Πέμπτη 25 Ιουλίου 2019

ΙΟΥΛΙΟΣ 3. ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΡΑΦΑΗΛ ΛΕΣΒΟΥ ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


+ ΙΟΥΛΙΟΣ Γ΄.
ΡΑΦΑΗΛ ΛΕΣΒΟΥ
ΕΥΡΕΣΙΣ ΛΕΙΨΑΝΩΝ
Ποιηθεῖσα ὑπὸ τοῦ Ἐπισκόπου Ῥόδου Κυρίλλου, Κογεράκη,

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες, πανηγυρίσωμεν, ἐπὶ τῇ ἀνευρέσει, Ῥαφαὴλ τοῦ ἐνδόξου, λειψάνων τῶν τιμίων, καὶ πρὸς αὐτόν, ἐκ καρδίας βοήσωμεν· Ἱερομάρτυς Κυρίου πάντων ἡμῶν, ὑπερεύχου τῶν τιμώντων σε.

Ἀγαρηνῶν ὑπομείνας, Πάτερ τὴν ἔφοδον, καὶ μαρτυρίου χαίρων, ἐκτελέσας τὸν δρόμον, μετέβης στεφηφόρος πρὸς οὐρανούς, καὶ τὰ θεῖά σου λείψανα, τῆς χάριτός σου ταμεῖον, ὦ Ῥαφαήλ, τοῖς τιμῶσί σε κατέλιπες.

Προβατικὴ κολυμβήθρα, ὡς ἄλλη ἔνδοξε, ὁ τάφος σου ὑπάρχει, Ῥαφαὴλ τοῖς νοσοῦσιν, οὐκ ἕνα ἐτησίως τῶν ἀσθενῶν, θεραπεύων ἀλλ᾿ ἅπαντας, τοὺς καταφεύγοντας τούτῳ καὶ εὐσεβῶς, αἶνον ᾄδοντας τῇ δόξῃ σου.

Ἡ τῶν λειψάνων σου θήκη, πηγὴ ἀκένωτος, ὑπάρχει ἰαμάτων, τοῖς προστρέχουσι πόθῳ, ψυχῶν τε καὶ σωμάτων, τὰς χαλεπάς, ἀσθενείας ξηραίνουσα, καὶ εὐφροσύνης πληροῦσα, ὦ Ραφαήλ, Ἐκκλησίας τὰ πληρώματα.

Δόξα. Ἦχος δ’.
Πεποικιλμένα χάριτι, γῆθεν ἀνεφάνησαν, τὰ θεῖά σου λείψανα, θαυματουργίαις ἐκλάμποντα, καὶ τοὺς πιστοὺς καταυγάζοντα, Ῥαφαὴλ Ἱερομάρτυς ἀοίδιμε· διὸ σήμερον συναθροισθέντες, ἑόρτια κροτοῦμέν σοι, καὶ ἱκετικῶς ἀναβοῶμεν· Πρέσβευε τῷ ἐν Τριάδι Θεῷ, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ  νῦν. Θεοτοκίον.
Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρὼν, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε Λαμπάς,  χαῖρε Θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.


Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Μαρτύρων ἐν σκηνώμασιν, ἔχων τὴν σήν, Ῥαφαὴλ κατάπαυσιν, φρούρει πάντας, τοὺς εὐφημοῦντάς σε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἐκβλύζεις ἐκ λειψάνων σου, χάριν ἀεί, Ῥαφαὴλ ἰώμενος, ἀσθενείας, ψυχῆς καὶ σώματος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τῷ Κτίστῃ παριστάμενος, ὑπὲρ ἡμῶν, παῤῥησίᾳ πρέσβευε, τῶν τελούντων, Πάτερ τὴν μνήμην σου.

Δόξα.Ἦχος πλ. β’.
Ὁσιομάρτυς Ῥαφαήλ, Ὁσίων καὶ Μαρτύρων ἐγκαλλώπισμα, χαῖρε καὶ εὐφραίνου· ἀθλήσας γὰρ μέχρις αἵματος, τὴν αἰώνιον ζωὴν ἐκληρώσω, καὶ τὸ λείψανόν σου, ἀσθενείας ἐξ ἀνθρώπων ἀπελαύνει, πρὸς δόξαν Φριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον,

Ἀπολυτίκιον Ἦχος α. Τῆς ἐρήμου πολίτης.
Μαρτυρίῳ τελέσας, τὸν ἰσάγγελον βίον σου, ἐν φωτὶ τῆς δόξης Κυρίου,  Ῥαφαὴλ κατεσκήνωσας, καὶ ταύτης ἀπαστράπτων τὰς βολάς, ἀεὶ ἐκ τῶν λειψάνων σου σοφέ, καταυγάζεις ὑπὲρ ἔννοιαν τὰς ψυχάς, τῶν εὐσεβῶς βοώντων σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
    



ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ λαγόνων τῆς γῆς, θαυμαστῶς ἀνέθοραν, τὰ λείψανα Ῥαφαήλ, νεύσει τῇ ἄνωθεν, εὐφραίνοντα ἀληθῶς, θεοσημείαις μεγίσταις καὶ θαύμασι, τοὺς δήμους τῶν εὐσεβῶν, τῶν ἐκβοώντων αὐτῷ μετὰ πίστεως· Χαίροις Πάτερ θεοφόρε, τῶν Ὁσίων καύχημα, Ἀθλοφόρων ἡ δόξα, καὶ πιστῶν τὸ ἀγαλλίαμα.

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! σὺ γὰρ ἐκ ταμείων, τῆς γῆς ἐφανέρωσας, τὰ λείψανα Ῥαφαήλ, τοῦ σοῦ θεράποντος, καὶ ταῦτα περιφανῶς, φρικτοῖς σημείοις δοξάζων καὶ θαύμασιν, ἐκφαίνεις πᾶσι πιστοῖς, τῆς αἰωνίου ζωῆς τὴν λαμπρότητα. Ὅθεν εὐφροσύνως τούτων, σήμερον τὴν εὕρεσιν, ἑορτάζοντες αἶνον, Σῶτερ ᾄδομεν τῇ δόξῃ σου.

Τῶν σῶν λειψάνων τὴν εὕρεσιν, εὐσεβῶν οἱ δῆμοι, σὺν Ἀγγέλοις σήμερον, μακάριε Ῥαφαήλ, συνεορτάζομεν· ἐκβλύζεις γὰρ ἐξ αὐτῶν, ὡς ἐκ πηγῆς ζωηφόρου τῆς χάριτος, τὰ νάματα μυστικῶς, πρὸς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι· Χαίροις Μάρτυς ἐν Ὁσίοις, ὁ τὸ πρῴην ἄγνωστος, καὶ τανῦν γνωστὸς πᾶσι, ταῖς φρικταῖς θαυματουργίαις σου.

Ἕτερα. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Δεῦτε μετ᾿ εὐφροσύνης τανῦν, συναθροισθέντες οἱ πιστοὶ ἑορτάσωμεν, τὴν εὕρεσιν τῶν λειψάνων, τοῦ ἱεροῦ Ῥαφαήλ, τοῦ Ὁσίου ἅμα τε καὶ Μάρτυρος· ἐν γῇ γὰρ κρυπτόμενα, ἐπὶ πλείοσιν ἔτεσιν, ἐκεῖθεν νεύσει, θεϊκῇ ἀνεφάνησαν, τὴν τοῦ Πνεύματος, εὐωδίαν ἐκπέμποντα, καὶ ἐνεργοῦντα θαύματα, πολλὰ καὶ παράδοξα, εἰς σωτηρίαν βεβαίαν, τῶν προσιόντων ἐκ πίστεως, καὶ μέγας βοώντων, ὁ Θεὸς ἡμῶν ὑπάρχει, ὁ μόνος Κύριος.

Ἄθλοις ἀσκητικοῖς λαμπρυνθέν, καὶ μαρτυρίου ἐξαστράπτων τοῖς στίγμασι, τὸ σκῆνός σου κατετέθη, φύσεως νόμῳ ἐν γῇ, ὑπουργίᾳ Πάτερ τοῦ μονάζοντος· ἐντεῦθεν δ᾿ ἀνέτειλε, μετὰ χρόνων περίοδον, ὡς ἑωσφόρος, Ῥαφαὴλ παμφαέστατος, καὶ κατηύγασεν, Ὀρθοδόξων τὸ πλήρωμα. Ὅθεν τούτου τὴν εὕρεσιν, τανῦν ἑορτάζοντες, τὸν εὐδοκήσαντα οὕτω, Θεὸν ἡμῶν μεγαλύνομεν. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.




Χαίροις ὁ θαυμαστὸς Ῥαφαήλ, τὸ τῶν Ὁσίων ἱερὸν ἐγκαλλώπισμα, καὶ καύχημα τῶν Μαρτύρων, ὡς κοινωνήσας αὐτῶν, τῆς ὁμολογίας καὶ λαμπρότητος· ἐν Λέσβῳ τὸ στάδιον, ἐμφανῶς τῆς ἀθλήσεως, πάλαι τελέσας, καὶ πιστοῖς ἀγνοούμενος, πλείστοις ἔτεσι, διαμείνας μακάριε· ἄρτι δὲ τοῖς λειψάνοις, γνωσθεὶς καὶ τοῖς θαύμασιν, εὐεργεσίας πληρώσας, τῶν Ὀρθοδόξων τὸ πλήρωμα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς  ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ’.
Τὸν τοῦ Χριστοῦ θαυμαστὸν Ὁσιομάρτυρα, καὶ τῆς βασιλείας αὐτοῦ ἄξιον κληρονόμον, πάντες μακαρίσωμεν πιστοί, καὶ ἐπαινέσωμεν γηθοσύνως,  Ῥαφαὴλ τὸν μακαριώτατον, τὸν πάλαι ἀσκητικῶς διαπρέψαντα, καὶ μαρτυρικῷ θανάτῳ τελειωθέντα, ἄρτι δὲ δι᾿ ὑπερφυῶν ἀποκαλύψεων, ἐκ τάφου παραδόξως φανερωθέντα, καὶ Ἐκκλησίαν πᾶσαν καταυγάσαντα· τὸν καὶ ἡμῶν τοῖς θαύμασιν, ἐν κινδύνοις καὶ νόσοις προϊστάμενον, καὶ πρεσβεύοντα ἐκτενῶς, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ, ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι· καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. μθ´ 28-33)
Εἶπεν Ἰακὼβ τοῖς υἱοῖς αὐτοῦ· Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν· θάψατέ με μετὰ τῶν Πατέρων μου ἐν τῷ σπηλαίῳ, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Φετταίου, ἐν τῷ σπηλαίῳ τῷ διπλῷ, τῷ ἀπέναντι Μαμβρῆ, ἐν  γῇ Φαναάν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον παρὰ Ἐφρὼν τοῦ Φετταίου ἐν κτήσει μνημείου· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ, ἐκεῖ ἔθαψα Λείαν ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Φέτ. Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.



Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα. (Κεφ. ιγ´ 19-22)
Ἔλαβε Μωυσῆς τὰ ὀστᾶ Ἰωσὴφ μεθ᾿ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισε τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς Κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾿ ὑμῶν. Ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν Ὀθὼμ παρὰ τὴν ἔρημον. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν,  ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· οὐκ ἐξέλιπε δὲ ὁ στῦλος τῆς νεφέλης ἡμέρας καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον τοῦ λαοῦ παντός.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α’.
Ἀγαλλιάσθω σήμερον λαμπρῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἑόρτιον σύναξιν ἐπιτελοῦσα, ἐπὶ τῇ παραδόξῳ εὑρέσει τῶν λειψάνων, Ῥαφαὴλ τοῦ Ὁσιομάρτυρος· οὗτος γὰρ πάλαι ἐμφανῶς, ἐν Καρυῶν τῇ ἁγίᾳ Μονῇ, τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας, ἐν ἐτῶν πολλῶν περιόδοις, τῇ Ἐκκλησίᾳ ὑπῆρχεν ἀγνοούμενος· ἀλλ᾿ ἐπ᾿ ἐσχάτων θαυμασταῖς ὀπτασίαις, σημείοις τε παραδόξοις καὶ τέρασιν, ἐκ γῆς λαγόνων φανερωθείς, γνωστὸς τοῖς πᾶσιν ἐγένετο, ὡς θαυμάτων αὐτουργὸς γνωριζόμενος, καὶ ταχὺς ἐν προστασίαις δεικνύμενος, τῶν ἐπικαλουμένον ἐκ πίστεως αὐτόν, καὶ τῷ Κυρίῳ βοώντων· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις ὑπάρχων, καὶ ἐν ταῖς μνήμαις αὐτῶν ἐνδοξαζόμενος.

Ἦχος β’.
Δεῦτε φιλέορτοι σήμερον, τῶν Ὁσίων τὸ καύχημα, καὶ Ἀθλοφόρων τὸ ἐγκαλλώπισμα, τὸν ἐν Λέσβῳ ἀσκήσαντα, καὶ ὑπὲρ φύσιν ἀθλήσαντα,  Ῥαφαὴλ τὸν μακαριώτατον, τοῖς ᾄσμασιν ἐπαινέσωμεν· οὗτος γὰρ ἐκ τοῦ τάφου, ἐπινεύσει τῇ ἄνωθεν, ὡς ἥλιος νοητὸς ἐξανατείλας, τὰς τῶν θαυμάτων βολάς, ἐκ τῶν λειψάνων αὐτοῦ ἐπαφίησιν, καὶ τὰς ψυχὰς καταυγάζει, τῶν προσιόντων αὐτῷ ἐκ πίστεως. Ὅθεν καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Ὁσιομάρτυς πανένδοξε, γενοῦ ἡμῶν ἀντίληψις καὶ σκέπη, τῶν ἐν ὕμνοις ἑορταζόντων, τὴν θαυμαστήν σου ἐπιφάνειαν.

Ἦχος δ’.
Τοῦ τοῖς θαύμασι περιβοήτου, Χριστοῦ Ὁσιομάρτυρος, Ῥαφαὴλ τοῦ θαυμασιωτάτου, τὴν ἑόρτιον ταύτην ἡμέραν, σήμερον ἐπιτελοῦντες, πρέσβυν αὐτὸν τῷ Κυρίῳ προσάγομεν, ἀναβοῶντες αὐτῷ· Πάτερ ἱερώτατε, ὁ πλείστοις ἐν ἔτεσι, ὑπὸ γῆν διαμείνας ἀγνώριστος, καὶ ἄρτι παραδόξως γνωσθείς, γνώρισον ἡμῖν τὸν πλοῦτον, τῆς δεδομένης σοι χάριτος, λυτρούμενος ἡμῶν τὸν βίον, ἐκ πάσης κακοπραγίας καὶ θλίψεως, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Δόξα. Ἦχος πλ. α’.
Ὁσιομάρτυς πανένδοξε, τοὺς ἀσκητικοὺς ἱδρῶτας, μαρτυρικοῖς συγκεράσας αἵμασι, καὶ χιτῶνα ἀφθαρσίας ἐνδυσάμενος, τῆς μακαριότητος τῶν Ἁγίων, ἐν οὐρανοῖς κληρονόμος γέγονας, καὶ τὰ θεῖά σου λείψανα, ὡς θησαυρὸν πολυτίμητον, τοῖς ἐν τῷ κόσμῳ κατέλιπες· ὧν τὴν παράδοξον εὕρεσιν, σήμερον ἑορτάζοντες, τῆς λαμπρότητος τῆς δόξης σου, τῷ μυστικῷ φωτὶ ἐλλαμπόμεθα, καὶ τῶν θαυμάτων σου πλουσίως, τὰς δωρεάς κομιζόμεθα. Ἀλλ᾿ ὦ Ῥαφαὴλ πολύαθλε, πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου
Δεῦρο ὁ χριστώνυμος λαός, εὕρεσιν λειψάνων τῶν θείων, τοῦ ἱεροῦ  Ῥαφαήλ, ἑορτίως σήμερον, πανηγυρίσωμεν· ταῦτα γὰρ ὁ Φιλάνθρωπος, ἐν τάφῳ φυλάξας, ἄρτι ἐφανέρωσε, δι᾿ ἀγαθότητα, βλύζοντα ἰάσεων ῥεῖθρα, καὶ ἀποκαθαίροντα νόσων, τῶν κατ᾿ ἄμφω τραύματα ἐπώδυνα.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Κόσμον ἀπελάβομεν τερπνόν, τὰ σεπτά σου λείψανα Πάτερ, ἐκ τῶν ταμείων τῆς γῆς· τρόπῳ παραδόξῳ γάρ, ταῦτα ἀνέδειξας, μετὰ χρόνων παρέλευσιν, δεικνύων τοῖς πᾶσιν, οἷας δόξης ἔτυχες, ὡς Μάρτυς ἄριστος. Ὅθεν τοῖς πιστῶς σε τιμῶσι, ἐξ αὐτῶν μὴ παύσῃ παρέχων, Ῥαφαὴλ τὴν χάριν τῶν θαυμάτων σου.




Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Λέσβος ἐπαγάλλεται φαιδρῶς, ὡς χρυσὸν ἐν κόλποις πλουτοῦσα, τὴν παναγίαν σορόν, τῶν σεπτῶν λειψάνων σου, ἐν οἷς ἡ χάρις σου, ἀνεκφοίτητος μένουσα, ἰάματα βρύει, καὶ διώκει μάστιγας, ψυχῆς καὶ σώματος, ἐκ τῶν ἐπὶ σοὶ πεποιθότων, καὶ δοξολογούντων Τριάδα, Ῥαφαὴλ παμμάκαρ ὁμοούσιον.

Δόξα. Ἦχος πλ. β’.
Σήμερον ἡ τῶν πιστῶν Ἐκκλησία, τὴν ἐκ τάφου ἀνάδειξιν, τῶν τιμίων λειψάνων σου ἑορτάζει, καὶ διαπρυσίῳ φωνῇ, τῶν θαυμάτων σου τὸ πλῆθος κηρύττει, Ῥαφαὴλ Ὁσιομάρτυς βοῶσα· Χαίροις ὁ ἀσκητικῶς καθαγνισθείς, καὶ μαρτυρικῶς τελειωθείς, ὑπὲρ Χριστοῦ τοῦ ὀνόματος· χαίροις ὁ ἄρτι ἐκ γῆς φανερωθείς, καὶ θαυματουργίας ἐνεργῶν, εἰς εὐσεβῶν περιποίησιν· χαίροις ὁ τῶν δεομένων βοηθός, τῶν ἀσθενούντων ἰατρός, καὶ τῶν ἐν κινδύνοις ῥύστης ταχύτατος. Παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, τὴν εἰρήνην αἴτει ταῖς ψυχαῖς ἡμῶν.

Καὶ  νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον,

Ἀπολυτίκιον Ἦχος α. Τῆς ἐρήμου πολίτης.
Μαρτυρίῳ τελέσας, τὸν ἰσάγγελον βίον σου, ἐν φωτὶ τῆς δόξης Κυρίου,  Ῥαφαὴλ κατεσκήνωσας, καὶ ταύτης ἀπαστράπτων τὰς βολάς, ἀεὶ ἐκ τῶν λειψάνων σου σοφέ, καταυγάζεις ὑπὲρ ἔννοιαν τὰς ψυχάς, τῶν εὐσεβῶς βοώντων σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
    




ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Σὸν τάφον σου.
Ἀσκήσεως φωτί, λαμπρυνθεὶς τὴν καρδίαν, φωστὴρ ὡς νοητός, μαρτυρίου τοῖς ἄθλοις, τοῖς πέρασιν ἐξέλαμψας, Ῥαφαὴλ ἱερώτατε. Ὅθεν σήμερον, τῶν ἱερῶν σου λειψάνων, τὴν ἀνεύρεσιν, πανηγυρίζοντες πάντες, πιστοὶ εὐφημοῦμέν σε.
Δόξα. Ὅμοιον.
Μονὴ τῶν Καρυῶν, κεκτημένη ἐν κόλποις, ὡς μέγαν θησαυρόν, τὰ ὀστέα σου Πάτερ, ἐν ὕμνοις γεραίρει σου, τὴν σεπτὴν ἐπιφάνειαν, δι᾿ ἧς  γνώριμος, ὁ ἀγνούμενος πρῴην, τῷ πληρώματι, τῆς Ἐκκλησίας ἐγένου, προνοίᾳ τῇ ἄνωθεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ παραδόξῳ ἀπὸ γῆς ἀναδείξει, τῶν σῶν λειψάνων Ῥαφαὴλ θεοφόρε, ἡ Ἐκκλησία σήμερον, εὐφραίνεται λαμπρῶς, καὶ πανηγυρίζουσα, ἐν ναῷ σου ἁγίῳ, μέλπει σου τὰ θαύματα, δι᾿ ὧν κόσμῳ ἐκφαίνεις, οἷα μεγίστης δόξης καὶ τιμῆς, ὡς Ἀθλοφόρος Φριστοῦ κατηξίωσαι.
Δόξα. Ὅμοιον.
Ὡς μυροθήκη μυστικῶν χαρισμάτων, ἡ τῶν λειψάνων σου σορὸς ἀνεφάνη, φρικταῖς ἀποκαλύψεσι, κευθμώνων ἀπὸ γῆς, ἔνθα ἐπὶ πλείοσιν, ἐφυλάσσετο χρόνοις, κρίμασι οἷς Κύριος, ὁ δοξάζων σε οἶδεν· ὃν ἐκτενῶς δυσώπει Ῥαφαήλ, ὑπὲρ ἡμῶν τῶν πιστῶς προσιόντων σοι.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς  νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον.
Τῶν Ὁσίων τὸ κλέος, καὶ ἐγκαλλώπισμα, τῶν Ἀθλοφόρων τὸ κῦδος, δεῦτε πιστοὶ εὐσεβῶς, Ῥαφαὴλ τὸν θαυμαστόν, ἀνευφημήσωμεν, ὅτι θαυμάτων ἐνεργῶν, χορηγίᾳ θεϊκῇ, δυνάμεις ἀκαταπαύστως, νοσήματα θεραπεύει, πρὸς σωτηρίαν τῶν τιμώντων αὐτόν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα, τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος, ὁ τῆς λοχείας σου, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν  νοῦν, καὶ ἐξιστᾷ τόν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ κγ’ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Ἐν μαρτυρίου τῷ σκάμματι, καθαγιασθέν σου τὸ σῶμα, μετὰ πολυχρόνιον ἐν τάφῳ κατάκρυψιν, ὡς χρυσίον πολύτιμον πεφανέρωται, τῇ Ἐκκλησίᾳ Ῥαφαὴλ παμμακάριστε. Ὅθεν ἐν τῇ τούτου εὑρέσει, ἑορτὴν συγκροτοῦντές σοι, δόξαν τῷ Θεῷ ἀναπέμπομεν, τῷ προφητικῶς τὰ ὀστέα σου, ἐν ἐτῶν περιόδοις φυλάξαντι, καὶ ταῦτα παραδόξως, πρὸς εὐφροσύνην πιστῶν ἀναδείξαντι. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Λειψάνων τὴν εὕρεσιν, δεῦτε ἐν ὕμνοις, τοῦ θείου γεραίροντες, Ῥαφαὴλ σήμερον· ἐκ τάφου γὰρ ὡς φωστήρ, ἐξέλαμψε φωταγωγῶν, κόσμου τὰ πέρατα.
Ἐκ τάφου ἀνέθορε, τὸ λείψανόν σου, χρυσὸς ὡς πολύτιμος, Ῥαφαὴλ ἔνδοξε, πλουτίζων τοὺς εὐσεβεῖς, σημείων σου τοῖς θησαυροῖς, ὑπὲρ κατάληψιν.
Ἐν τάφῳ κρυπτόμενα, τὰ λείψανά σου, ἀρτίως ἐφάνησαν, Ῥαφαὴλ κράτιστε, παρέχοντα τοῖς πιστοῖς, τῶν δωρεῶν σου ἐκ Θεοῦ, χάριν τὴν ἄφθονον.  
Θεοτοκίον.
Κυρία Πανάχραντε, Πατρὸς ὁ Λόγος, ἐκ σοῦ σάρκα ἔλαβε, δι᾿ ἀγαθότητα, καὶ ἔσωσεν ὁ Θεός, τοὺς ἁμαρτήσαντας τὸ πρίν, φθόνῳ τοῦ ὄφεως.







ᾨδὴ γ’. Λίθον ὃν ἀπεδοκίμασαν.
Τάφος εἶχέ σου τὸ λείψανον, χρόνοις κεκρυμμένον, ἀλλ᾿ ἀπεκαλύφθη, τῇ Ἐκκλησίᾳ ἄρτι, ἰάματα ἀπαύστως, πηγάζων ὡς νάματα, καὶ καταρδεύων τὰς ψυχάς, ὦ Ῥαφαὴλ τῶν προσιόντων σοι.
Ὤφθης δι᾿ ἀποκαλύψεων, θαυμαστὸς τῷ κόσμῳ, καὶ ὁ κεκρυμμένος, τὸ πρὶν ἐφανερώθης, εὐφραίνων τοὺς μαθόντας, τὴν πάντιμον κλῆσίν σου, Πάτερ θεόφρον Ῥαφαήλ, καὶ μαρτυρίου σου τὰ τρόπαια.
Χαίρει σφόδρα καὶ ἀγάλλεται, νῆσος ἡ τῆς Λέσβου, ἁγιαζομένη, τοῖς σοῖς σεπτοῖς λειψάνοις, καὶ χαῖρέ σοι κραυγάζει, ὁ φύλαξ καὶ ῥύστης μου· αὐτὴν οὖν σῷζε Ῥαφαήλ, ἀπὸ κινδύνων τῇ πρεσβείᾳ σου. Θεοτοκίον.
Θεοτοκίον.
μνοις πάντες εὐφημοῦμέν σε, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων, δι᾿ ἧς τῆς σωτηρίας, τὸ ἔαρ ἀνέτειλε, τοῖς ἐν χειμῶνι τῆς ἀρᾶς, κακουχουμένοις Μητροπάρθενε.

Κάθισμα. Ἦχος γ’.Θείας πίστεως.
Χαίρει σήμερον, ἡ Ἐκκλησία, ἑορτάζουσα, μεγαλοφώνως, τῶν σεπτῶν σου λειψάνων τὴν εὕρεσιν, καὶ ἐξ αὐτῶν καρπουμένη τὴν χάριν σου, Φριστὸν δοξάζει τὸν σὲ θαυμαστώσαντα. Ἀλλὰ πρέσβευε, αὐτῷ Ῥαφαὴλ μακάριε, ὑπὲρ τῶν προσιόντων σοι ἑκάστοτε.
Δόξα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Μαρτυρίου τὸν δρόμον περιφανῶς, ἐν Μονῇ ἐκτελέσας τῶν Καρυῶν, πρὸς δόξαν αἰώνιον, τῆς Χριστοῦ Ἀναστάσεως, Ῥαφαὴλ παμμάκαρ, λαμπρῶς ἐξεδήμησας, ἀλλ᾿ ἄγνωστος ἐτέλεις, πιστῶν τῷ πληρώματι. Ὅθεν σου τὸ σκῆνος, ὁ Θεὸς φανερώσας, γνωστόν σε ἐποίησε, καὶ θαυμάτων εἱργάσατο, αὐτουργόν περιλάλητον, προφθάνοντα ἀεὶ πανταχοῦ, καὶ κινδύνων, νόσων τε καὶ θλίψεων, διασῴζοντα πάντας, τοὺς προσκαλουμένους σε.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα, βοήθειά μου  γενοῦ, καὶ  προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Ἄχραντε.






ᾨδὴ δ’. Ἐπήρθη ὁ ἥλιος.
Ἑόρταζε σήμερον, λαὸς Κυρίου, τὴν τοῦ ἱεροῦ Ῥαφαήλ, ἐκ τάφου ἀνάδειξιν· καὶ γὰρ ἐφάνη, ὡς ἥλιος ἐξ αὐτοῦ, λάμπων τοῖς θαύμασιν.
Μαρτύρων τὸ στάδιον, ἐπιτελέσας, πόθῳ καὶ ἀγάπῃ Χριστοῦ, τὰ θεῖά σου λείψανα, τοῖς ἐν τῷ κόσμῳ, κατέλιπες Ῥαφαήλ, ὡς σκεῦος χάριτος.
Τῇ νεύσει τῇ ἄνωθεν, τὰ λείψανά σου, ῥόδα ὡς εὐώδη ἡμῖν, ἐκ γῆς ἀνεφύησαν, τῇ εὐωδίᾳ, τῆς χάριτος Ῥαφαήλ, πάντας γλυκαίνοντα.
Θεοτοκίον.
αντίσματι δρόσισον, τῆς μητρικῆς σου, χάριτος Ἁγνὴ τὰς ψυχάς, τῶν Χαῖρε βοώντων σοι, τῇ ἀπειράνδρως, ἐν χρόνῳ τὸν τοῦ Πατρός, Λόγον κυήσασαν.

ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ὁ ἀθλήσας δι᾿ ἀγάπην, τοῦ παμβασιλέως Χριστοῦ, καὶ Μαρτύρων κοινωνήσας, τῆς δόξης πολύαθλε, ἐκ λειψάνων πάρεχε, τῶν σῶν ἰσχὺν καὶ εὐρωστίαν, τοῖς εὐσεβάστως προστρέχουσιν.
Τὴν στολήν σου ἐπιχρώσας, αἱμάτων ἁγίων ῥοαῖς, ἐν ὑψίστοις λαμπροφόρος, Κυρίῳ παρίστασαι, Ῥαφαὴλ δεόμενος, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων, τὴν ἑορτὴν τῶν λειψάνων σου.
Σὺ κατ᾿ ὄναρ καὶ καθ᾿ ὕπαρ, φαινόμενος Μάρτυς Χριστοῦ,  ἐφανέρωσας τὸν τάφον, ἐξ οὗ ἐκομίσθησαν, τὰ σεπτά σου λείψανα, φωτὶ τῶν σῶν φρικτῶν σημείων, τοὺς Ὀρθοδόξους αὐγάζοντα.
Θεοτοκίον.
λασμόν καὶ σωτηρίαν, ταῖς σαῖς ἱκεσίαις Ἁγνή, ταῖς ψυχαῖς ἡμῶν ἐξαίτει, τῶν ἀναβοώντων σοι· Ἡ ἀσπόρως τέξασα, Χριστὸν τὸ φῶς τῶν ἐν ταῷ σκότει, χαῖρε Μαρία Πανάχραντε.

ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Μιμησάμενος Χριστόν, μαρτυρίῳ τῷ στεῤῥῷ, ἐδοξάσθης Ῥαφαήλ, ἐν ὑψίστοις παρ᾿ αὐτοῦ, καὶ θαύμασι, σαυτὸν δεικνύεις, πᾶσιν αἰδέσιμον.
Διαμείνας ὑπὸ γῆν, πλείστοις χρόνοις Ῥαφαήλ, ἀνεδείχθης ἐξ αὐτῆς, τοῖς λειψάνοις σου ἡμῖν, τοῖς μέγαν σε, εὑρόντες ῥύστην, καὶ ἀντιλήπτορα.
Ἡ φανέρωσις ἐκ γῆς, σῶν λειψάνων Ῥαφαήλ, προεκφαίνει θαυμαστῶς, Ὀρθοδόξων τῷ λαῷ, τὴν κρείττονα, τῆς αἰωνίου, ζωῆς λαμπρότητα.
Θεοτοκίον.
Λαμπηδόσι μυστικαῖς, Θεονύμφευτε Ἁγνή, μητρικῶν σου δωρεῶν, λάμπρυνόν μου τὴν ψυχήν, καὶ ῥῦσαί με, παθῶν σκοτίας, τῇ ἀντιλήψει σου.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Ἀπὸ τοῦ τάφου θαυμασταῖς ἀποκαλύψεσι, τῇ Ἐκκλησίᾳ Ῥαφαὴλ ὡς ἄστρον ἔλαμψας, τῶν θαυμάτων ἀπαστράπτων τῇ φωταυγείᾳ, καὶ διώκων τὴν σκοτίαν πάσης θλίψεως, ἐκ καρδίας τῶν ἐκ πόθου προσιόντων σοι, καὶ βοώντων σοι· Χαίροις, Πάτερ πολύαθλε.
Ὁ Οἶκος.
Τὸν ἰσάγγελον βίον, Ῥαφαὴλ θεομάκαρ, ἐν σκάμματι Μαρτύρων τελέσας, ἐξεδήμησας πρὸς οὐρανόν, ἀλλὰ ὡς σκεῦος κατέλιπες χάριτος, τὸ λείψανόν σου τοῖς πιστοῖς, τοῖς οὕτω ἐπὶ γῆς βοῶσι·
Χαῖρε, συμμέτοχος τῶν Ὁσίων·
χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ὁ ἀσκήσει βιώσας ὡς ἄσαρκος·
χαῖρε, ὁ ἀθλήσει ἐμπρέψας ὡς ἄριστος.
Χαῖρε, κρήνη ἡ πηγάζουσα χαρισμάτων τὰς ῥοάς·
χαῖρε, βρύσις ἡ προχέουσα θαυμασίων τὰς πηγάς.
Χαῖρε, ὅτι ἐκ τάφου ὡς φωστὴρ ἀνεφάνης·
χαῖρε, ὅτι ἐν κόσμῳ ὡς ἀστὴρ διαλάμπεις.
Χαῖρε, ἐχθρῶν πατήσας τὸ φρύαγμα·
χαῖρε, Χριστοῦ δοξάσας τὸ ὄνομα.
Χαῖρε, δι᾿ οὗ ἰατρεύονται νόσοι·
χαῖρε, δι᾿ οὗ ἐκδιώκονται πάθη.
Χαίροις, Πάτερ πολύαθλε.

Μηνολόγιον.
Τῇ Γ’ τοῦ αὐτοῦ μηνός (Ἰουλίου), Μνήμη τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Ῥαφαήλ, τοῦ ἐν τῇ Ἱερᾷ Μονῇ Καρυῶν τῆς Λέσβου ἀθλήσαντος
Ὥσπερ θησαυρὸς γῆθεν τὸ λείψανόν σου,
Ὤφθη Ῥαφαήλ, πιστῶν εἰς σωτηρίαν.
Τριτάτῃ Ῥαφαὴλ γῆθεν φαάνθησαν ὀστέα κροκοβαφῆ
Οὗτος ὁ νέος τοῦ Χριστοῦ Ὁσιομάρτυς Ῥαφαήλ, ἐξ Ἰθάκης καταγόμενος, ἐτελειώθη μαρτυρικῶς ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Θεομήτορος, τῇ ἐν Καρυαῖς τῆς Λέσβου, ἔνθα τὴν ἀσκητικὴν πολιτείαν μετήρχετο, ἐν ἔτει αυξγ’ (1463), Μηνὶ Ἀπριλίῳ τῇ ἐννάτῃ, τῇ Σρίτῃ τῆς Διακαινησίμου. Ἄγνωστος ἐπὶ πολλῶν ἐτῶν περιόδοις διαμείνας, ἐπεγνώσθη τῇ Ἐκκλησίᾳ ἀποκαλυφθέντος διὰ παραδόξων σημείων καὶ θαυμάτων τοῦ τάφου καὶ τῶν λειψάνων αὐτοῦ τῇ γ’ Ἰουλίου τοῦ σωτηρίου ἔτους αξα’ (1961), ἀρχιερατεύοντος ἐν Μυτιλήνῃ τοῦ ἀοιδίμου Μητροπολίτου Ἰακώβου τοῦ Β’, τοὐπίκλην Κλεομβρότου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.






ᾨδὴ ζ’. Ἡ κάμινος Σωτήρ.
Λειψάνων σου σεπτῶν τὴν ἀνεύρεσιν, τιμῶντες Ῥαφαὴλ ἀνακράζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ ἐν Μάρτυσι τοῖς σοῖς θαυμαστός.
Τὴν ἄθλησιν ὁμοῦ καὶ τὴν κλῆσιν σου, ἐδήλωσας πιστοῖς καὶ ἐπλήρωσας, τούτους χαρᾶς καὶ χάριτος, Ῥαφαὴλ Ὁσιομάρτυς Χριστοῦ.
Πηγὴν ἁγιασμοῦ τὰ σὰ λείψανα, καὶ σκεῦος δωρεῶν πιστοῖς δέδωκας, ὡς ἀγαθὸς λειψάνων σου, τὴν σορὸν Μάρτυς Χριστοῦ Ῥαφαήλ.
Θεοτοκίον.
Λαὸς τῶν εὐσεβῶν μακαρίζει σε, Παρθένε Θεονύμφευτε ψάλλων σοι· Χαῖρε Ἁγνὴ Μητρόθεε, ἡ Θεὸν ἀποτεκοῦσα σαρκί.

ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Ὡς δῶρον ὑπέρτιμον, δεξάμενοι ἐκ γῆς, τῶν θείων λειψάνων σου, παμμάκαρ τὴν σορόν, δοξάζομεν πάντες, εὐλογοῦμεν Θεόν, τὸν ἐν προστασίαις, ταχὺν δεικνύοντά σε.
Χορεύει ἑόρτια, Μονὴ τῶν Καρυῶν, λειψάνων σου ἔχουσα, τὴν θήκην Ῥαφαήλ, καὶ Χαῖρέ σοι κράζει, ὁ καλὸς τῶν πιστῶν, προστάτης καὶ ῥύστης, ἐν βίου ταῖς ἀνάγκαις.
Οὐκ ἔδει καλύπτεσθαι, μοδίῳ τῆς σιγῆς, τὸ θεῖόν σου λείψανον, παμμάκαρ Ῥαφαήλ· διὸ ἀνεφάνη, ἐπινεύσει Θεοῦ, ἐκ γῆς τῶν ταμείων, χρυσὸς ὡς ἀποστίλβων.
Θεοτοκίον.
Λόγος Πανάχραντε, τὴν σάρκα προσλαβών, αὐτὸς ὡς ἠθέλησεν, αἱμάτων ἐκ τῶν σῶν, τῇ φύσει ἐφάνη, ἐν τῷ κόσμῳ διπλοῦς, καὶ ἔσωσε κόσμον, ἀρᾶς τῆς ἀρχεγόνου.

ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Ἀσκήσεως ἔργοις, διαπρέψας ὑπὲρ νοῦν, Μαρτύρων ἐν τοῖς ἄθλοις  ἡγιάσθης, μακάριε Ῥαφαήλ, καὶ πηγὴν ἁγιασμοῦ, σὸν λείψανον ἔδωκας  ἡμῖν, οὗ τῇ σεπτῇ εὑρέσει, ἑορτάζοντες τανῦν, μακαρίζομέν σε.
Ἡ χάρις τοῦ Πνεύματος, ἀνεκφοίτητος τοῖς σοῖς, λειψάνοις διαμένουσα θεόφρον, θαυμάτων ὑπερφυῶν, καὶ σημείων ἐνεργεῖ, τὰ θεῖα τεράστια ἀεί, ἐκ πειρασμῶν καὶ νόσων, ῥυομένη χαλεπῶν, τοὺς προστρέχοντάς σοι.
Ὡς λύχνος ὑπέρλαμπρος, ἐν λυχνίᾳ Ῥαφαήλ, ἐτέθης τῶν ὀστῶν σου φανερώσει, ἐκεῖθεν νεύσει Θεοῦ, ἀνατέλλων μυστικῶς, πλουσίας σου χάριτος τὸ φῶς, καὶ τὰς ψυχὰς φωτίζων, τῶν προστάτην σε θερμόν, ἐπικαλουμένων.
Θεοτοκίον.
πέραγνε Δέσποινα, ἡ σαρκώσασα Πατρός, τὸν Λόγον ἐξ ἀχράντων σου αἱμάτων, μὴ παύσῃ ὡς ἀγαθή, ἱκετεύουσα αὐτόν, λυτρώσασθαι  θλίψεων ἡμᾶς, ἀσθενειῶν, κινδύνων, συμφορῶν τε πειρασμῶν, καὶ κακῶν παντοίων.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μαρτυρικὸν γυμνάσιον, ἐν τῇ Λέσβῳ τελέσας, καὶ προχοαῖς αἱμάτων σου, τὴν στολήν σου φοινίξας, ἐν οὐρανοῖς στεφανίτης, Ῥαφαὴλ τῷ Δεσπότῃ, τῆς κτίσεως παρίστασαι, καὶ θαυμάτων δυνάμεις, τοῖς ἐπὶ γῆς, ἐνεργεῖς λειψάνοις σου τοῖς τιμίοις· διό σε μακαρίζομεν, οἱ πιστοὶ κατὰ χρέος.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς θησαυρὸς ἐκ τάφου, ἀποκαλύψεσι φρικταῖς, τὸ λείψανόν σου ἐφάνη, Πάτερ θεόφρον Ῥαφαήλ, εἰς καύχημα Ὀρθοδόξων, καὶ εὐσεβῶν σωτηρίαν.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ
προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ  ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Πάτερ Ῥαφαήλ, τῷ Χριστῷ ἑπόμενος, δι᾿ ἀρετῆς ἐκ νεότητος, τῷ μαρτυρίῳ σου, αἰωνίου δόξης, ἐν σκηναῖς κατέπαυσας, τῶν πόνων σου λαβὼν τὴν ἀντίδοσιν, καὶ ἐκ λειψάνων σου, τῆς πηγῆς ἐκβλύζων πάντοτε, τοῖς ἐν κόσμῳ, ἰαμάτων νάματα.

Θεόληπτε Πάτερ Ῥαφαήλ, τῶν σεπτῶν λειψάνων σου, τὴν ἐκ τοῦ τάφου φανέρωσιν, πανηγυρίζοντες, εὐσεβῶν οἱ δῆμοι, ἑορτὴν χαρμόσυνον, σὺν πόθῳ ἱερῶς συγκροτοῦμέν σοι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Μακάριε Πάτερ Ῥαφαήλ, ὑπὸ γῆν κρυπτόμενος, ἀπεκαλύφθης τοῖς πέρασι, τῇ τῶν λειψάνων σου, θαυμαστῇ εὑρέσει, ἧς πανηγυρίζοντες, τανῦν τὴν ἑορτὴν οἱ ποθοῦντές σε, ἁγιαζόμεθα, καὶ ἰάσεις κομιζόμεθα, ἀνυμνοῦντες, Χριστὸν τὸν φιλάνθρωπον.

Πανένδοξε Πάτερ Ῥαφαήλ, Καρυῶν ἡ Μάνδρα σε, προστάτην ἔχει ἀκοίμητον, ἡ Λέσβος φύλακα, καὶ ἡ οἰκουμένη, μέγαν ἀντιλήπτορα, προφθάνοντα ἐν τάχει τοῖς θαύμασι, καὶ διασῴζοντα, τοὺς τιμῶντάς σου τὰ λείψανα, ἀπὸ νόσων, παντοίων καὶ θλίψεων.

Δόξα. Ἦχος πλ. α’.
Ὁσιομάρτυς Ῥαφαήλ, τῶν θαυμάτων τὰς βολάς, ὡς ἀστραπὰς ἀπαστράπτων, τοῦ κόσμου φωταγωγεῖς τὰ πέρατα, καὶ καρδίας πιστῶν εὐφραίνεις, καὶ παύεις ἐπώδυνα νοσήματα· Θεὸς γάρ σε δοξάζει, τὸν ἀσκητικῶς ἐπὶ γῆς πολιτευθέντα, καὶ ἐν Μαρτύρων σκάμματι τελειωθέντα, τὸν ἄρτι τῇ Ἐκκλησίᾳ ἀναδειχθέντα, καὶ εὐφροσύνης πληροῦντα, τῶν εὐσεβῶν ἅπαν σύστημα. Αὐτῷ οὖν πρέσβευε, ἐν παῤῥησίᾳ Ἅγιε δεόμεθα, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
ἔλαμψας ἐκ τάφου ὥσπερ φωστήρ, τῆς ἀποκαλύψει, τῶν λειψάνων σου  Ῥαφαήλ, φωτίζων τῇ αἴγλῃ, τῶν θαυματουργιῶν σου, Χριστοῦ τῆς Ἐκκλησίας, ἀεὶ τὸ πλήρωμα.
Κρήνην κεκτημένοι ἁγιασμοῦ, Ῥαφαὴλ τρισμάκαρ, τῶν λειψάνων σου τὴν σορόν, προσπίπτομεν ταύτῃ, καὶ ἐν ἀγαλλιάσει, θαυμάτων σου τὴν χάριν, ἀνακηρύττομεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου