Παρασκευή 12 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 18. ΟΣΙΟΣ ΑΡΣΕΝΙΟΣ ΠΑΡΟΥ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ





 

ΑΥΓΟΥΣΤΟΣ ΙΗ΄.

ΑΡΣΕΝΙΟΣ ΟΣΙΟΣ ΠΑΡΟΥ

ΑΚΟΛΟΥΘΙΑ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἐστοιχείωσας σαὐτόν, πάτερ ἐν τῷ νόμῳ Κυρίου, ἀπὸ νεότητος, τότε πλήρης γέγονας πάσης φρονήσεως, καὶ ἀπλάστους ἐν ἤθεσι, καὶ τρόποις ἀμέμπτοις, βίου καθαρότητος ὤφθης κοσμούμενος, ὅθεν, ἐν ἐσχάτοις τοῖς χρόνοις, πέφηνας ὁσίων τῶν πάλαι, μιμητὴς Ἀρσένιε πανάριστος.

 

Ὅτε, ὑπετάγης ὁλικῶς, πάτερ Δανιὴλ τῷ ὁσίῳ, ψυχῇ θεόφρονι, τότε καθυπέταξας σαρκὸς τὸ φρόνημα, καὶ τὸν νοῦν σου ἀνύψωσας, πρὸς δόξαν τὴν ἄνω, θείας ταπεινώσεως, λάμπων ταῖς χάρισιν, ὅθεν, ἐν τῷ Ἄθῳ ὡράθης, τῆς ὑπακοῆς τῆς ἁγίας, ὅσιε Ἀρσένιε ὑπόδειγμα.

 

Ὅτε, τῇ προνοίᾳ τοῦ Θεοῦ, πάτερ ὡδηγήθης ἐν νήσῳ, τῆς Πάρου ὅσιε, τότε τῇ ἀσκήσει σου ταύτην ἐφαίδρυνας, καὶ θαυμάτων δυνάμεσιν, καὶ λόγῳ σου θείῳ, ταύτην εὐηργέτησας, ὡς συμπαθέστατος, ὅθεν, τῶν σεπτῶν σου λειψάνων, θήκην τὴν ἁγίαν πλουτοῦσα, ἐξ αὐτῆς λαμβάνει χάριν ἄφθονον.

 

Ὅτε, πρὸς τὴν ἄληκτον ζωήν, πάτερ τῶν προσκαίρων μετέστης, οἷα θεράπων Χριστοῦ, τότε αἱ μονάστριαι θρήνοις ἐβόων σοι· ὁδηγὲ καὶ διδάσκαλε, ἡμῶν θεοφόρε, δὸς ἡμῖν τοῖς τέκνοις σου τὴν εὐλογίαν σου, ὅθεν σου τὸ πάντιμον σκῆνος, πᾶσαν συνελθοῦσα ἡ Πάρος, εὐλαβῶς Ἀρσένιε ἐκήδευσε.

 

Δόξα. Ἦχος δ΄.

Ἀνατεθεὶς ἀπὸ νεότητος Χριστῷ, ὁλοσχερεῖ ἐφέσει, ἀσκητικῶς Αὐτῷ ἠκολούθησας, Ἀρσένιε ὅσιε, ὅλην γὰρ τὴν ῥοπήν σου δέδωκας, πρὸς ἐργασίαν τοῦ θείου θελήματος, τὴν σάρκα νεκρώσας, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, ἐν τῇ ἐπιλάμψει τῆς ἀϊδίου ζωῆς. Ἄγγελος γὰρ ὤφθης ἐν σώματι, καὶ ἡγιασμένον σκεῦος τῆς τοῦ Παρακλήτου ἐπιπνοίας, παρέχων ἑνὶ ἑκάστῳ, σωτηριώδεις δόσεις, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Τὴν πάνσεπτόν σου κοίμησιν, Παναγία παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.

 

Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βίον ἀγγελικόν, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀρσένιε βιώσας, λαμπρῶς ἐμεγαλύνθης, ταῖς δωρεαῖς τοῦ Πνεύματος.

 

Στίχος α΄. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Ὤφθης τῶν μοναστῶν, ὑπόδειγμα καὶ τύπος, μοναστριῶν δὲ πάτερ, ἔνθεος ὑποφήτης, λόγοις ὁμοῦ καὶ πράξεσι.

 

Στίχος β΄. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίρει τὴν ἐν Θεῷ, χαρὰν ἡ νῆσος Πάρος, προστάτην σε πλουτοῦσα, καὶ θεῖον πολιοῦχον, Ἀρσένιε μακάριε.

 

Δόξα. Ἦχος ὁ αὐτός. Τριαδικόν.

Δόξα τὴν ἀληθῆ, Τριάδος τῆς Ἁγίας, Ἀρσένιε δοξάσας, πλουσίως ἐδοξάσθης, ὡς μύστης ταύτης ἔνθεος.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Θεοτοκίον.

Τέτοκας ὑπὲρ νοῦν, Χριστὸν τὸν Ζωοδότη, Παρθένε Θεοτόκε, οὗ φίλος ἄρτι ὤφθης, Ἀρσένιος ὁ ὅσιος.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἠπείρου τὴν δόξαν καὶ τῆς Πάρου τὸ καύχημα, τῆς μονῆς τοῦ Δάσους προστάτην, σὲ τιμῶμεν Ἀρσένιε, ὡς ἄγγελος γὰρ ὤφθης ἐπὶ τῆς γῆς, ἀσκήσει οὐρανίων ἀρετῶν, διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, θαυμάτων πάτερ χάρισι· δόξα τῷ δὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν ἀκοίμητον.

Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

 

Μετὰ τὸν Προοιμιακὸν καὶ τὴν α΄ στάσιν τοῦ Καθίσματος, Μακάριος ἀνὴρ, εἰς τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Μοναστῶν τὰ συστήματα, καὶ Παρίων οἱ σύλλογοι, συνελθόντες σήμερον εὐφημήσωμεν, τὸν θεοφόρον Ἀρσένιον, τὸν ἄρτι ἐκλάμψαντα, ἐν τῇ Πάρῳ ἱερῶς, καὶ πιστῶν τὴν διάνοιαν, θείαις χάρισι, τῆς αὐτοῦ ἐναρέτου πολιτείας, καταυγάζοντα πλουσίως, δι’ ἧς θεόθεν δεδόξασται.

 

Μιμητὴς καὶ ὁμότροπος, ἀρετῶν τελειότητι, καὶ ζωῆς λαμπρότητι δι’ ἀσκήσεως, τῶν ἀπ’ αἰῶνος γεγένησαι, ὁσίων Ἀρσένιε, ἐν ἐσχάτοις τοῖς καιροῖς, καὶ τῆς τούτων ἰσότιμος δόξης ἅγιε, ἀληθῶς καὶ συμμέτοχος ἐδείχθης, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

 

Τῷ Χριστῷ ἐκ νεότητος, πτερωθεὶς θείῳ ἔρωτι, ἀκλινῶς Ἀρσένιε ἠκολούθησας, καὶ καθαρθεὶς δι’ ἀσκήσεως δοχεῖον πολύτιμον, οὐρανίων ἀρετῶν καὶ ἠθῶν καθαρότητος, ἐχρημάτισας, καὶ θαυμάτων τὴν χάριν δεδεγμένος, τοῖς αἰτοῦσι Πάτερ νέμεις, σωτηριώδη δωρήματα.

 

Καὶ ἐν ὄρει τοῦ Ἄθωνος, καὶ εἰς νῆσον Φολέγανδρον, ἱερῶς διέπρεψας ἱερώτατε, πλεῖον δὲ τούτων διέλαμψας, ἀστὴρ ὡς νεόφωτος, ἐν τῇ Πάρῳ ἀληθῶς, ἣν ἡγίασας ὅσιε, τοῖς ἀγῶσί σου, καὶ θαυμάτων ταῖς θείαις ἐνεργείαις, καὶ τῶν θείων σου λειψάνων, τῇ καταθέσει Ἀρσένιε.

 

Ὡς Ἠλίας τὸ πρότερον, οὐρανόθεν κατήγαγες, πληθύων ὄμβρων ὅσιε τῇ ἐντεύξει σου, καὶ πονηρίας τὰ πνεύματα, πόῤῥω ἀπεδίωξας, καὶ προεῖπας ἀσφαλῶς, ἐσομένων τὴν ἔκβασιν, θείῳ Πνεύματι, ψυχικὰς διαθέσεις μεταπλάττων, πρὸς τὴν κτῆσιν τῶν κρειττόνων, θαυματοφόρε Ἀρσένιε.

 

Τῆς Ἠπείρου τὸ βλάστημα, ἱερέων τὸ καύχημα, τῶν Παρίων μέγιστον ἐγκαλλώπισμα, καὶ ἀντιλήπτορα ἔνθεον, καὶ πρέσβυν θερμότατον, πρὸς Χριστὸν τὸν λυτρωτήν, καὶ μονῆς τῆς τοῦ Δάσους δέ, θεῖον ἔφορον, μακαρίσωμεν θείαις μελῳδίαις, ὡς θεράποντα Κυρίου, τὸν θεοφόρον Ἀρσένιον.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ἀνέτειλεν ἡμῖν, ὡς καινὸς ἑωσφόρος, ἡ νέα πανήγυρις τοῦ θεοφόρου Ἀρσενίου, τῶν εὐσεβῶν τὰς καρδίας λαμπρύνουσα. Δεῦτε οὖν τῶν ὀρθοδόξων τὰ συστήματα, χαρμονικῶς ἑορτάσωμεν, ἐν ἀγαλλιάσει βοῶντες· χαίροις τῶν πάλαι ὁσίων τοὺς ἀγῶνας μιμησάμενος ἐν ὑστέροις χρόνοις, καὶ τῆς ἐκείνων μετασχὼν εὐκλείας· χαίροις, τῶν ἀρετῶν ταμεῖον πολύτιμον, καὶ τῶν ἐν Χριστῷ ἀναβάσεων, ὑποφήτης θεόληπτος· χαίροις, τῆς Ἠπείρου βλαστὸς θεοειδής, καὶ τῆς νήσου Πάρου προστάτης θερμότατος. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ ὅσιε πάτερ, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Τῇ ἀθανάτῳ σου κοιμήσει, Θεοτόκε μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· χαῖρε κεχαριτωμένη, παρθένε μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ’ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (γ΄. 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (ε΄. 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (ζ΄. 7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν, στιχηρὰ ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ νῆσος Πάρος, τὸν ὅσιον Ἀρσένιον, ἐν κόλποις κατέχουσα, ἐν ἀληθεῖ γὰρ ὁσιότητι, τὸν ἐν ἁγίοις ἀναπαυόμενον Θεόν, ἀσκητικῶς θεραπεύσας, τῆς κατὰ χάριν θεώσεως, θησαυρὸς πολύτιμος ὤφθη. Καὶ πᾶσι διένειμε, ἀδαπανήτους δωρεάς, σωμάτων μὲν τὰ πάθη καθαίρων, ψυχῆς δὲ τὰ ἤθη κατακοσμῶν, τῇ οὐρανίῳ διδασκαλίᾳ, καὶ τῷ οἰκείῳ ὑποδείγματι, ὡς σοφὸς οἰκονόμος τῆς χάριτος. Καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἀσκητικὴν ζωὴν ἑλόμενος, τὴν τοῦ κόσμου ἀπεσείσω τύρβην, ἐν τελείῳ φρονήματι, ἐκ παιδὸς πάτερ ὅσιε, ὅλον γὰρ τὸν πόθον σου δέδωκας, πρὸς μόνα τὰ ἀΐδια, καὶ ἔνθους Χριστῷ ἠκολούθησας, τὸν ζυγὸν αὐτοῦ ἀράμενος. Καὶ ἐγκρατείᾳ συντόνῳ, τὸν παλαιὸν νεκρώσας ἄνθρωπον, ἐν προσευχαῖς ὤφθης μετάρσιος, καὶ ἐν χαρίσμασι περιφανής, καὶ ἐν θαύμασι περίβλεπτος, ὡς τῶν πάλαι ὁσίων βαδίσας τοῖς ἴχνεσι. Μεθ’ ὧν τῆς ἄνω δόξης κατατρυφῶν, πρέσβευε δεόμεθα, θεοφόρε Ἀρσένιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Τὴν σὴν ἰσάγγελον ζωήν, ὁ τῆς δόξης δοξάζων Κύριος, δεδοξασμένον σε πᾶσιν ἀνέδειξεν, ἡγιασμένε πάτερ Ἀρσένιε, ἁγιασμὸν γὰρ βλύζεις ἐκ χειλέων σου, καὶ καρδίαις καθαίρεις, τῶν εὐλαβῶς προσιόντων σοι. Καὶ παραδόξως ἐνεργῶν τοῖς θαύμασι, δαίμονας ἐλαύνεις, τὰ μέλλοντα προλέγεις, καὶ τὰ μακρὰν ὡς ἐγγὺς διατρανοῖς, τῇ ἐπιπνοίᾳ τοῦ παναγίου Πνεύματος. Κατοικητήριον γὰρ θεῖον σεαυτὸν ἐργασάμενος, τῇ καθαρωτάτῃ ἀσκήσει σου, τῶν κατ’ ἀξίαν ἀμοιβῶν ἠξιώθης μακάριε, ἐξ ὧν καὶ ἡμῖν μεταδὸς ἅγιε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Τῶν εὐαγῶν κατορθωμάτων σου ὁ φθόγγος, καὶ ἡ δοθεῖσά σοι χάρις, εἰς πᾶσαν πόλιν καὶ χώραν ἐξῆλθε, κατὰ τὸν θεῖον ψαλμωδόν, θεοφόρε Ἀρσένιε. Καὶ πάντοτε πρός σε ἔσπευδον, μετασχεῖν τῶν γλυκέων ναμάτων σου, καὶ τυχεῖν τοῦ κατὰ ψυχὴν ἐφετοῦ. Τις οὖν μὴ θαυμάσῃ σου, τῶν ἀρετῶν τῶν πλοῦτον, δι’ ὧν λαμπρῶς ἐδοξάσθης, θαυματουργίαις ξέναις; ὦ τοῦ θαύματος! ὡς Ἠλιοὺ γὰρ ὁ μέγας, βροχὴν ἐξ οὐρανοῦ κατήγαγες, τῇ πρὸς Θεὸν δεήσει σου, καὶ τὴν αὐχμῶσαν νῆσον Πάρον, δαψιλῶς κατήρδευσας, καὶ Δαβιδικῶς ἐμέθυσας. Καὶ τῆς τῶν δαιμόνων λύπης ἀπήλλαξας, τοὺς πιστῶς σοι προσελθόντας, ἐξ ὧν καὶ ἡμᾶς λύτρωσαι θεοδόξαστε πάτερ, τῇ πρὸς Χριστὸν πρεσβείᾳ σου.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν παρθένον ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· εὐλογημένη σὺ ἐν γυναιξί, μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν στίχον, προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, βίον ἰσάγγελον βιώσας ἐν σώματι, ἀγάπῃ τρωθεὶς τῇ θείᾳ, ἐν θεολήπτῳ ψυχῇ, καὶ καρδίᾳ πάτερ οὐρανόφρονι, Ἀρσένιε ὅσιε, ἀσωμάτων ἐφάμιλλε, τῆς ἀπαθείας, ὁ λειμὼν ὁ μυρίπνοος, θείου Πνεύματος, τὸ εὐῶδες ἀλάβαστρον, σκήνωμα καθαρώτατον, τῆς θείας χρηστότητος, τῆς θεϊκῆς ἐνεργείας, τὸ παναρμόνιον ὄργανον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στίχος α΄. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Χαίροις, ὁ θεοφόρος ἀνήρ, ὁ τῶν ὁσίων κοινωνὸς καὶ ὁμότροπος, ὁ χάριν λαβὼν θαυμάτων, παρὰ Χριστοῦ δαψιλῶς, καὶ παρέχων πᾶσι τὰ αἰτήματα, Ἀρσένιε ὅσιε, ἀσκητῶν ἰσοστάσιε, ὁ καταῤῥάξας, τῶν δαιμόνων τὰς φάλαγγας, τῇ σῇ χάριτι, ὁ βροχὴν τῇ ἐντεύξει σου, ἄνωθεν θαυμαζόμενος, ἐν Πάρῳ τῇ νήσῳ σου, καταγαγὼν τῇ διψώσῃ, ὡς Ἠλιοὺ ὁ θεσπέσιος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος β΄. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις, ὁ τῆς Ἠπείρου βλαστός, τῶν μοναστῶν περιφανὲς σεμνολόγημα, τὸ κλέος τῶν ἱερέων, μοναζουσῶν ὁδηγός, καὶ τῶν ὀρθοδόξων ὁ διδάσκαλος, Ἀρσένιε ὅσιε, νήσου Πάρου τὸ καύχημα, καὶ ἀντιλήπτωρ, τῆς μονῆς τῆς τοῦ Δάσους δέ, θεῖος ἔφορος, καὶ προπύργιον ἄσειστον, ὅθεν τοῖς καταφεύγουσι, τοῖς θείοις λειψάνοις σου, δίδου τὴν χάριν σου πάτερ, καὶ πειρασμῶν ἀπολύτρωσιν, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος δ΄.

Τοὺς ἀσκητικούς σου καμάτους, ἀμειβόμενος ὁ Κύριος, περιφανῆ σε κόσμῳ ἀνέδειξεν, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, θεοφόρε Ἀρσένιε. Πάντας γὰρ ἐδίδαξας πάτερ, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ὡς μυσταγωγὸς τῶν θείων ἐλλάμψεων, ὅθεν Πάρος ἡ νῆσός σου, ἐγκαυχᾶται τῇ σῇ χάριτι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, μακαρίζει τοὺς ἀγῶνάς σου, δοξάζουσα Χριστὸν τὸν Θεόν, λαμπρῶς σε θαυμαστώσαντα, ὡς πιστὸν αὐτοῦ θεράποντα.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Ὅτε ἐξεδήμησας Θεοτόκε παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· πανύμνητε, χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ἠπείρου τὴν δόξαν καὶ τῆς Πάρου τὸ καύχημα, τῆς μονῆς τοῦ Δάσους προστάτην, σὲ τιμῶμεν Ἀρσένιε, ὡς ἄγγελος γὰρ ὤφθης ἐπὶ τῆς γῆς, ἀσκήσει οὐρανίων ἀρετῶν, διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, θαυμάτων πάτερ χάρισι· δόξα τῷ δὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν ἀκοίμητον.

Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τὴν μνήμην σου σοφέ, τὴν σεπτὴν καὶ ἁγίαν, τελοῦντες ἐν χαρᾷ, τῶν Παρίων οἱ δῆμοι, ὑμνοῦμεν τοὺς ἀγῶνάς σου, θεοφόρε Ἀρσένιε, δι’ ὧν ἔλαμψας, οἷα νεόφωτον ἄστρον, καὶ κατηύγασας, ἡμῶν τὴν νῆσον ἀκτῖσι, τῶν θείων θαυμάτων σου.

Δόξα. Ἕτερον. Ὅμοιον.

Δοξάσας τὸν Θεόν, τοῖς ὁσίοις σου πόνοις, ἐπλήσθης ἀληθῶς, δωρεῶν οὐρανίων, ἐντεῦθεν καὶ κατήγαγες, οὐρανόθεν Ἀρσένιε, βροχὴν ὅσιε, τῇ πρὸς Θεὸν προσευχῇ σου, καὶ ἐπότισας, τὴν νῆσον Πάρον διψῶσαν, λαμπρῶς σε γεραίρουσαν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Μετέστης πρὸς Θεόν, τὸν ἐκ σοῦ σαρκωθέντα, Θεόνυμφε ἁγνή, μετὰ δόξης ἀῤῥήτου, καὶ Ἄγγελοι ἀνύμνησαν, τὴν ἁγίαν σου κοίμησιν, πᾶσα κτίσις δέ, ὕμνον μεθέορτον ᾄδει, κατὰ χρέος σοι, ὅτι τῇ σῇ προστασίᾳ, Παρθένε σωζόμεθα.

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῷ σῷ λόγῳ σύστημα, τὸ τῶν δαιμόνων, πτοηθὲν Ἀρσένιε, λυμαινομένων τοὺς πιστούς, μακρὰν ἠλάθη καὶ ἅπαντες, τὴν δεδομένην σοι χάριν ἐθαύμασαν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Τὴν σεπτὴν μετάστασιν, τὴν σὴν Παρθένε, ἐν χαρᾷ γεραίροντες, ἀναβοῶμέν σοι πιστῶς· δίδου ἡμῖν ἀεὶ Δέσποινα, τὴν μητρικήν σου ἐν πᾶσι βοήθειαν.

 

Μετὰ τὸν πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῶν Πατέρων τῶν πάλαι τὴν βιοτήν, ἐν τῇ Πάρῳ ἀνύων ἀσκητικῶς, τῆς τούτων ἠξίωσαι, δαψιλοῦς Πάτερ χάριτος, τὰ μέλλοντα προβλέπων, νοὸς καθαρότητι, καὶ νόσους θεραπεύων, ψυχῆς τε καὶ σώματος, ὅθεν μετὰ τέλος, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ὥσπερ ζῶν καὶ φθεγγόμενος, θεοφόρε Ἀρσένιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Πρὸς τὴν ἄνω μετέστης κόρη ζωήν, ὡς ζωῆς αἰωνίου μήτηρ ἁγνή, καὶ χαίρουσα ἕστηκας, οἷα πάντων βασίλισσα, ἐκ δεξιῶν ἐν δόξῃ, ἀῤῥήτῳ ἐκλάμπουσα, τοῦ σοῦ Υἱοῦ παρθένε, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὅθεν σου τὴν μνήμην, τὴν φωσφόρον αἰνοῦντες, μεθέορτον αἴνεσιν, τῇ σῇ δόξῃ προσάδομεν, καὶ συμφώνως βοῶμέν σοι· χαῖρε τῶν Ἀγγέλων χαρά, καὶ ἀνθρώπων μέγα καταφύγιον, χαῖρε σκέπη τοῦ κόσμου, καὶ πάντων βοήθεια.

 

Tὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχος. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Εὐαγγέλιον. (Λουκ. στ΄ 17 – 23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…

Ὀ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ σοῦ ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…

Τῇ ἀγγελικῇ σου πολιτείᾳ, ἀγγελικοῖς χαρίσμασιν ἐπλουτίσθης, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, πάτερ Ἀρσένιε, ὅθεν θαυματουργῶν παραδόξως, πολλοὺς ἀνθρώπους εὐηργέτησας, δεινῶν ἀπαλλάξας περιστάσεων, καὶ παθῶν ἀνιάτων, τῇ πρὸς Θεὸν παῤῥησίᾳ σου, καὶ πᾶσι φαινόμενος, παρέχεις τὰ σωτήρια, καὶ πρεσβεύεις ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς· Ἀρσένιος, Πάρου πέλει κλέος.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

ρσένιον Δέσποτα τὸν ἱερόν σου θεράποντα, τὸν ἄρτι τὸ θέλημα, τὸ σὸν τελέσαντα, χάριν δίδου μοι, τῷ λόγῳ Θεοῦ Λόγε, ὑμνῆσαι ἐν ᾄσμασι, τούτου δεήσεσι.

ημάτων ὑπήκοος τῶν θεϊκῶν ἐν νεότητος, γενόμενος ὅσιε θείῳ φρονήματι, κόσμον ἔλιπες, καὶ τῷ Χριστοῦ προείλου, δουλεῦσαι Ἀρσένιε, βίου λαμπρότητι.

Σοφίας τῆς θύραθεν ὅσον ὠφέλιμον ὅσιε, καλῶς ἐκπεπαίδευσαι καὶ ὅλην ἔτρεψας, τὴν καρδίαν σου, πρὸς τὴν φιλοσοφίαν, τῆς θείας βιώσεως, γνώμης στεῤῥότητι.

Θεοτοκίον.

κ σοῦ σεσωμάτωται ὁ ὑπερούσιος Κύριος, δι’ ἔλεος ἄφατον κόσμον ῥυόμενος, Κόρη πάναγνε, τῆς παλαιᾶς κατάρας, διό σου τὴν ἄῤῥητον, δόξαν γεραίρομεν.

 

 

 

 

ᾨδὴ γ΄. Κανὼν τοῦ ἁγίου. Τοὺς σοὺς ὑμνολόγους.

Νοός σου ἰθύνας τὰς κινήσεις, Χριστῷ πρὸς τὸ ἄκρον ἐφετόν, κατηκολούθησας, ὅλῃ ψυχῇ Ἀρσένιε, ἐπ’ ὤμων σου ἀράμενος, τούτου Σταυρὸν τὸν σωτήριον.

δών σου τὸν ἔρωτα τὸν θεῖον, ὁ ὅσιος πάτερ Δανιήλ, τῶν μοναχῶν τῷ σχήματι, ὁσίως σὲ ἐνέδυσε, τὸν ἅπασαν γυμνώσαντα, τὴν πανουργίαν τοῦ δράκοντος.

σίων ζηλῶν τὴν πολιτείαν, ἐν Ἄθῳ Ἀρσένιε σοφέ, ὑψοποιὸν ταπείνωσιν, καὶ νέκρωσιν θελήματος, ὑποταγήν τε ἔνθεον, πλέον ἁπάντων ἠγάπησας.

Θεοτοκίον.

Σοφῶς καὶ ὁσίως καὶ ἀμέμπτως, ἐν βίῳ ἁγνὴ ἀγγελικῷ, ὁ ὅσιος Ἀρσένιος, ἐν Πάρῳ πεπολίτευται, ὑμνολογῶν τὴν δόξαν σου, παρ’ ἧς τὸν νοῦν ἐλαμπρύνετο.

 

Κάθισμα τοῦ ἁγίου. Ἦχος δ΄. Ὁ ὑψωθεὶς.

Ὡς ὑποφήτης πολιτείας ὁσίας, καὶ τοῦ Σωτῆρος ἐνθεώτατος μύστης, καὶ μοναστῶν ἀγλάϊσμα Ἀρσένιε, ἔλαμψας ὡς ἥλιος ἐν ἐσχάτοις τοῖς χρόνοις, βεβαιῶν τῷ βίῳ σου, τῶν ἀρχαίων πατέρων, τοὺς θαυμαστοὺς ἀγῶνας ἐμφανῶς, μεθ’ ὧν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.

Τὴν παναγίαν σου μετάστασιν κόρη, πᾶσα ἡ κτίσις χαρμοσύνως γεραίρει, ὅτι μετέστης πρὸς ζωὴν τὴν ἄληκτον, καὶ παρέχεις ἅπασι, μητρικῇ σου πρεσβείᾳ, τῶν πταισμάτων ἄφεσιν, καὶ κινδύνων τὴν λύσιν, τοῖς ἐκβοῶσι πίστει καὶ χαρᾷ· χαῖρε Παρθένε, ἡμῶν ἡ βοήθεια.

 

ᾨδὴ δ΄. Κανὼν τοῦ ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ.

Παρεκκλίνων τὰς ὀχλήσεις τὰς συμβάσας Ἀρσένιε, ἐν ὄρει τοῦ Ἄθω, οἷα νουνεχὴς καὶ θεόληπτος, σὺν τῷ ὁσίῳ πατρί σου τούτου πέφευγας, πρὸς ὑπέρτερον, βίον ἀεὶ ἐπειγόμενος.

νενδότῳ διανοίᾳ καὶ τελείῳ φρονήματι, ἐκζητῶν θεόφρων, τοῦ Χριστοῦ τὴν δόξαν τὴν ἄῤῥητον, ἐκ τῆς Πεντέλης σπουδαίως εἰς Φολέγανδρον, κατεσκήνωσας, διδασκαλίᾳ κοσμούμενος.

ώμῃ θείᾳ θεοφόρε ἱερῶς κυβερνώμενος, ἐν τῇ νήσῳ Πάρῳ, χαίρων παρεγένου Ἀρσένιε, ἔνθα Ὁσίοις ἠρίστευσας παλαίσματι, καὶ κατέβαλες, τὸν πολυμήχανον δράκοντα.

Θεοτοκίον.

ρος θεῖον προοράθης καὶ δασὺ καὶ κατάσκιον, Πνεύματι Ἁγίῳ, Ἀββακοὺμ τῷ θείῳ πανάμωμε, ἐκ σοῦ γὰρ ὤφθη ἡμῖν Χριστὸς ὁ Κύριος, καὶ διέσωσε, τοὺς τὸν σὸν τόκον γεραίροντας.

 

ᾨδὴ ε΄. Κανὼν τοῦ ἁγίου. Ἐξέστη τὰ σύμπαντα.

πάρχων ἀνάπλεως τῆς χάριτος τοῦ Πνεύματος, τῇ συντονωτάτῃ σου ἀσκήσει, πᾶσιν αἰδέσιμος ὤφθης ὅσιε, καὶ διαπρεπὴς ὡς ἀληθῶς, θείοις προτερήμασι, καὶ τῷ λόγῳ τῆς χάριτος.

Πυρὶ τῆς ἀσκήσεως παθῶν τὴν ὕλην ἔφλεξας, καὶ φωτὶ τῷ θείῳ κατηυγάσθης, πάντας φωτίζων τοὺς προσιόντας σοι, τῇ διδασκαλίᾳ τῇ σοφῇ, καὶ ἐπανακτώμενος, τοὺς πεσόντας Ἀρσένιε.

Εὐχαῖς καὶ δεήσεσι καὶ ἀγρυπνίαις ὅσιε, καὶ τῇ τῶν γραφῶν συχνῇ μελέτῃ, θερμῶς σχολάζων ὤφθης μετάρσιος, πάτερ ταῖς ἐνθέαις ἀρεταῖς, καὶ θαυμάτων ἔλαβες, ἐκ Θεοῦ τὴν ἐνέργειαν.

Θεοτοκίον.

Λυχνία ἑπτάφωτος τῶν δωρεῶν τοῦ Πνεύματος, κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον, τῇ ἐν σοὶ ἀΰλῳ ἀστραπῇ, καὶ πρὸς φῶς με ἴθυνον, τοῦ ἐνθέου θελήματος.

 

ᾨδὴ ς΄. Κανὼν τοῦ ἁγίου. Τὴν θείαν ταύτην.

ν σοὶ ἡ Πάρος ἀγάλλεται, προστάτην σε πλουτοῦσα καὶ ἔφορον, πάτερ Ἀρσένιε, καὶ τοῖς ἁγίοις λειψάνοις σου, πιστῶς ἀεὶ προστρέχει, χάριν λαμβάνουσα.

ερωσύνῃ κοσμούμενος, ὁράθης ἱερέων ἀγλάϊσμα, πάτερ Ἀρσένιε, καὶ μοναστῶν ἐγκαλλώπισμα, μοναστριῶν δὲ θεῖος, ὄντως διδάσκαλος.

Καθικετεύσας τὸν Κύριον, ὡς πάλαι Ἠλιοὺ ὁ θεσπέσιος, βροχὴν κατήγαγες, ἐξ οὐρανοῦ ὦ τοῦ θαύματος! ἐν τῇ διψώσῃ Πάρῳ, πάτερ Ἀρσένιε.

Θεοτοκίον.

Λάμψον μοι φῶς τὸ ἀνέσπερον, ἐν σκότει ἁμαρτίας καθεύδοντι, Θεογεννήτρια, ἵνα τὸ φέγγος θεάσωμαι, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἀπολύτρωσις.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς τῶν ὁσίων μιμητὴν καὶ ἰσοστάσιον, καὶ τοῦ Σωτῆρος ἐνθεώτατον θεράποντα, ἀνυμνοῦμέν σε οἱ παῖδές σου θεοφόρε, ἀλλ’ ὡς ἔμπλεως χαρίτων τῶν τοῦ Πνεύματος, δίδου πάντοτε τὴν χάριν σου τὴν ἄφθονον, τοῖς βοῶσί σοι· χαίροις πάτερ Ἀρσένιε.

Ὁ Οἶκος.

Ἄγγελος ἐν ἀσκήσει, ἐν ὑστέροις τοῖς χρόνοις, ὤφθης Ἀρσένιε ἐν τῇ Πάρῳ, καὶ ταῖς ἀγγελικαῖς δωρεαῖς, τὰ τῶν εὐσεβούντων ἀεὶ συστήματα, ἀνάγεις πρὸς τὰ κρείττονα, καὶ κατευφραίνεις τοὺς βοῶντας·

Χαῖρε, Ἠπείρου βλαστὸς ὁ θεῖος·

χαῖρε, τῆς Πάρου ὁ φαίνων λύχνος.

Χαῖρε, τῶν ὁσίων τῶν πάλαι ὁμότροπος·

χαῖρε, τῶν ἁγίων ἁπάντων ὁμόσκηνος.

 

Χαῖρε, ἄστρον τὸ νεόφωτον, ἀρετῶν ἀσκητικῶν·

χαῖρε, στύλος ὁ ἀτίνακτος, εὐσεβῶν χριστιανῶν.

Χαῖρε, ὅτι ὁσίως ἐπὶ γῆς ἠγωνίσω·

χαῖρε, ὅτι θαυμάτων δωρεὰν ἐκομίσω.

Χαῖρε, πιστῶν Παρίων ἀγλάϊσμα·

χαῖρε, πολλῶν πασχόντων διάσωσμα.

Χαῖρε, δι’ οὗ ἡ νῆσος Πάρος καυχᾶται·

χαῖρε, δι’ οὗ ὁ Βελίαρ ἡττᾶται.

Χαίροις πάτερ Ἀρσένιε.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ ὁσίου Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων, καὶ ἐν Πάρῳ ἀσκήσαντος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Κανὼν τοῦ ἁγίου. Οὐκ ἐλάτρευσαν.

ν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος ὤφθης Ἀρσένιε, τοῖς ἀοράτοις ἐχθροῖς, σοφὲ φοβερώτατος, τούτων γὰρ ὅσιε, τῆς κακώσεως, καὶ λύμης ἐναπήλλαξας, τοὺς πιστῶς σοι προσελθόντας.

περίδοξος καὶ φωτοφόρος βίος σου διαβεβόηται, εἰς πᾶσαν πόλιν σοφέ, ἐντεῦθέν σοι ἔσπευδον, ἐκ πάσης τάξεως, πλεῖστοι ἄνθρωποι, καὶ παρὰ σοῦ ἐλάμβανον, σωτηρίους ὑποθήκας.

Σύννους γέγονας ἡνίκα τὸν Γεώργιον, τὸν μέγαν μάρτυρα, ἐν νεανίου μορφῇ, κατεῖδες Ἀρσένιε, καὶ ἐπανέδραμες, στοργικώτατος, ταῖς μοναζούσαις ἅγιε, ταῖς θερμῶς σε ἐκζητούσαις.

Θεοτοκίον.

Γνώσει κρείττονι τὸν νοῦν μου τὸν ἀγνώμονα Κόρη συνέτισον, ὡς ἂν ἐν φόβῳ Θεοῦ, ποιῶ τὰ σωτήρια, πιστῶς προστάγματα, καὶ τὴν ἄληκτον, κληρονομήσω Δέσποινα, τοῦ Υἱοῦ σου βασιλείαν.

 

ᾨδὴ η΄. Κανὼν τοῦ ἁγίου. Παῖδας εὐαγεῖς.

φριξαν ἰδόντες ἐν καλάθῳ, τὸ ἔλαιον ὑπὸ σοῦ πάτερ φερόμενον, καὶ τῷ θείῳ λόγῳ σου, φεύγοντας τοὺς δαίμονας, οἱ εὐσεβεῖς Ἀρσένιε καὶ ἀνεκήρυττον, εὐσήμως τῶν θαυμάτων τὴν χάριν, ἣν παρὰ Κυρίου, πλουσίως ἐκομίσω.

ήμασιν ἐνθέοις νουθετήσας, θρηνούσας τὰς μοναστρίας πάτερ ὅσιε, πρὸς Χριστὸν ἀνέδραμες, κοιμηθεὶς Ἀρσένιε, τὸν ὕπνον τὸν μακάριον καὶ συνηρίθμησαι, σὺν πᾶσι τοῖς ἁγίοις ἐν δόξῃ, μεθ’ ὧν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.

πασι παρέχων τὰς ἰάσεις, τὴν κόρην τοῦ χαλεποῦ πάθους ἰάτρευσας, πάτερ καὶ τὸν πάσχοντα, συγγενῆ σου ὅσιε, τελείως ἐθεράπευσας ὑμνολογοῦντά σε, καὶ πάλιν μετὰ πότμον τὸν παῖδα, τὸν τυφλὸν ἰάσω, μητρώαις ἱκεσίαις.

Θεοτοκίον.

Σώζεις Θεοτόκε ἐκ κινδύνων, καὶ πάσης ἐπιφορᾶς τε καὶ κακώσεως, τοὺς πιστῶς προστρέχοντας, τῇ ἁγίᾳ σκέπῃ σου, διὸ κἀμὲ διάσωσον καὶ ἀπολύτρωσαι, ἐχθροῦ τοῦ νοητοῦ τῆς μανίας τοῦ ἀεὶ ζητοῦντος, καταπιεῖν με Κόρη.

 

ᾨδὴ θ΄. Κανὼν τοῦ ἁγίου. Ἅπας γηγενής.

Στόματι λαμπρῷ, προλέγων τὰ μέλλοντα πάτερ Ἀρσένιε, τὰ μακρὰν προήγγελλες, ὥσπερ παρόντα σαφῶς μακάριε, Χριστὸς γάρ σε ἐδόξασε καὶ ζῶντα ἅγιε, καὶ θανόντα, ἰαμάτων χάρισιν, οἷα φίλον οἰκεῖον καὶ γνήσιον.

ασιν ἀεί, καὶ θείαν παράκλησιν ψυχῆς καὶ σώματος, βλύζουσιν Ἀρσένιε, ἐπιφοιτήσει τοῦ θείου Πνεύματος, τὰ πάντιμά σου λείψανα καὶ κατευφραίνουσιν, εὐωδίᾳ, οὐρανίῳ ἅγιε, τῶν πιστῶν τὰς καρδίας ἑκάστοτε.

Μέγαν σε φρουρόν, καὶ ἄγρυπνον φύλακα μονὴ ἐπλούτησεν, ἡ τοῦ Δάσους ὅσιε, καθὼς παιδίῳ τίνι τεθέασαι, διὸ καὶ ἑορτάζουσα τὴν θείαν μνήμην σου, ἐκβοᾶ σοι· σκέπε με Ἀρσένιε, ἐκ παντοίων δεινῶν περιστάσεων.

λην ἐν χαρᾷ, ἡ Πάρος προστρέχει σοι πάτερ Ἀρσένιε, καὶ τὴν σὴν βοήθειαν, ἐπιβοᾶται θερμῶς ἑκάστοτε, προστάτην γάρ σε κέκτηται καὶ ἀντιλήπτορα, καὶ πανδήμως, τὴν ἁγίαν μνήμην σου, ἑορτάζει Χριστὸν μεγαλύνουσα.

Θεοτοκίον.

ψωσας ἡμῶν, τὴν φύσιν τὴν ἔκπτωτον κυοφορήσασα, Κόρη παντευλόγητε, τὸν τοὺς γενάρχας ζωοποιήσαντα, Χριστὸν τὸν πολυέλεον, ὃν καθικέτευε, καρδιῶσαι, τῷ ἁγίῳ ἔρωτι, τοὺς ὑμνοῦντας τὸν ἄφραστον τόκον σου.

 

Ἐξαποστειλάριον. Τοῦ ἁγίου. Γυναῖκες ἀκουτίσθητε.

Ἀσκήσεως τοῖς σκάμμασι, καὶ ἀρετῶν λαμπρότησι, καὶ δωρεᾷ τῶν θαυμάτων, τὴν νῆσον εὔφρανας Πάρου, Ἀρσένιε μακάριε, τῶν Ἀσωμάτων σύσκηνε, διὸ καὶ νῦν τὴν μνήμην σου, λαμπροφανῶς ἑορτάζει, προστάτην σε κεκτημένη.

Τῆς ἑορτῆς. Ὅμοιον.

Τὴν ἔνδοξον μετάστασιν, τὴν σὴν Θεογεννήτρια, πᾶσα ἡ γῆ μακαρίζει, καὶ οὐρανὸς μεγαλύνει, σὺ γὰρ λαμπρῶς ἀνέδραμες, ἐκ γῆς πρὸς τὰ οὐράνια, καὶ τοῦ Υἱοῦ σου ἔστηκας, ἐκ δεξιῶν Θεοτόκε, ὑπὲρ ἡμῶν δυσωποῦσα.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὅσιε πάτερ Ἀρσένιε, ἀνατεθεὶς ἐκ παιδός, τῷ Σωτῆρι καὶ Πλάστῃ σου, βιοτὴν ἰσάγγελον, ἱερῶς πεπολίτευεσαι διδασκαλίᾳ καλλωπιζόμενος, καὶ ἀπαθείᾳ καταλαμπόμενος, ὦ τῆς ἀγάπης σου, τῆς θερμῆς πρὸς Κύριον δι’ ἧς ὡς φῶς, ἐν ἐσχάτοις ἔτεσι, τῷ κόσμῳ ἔλαμψας.

 

Πάτερ ἱερὲ Ἀρσένιε, τὴν ἱεράν σου στολήν, ἱερεὺς ὡς θεόληπτος, λαμπροτέραν ἔδειξας, ἀρετῶν ταῖς λαμπρότησι, καὶ οἰκονόμος ψυχῶν γενόμενος, σεμνῶν παρθένων ὤφθης διδάσκαλος, ὦ τῆς σῆς χάριτος, δι’ ἧς προσενήνοχας πλείστους Χριστῷ, σεσωσμένους ἅγιε, ταῖς ὑποθήκαις σου.

 

Ὅσιε πάτερ Ἀρσένιε, ὡς Ἠλιοὺ ὁ κλεινός, ταῖς κλεισὶ σῶν δεήσεων, οὐρανοὺς ἠνέῳξας, καὶ πληθὺν ὄμβρων δέδωκας, ἐν γῇ διψώσῃ τῆς Πάρου ἅγιε, ἐκπληττομένης τὴν θείαν χάριν σου, ὅθεν ἐπόμβρησον, καὶ τανῦν μακάριε σαῖς προσευχαῖς, δρόσον θείας χάριτος, τοῖς σὲ γεραίρουσι.

 

Πάτερ παμμάκαρ Ἀρσένιε, παρὰ Θεοῦ δοξασθείς, τῇ ἀμέμπτῳ ἀσκήσει σου, τῶν θαυμάτων ἔλαβες, δαψιλῶς τὴν ἐνέργειαν, ὅθεν δαιμόνων σμῆνος ἐδίωξας, καὶ ἀσθενείας δεινὰς ἰάτρευσας, ἀλλὰ θεράπευσον, καὶ ἡμῶν δεόμεθα τὰ τῆς ψυχῆς, ἅμα καὶ τοῦ σώματος, πάθη ὀλέθρια.

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε πάτερ, εὐαγγελικῶς πολιτευσάμενος, τύπον καλῶν ἔργων σεαυτὸν παρέστησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἡμέρας γὰρ καὶ νυκτὸς μελετήσας, ἐν τῷ θείῳ νόμῳ, τοὺς καρποὺς τοῦ Πνεύματος πλουσίως ἐγεώργησας, ὧν τῇ κοινωνίᾳ τῶν πιστῶν τὰς ψυχὰς ηὔφρανας, νοητοῦ λιμοῦ ἀπαλλάξας, ὅθεν ἡ Πάρος κηρύττει τοὺς ἀγῶνάς σου, λαμπρυνομένη τῇ σῇ χάριτι, καὶ τὴν σὴν παγγέραστον γεραίρει μνήμην. Χριστὸν δοξάζοντα Ἀρσένιε, τὸν λαμπρῶς σὲ δοξάσαντα.

 

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς ἑορτῆς.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου