Τρίτη 20 Ιουνίου 2023

ΟΚΤΩΒΡΙΟΣ 5. ΑΓΙΑ ΜΑΡΤΥΣ ΜΑΜΕΛΧΘΑ ΚΑΝΩΝ

ΟΚΤΩΒΡΙΟΣ Ε΄.

ΜΑΜΕΛΧΘΑ ΜΑΡΤΥΣ

ΚΑΝΩΝ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ.

Τῷ ἀνατείλαντι ἐν τῷ κόσμῳ, τῆς Ἀθληφόρου τὴν μνήμην, πάντες τοὺς πιστούς, φωταγωγοῦσαν τοῖς θαύμασιν, ᾄσωμεν τῷ Θεῷ, ὅτι δεδόξασται εἰς τοὺς αἰῶνας.

Τὴν ἐπιβώμιον τῶν Ἑλλήνων, ζωοθυσίαν καὶ σπονδήν, Μάρτυς προσοχθίσασα, τῇ πίστει τοῦ ὄντως Θεοῦ, καὶ ὤφθης ὡς ἀληθῶς, τῇ Ἐκκλησίᾳ καθαρὸν ἱερεῖον.

Τῆς τυραννίδος κορυφουμένης, κατὰ τῆς γνώσεως Χριστοῦ, ἆθλον κατ’ αὐτῆς, ἡ Ἀθληφόρος ἐστήσατο· διὸ καὶ τὴν κορυφήν, κατεκοσμήθη νομίμως τοῖς στεφάνοις.

Ἐκ τῶν τοῦ Πνεύματος χαρισμάτων, καταυγασθεῖσα τὴν ψυχήν, ἔλαμψε τῇ χάριτι, ἡ ἀήττητος Μάρτυς Χριστοῦ· διὸ τὰς νόσους ἡμῶν, τῇ ἐπικλήσει ἰᾶται τῆς Τριάδος.

Θεοτοκίον.

Τὴν ἐξ αἱμάτων παρθενικῶν Σου, καταβαφεῖσαν πορφύραν, ὁ παμβασιλεύς, τῶν οὐρανῶν ἀειπάρθενε, φορέσας ἐπὶ τῆς γῆς, ἀνέδειξέ Σε τῶν βροτῶν βασιλίδα.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος.

Μεγάλα τὰ ἔργα σου, ἀκατάληπτε Σωτήρ, ὅτι καὶ φύσιν ἐνεύρωσας, σαθρὰν καὶ ἀνίσχυρον, ἑαυτῆς ἐκλάθεσθαι, τῷ πόθῳ τῆς ἀγάπης σου, ἐν τοῖς τῶν ἀλγεινῶν αἰκισμοῖς.

Τὸ σκεῦος τὸ ἅγιον, ἡ λαμπὰς ἡ λογική, ἡ σταυροφόρος τοῦ κράζοντος· ὑμεῖς ἐμοὶ Μάρτυρες, ἡ Ὁσία Μαμέλχθα, πιστῶς ἡμᾶς προτρέπεται, πιστοὶ ἐπὶ τῇ μνήμῃ αὐτῆς.

Τὴν πίστιν ἐκράτυνας, τῷ βαπτίσματι Χριστοῦ, στολισθεῖσα δι’ αἵματος, Μαμέλχθα πανεύφημε, καὶ τῷ Χριστῷ συναφθεῖσα, διττὸν καὶ τὸ μαρτύριον, ἀνδρείως ἐτελείωσας.

Μαμέλχθα πεφώτισται, καὶ πεπάτηκε τὸ πῦρ, τὸ ἀσεβῶς θρησκευόμενον, σβεσθὲν τῷ βαπτίσματι, δι΄ οὗ ἡ Ἀθληφόρος, τὸν ῥύπον ἀπώσατο, ὡς πόθου ἀκατάπληκτος.

Θεοτοκίον.

Ὡς πύλην σωτήριον, καὶ παράδεισον τερπνόν, καὶ φωτὸς ἀϊδίου, νεφέλην ὑπάρχουσαν, τὴν ἁγίαν Παρθένον, ὑμνήσωμεν ἅπαντες, λέγοντες τὸ χαῖρε αὐτῇ.

Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Τὸν ἄφθαρτον νυμφῶνα, σοὶ Χριστὸς ἐδωρήσατο, Μαμέλχθα Ἀθληφόρε, τῶν Μαρτύρων καλλώπισμα, Ὃν αἴτησαι ἀεὶ ὑπὲρ ἡμῶν, ῥυσθῆναι ἐκ κινδύνων καὶ φθορᾶς, τοὺς τὴν σὴν ἀξιοχρέως, ἐπιτελοῦντας μνήμην παναοίδιμε· ἔχεις γὰρ λαβοῦσα ἀληθῶς, μεγίστην παῤῥησίαν πρὸς Αὐτόν· τῷ γὰρ βαπτίσματι τῷ τούτου, δι’ Αὐτὸν τὸ σὸν αἷμα κεκέρακας.

 

ᾨδὴ δ΄. Ἐξ ὄρους κατασκίου.

Ἡ πάλαι τοῦ ἐχθροῦ, ὀφθεῖσα νεωκόρος, ἐδείχθη τοῦ Χριστοῦ, ὡς νύμφη σταυροφόρος, καὶ ἡ θρησκεύουσα κνίσαις ζώων ἀλόγων, τῇ λογικῇ συνανεκράθη ζωῇ.

Ἤρθη τὰ Περσῶν, ἐσβέσθη τὰ Ἑλλήνων, ὤφθη τὰ Χριστοῦ, Αὐτοῦ ἐπιφανέντος, καὶ θεοφόρος ἐδείχθη ἡ νεωκόρος, τελειωθεῖσα τῷ βαπτίσματι.

Ἄξιον ἡμᾶς, τοὺς ἄθλους σου Μαμέλχθα, ἄξιον ὑμνεῖν, τὴν μνήμην σου ἐν ὕμνοις· ἐν γὰρ αὐταῖς ταῖς ἡμέραις τῶν ἱλαρίων, μαρτυρικαῖς κατεκοσμήθης τιμαῖς.

Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον· χαῖρε κιβωτέ, τῆς νέας διαθήκης· χαῖρε ἡ στάμνος ἐν ᾗ τὸ μάννα ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε σῶσον ἡμᾶς.

Ἀξίως ἀνυμνεῖ σε τὰ πέρατα χριστομάρτυς, ὅτι τῷ βαπτίσματι, συνανεκράθη τὸ αἷμά σου.

Κατέλιπες θυσίας ἀοίδιμε τῶν εἰδώλων, καὶ γέγονας ἄσπιλος, θυσία ζῶσα τῷ Κτίστῃ σου.

Δαιμόνων ἱερὰ καταλείψασα νεωκόρε, Ἀγγέλων συνόμιλος, καὶ ὁμοδίαιτος γέγονας.

Ἐκπλήττει καὶ Ἀγγέλους τὸ θαῦμά σου Ἀθληφόρε, ὅτι τῷ φωτίσματι, καὶ τὸ μαρτύριον ἤνυσας.

Θεοτοκίον.

Μὴ παύσῃ δυσωποῦσα Ὃν ἔτεκες Θεοτόκε, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ὀρθοδόξως ὑμνούντων Σε.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Χιτῶνά σε ἐνέδυσε φαιδρόν, ὁ ἐκ νεωκόρων σε, πρὸς φῶς ἐκλεξάμενος, Ἀθληφόρε Ἰησοῦς ὁ Θεὸς ἡμῶν.

Τὸν ἄφθαρτον χιτῶνά σοι Χριστός, ἐνδόξως ἐξύφανε, Μαμέλχθα πανεύφημε, καὶ τὸ φῶς ὄντως διπλοῦν ἐξανέτειλεν.

Ἡ πρώην νεωκόρος τοῦ ἐχθροῦ, πρόσφορον ἀνέλαβε, τὸ φρόνημα σήμερον, καὶ τὸ βάπτισμα Χριστοῦ ἐνεδύθη διπλοῦν.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

 

ᾨδὴ ζ΄. Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ.

Τῆς ἀνόμου θυσίας τῶν εἰδώλων, τὴν ἀναίμακτον ταύτην, λειτουργήσασα λειτουργίαν, σεπτὴν λατρείαν ἔνδοξε, τῷ Ἰησοῦ ἀντεισήγαγες.

Τὰ Ἑλλήνων ἠσχύνθη Ἀθληφόρε, τὰ Περσῶν κατεσβέσθη, καὶ τὸ πῦρ αὐτῶν ἐτεφρώθη, Χριστοῦ φανέντος ἄνωθεν, τοῖς ἐπὶ γῆς ἐν ἀνθρώπου μορφῇ.

Ὁ παρασχὼν τῇ Ὁσίᾳ οὐρανόθεν, ἰαμάτων τὴν χάριν, εἰς τὸ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Χαῖρε Μῆτερ Παρθένε Θεοτόκε, ἡ τεκοῦσα τὸν Κτίστην, καὶ τροφέα τῆς οἰκουμένης, τὸν ἐκ δουλείας ἅπαντας, τοὺς βροτοὺς λυτρωσάμενος.

 

ᾨδὴ η΄. Τὸν τοῦ παντὸς δημιουργόν.

Τὸν ἐν πελάγει τῶν δεινῶν, κυβερνήσαντα τὸ γένος ἡμῶν, διὰ τῆς Ἀθληφόρου, Χριστὸν ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Ταῖς ἱκεσίαις ὁ Θεός, τῆς ἁγίας Ἀθληφόρου Σου, τὰς ψυχὰς ἡμῶν σῶσον, ὡς μόνος ἐλεήμων, καὶ ἀγαθὸς Δεσπότης.

Διὰ παντὸς ὑπὲρ ἡμῶν, ἱκετεύουσα πανένδοξε, τὸν Σωτῆρα μὴ παύσῃ, σωθῆναι ἐκ κινδύνων, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν ἐν τῷ πόκῳ Γεδεών, τὴν Παρθένο προτυπώσαντα, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Ἀξιοπρεπῶς σου τὴν μνήμην ἐπιτελοῦμεν, Μάρτυς τοῦ Χριστοῦ ἀψευδής, Μαμέλχθα μακαρία, ὅτι πίστιν ἀντὶ τῆς πλάνης δεικνῦσα, γέγονας τῇ πίστει τῷ Θεῷ ἡμῶν.

Σὺ τοῦ ἀδελφοῦ σου πεισθεῖσα ταῖς νουθεσίαις, πρὸς τὸν ὄντως ὄντα Θεόν, ἀκλινῶς ἀνεστράφης, καταλείψασα τὴν πολύθεον πλάνην, καὶ συναρμοσθεῖσα τῷ ἀφθάρτῳ Θεῷ.

Σὺ τὸ ἱερὸν καταλείψασα τῶν εἰδώλων, καὶ ναὸν τοῦ ὄντως Θεοῦ, σεαυτὴν ἐκτελοῦσα, τῷ βαπτίσματι ἐβαπτίσθης Μαμέλχθα, λίθοις τὸ μαρτύριον ἀνύσασα.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων, Σὲ καὶ νῦν εἰς πρεσβείαν σου κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου