσαν φθεγγομένην, φέρεις θυσίαν ζῶσαν δεκτήν, παμμακάριστε θεόφρον Πέτρε.

Θεοτοκίον.

Τὸν ἐκ τοῦ Πατρός, πρὸ τῶν αἰώνων, καὶ ἐπ’ ἐσχάτων ἐκ μητρός, ἀφράστως σαρκωθέντα, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

 

 

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.

Ἐτμήθη σου ἡ γλῶσσα ἡ σεπτὴ καὶ αἵμασι, τὴν πατρίδα κατευλόγησε, γλώσσῃ δὲ Πνεύματος πυρίνη, τὰ θεῖα φθεγγομένου σοῦ δόγματα, ἡ τῶν ἀπίστων μανία ἠλέγχετο· ὅθεν σε Μάρτυς μακαρίζομεν.

Νενίκηται βλέπων ὁ ἐχθρὸς ἀοίδιμε, τὴν τῆς γλώσσης σου ἀφαίρεσιν, χεῖρας καὶ πόδας τετμημένους, πηρούμενα καυτῆρσι τὰ ὄμματα, σταυρῷ πηγνύμενον μελιζόμενον, πῦρ σε καὶ ὕδωρ μεριζόμενον.

Ἐπῆρας τὴν πτέρναν κατ’ ἐχθρῶν πανάριστε, καὶ τὴν κάραν τούτων ἔθλασας, καὶ τὴν κάραν τούτων ἔθλασας, στέφος δὲ νίκης ἀνεδήσω, χειρὸς ἐξ Υἱοῦ Παντοκράτορος, Καπετωλέων ἀοίδιμον καύχημα· μέμνησο μάκαρ τῶν ὑμνούντων σε.

Θεοτοκίον.

Εὔα μὲν τοῦ ξύλου τῆς ζωῆς ἐξώρισται, κωλυθεῖσα τῆς μεθέξεως, Σὺ δὲ Παρθένε Θεοτόκε, ζωὴν τὴν πρὸ αἰώνων εἰσήγαγες, τῷ κόσμῳ τὴν ζωηφόρον ἐνέργειαν, χαριζομένην διὰ πίστεως.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου