Κυριακή 7 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 11. ΑΓΙΟΣ ΝΗΦΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΑ΄.
ΝΗΦΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν εἰς τὰ Προσόμοια.Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐκ νεότητος Χριστῷ, ἔρωτι τρωθεῖς τῷ ἁγίῳ, κατηκολούθησας, τότε ὥσπερ ἔλαφος, διψῶσα ἔδραμες, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ Μονῇ τῇ θείᾳ, τοῦ Προδρόμου ᾤκησας, Νήφων μακάριε· ὅθεν, δι’ ἀγώνων ἐνθέων, σκεῦος ἀρετῶν οὐρανίων, ὤφθης καὶ τῆς χάριτος θησαύρισμα.

Ὅτε, ἐπινεύσει θεϊκῇ, θεῖος Ἱεράρχης ἐδείχθης, τῆς Ἐκκλησίας Χριστοῦ, τότε ποιμὴν γέγονας, Θεσσαλονίκης σοφός, καὶ περίδοξος Πρόεδρος, τῆς βασιλευούσης, Πόλεως προβέβλησαι, ὡς ἐνθεώτατος· λόγῳ γὰρ καὶ ἔργῳ ἐκλάμπεις, Νήφων ὑπεμφαίνων τοῖς πᾶσι, τῆς ἐν σοὶ τοῦ Πνεύματος λαμπρότητα.

Ὅτε, ὥσπερ ἥλιος λαμπρός, νεύματι Θεοῦ ἐν Δακίᾳ, Πάτερ ἐξέλαμψας, τότε ἐξεπαίδευσας, λόγῳ τῆς χάριτος, ἀρχομένους καὶ ἄρχοντας, βιοῦν θεαρέστως, καὶ πάσης ἀπέχεσθαι, ἀνόμου πράξεως· ὅθεν, πειρασμοὺς ὑπομείνας, καὶ πολλοὺς Κυρίῳ προσάξας, Νήφων ἐπαξίως τεθαυμάστωσαι.

Ἔχει, ὥσπερ πλοῦτον ἀληθῆ, ἡ Διονυσίου τοῦ θείου, Μονὴ περίβλεπτος, Νήφων ἱερώτατε, Ἀρχιεράρχα Χριστοῦ, τὴν σορὸν τῶν λειψάνων σου, καὶ ἐν σοὶ καυχᾶται, πόθῳ ἑορτάζουσα, τὴν θείαν μνήμην σου, ἥνπερ οὐρανόθεν εὐλόγει, καὶ πταισμάτων ἄφεσιν αἴτει, τοῖς εἰλικρινῶς σὲ μακαρίζουσι.

Δόξα. Ἦχος δ΄.
Ὑπελθῶν τὴν ἐν ἀσκήσει ζωήν, σκεῦος χωρητικὸν ἐγένου, τῆς ἐνεργείας τοῦ Ἁγίου Πνεύματος, Νήφων Πατὴρ ἡμῶν Ὅσιε· καὶ ἀρχιερωσύνης χρισθεὶς τῷ μύρῳ, εὐαγγελικῶς ἐποίμανας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, Ἀποστολικὸν ἐπιδειξάμενος ζῆλον· καὶ τρόποις ταπεινώσεως πολλοὺς παιδεύσας πρὸς σωτηρίαν, τῆς αἰωνίου ζωῆς ἠξίωσαι, ὡς τῶν πάλαι Ἁγίων μιμητής· μεθ’ ὧν ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.




Καὶ νῦν. Τῆς ἑορτῆς.
Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νήψει καὶ προσευχῇ, κοσμήσας σου τὸν βίον, Νήφων θεόφρον Πάτερ, Ἀρχιεράρχης μέγας, τῆς Ἐκκλησίας γέγονας.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στῦλος ὤφθης πυρός, ἀσκήσει θεαρέστῳ, ἐν Ἄθῳ Πάτερ Νήφων, καὶ φῶς πᾶσιν ἐκλάμπεις, δογμάτων τῶν τῆς πίστεως.

Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλιάσονται.
Χαίρει τοῦ Βαπτιστοῦ, τὸ εὐαγὲς σεμνεῖον, τὰ θεῖα λείψανά σου, κατέχον Πάτερ Νήφων, ὡς θησαυρὸν οὐράνιον.

Δόξα. Τριαδικόν.
Βίῳ ἀγγελικῷ, ὁ Ἱεράρχης Νήφων, Τριὰς Ὑπεραγία, μυσταγωγεῖ ἐνθέως, τὴν θείαν Σου χρηστότητα.

Καὶ νῦν. Θεοτοκίον.
Χάριν Σου τὴν πολλήν, ἐν Ἄθῳ μεγαλύνει, ὁ Νήφων Θεοτόκε, καὶ πάντας ἐπαλείφει, πρὸς ἀρετῆς τελείωσιν.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τοῖς ταπεινώσεως τρόποις ὑψούμενος· ἀσκητικῶς δοξασθεὶς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας· Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ' Ἦχος πλ. β' Τριήμερος ἀνέστης
Μορφούμενος δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τήν Θεότητα.

Ἐξέστησαν ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.

Λαμπρύνεται ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀρρήτως λάμψας ὑπὲρ ἥλιον.

Καὶ τοῦ Ἱεράρχου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τοῦ Πνεύματος σκήνωμα, καὶ φωτὸς ἐνδιαίτημα,ἐπιπνοῖᾳ κρείττονι ἀναδέδειξαι, Ἀρχιερεὺς ἐνθεώτατος, καὶ Πρόεδρος πάνσοφος, Ἐκκλησίας τοῦ Χριστοῦ, τῇ τοῦ βίου λαμπρότητι, ἄγων ἅπαντας, πρὸς ὁδὸν σωτηρίας Πάτερ Νήφων, διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

Ἐν ἀσκήσει τὸ πρότερον, σεαυτὸν καθῃράμενος, τοῦ Ἁγίου Πνεύματος τὴν ἐνέργειαν, ἐν τῇ ψυχῇ σου εἰσδέδεξαι, Νήφων ἱερώτατε, καὶ πολλοὺς πρὸς ἀρετήν, καθωδήγησας ὕστερον, ὡς θεόσοφος, Ἱεράρχης καὶ θεῖος οἰκονόμος, τοῦ Χριστοῦ τῶν Μυστηρίων, καὶ ὑποφήτης τῆς χάριτος.

Ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, ἐλλαμφθεὶς τὴν διάνοιαν, ὡς Μωσῆς τὸ πρότερον εἰς τὸ Σίναιον, τὴν Ἐκκλησίαν κατηύγασας, τῷ φέγγει τοῦ βίου σου, καὶ τῶν λόγων ἀστραπαῖς, Νήφων Πάτερ θεόληπτε· διὰ τοῦτό σε, ἀπλανῆ ὡς φωστῆρα ἀνυμνοῦμεν, καὶ δογμάτων εὐσεβείας, μυσταγωγόν καὶ διδάσκαλον.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέφανεν ἡμῖν, ἡ τοῦ Ἱεράρχου Νήφωνος μνήμη, τὴν Ἐκκλησίαν λαμπρύνουσα· ὡς γὰρ διάκονος φωτός, πρὸς ἀρετῶν τὸ φῶς κατευθύνει, τοὺς βοῶντας αὐτῷ· χαίροις, ὁ δι’ ἀσκητικῶν καμάτων, καθαγνίσας τὸν νοῦν, καὶ τοῦ θείου Πνεύματος ὄργανον, σαὐτὸν ἐργασάμενος· χαίροις, ὁ ἱεραρχίας στολὴν ἐνδυσάμενος, καὶ εὐαγγελικῶς ποιμάνας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ· χαίροις Ἱεραρχῶν καλλονή, Ἁγιωνύμου Ὄρους δόξα, καὶ τῆς τοῦ Βαπτιστοῦ Μονῆς ὡράϊσμα. Πρέσβευε Κυρίῳ, Ὅσιε Πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ ὁ περιώνυμος Ἄθως, Νήφωνα τὸν θεῖον Ἱεράρχην, ὡς δένδρον κατάκαρπον, κόσμῳ προβαλλόμενος· τοῖς γὰρ καρποῖς τοῦ Πνεύματος, τὴν Ἐκκλησίαν ἐκτρέφει, ὡς τῶν πάλαι Ἱεραρχῶν ἐφάμιλλος· καὶ σὺ ἐξαιρέτως σκίρτα, ἡ τοῦ Βαπτιστοῦ Ἰωάννου Μονή, ὅτι ἐν σοὶ ἐσκήνωσε, καὶ τῇ θείᾳ ψήφῳ, πρὸς ποιμαντικούς ἀγώνας ἀπεδύσατο· καὶ τὴν σορὸν τῶν θείων αὐτοῦ λειψάνων, ὡς κιβωτὸν ἁγιασμοῦ κυκλοῦσα, τῷ Σωτήρι βόησον· Φιλάνθρωπε Κύριε, ταῖς τοῦ Ἰεράρχου Σου πρεσβείαις, δίδου ἡμῖν τὰ ἐλέη Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ἀνατεθεὶς τῷ Θεῶ ἀπὸ νεότητος, τὰ ἐν κόσμῳ ὑπερεῖδες τερπνά, καὶ τὰς τρίβους σου Πάτερ, τῶ θείῳ νόμῳ κατεύθυνας, ἀσκητικὴν ἑλόμενος ζωήν· καὶ φωτισθεῖς τῷ Πνεύματι τῷ Ἀγίῳ, ἁγιοπρεπὲς ἐνδιαίτημα, σοφίας θείας ὤφθης, καὶ ἀρετῶν ὑποφήτης· καὶ τῷ μύρῳ τῆς θείας χάριτος, νοντῶς σημειωθείς, Ἱεράρχης ὅσιος καὶ ἄκακος, και τοῦ Σωτῆρος μιμητής, ἀληθῶς ἀνεδείχθης· καὶ τὴν δοθεῖσαν ἐξουσίαν, καλῶς διαγαγῶν, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἱσότιμος γέγονας· μεθ’ ὧν ὑπὲρ ἡμῶν ἱκέτευε, τὸν Κύριον τῆς δόξης, Νήφων ἱερώτατε.

Ἦχος γ΄.
Ἀποστολικοῖς ἐμπρέπων προτερήμασι, Εὐαγγελικὴν ἐπεδείξω ζωήν, Ἱεράρχα Νήφων θεσπέσιε· καὶ τῷ λόγῳ τῆς χάριτος, τὸν περιούσιον λαὸν κυβερνῶν, Πατριαρχῶν ὤφθης κανών, Ὀρθοδόξων δογμάτων κήρυξ, θλιβομένων παραμυθία, καὶ Ἐκκλησίας στῦλος ἀπερίτρεπτος· τῶν Ἁγίων γὰρ τοῖς ἴχνεσιν ἑπόμενος, πόνοις πλείστοις προσωμίλησας· καὶ κινδύνων τὸ τραχὺ ὑπερορῶν, πάντας ἐπαίδευσας, τῆς Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Ἦχος δ΄.
Τὴν ἱεραρχικὴν ἠμφιεσμένος στολήν, πλήρης θείου Πνεύματος, ὡς ἄλλος Ἀπόστολος, ἐν τῇ Δακίᾳ παρεγένου, Ἱεράρχα Νήφων ἔνδοξε· καὶ εὐαγγελικοῖς διδάγμασι, πρὸς ὁδοὺς σωτηρίας ὡδηγήσας, τοὺς ἐν ἀνωδίαις τῶν παθῶν πλανωμένους, ὡς οἰκονόμος ψυχῶν πρακτικώτατος, καὶ ἐναρέτου βίου, γεωργὸς θεοειδὴς, πλείστους σεσωσμένους Χριστῷ προσαγαγών, ἐπαξίως ἐκομίσω, τὸν μισθὸν τῶν καμάτων σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Πάτερ συμπαθέστατε, πρέσβευε ὑπὲρ τῶν τεκνίων σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Εἰς τον Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, Πατριαρχῶν περιφανὲς σεμνολόγημα, Ὁσίων ἡ εὐκοσμία, τῶν ἀρετῶν ὁ κανών, ταπεινοφροσύνης ἐνδιαίτημα· ὁ νοῦς ὁ οὐράνιος, ὁ πραΰς ἐν τοῖς τρόποις σου, ὁ διὰ πάσης ἐγκρατείας, καὶ νήψεως, τὴν τοῦ Πνεύματος, κληρωσάμενος ἔλλαμψιν· λύχνος ἀειλαμπέστατος, πυρσὸς ὁ ἀκοίμητος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Νήφων Πατέρων ἀγλάϊσμα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλιάσει ἀγαλιάσονται.
Χαίροις, τῆς ἐναρέτου ζωῆς, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις· ἀσκήσει γὰρ ἐν τῷ Ἄθῳ, καὶ ἐγκρατείᾳ πολλῇ, τῆς ψυχῆς λαμπρύνας τὴν κατάστασιν, ποιμὴν ἐνθεώτατος, Ἐκκλησίας προβέβλησαι, Θεσσαλονίκης μέν, ποιμάνας τὸ πρότερον, θείῳ Πνεύματι, εὐσεβείας τοῖς δόγμασιν· εἶτα ὡς μέγας ἥλιος, τῷ θρόνῳ ἀνέλαμψας, τῶ παμεγίστῳ θεόφρον, τῆς Βασιλίδος τῶν πόλεων· Χριστὸν ἱκετεύων, Πάτερ Νήφων ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῷ Σωτῆρι Χριστῷ, ἱερατεύσας ἐπὶ γῆς ὥσπερ Ἄγγελος, ἐντεύθεν ῥήμασι θείοις, καὶ διδαχαῖς ἱεραῖς, τῆς Δακίας Πάτερ τὰ πληρώματα, ἐνθέως κατηύγασας, καὶ σοφῶς ἐξεπαίδευσας, φόβῳ τῷ θείῳ, εὐσεβῶς πολιτεύεσθαι, Νήφων Ὅσιε, ὡς τοῦ Πνεύματος ὄργανον. Ὅθεν τὴν τῶν λειψάνων σου, σορὸν τὴν ὑπέρτιμον, περικυκλοῦντες τελοῦμεν, τὴν ἱεράν σου πανήγυριν, Χριστὸν ἀνυμνοῦντες, διὰ σοῦ ἡμῖν διδόντα, πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἐν Πνεύματι ζωῆς, μυσταγωγὸς ὑπάρχων, ἱερωσύνης τὸ ἔνδυμα, λαμπρότερον ἔδειξας δι’ ἀρετῆς, Νήφων ἱερώτατε· τῇ γὰρ πράξει κοσμούμενος, θεωριῶν πρὸς ὕψος ἤρθης, τὰ θεῖα μυσταγωγούμενος, ὡς Ἱεράρχης θεόληπτος· καὶ τῷ λόγῳ τῆς χάριτος, καλῶς ἱερατεύσας τὴν τοῦ βίου λαμπρότητα, ὡς θυσίαν εὐπρόσδεκτον, τῷ Χριστῷ προσήγαγες. Καὶ νῦν, τοῖς ἄνω Λειτουργοῖς, συνηδόμενος Πάτερ, καὶ θέσει θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.

Νῦν ἀπολύεις, Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλλαμψας, τῆς εὐσεβείας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τοῖς ταπεινώσεως τρόποις ὑψούμενος· ἀσκητικῶς δοξασθεὶς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας· Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογία, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Νεόφωτος ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐδείχθης ἀληθῶς, Πάτερ Νήφων παμμάκαρ, καὶ πάντας κατεπύρσευσας, τῇ τοῦ βίου λαμπρότητι. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα.
Ἀσκήσας ἱερῶς, ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ θείας ἐν αὐτῷ, μετασχὼν φωταυγείας, ἀξίως προκεχείρισαι, Ἱεράρχης θεόληπτος, καὶ ἐποίμανας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, Νήφων Ὅσιε, ἐν εὐσεβείᾳ ἁπάσῃ, καὶ θείοις διδάγμασι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν ὄρει ἀνελθών, τῷ Θαβὼρ Ζωοδότα, ἐκλάμπεις ἐν αὐτῷ, ἐν φωτὶ ἀπροσίτῳ· διὸ καὶ οἱ ὁρῶντές Σε, Μαθηταὶ ἐξεπλάγησαν, τῇ λαμπρότητι, τοῦ Σοῦ προσώπου Οἰκτίρμον, καὶ θαμβούμενοι, τὴν Σὴν Θεότητα ὕμνουν, δι’ ὧν ἡμᾶς οἴκτειρον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βίῳ κρείττονι, λελαμπρυσμένος, θείῳ χρίσματι, Πάτερ ἐχρίσθης, καὶ σοφὸς Ἀρχιερεὺς ἐχρημάτισας· καὶ ἱερεύσας Χριστῷ ὥσπερ Ἄγγελος, Εὐαγγελίου τὸν λόγον ἐτράνωσας· Νήφων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν χάριν τοῦ Πνεύματος, εἰσδεδεγμένος σοφέ, δογμάτων τῆς πίστεως, καὶ θεϊκῶν ἐντολῶν, ἐδείχθης διδάσκαλος· ὅθεν ἐν τῇ Δακίᾳ, ὡς ἀστὴρ διαλάμψας, θλίψεσι τὸν σὸν βίον, ἐπεσφράγισας Νήφων, διὸ σὲ ὁ Δεσπότης Χριστός, ἀξίως ἐδόξασε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν ὄρει ἐξήστραψας, τῷ Θαβωρίῳ Χριστέ, καὶ εἶδον τὴν δόξαν Σου, ὡς δυνατὸν ἦν ἰδεῖν, οἱ τρεῖς Σου Ἀπόστολοι· ἄνωθεν ὡς Υἱόν Σε, ὁ Πστὴρ ἐμαρτύρει, Πνεῦμά Σου δὲ τὸ θεῖον, ὡς νεφέλη ἐπέστη· διὸ τὰς δυναστείας Σου δοξάζομεν Κύριε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καί Λόγον.
Φερωνύμως ἐν νήψει καὶ προσευχῇ, καὶ συντόνῳ ἀσκήσει προσκαρτερῶν, καὶ τῆς ταπεινώσεως, διαπρέπων ταῖς χάρισι, πρὸς ὕψος ἀπαθείας, ὑψώθης μακάριε, καὶ φωτισμοῦ ἀΰλου, ἀνάπλεως πέφηνας· ὅθεν καὶ ποιμένα, τῶν οἰκείων προβάτων, Χριστὸς σὲ ἀνέδειξεν, ὡς αὐτοῦ φίλον γνήσιον, Νήφων Πάτερ θεόσοφε. Πρέσβευε Αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Τῆς Σῆς δόξης Οἰκτίρμον τὴν ἀστραπήν, καὶ θεότητος αἴγλην τὴν παμφαῆ, ἐν ὄρει ὑπέδειξας, ἀμυδρῶς ὡς ηὐδόκησας, τῷ Θαβωρίῳ Σῶτερ, τρισὶν Ἀποστόλοις Σου, οἵ ἔκθαμβοι ἑώρων, τὸ φῶς Σου τὸ ἄῤῥητον. Ὅθεν δίδου Λόγε, καὶ ἡμῖν τοῖς Σοῖς δούλοις, ἀκτῖνα οὐράνιον, τῶν παθῶν ἡμῶν Κύριε, τὴν ἀχλὺν διαλύουσαν, καὶ δόξης τῆς μελλούσης ἡμᾶς, κληρονόμους ἔργασαι Φιλάνθρωπε, τοὺς πιστῶς Σὲ ὑμνοῦντας, τὴν φρικτὴν Μεταμόρφωσιν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην και οἱ Ὅσιοί Σου ἀγαλιάσει ἀγαλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην (ζῆτει τῇ 6η Δεκεμβρίου, ἐν τῷ Ὄρθρῳ τῆς ἑορτῆς τοῦ ἁγ. Νικολάου).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Ὁ τῇ θείᾳ ἐπίπνοιᾳ, ἱεραρχίας τὴν στολὴν ἐνδυσάμενος, καὶ τὴν Χριστοῦ Ἐκκλησίαν, θεοφιλῶς ποιμάνας, Νήφων Πάτερ Ὅσιε, τὴν παροῦσαν ποίμνην ἄνωθεν κατεύθυνον, πρὸς νομὰς σωτηρίας, ὡς ποιμὴν ἡμῶν καὶ διδάσκαλος· καὶ τῷ Ἀρχιποίμενι πρέσβευε, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ μετὰ τέλος τυχεῖν, τῆς αἰωνίου μακαριότητος.

Ὁ Πρῶτος Κανών τῆς Ἑορτῆς, οὗ ἡ, Ἀκροστιχίς: Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
σχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς· Χαίροις, ὦ Νήφων Ἀρχιεράρχα. Γερασίμου.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ ἐλλαμπόμενος τῷ φωτί, τοῖς πᾶσιν ἐξαίτει, Πάτερ Νήφων τὸν φωτισμόν, τοῖς πίστει τελοῦσιν Ἱεράρχα, τὴν φωτοφόρον καὶ πάνσεπτον μνήμην σου.
γίων τῶν πάλαι ὡς μιμητής, ἁγίως διῆλθες, τὴν ζωήν σου ἀπὸ παιδός, πάσῃ ἀρετῇ Νήφων θεοφόρε, καὶ ἐν Ἁγίοις ὁ κλῆρός σου γέγονεν.
σχὺν δεδεγμένος ἀπὸ Θεοῦ, ἐνέκρωσας Πάτερ τῆς σαρκός σου τὰς ἡδονάς, καὶ τὴν ζωηφόρον ἐνεδύσω, τοῦ Παρακλήτου ἐνέργειαν, Ὅσιε.
Θεοτοκίον
άβδος ἁγιόβλαστος ἀληθῶς, ἐδείχθης ὡς ἔφη, Ἡσαΐας ὁ ἱερός, βλαστήσασα Κόρη ὥσπερ ἄνθος, ἀνερμηνεύτως Χριστὸν τὸν Θεὸν ἡμῶν.

ᾨδὴ γ', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
λον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.
Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων, σήμερον ἐν τῷ ὄρει Θαβὼρ ἀρρήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψεν.

Τοῦ Ἱεράρχου. Οὐρανίας ἁψίδος.
Οὐρανίου ἀγάπης ἐμφορηθεὶς Ὅσιε, σὺν τῷ ἱερῷ Ζαχαρίᾳ, πόλεις διέτρεχες, στηρίζων ἅπαντας, Ὀρθοδοξίας τῇ πέτρᾳ, ὡς σοφὸς διδάσκαλος, Νήφων θεσπέσιε.
ερεὺς θεοφόρος καὶ ἀσκητὴς Ὅσιος, ἐν Διονυσίου τῇ μάνδρᾳ, τοῦ θείου πέφηνας, πόνοις ἀσκήσεως, καὶ ταπεινώσει τελείᾳ, Νήφων γυμναζόμενος, πρὸς τελεώτερα.
Συντονίᾳ τῶν πόνων, καὶ τοῖς λοιποῖς σκάμμασι, τῆς ἀσκητικῆς πολιτείας, σκεῦος πολύτιμον, φωτὸς τῆς χάριτος, Νήφων Ὅσιε ἀνεδείχθης, καὶ πρὸς βίον κρείττονα, πάντας ἐπαίδευσας.
Θεοτοκίον
ς τεκοῦσα ἐν εἴδει, τῷ τῆς σαρκὸς Ἄχραντε, πλούτῳ εὐσπλαγχνίᾳ τὸν πάντων, Θεὸν καὶ Κύριον, τῆς δεσποτείας με, ῥῦσαι παθῶν ἀκαθάρτων, καὶ σαρκός μου νέκρωσον, Κόρη τὸ φρόνημα.






Κάθισμα. Τοῦ Ἱεράρχου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ Ἁγίῳ Πνεύματι, λελαμπρυσμένος, Κωνσταντινουπόλεως, ὤφθης ποιμὴν θεοειδής, Νήφων Πατὴρ ἡμῶν Ὅσιε, καὶ ἐν Ἁγίοις, ὁ κλῆρός σου γέγονε.
Δόξα. Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Τῇ ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
να πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀρρήτως ἐξέλαμψας.
Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας· Δόξα τῇ δυνάμει σου Κύριε.
Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.

Τοῦ Ἱεράρχου. Εἰσακήκοα Κύριε.
Νόμοις Πάτερ τῆς πίστεως, Θεσσαλονικέων καλῶς διέθρεψας, Ἐκκλησίας ἧς προέστηκας, θείᾳ ἐπινεύσει Πάτερ Ἅγιε.
τοῦ Πνεύματος ἔλλαμψις, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, καὶ φωστῆρά σε παγκόσμιον, Νήφων Ἱεράρχα ὄντως ἔδειξε.
Φωτισμῷ θείων λόγων σου, Ἐκκλησία ἔχαιρε Νήφων ἔνδοξε· νυμφοστόλος γὰρ καὶ στήριγμα, Ταύτης ἀνεδείχθης ὡς θεόσοφος.
Θεοτοκίον.
ς Θεὸν σωματώσασα, τῶν σωματικῶν παθῶν με ἀπάλλαξον, καὶ τὸν νοῦν μου φωταγώγησον, μετανοίας Δέσποινα τῇ χάριτι.





ᾨδὴ ε', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Προσενωπίῳ σοι ὧραι ὑπεκλίθησαν· φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος εἶκε μορφὴν βροτείαν, ὡς ἀμεῖψαι εὐδόκησας.
δοὺ Σωτὴρ ἀνεβόων, Μωϋσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν.
ἀναλλοίωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου Θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀπορρήτως ἐξέλαμψε.
Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρῴᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, σοὶ ἀνεβόων· Ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

Τοῦ Ἱεράρχου. Ἵνα τί με ἀπώσω.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ, Νήφων ἱερώτατε τῇ πολιτείᾳ σου, τῆς ζωῆς τῆς θείας, τοὺς καρποὺς δαψιλῶς ἐγεώργησας, ἐξ ὧν διατρέφεις, ὡς Ἱεράρχης θεοφόρος, εὐσεβῶν τὰ πληρώματα, Ὅσιε.
ρετῶν οὐρανίων, θεῖος γεωργὸς καὶ μύστης γενόμενος, τὰς ἐν τῇ Δακίᾳ, χερσωθείσας ψυχὰς πολλὰς πάθεσι, λόγῳ σου τῷ θείῳ, ἀποκαθάρας Πάτερ Νήφων, ἐκλεκτὰ Θεῷ σκεύη ἀνέδειξας.
ήμασί σου ἁγίοις, Πάτερ μηδαμῶς ὑπείξας ὁ Ῥάδουλος, τὴν δικαίαν δίκην, οὐρανόθεν ὁ τάλας εἰσπράττεται, ἀλλ’ ἐλέους θείου, διὰ τῶν θεῖων σου λειψάνων, μετὰ τέλος ἠξίωται Ἅγιε.
Θεοτοκίον
Χαῖρε πάντων προστάτις, χαῖρε καταφύγιον ἡμῶν καὶ στήριγμα, Κεχαριτωμένη, Θεοτόκε Ἁγνή Ἀειπάρθενε· πάντες γὰρ ἀπαύστως, τῇ σῇ προστρέχομεν πρεσβείᾳ, καὶ παντοίων ῥυόμεθα θλίψεων.

ᾨδὴ ς', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
ν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν.
νελθὼν ἐν ὄρει, Θαβὼρ μετεμορφώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας.
Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.





Τοῦ Ἱεράρχου. Ἱλάσθητί μοι Σωτήρ.
ερατεύσας Θεῷ, ἀμέμπτως Νήφων μακάριε, ὡς Ἱεράρχης σοφός, δωρεῶν τοῦ Πνεύματος, ὤφθης ἐνδιαίτημα, καὶ παρέχεις Πάτερ, εὐφροσύνην τοῖς ὑμνοῦσί σε.
πέστης ἐν πενιχρῷ, σχήματι Πάτερ ὡς ἄγνωστος, τῇ ἱερᾷ σου μονῇ, ἀλλ’ ὁ πάντων Κύριος, πᾶσί σε ἐγνώρισεν, ἐν φωτὶ ἀΰλῳ, Ἱεράρχα προσευχόμενον.
ημάτων σου τῶν σεπτῶν, τὰς ὑποθήκας κατέχοντες, τῶν μοναστῶν ὁ χορός, Νήφων ἱερώτατε, πρὸς φῶς ὁδηγούμεθα, ἐναρέτου βίου, καὶ τὴν χάριν σου κηρύττομεν.
Θεοτοκίον
γγέλων ἡ βασιλίς, καὶ τῶν βροτῶν ἡ βοήθεια, Θεογεννῆτορ Ἁγνή, βοήθει ἑκάστοτε, τοῖς πίστει προστρέχουσι, τῇ θερμῇ Σου σκέπῃ, λυτρουμένη πάσης θλίψεως.

Κοντάκιον τῆς Ἑορτῆς Ἦχος βαρὺς Αὐτόμελον
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Κοντάκιον. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας λύχνος ὤφθης παμφαέστατος, τῇ καθαρότητι σοφὲ τῆς πολιτείας σου, τὰς τοῦ Πνεύματος ἐλλάμψεις καταπλουτήσας. Ἀλλ’ ὡς σκεῦος ἀρετῶν καὶ ὑποτύπωσις, καθοδήγησον ἡμᾶς πρὸς βίον κρείττονα, τοὺς βοῶντάς σοι· Χαίροις Νήφων Πατὴρ ἡμῶν.
Ὁ Οἶκος.
Ἄγγελος ἐν τῷ κόσμῳ, Νήφων Ἀρχιεράρχα, ἐδείχθης οὐρανίῳ σου βίῳ· καὶ Ἀποστολικαῖς δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τὸ πλήρωμα· διό σου τὴν λαμπρότητα, θαυμάζοντες, ἀναβοῶμεν·
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·
χαῖρε, φωτὸς ἀΰλου θεάμων.
Χαῖρε, Ἐκκλησίας ὁ λύχνος ὁ πάμφωτος·
χαῖρε, τῆς Δακίας φωστὴρ καὶ διδάσκαλος.
Χαῖρε, ὕψος ταπεινώσεως δυσκατόρθωτον πολλοῖς·
χαῖρε, βάθος θείας γνώσεως καὶ ἀγάπης θεϊκῆς.
Χαῖρε, τῶν ἐν Ἄθῳ μοναζόντων ἀλείπτης·
χαῖρε, τῆς εὐσεβείας ἱερὸς ὑποφήτης.
Χαῖρε, πυρσὸς δογμάτων τῆς πίστεως·
χαῖρε, λαμπρὸν ταμεῖον τῆς χάριτος.
Χαῖρε, ποιμὴν Βυζαντίου ὁ μέγας·
χαῖρε, Μονῆς τοῦ Προδρόμου τὸ γέρας.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.

Συναξάριον.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νήφωνος, πατριάρχου Κωνσταντινουπόλεως.
Λιπὼν ὁ Νήφων τὴν κάτω προεδρίαν,
Χριστῷ παρέστῃ τῷ Προέδρῳ τῶν ὅλων.
Ἔνδεκάτῃ Νήφωνα νόες θεουδεῖς ἄειραν γῆθεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
Ἐκ τῆς στολῆς μέν, σεπτὸς Εὖπλος Λευΐτης.
Ἐκ τῆς τομῆς δέ, στερρὸς ὄντως ὁπλίτης.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Νεόφυτος, Ζήνων, Γάϊος, Μάρκος, Μακάριος καὶ Γαϊανός, πυρὶ τελειοῦνται.
Νεοφύτῳ, Ζήνωνι καὶ ταῷ Γαΐῳ,
στρωμνή τις ἡ κάμινος, ἧς κεῖνται μέσον.
Ὤφθησαν ὀσμὴ θυμιαμάτων ξένη,
τρεῖς ζωοάκαυστοι Μάρτυρες τῇ Τριάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πασσαρίωνος.
Ὁ Πασσαρίων πᾶσαν ἀρετὴν φέρων,
πασῶν ἀμοιβάς, γῆς ἀποστάς, λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων τῆς Λέσβου Ἀναστασίου τοῦ Πανερά, καὶ Δημητρίου Μπεγιάζη.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις θαύματος ἐν Κερκύρᾳ, κατὰ ταῶν Ἀγαρηνῶν, τοῦ Ἁγίου Σπυρίδωνος
Ἔῤῥηξε παῖδας στρατιᾶς ἀλλοφύλων,
Πόλιν τ’ ἔσωσε Κερκύρας ὁ προστάτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ ἐν τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Ὁσιομαρτύρων Βασιλείου Θεοδώρου, τῶν ἐν τῷ Σπηλαίῳ, τῶν Ῥώσσων.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.






ᾨδὴ ζ', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
βραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Περιχυθέντες φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Λαίλαπι θείας ἠχῆς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
ν ἀπροσίτῳ φωτί, ὡς σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τῷ ἀρχηγῷ τῆς γῆς, Χριστῷ συνόντες παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἑβρόντησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ἱεράρχου. Παῖδες Ἑβραίων.
ήμασι θείοις σου παμμάκαρ, ὁδηγούμενοι πρὸς θείας ἀναβάσεις, μοναστῶν οἱ χοροί, ἐβόων Πάτερ Νήφων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εὶς τοὺς αἰῶνας.
Χάριτος πλείστης ἠξιώθη, ὁ χριστώνυμος λαὸς ὁ τῆς Δακίας, προσκυνήσας πιστῶς, τὰ θεῖα λείψανά σου, Νήφων Πατέρων καύχημα, καὶ Πατριαρχῶν λαμπρότης.
γιον βίον διανύσας, καθηγίασας ταῖς ἀρεταῖς σου Πάτερ, Βαπτιστοῦ τὴν Μονήν, καὶ πάντας τοὺς ἐν Ἄθῳ, διδασκαλίαις θείαις σου, Νήφων καθηγιασμένε.
Θεοτοκίον
Γέφυρα ὤφθης Θεοτόκε, μεταφέρουσα ζωὴν πρὸς αἰωνίαν, ἐκ θανάτου φθορᾶς, τοὺς πίστει ἀνυμνοῦντας, τὸ ὑπὲρ νοῦν μυστήριον, τοῦ ἀφράστου τοκετοῦ Σου.

ᾨδὴ η', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὄρους ἐπέβη Θαβώρ, ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ν τῇ ἀπροσίτῳ δόξῃ, κατ' ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
εροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρῴᾳ, ἐξαστράψαντα δόξῃ, ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκὼς καταυγάζει τοὺς μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
κ φωτογενοῦς νεφέλης, Χριστὸν οἱ μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἐλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Ἱεράρχου. Ἑπταπλασίως κάμινον.
ν Ἱεράρχαις Ὅσιος, καὶ ποιμὴν ἐνθεώτατος, ἐν Ἀρχιερεύσιν ὡς θεράπων γνήσιος, Θεοῦ Παντοκράτορος, ἐφάνης Νήφων ἔνδοξε, καὶ ἐν Πατριάρχαις, ἱερῶς διαπρέψας, τῆς δόξης τοῦ Σωτῆρος, κοινωνὸς ἀνεδειχθης, ὁσίως σου τὸν δρόμον, τελέσας Ἱεράρχα.
ήσεσι τῶν χειλέων σου, ἀπειθήσας ὁ Ῥάδουλος, τῆς ὁργῆς Κυρίου ἐνδίκως πεπείραται, ἐλέους δὲ ἔτυχε, διὰ τῶν λειψάνων σου· ὅθεν τῆς Δακίας, οἱ πιστοὶ ἀνεβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
σκητικοῖς παλαίσμασιν, Νήφων Πάτερ μακάριε, τῆς ἱεραρχίας λαμπροτέραν ἔδειξας, στολὴν τὴν ὑπέρτιμον, μεθ’ ἧς καὶ ἀνελήλυθας, εἰς ναὸν τὸν ἄνω, εἰς σκηνὴν τὴν ἁγίαν, Χριστοῦ τῆς βασιλείας, μεσιτεύων Κυρίῳ, ὑπὲρ τῶν ἐκτελοῦντων, τὴν ἱεράν σου μνήμην.
Θεοτοκίον
Σεσαρκωμένον τέτοκας, τὸν πρὶν ἄσαρκον Ἄχραντε, Λόγον τοῦ Θεοῦ, δι’ ἄκραν ἀγαθότητα, ἀσύγχυτον ἄτρεπτον, καὶ μετὰ τόκον μείναντα· ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦμέν Σε Παρθένε, καὶ πόθῳ Σοι βοῶμεν· χαῖρε Εὐλογημένη, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', τῆς Ἑορτῆς Ὁ Εἱρμὸς
τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.
Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν.
χος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα, οὗ ἀκούετε.
Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.
Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

Τοῦ Ἱεράρχου. Ἐξέστη ἐπὶ τούτῳ.
δεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς Πάτερ Νήφων μακάριε, τὰ ὑπὲρ νοῦν, καὶ ὑπὲρ κατάληψιν ἀγαθά, ὧν κληρονόμος γέγονας, οἷα Ἱεράρχης θεοειδής, χαρᾶς ἀκαταλήκτου, καὶ θείας μετουσίας, ἐπαπολαύων παναοίδιμε.
Μέγιστος διαπρέψας ἐπὶ τῆς γῆς, Ἱεράρχα ἀγῶσι καὶ σκάμμασιν, ὑπὲρ Χριστοῦ, καὶ τῆς Ἐκκλησίας τῆς Ἑαυτοῦ, μεγάλης κατηξίωσαι, Πάτερ εὐκληρίας ἐν οὐρανοῖς, ἱσότιμος Ἁγίων, γεγενημένος Νήφων, καὶ τῶν Ἀγγέλων ἰσοστάσιος.
Οὐράνιον ἀπόλαυσιν καὶ ζωήν, εἰληφὼς Πάτερ Νήφων θεσπέσιε, παρὰ Χριστοῦ, βλέψον οὐρανόθεν ὡς συμπαθής, ἐπὶ τὴν Μάνδραν Ὅσιε, ταύτην ἐν ᾗ ἤνυσας τὴν ζωήν, καὶ δίδοι τοῖς σοῖς τέκνοις, εἰρήνην, εὐλογίαν, καὶ κοινωνίαν θείας χάριτος.
Θεοτοκίον.
μνοῦμεν Ὑπερύμνητε Μαριάμ, τό τοῦ τόκου Σου μέγα μυστήριον· ὅτι Θεόν, τέτοκας ἀφράστως σωματικῶς, καὶ πρὸς ζωὴν ἀθάνατον, ἐκ θανάτου ὕψωσας τὸν Ἀδάμ· διὸ θανατηφόρων, παθῶν με Θεοτόκε, ῥῦσαι καὶ σῶσόν με τὸν δοῦλόν Σου.

Ἐξαποστειλάρια. Τοῦ Ἱεράρχου. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱεραρχίας ἔνδυμα, ἐπαξίως φορέσας, ἐν Πατριάρχαις ἔλλαμψας, ὡς ἀστὴρ ὑπερλάμπων, τῶν ἀρετῶν ταῖς ἀκτῖσι, καὶ τῶν λόγων τῷ φέγγει, Νήφων Πατέρων καύχημα, καὶ τοῦ Ἄθω λαμπρότης, καὶ Μοναστῶν, θεία ὑποτύπωσις ἐν ἀγῶσι· διὸ τὴν φωτοφόρον σου, ἑορτάζομεν μνήμην.
Τῆς ἑορτῆς.
Ἐν τῷ Θαβὼρ ἐξήστραψας, ὡς ηὐδόκησας Σῶτερ, καὶ Μαθηταῖς Σου ἔδειξας, ὡς ἐχώρουν τὴν δόξαν, τῆς Σῆς Θεότητος Λόγε· ἔβλεπον γὰρ Οἰκτίρμον, τῆς Σῆς μορφῆς τὴν ἔλλαμψιν, ὑπὲρ ἥλιον λάμπουσα παμφαῶς, καὶ πρηνεῖς πεσόντες ἐδοξολόγουν, τῆς Σῆς φρικτῆς κενώσεως, τὸ ἀπόῤῥητον Λόγε.









Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Νήφων Ἱεράρχα Ὅσιε, ἀνατεθεὶς τῷ Θεῷ, νουνεχῶς ἠκολούθησας, Τούτου τοῖς διδάγμασι, σεαυτὸν ἀρνησάμενος· καὶ Ἱεράρχης ὤφθης θεόληπτος, βουλῇ τῇ θείᾳ, ὡς σκεῦος ἄξιον. Ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον, περιχαρῶς, πάντες ἑορτάζομεν, σὲ μακαρίζομεν.

Νήφων Ἱεράρχα Ὅσιε, τοῦ Βυζαντίου ποιμήν, καὶ θεόσοφος Πρόεδρος, ὡς φωτὸς ἀνάπλεως, ἀληθῶς ἐχρημάτισας, καὶ φθόνῳ Πάτερ, ἀπὸ τῆς ποίμνης σου, ὡς ἐχωρίσθης οὐ κατενάρκησας, ἀλλ’ ὥσπερ ἥλιος, ἐν Δακίᾳ ἔλαμψας, καὶ τοὺς πιστούς, λόγῳ σου ἐπαίδευσας, πρὸς βίον κρείττονα.

Νήφων Ἱεράρχα ἔνδοξε, παιδαγωγὸς ἀληθής, μοναστῶν ἐχρημάτισας, ἐν Ὄρει τοῦ Ἄθωνος, τῇ πολλῇ ταπεινώσει σου· ὅθεν πρὸς ὕψος βίου σεμνότητος, ἡμᾶς ἀνάγεις τῇ πολιτείᾳ σου· πᾶσι παρέχεις γάρ, ἀκριβὲς ὑπόδειγμα πρὸς ἀρετήν, τῇ σῇ καθαρότητι, ἀξιοθαύμαστε.

Νήφων Ἱεράρχα ἔνδοξε, ἡ τοῦ Προδρόμου Μονή, ἐν ᾗ χαίρων διήνυσας, τοὺς λαμπροὺς ἀγῶνάς σου, τὴν σορὸν τῶν λειψάνων σου, καθάπερ θεῖον θησαυρὸν ἔχουσα, πανηγυρίζει φαιδρῶς τὴν μνήμην σου· ᾗ δίδου πάντοτε, ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν Χριστόν, εὐλογίας δόματα, καὶ χάριν ἄνωθεν.

Δόξα. Ἦχος πλ. α΄.
Εὐαγγελίου τῷ φωτί, τὴν ζωὴν λαμπρύνων, τῶν ἀρετῶν τὴν πράξιν ἔργον ἔσχες, ὡς τὰ ἄνω φρονῶν Πάτερ καὶ ποθῶν· καὶ ποιμαντικῶς διαπρέψας, ὡς Ἱεράρχης ὅσιος καὶ ἄκακος, τῆς Ἐκκλησίας κόσμος ὤφθης, καὶ Πατριαρχῶν ὡράϊσμα, Νήφων ἱερώτατε· ὅλον γὰρ τὸν βίον, ὑπὲρ τῆς δόξης Κυρίου, ἐν σοφίᾳ διέθου. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως Αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ Πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Βυζαντίου θεῖος ποιμήν· χαίροις ὅρους Ἄθω, καὶ Δακίας λαμπρὸς φωστήρ, καὶ Μονῆς Προδρόμου, ἀγλάϊσμα καὶ γέρας, Πατριαρχῶν ἡ δόξα, Νήφων Πατὴρ ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου