Κυριακή 11 Ιουνίου 2023

ΣΕΠΤΕΜΒΡΙΟΣ 25. ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΕΠΙΣΚΟΠΟΣ ΕΦΕΣΣΟΥ ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΝΩΝ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΕ

ΘΕΟΦΙΛΟΣ ΕΦΕΣΣΟΥ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις σε μέλπω, τὸν Θεοῦ χρηστὸν φίλον.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.

Ὕπνωσας Πάτερ ὕπνον, τοῖς ἀγαπητοῖς τὸν ὀφειλόμενον, καὶ ἀνάπαυσιν εὗρες, ἐν σκηναῖς αἰωνίοις Θεόφιλε.

Μύρῳ Πάτερ ἐχρίσθης, τῆς ἱερωσύνης καὶ τῇ χάριτι, τοῦ Χριστοῦ διαπρέψας, ἀνεδείχθης ποιμὴν ἀξιάγαστος.

Νόμιμος ἱεράρχης, Πάτερ παμμακάριστε γενόμενος, ἱερεῖς τῆς αἰσχύνης, διελέγχων ἐννόμως ἐτέλεσας.

Θεοτοκίον.

Ὅλον εἰσδεξαμένη, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, Θεομῆτορ τὸν κόσμον, εὐσεβείας ἀκτῖσι κατηύγασας.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ἴθυνας τὴν ποίμνην σου, ἐπὶ σωτήρια νάματα, ἐπὶ νομὰς Πάτερ ψυχοτρόφους, ἐπὶ θεῖα σκηνώματα.

Στέφανον ἀμάραντον, παρὰ Χριστοῦ σαφῶς εἴληφας, ἀρχιερεῦ ὡς διατηρήσας, ἀπλανῶς τὴν εὐσέβειαν.

Σῶτερ τὸν ποθήσαντα, τόπον σκηνώματος δόξης σου, ἱερουργὸν ἐν Παραδείσῳ, τῆς τρυφῆς κατεσκήνωσας.

Θεοτοκίον.

Ἔχων Σε βοήθειαν, οὐ σαλευθήσομαι πάναγνε, Μῆτερ Θεοῦ ἔχων Σε προστάτιν, πειρασμῶν λυτρωθήσομαι.

 

ᾨδὴ δ΄ Εἰσακήκοα Κύριε.

Μυστιπόλος γεγένησαι, τῆς ἐπουρανίου Πάτερ μυήσεως, πατρικῶν τε παραδόσεων, ἀνεδείχθης φύλαξ ἀκριβέστατος.

Ἐν ἀδήλοις κρυπτόμενος, καὶ τὴν φυγαδείαν εὖ διαθέμενος, τοὺς διώκοντας διέλαθες, ἀηττήτῳ κράτει φυλαττόμενος.

Λογιζόμενος Ὅσιε, τὴν τῶν αἰωνίων μακαριότητα, τὴν τῆς θλίψεως δυσχέρειαν, καὶ τῆς ἐρημίας ῥᾷον ἤνεγκας.

Θεοτοκίον.

Παναγία Θεόνυμφε, Δέσποινα τοῦ κόσμου νῦν με διάσωσον, τῶν κινδύνων ἀπαλλάττουσα, καὶ παθῶν τὸν ὄχλον ἐκδιώκουσα.

 

 

 

 

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Ὡς ἱερεὺς Ὑψίστου, καὶ τὸν ποδήρη λαμπρῶς περικείμενος, εἰς τὴν ἄνω χορείαν, χαίρων εἰσελήλυθας ἔνδοξε.

Τῆς Ἐκκλησίας Πάτερ, προκινδυνεύων τοὺς λύκους ἀπήλασας, τῇ εὐστόχῳ σφενδόνῃ, τῆς Ὀρθοδοξίας πανόλβιε.

Οἱ τὴν Χριστοῦ εἰκόνα, φρενοβλαβῶς ἀτιμάζοντες Ὅσιε, καὶ ταῖς τῶν Ἀθλοφόρων, ταῖς σαῖς διδαχαῖς ἐξελέγχονται.

Θεοτοκίον.

Νομοθεσία πᾶσα, καὶ προφητεία τὸ θεῖον μυστήριον, τῆς Σῆς κυοφορίας, Μῆτερ τοῦ Θεοῦ προεμήνυσε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Θεόφρονι, λογισμῷ χρησάμενος, καὶ Θεὸν τὸν ἐπὶ πάντων ποθήσας, καὶ τῇ αὐτοῦ, καθαρῶς θεωρίᾳ, καὶ θεοπτίᾳ θεόφρον τρεφόμενος, ἠλόγησας τῶν ἐπὶ γῆς, φθειρομένων ἁπάντων θεόληπτε.

Εἰς ἄληκτον, μεταβὰς ἀπόλαυσιν, καὶ φωτὶ περιχεόμενον τόπον, καὶ ἀληθοῦς, εὐφροσύνης χωρίον, ἀρχιερέων χορείας ἠξίωσαι, χορεύειν τε περὶ Θεόν, ἱεράρχα Κυρίου Θεόφιλε.

Οὐράνιον, ἐπὶ γῆς πολίτευμα, εὐσεβῶς ἐπιδεξάμενος μάκαρ, ἐν οὐρανοῖς, ὅπου δικαίων οἰκοῦσι τὰ πνεύματα, τερπνότητα τὴν τοῦ Θεοῦ, θεωρῶν καὶ τὴν θείαν εὐπρέπειαν.

Θεοτοκίον.

Υἱὸν καὶ Λόγον, Θεοῦ πανάμωμε, τὸν δι’ οὗ δεδημιούργηται πάντα σωματικῶς, ὑπὲρ φύσιν τεκοῦσα, τῆς ἁμαρτίας τὸν ῥύπον ἀπόπλυνον· Σοῦ δέομαι τῆς ἀγαθῆς, καὶ φρουρᾶς χαλεπῶν με διάσωσον.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Χείλη πετάσας ἱεράρχα, θείου Πνεύματος ἐπίπνοιαν ἐδέξω, καὶ τῷ τούτῳ φωτί, λαμπόμενος ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ῥώμην ἀνίκητον τρισμάκαρ, ἐνδυσάμενος ἀήττητος ἐδείχθης, καὶ διώκτην καιρόν, διέφυγες κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ἤρθης οὐράνιον πρὸς ὕψος, πολιτείαν γὰρ οὐράνιον ἐκτήσω, κατασβέσας παθῶν, τὴν κάμινον καὶ μέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ κατεύνασον αἱρέσεων τὴν πλάνην, Θεομῆτορ τοῖς Σοῖς, κραυγάζουσι τῷ τόκῳ· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.

Τοῦ ἐν στήθει, πεσόντος τοῦ Κυρίου, ἐκληρώσω, τὸν θρόνον θεοφόρε, καὶ γὰρ αὐτοῦ τὸ φρόνημα τῆς πίστεως, ἔσχες ἀναμέλπων, καὶ ὑπερυψῶν, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁμογνώμων, ὁμόθρονος ἐδείχθης, Ἰωάννου, Χριστῷ ἠγαπημένου, οὗ τηλαυγῶς ἐστήριξας τὰ δόγματα, Κύριον ὑμνῶν, καὶ ὑπερυψῶν, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Νηφαλέως, διέλαθες θεόφρον, τοὺς τοῦ σκότους, προστάτας καὶ συμμάχους, ζωαρχικῇ παλάμῃ σκεπαζόμενος, μέλπων· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Φωτοφόρος, λυχνία Σὺ ὑπάρχεις, Θεοτόκε, βαστάζουσα ἐν κόλποις, τῆς πατρικῆς οὐσίας τὸ ἀπαύγασμα· ὅθεν Σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, ἁγνὴ εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰθύνας ἐπὶ μάνδραν, τῆς Ὀρθοδοξίας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν Θεόφιλε, τὰς οὐρανίους οἰκίας, χαίρων ἐσκήνωσας.

Λαοῦ τοῦ χριστωνύμου, παρὰ τοῦ Σωτῆρος, τὴν προεδρίαν θεόφρον δεξάμενος, τῷ δεδωκότι τὴν πίστιν, Πάτερ ἐτήρησας.

Ὁ τῆς δικαιοσύνης, ἥλιος παμμάκαρ, ὡς ἀγαθὸς ὡς οἰκτίρμων ὡς εὔσπλαγχνος, δικαιοσύνης στεφάνοις, σὲ ἐστεφάνωσε.

Θεοτοκίον.

Νομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, ζωὴν τεκοῦσα τὴν ὄντως ἀθάνατον, τὴν τῆς ζωῆς τὰς εἰσόδους, ἡμῖν ἀνοίξασαν.

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου