ΑΥΓΟΥΣΤΟΣ
ΙΣΤ
ΤΙΜΟΘΕΟΣ
ΕΥΡΙΠΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Χαραλάμπους Μπούσια
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τιμόθεε Πάτερ ἱερέ, τοῦ Καλάμου
βλάστημα, Εὐρίπου ἔνθεε πρόεδρε, καὶ πνευματέμφορε, τῆς Μονῆς Πεντέλης, κτίτορ
καθηγίασας, Βραυρῶνα τοῖς ἀσκήσεως πόνοις σου, καὶ σοῖς παλαίσμασι, Μεσογαίαν τὴν
τιμῶσάν σε, ὡς Ὁσίων, Πατέρων διάκοσμον
Τιμόθεε ἀναχωρητῶν, θείων πρὸς ἐπίδοσιν,
τῆς ἀρετῆς ἐγκαλλώπισμα, Βραυρῶνος σπήλαιον, ᾤκησας ἐκθύμως, Πάτερ ἱερώτατε,
ὑπόγειον παρὰ ταὸ ναΐδιον, Χριστοῦ τοῦ Μάρτυρος, Γεωργίου ἔνθα δαίμονας, σοῖς
ἀόκνοις, καμάτοις ἐπύκτευσας.
Τιμόθεε ἄριστε ποιμήν, τοῦ Εὐρίπου
χάριτι, τοῦ Παρακλήτου διέσωσας, τῆς γαιοκτήμονος, παῖδα τῆς Βραυρῶνος, τῆς
ἀπίστου Ὅσιε, χειρῶν ἐκ πειρατῶν σαῖς ἐντεύξεσιν, ἥνπερ προσείλκυσας, πρὸς τὴν
πίστιν τοῦ Παντάνακτος, δυναμένου, ποιεῖν μόνον θαύματα.
Τιμόθεε χάριτος εἰκών, Πάτερ ἀνεξίκακε,
ὁ συγχωρήσας ἐνέργειαν, τοῖς κατακαύσασιν, ἁλιευτικήν σου, λέμβον ξένως ἄκατον,
ἀσκήσεως ἐποίησας τρίβωνα, σὸν εὐτελέστατον, καὶ καλῶς θαλάσσης ῥεύματα,
διαπλεύσας, εἰς Κέαν κατήντησας.
Δόξα. Ἦχος δ’.
Ὡς ἡσυχίας ἐραστὴς καὶ φίλος θερμότατος,
ἐκ τῆς Μονῆς Πεντέλης ἐξέκλινας, καὶ ἐν Βραυρῶνι κατώκησας, μόνος τῷ Θεῷ νοΐ
ὁμιλῶν ἀταράχῳ, Τιμόθεε Ἱεράρχα ὁσιώτατε. Σκεῦος οὖν διαυγέστατον χαρίτων
ἐποφθεὶς θείων, ἀντεδοξάσθης παρὰ τοῦ νέμοντος πᾶσι τοῖς τιμῶσί σε, οἰκτιρμῶν
πλῆθος καὶ ἄμετρον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν
Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες
καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν.
Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ
Ἐφραθᾶ.
Χαίροις ὁ ταῖς ῥοαῖς, ἱδρῶτων ἁγιάσας, τῆς
Μεσογαίας χθόνα, καὶ σπήλαιον Βραυρῶνος, ἀγώνων σου Τιμόθεε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Ἔσωσας ἐκ χειρῶν, τῶν πειρατῶν εὐχαῖς
σου, τῆς ἀλλοπίστου παῖδα, Τιμόθεε ἀγάπης, σφραγὶς πρὸς πάντα ἔγγιστα.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μνήμην σου τὴν σεπτήν, οἱ ἐν τῇ
Μεσογαίᾳ, οἰκοῦντες ἐκτελοῦμεν, εὐτάκτοις ἐφυμνίοις, Τιμόθεε πανθαύμαστε.
Δόξα. Τριαδικόν.
Δούλους Σου ἀκλινῶς, πρὸς ἀνεξικακίαν,
ὁδήγει τοὺς ἀχρείους, Τριὰς ὑπεραγία, Θεότης ἀνεξίκακε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Χριστιανῶν, ἐλπὶς Γλυκοφιλοῦσα,
καὶ γέρας Τιμοθέου, σεπτοῦ ἡ μεταστᾶσα, ἐκ γῆς πρὸς τὰ οὐράνια.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τὸν συνάναρχον
Λόγον.
Ἀσκητὴν Ἱεράρχην Εὐρίπου σώσαντα, εὐχαῖς
αὐτοῦ διαθέρμοις, ἐξ ἁρπαγῆς πειρατῶν, γαιοκτήμονος Βραυρῶνος παῖδα μέλψωμεν,
ὡς Μεσογαίας ἀσκητήν, Τιμόθεον ἐκβοῶντες· ἐξ ἕρκους πλάνου ὀδόντων, τοὺς
ὑμνηπόλους σου ἐξάρπασον.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ
ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ
Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια ταῆς Ἑορτῆς γ’. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς
Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν
παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ
παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν
Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσί, γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου Πατρὸς
ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ
πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι
ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, βασιλέα
βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ
κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς
οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ γ’ τοῦ Ὁσίου, ὅμοια.
Ὅσιε Τιμόθεε, Καλάμου βλάστημα
πάνσεπτον, Ὡρεῶν διεποίμανας, ἀγέλην τὴν ἔλλογον, καὶ Εὐρίπου ποίμνην, ῥάβδῳ
προσευχῶν σου, ὡς Μωϋσῆς τὸν Ἰσραήλ, καὶ ἀνεδείχθης τῇ θείᾳ χάριτι, Πατέρων
ἀκροθίνιον, Ἱεραρχῶν ἐγκαλλώπισμα, καὶ ποιμένων ἀρχέτυπον, τῶν φιλούντων τὸν
Κύριον.
Ὅσιε Τιμόθεε, Γλυκοφιλούσης ἐκτύπωμα, ὡς
ἀνεῦρες τὸ πάνσεπτον, σεμνεῖον ἐδόμησας, τῇ ἁγνῇ Παρθένῳ, ἐν δρυμοῖς Πεντέλης,
ἐν ᾗ συνέλεξας πληθύν, ἀζύγων ὕμνοις αἰνούντων Κύριον, καὶ ἀρετῶν τὴν κλίμακα,
ἐπιποθούντων μακάριε, ἀναβῆναι διδάγμασι, καὶ σοφαῖς νουθεσίαις σου.
Ὅσιε Τιμόθεε, ἵνα Χριστῷ τῷ παντάνακτι,
ὁμιλῇς μόνον ᾤκησας, ἀπόμακρον σπήλαιον, ἐν τῇ Μεσογαίᾳ, ἔνθα προϋπῆρχε, τοῦ
Γεωργίου τοῦ σεπτοῦ, τροπαιοφόρου μεγαλομάρτυρος, ναὸς παρὰ τὸν χείμαῤῥον,
θεοειδὲς τὸν Ἐράσινον, εἰς Βραυρῶνος περίχωρον, ἀσκητὰ ἱερώτατε.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς ἀσκητὴς θεοείκελος καὶ σπηλαίων
ἔνοικος, Ἱεράρχα Τιμόθεε Μεσογαίαν ἡγίασας, καὶ πιστῶν αὐτῆς χορείαν κατηύφρανας.
Μακροθυμήσας γὰρ ταῖς τῶν ἀσεβῶν ἐνεργείαις, ἐμάκρυνας φυγαδεύων εἰς Κέαν, ἵνα
σώσῃς σεαυτὸν τῆς τῶν ὀχλούντων σε κακίας. Καὶ νῦν ἁγίοις Ἀγγέλοις συνὼν ἐν
πόλῳ, καὶ λειτουργῶν τῇ ἀνάρχῳ Τριάδι, πρέσβευε δεόμεθα ὑπὲρ τῶν τιμώντων, τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου
ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς
θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ
φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ
τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ
σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ΄,
10-19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται
ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε,
ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ
διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ
φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς
παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν
καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος
αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ
μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ
φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· 19 αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ
οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ.
α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν
γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε
αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ
ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ
δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία,
οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται
δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης
ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων
αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς
καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ
συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,
οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις
ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι
οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἰσάγγελον πολιτείαν παιδιόθεν ἐπιποθήσας,
ἀρχιερεὺς ὅσιος ἐχρημάτισας, ἀρετῶν ταῖς ἰδέαις τὴν σὴν ποιμασίαν λαμπρύνας
Τιμόθεε. Τοῦ καλοῦ γὰρ ποιμένος Χριστοῦ ὀφθεὶς μιμητὴς καὶ ὁμότροπος, καλῶς
ἐποίμανας τὴν λαχοῦσάν σοι ἔλλογον ἀγέλην, Ὠρεῶν καὶ Εὐρίπου· ἐν ὁσιότητι οὖν
καὶ ἀληθείᾳ Θεῷ ἱερατεύσας, καὶ ἐν ἐρημικοῖς σπηλαίοις οἰκήσας ἀσκητῶν ὡς
ὁμόζηλος, χάριν εὗρες αἰτεῖσθαι παρὰ Θεοῦ, ἱλασμὸν ἡμῖν καὶ μέγα ἔλεος.
Ἦχος β΄.
Τῆς ἀπομάκρου σκήτεως τοῦ τροπαιοφόρου
Γεωργίου, ἐν τῇ Βραυρῶνι πολιστὴς ἐγένου Τιμόθεε, τὴν ματαιότητα φεύγων τῆς ἐν τῷ
κόσμῳ δόξης καὶ ἐξουσίας. Καλῶς γὰρ καὶ σοφῶς ἐν αὐτῇ ἀγωνισάμενος, καὶ τῶν
ἐφετῶν ἐπιτυχὼν τοῦ ἀκροτάτου, οὐρανοπολίτης γέγονας, καὶ πρεσβευτὴς τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ΄.
Τῇ ἐνεργείᾳ λελαμπρυσμένος τοῦ
Παρακλήτου Πνεύματος, φωστὴρ φαεινὸς τῆς Ἐκκλησίας ὤφθης, φωτίζων Εὔριπον
Πεντέλην Μεσογαίαν καὶ Κέαν, ἀστραπαῖς τῶν νουθεσιῶν καὶ ῥημάτων σου Τιμόθεε.
Σαφῶς οὖν ἴθυνας τὸν λαὸν τοῦ Θεοῦ πρὸς νομὰς σωτηρίας, ἀξίως ἐδέξω τὸ στέφος
τῆς ἀφθαρσίας ὡς μισθὸν τῶν καμάτων σου, παρὰ τοῦ μόνου παρέχοντος ἡμῖν
πρεσβείαις σου τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Τὸν εὐσυμπάθητον ἀσκητὴν τῆς Βραυρῶνος,
τὸν διασώσαντα ἐκ πειρατῶν τὸν παῖδα ἀλλοθρήσκου, καὶ συγχωρήσαντα τὴν κακίαν,
τοῖς αὐτὸν ὀχλοῦσιν ἐκ βάθους καρδίας, Τιμόθεον τὸν εὔσπλαγχνον καὶ μακρόθυμον
ἐγκωμίοις στέψωμεν. Οὗτος γὰρ ἀστραπαῖς τῆς αὐτοῦ θεοφιλοῦς πολιτείας, πρὸς τὸ
φῶς ταῆς ἀληθείας εἵλκυσε διὰ τῶν αὐτοῦ κατορθωμάτων, τοὺς ἐν σκιᾷ κακίας καὶ
ἀγνωσίας κειμένους περιοίκους, ἐν οἷς καὶ τὸν οἶκον ταῆς ὑπ’ αὐτοῦ
εὐεργετηθείσης, γαιοκτήμονος Ὀθωμανίδος· ἐν ταπεινώσει γὰρ καὶ ὁσιότητι τὸν
ἀγῶνα τελέσας, πρόσφυξ ἐκ τῆς κακίας τῶν ἀνθρώπων εἰς Κέαν, χάριν εἴληφε τῷ
Φωτοδότῃ Κυρίῳ πρεσβεύειν, καὶ ἡμᾶς ἀξιῶσαι φωτὸς τοῦ ἀϊδίου ὁ ἀοίδιμος.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἐν Ὁσίοις Πατράσι θεοειδῆ Ἱεράρχην,
καὶ ἐν ἀσκηταῖς θεοεικέλοις ἱερώτατον ἀκροθίνιον, Τιμόθεον τὸν ἡσυχαστὴν τῆς
Βραυρῶνος, ἐγκωμίων ἄνθεσι καταστέψωμεν. Οὗτος γὰρ ἀόκνως ἐργασάμενος ἐν Ὠρεοῖς
καὶ Εὐρίπῳ, καὶ ἑαυτὸν κατατήξας νυχθημέροις πόνοις, ἐν Πεντέλῃ Γαργηττῷ
Μεσογαίᾳ καὶ Κέᾳ, ἐδοξάσθη ἐν θαύμασι, καὶ κληρονόμος γέγονε τῆς τῶν οὐρανῶν
Βασιλείας. Καὶ νῦν Χριστῷ ταῷ παμβασιλεῖ συγχαίρων, ἀπαύστως Αὐτῷ πρέσβευε ἡμῖν
διδόναι, πταισμάτων συγχώρησιν καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ
χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς
Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν
τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα,
τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις,
περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν
τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ
Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις
ἀσκητικῶν
Χαίροις, τῶν Ὠρεῶν ὁ ποιμήν, καὶ τοῦ
Εὐρίπου ὁ θείοτατος πρόεδρος, Πεντέλης Μονῆς δομῆτορ, τοῦ Γαργητοῦ πολιστής,
καὶ Βραυρῶνος εὖχος πολυτίμητον, φωσφόρε Τιμόθεε, θείας χάριτος ἔσοπτρον,
ἱεροφάντορ, τοῦ Κυρίου ἰσάγγελε, καὶ τῆς ποίμνης σου, ὁδηγὲ ἀπλανέστατε· Πάτερ
πνευματοφόρητε, τὴν πάνσεπτον μνήμην σου, ἐν κατανύξει τελοῦντες, τὰ ἱερά σου
παλαίσματα, πρὸς θεώσιν ὕμνοις, καταστέφομεν εὐτάκτοις, καὶ θείοις ᾄσμασι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Χαίροις, ὁ ἡσυχίας φιλῶν, καὶ θέλων
μόνον ὁμιλεῖν τῷ Παντάνακτι, ἰσάγγελε σπηλαιῶτα, ὁ Σκήτην καταβαλών, τοῦ
τροπαιοφόρου, καλλιμάρτυρος, παρὰ τὸν Ἐράσινον, ποταμὸν ἐν τοῖς ἄλσεσι, καὶ
ἀμπελῶσι, τῆς Βραυρῶνος Τιμόθεε, ἔνθα ἥδιστον, ἀπαθείας ἐτρύγησας, νέκταρ
πανιερώτατε· διὸ νῦν τὴν μνήμην σου, ἐν Μεσογαίᾳ τιμῶντες, περιχαρῶς ἐκβοῶμέν
σοι· ἡμῶν τῶν προγόνων, σὲ ἀδικησάντων ἄφες, ταὰ παραπτώματα
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ ὁ Χριστὸς πρὸ Σταυροῦ, τοὺς
σοὺς διώκτας συγχωρήσας Τιμόθεε, τοὺς καύσαντας τὴν σὴν λέμβον, ἐν ταῖς
Βραυρῶναις ἀκταῖς, Πάτερ θεοφόρε, καὶ μακρόθυμε· ποιήσας οὖν τρίβωνα, εὐτελῆ
σῆς ἀσκήσεως, λέμβον εἰς Κέαν, εὔπλους ὢ ξένου θαύματος, Πάτερ Ὅσιε,
προσωρμίσθης θεσπέσιε, ἔνθα καλῶς τὸν βίον σου, τελέσας πρὸς δώματα, τῆς
οὐρανίου μετέστης, μακαριότητος ἄῤῥητον, θεάσασθαι ὄψιν, καὶ Σωτῆρος τῶν
ἁπάντων, ἰδίοις ὄμμασι.
Δόξα. Ἦχος δ΄.
Ὁ τὸν σὸν βίον ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ, καὶ
τοῦ πλησίον δαπανήσας, ἔκτυπον ἐγένου τῆς ἀληθοῦς ἀγάπης Τιμόθεε, καὶ
μακροθυμίας καὶ ἀνεξικακίας εἰκὼν διαυγέστατε· ὅθεν πάντες οἱ ἐν Εὐβοίᾳ Πεντέλῃ
Μεσογαίᾳ καὶ Κέᾳ, τὴν σὴν μνήμην λαμπρῶς πανηγυρίζοντες, τὰς θεοπειθεῖς σου
εὐχὰς ἐξαιτούμεθα πρὸς βίον κρείττονα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία
Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς
μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν
ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας
θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τὸν συνάναρχον
Λόγον.
Ἀσκητὴν Ἱεράρχην Εὐρίπου σώσαντα, εὐχαῖς
αὐτοῦ διαθέρμοις, ἐξ ἁρπαγῆς πειρατῶν, γαιοκτήμονος Βραυρῶνος παῖδα μέλψωμεν,
ὡς Μεσογαίας ἀσκητήν, Τιμόθεον ἐκβοῶντες· ἐξ ἕρκους πλάνου ὀδόντων, τοὺς
ὑμνηπόλους σου ἐξάρπασον.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας,
ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ
ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἔαρ νοητόν, ἀγωγῆς φιλοθέου, μακρόθυμε
σοφέ, ἀνεξίκακε πρᾶε, καὶ σῶφρον Τιμόθεε, μυροβόλα ἐξήνθησας, ἄνθη νήψεως, καὶ
ὁσιότητος βίου· ὅθεν σήμερον, τὴν σεβασμίαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ πάντιμος
χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά
Σου τὸ ἄχραντον, Θεοτόκε πανύμνητε, οἵς συνήμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη,
τὴν Μετάστασιν, τὴν Σὴν σεπτὴν εὐφημοῦντες· ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.,
Πορθμοῦ θεοπρόβλητε καὶ ἀπλανὴς ὁδηγός,
ὀφθεὶς ἐπεσφράγισας, ἀσκητικῇ ἀγωγῇ, σὸν βίον Τιμόθεε· ὅθεν καὶ ἐν σπηλαίῳ, τῆς
Βραυρῶνος ἀσκήσας, ἔνθεε ἰσαγγέλως, χάριν εὗρες πρεσβεύειν, Χριστῷ ὑπὲρ ἡμῶν
ἐκτενῶς, μακαριζόντων σε
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Τὴν σεπτὴν
Μετάστασιν, Σοῦ Παναγία, ἑορτὴν στησάμενοι, Σὲ ἀνυμνοῦμεν εὐσεβῶς, Θεογεννῆτορ
πανύμνητε· μὴ οὖν παρίδῃς τοὺς πόθῳ ὑμνοῦντάς Σε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’.
Τὴν ὡραιότητα.
Ὕψωσον χεῖρά σου σεπτὴν Τιμόθεε, καὶ
τοὺς ἱκέτας σου Πάτερ εὐλόγησον, τῶν ἀπογόνων σὴν ἁγνὴν ψυχὴν παραπικρανάντων,
καὶ καυσάντων λέμβον σου, ἐν Βραυρῶνι μακρόθυμε, ἵνα μεγαλύνωμεν, σὴν πολλὴν
ἀγαθότητα, καὶ πίστει ἀκλινεῖ ἐκβοῶμεν· Χαίροις ἐπιεικείας κέρας.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἀπὸ τοῦ σκήνους σου, τὴν νοεράν σου
ψυχήν, ἀπὸ τοῦ τάφου δέ, τὴν καθαράν σου σκηνήν, παραλαβὼν ὁ Σὸς Υἱός,
μετέστησε Θεοτόκε, εἰς τὰ ἐπουράνια, ἀποδούς τὰ ἐπίχειρα, τοῖς ἀποτολμήσασι,
περιτρέψαι Σὸν σκίμποδα, ὃν τοὺς ἐν πίστει ἀσπαζομένους, σῷζε πανάχραντε
πρεσβείαις Σου.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον εἰς Ἱεράρχην, ἐκ τοῦ κατὰ
Ἰωάννην (Κεφ. ι΄, 1-9)
Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Ὡς φιλέρημον στρουθίον ἐν ἐρήμοις τόποις
καλιὰς ἔπηξας, τῶν ἀσκητικῶν σου κατορθωμάτων Τιμόθεε, ἵνα μόνον Θεὸν δοξάζῃς
καὶ Αὐτοῦ ἐκδέχῃ τὸ μέγα ἔλεος. Θεωθεὶς οὖν κατὰ μέθεξιν καὶ δόξης ἀξιωθεὶς
ἀλήκτου, Χριστῷ τῷ εὐϊλάτῳ Κυρίῳ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ
πανσεβάσμιον μνήμην σου.
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ
ἀκροστιχίς:
Τιμοθέου, Βραυρῶνος οἰκιστοῦ αἶνος. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τιμόθεον Ὅσιον, ἱεροφάντορα πάνσεπτον,
Εὐρίπου καὶ κτίτορα, λαμπρὸν Πεντέλης Μονῆς, εὐφημήσωμεν, φρουρὸν ὡς Μεσογαίας,
καὶ ῥύστην καὶ πρόμαχον, καὶ ἀντιλήπτορα.
Ἰσχὺν θείαν ἄνωθεν, λαβὼν τρισμάκαρ
Τιμόθεε, Καλάμου ἐκβλάστημα, πανευλαβῶς τῷ Χριστῷ, διηκόνησας, ἐκ τῆς νεότητός
σου,ᾯ σοῖς εὐηρέστησας, λόγοις καὶ πράξεσιν.
Μακάρων Τιμόθεε, ἐν χώρᾳ ἀναπαυόμενος,
ὡς θεῖος ἐπίσκοπος, Εὐρίπου καὶ Ὠρεῶν, καὶ ἰσάγγελος, οἰκήτωρ τῆς Βραυρῶνος,
μνημόνευε πάντοτε, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Οὐσίαν μερόπειον, ταῇ Σῇ κυήσει ἐθέωσας,
πανύμνητε Δέσποινα, διὰ τοῦ Τόκου τοῦ Σου, καὶ συνήνωσας, τὴν γῆν καὶ τοὺς
αἰθέρας, οὐράνιον ἔπαλξιν, καὶ γῆς τὰ ἔγκατα.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Θαῤῥήσας τῇ πίστει τοῦ Ὑψίστου, Τιμόθεε
δόλιχον σοφῶς, παρόντος βίου ἤνυσας, ἐκ χρόνων σου νεότητος, καὶ ἔθραυσας τὰ
ἔνεδρα, τοῦ φθονεροῦ πολεμήτορος.
Εὑρὼν τῆς σεμνῆς Γλυκοφιλούσης, εἰκόνα
ἐδόμησας αὐτῇ, ἐν τῇ Πεντέλῃ πάγκαλον, Μονὴν κλεινὲ Τιμόθεε, ἐν ᾗ πληθὺν
συνήθροισας, ἀζύγων Πάτερ θειότατε.
Ὁδὸν τὴν ἀρίστην διανύσας, Τιμόθεε ἐν τῷ
Γαργηττῷ, καὶ τῇ Βραυρῶνι γέγονας, ἐρημιτῶν πολύτιμος, διάκοσμος καὶ μάργαρον, τῆς
ἐν Χριστῷ τελειώσεως.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Ὑψίστου, ὁμήγυριν
δούλων Σου σεμνῶν, ἀεὶ μακαριζόντων Σε, ἁγίαζε καὶ ἴθυνε, πρὸς δόμους
ἀφθαρτότητος, καὶ αἰωνίου λαμπρότητος.
Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Τὸν ἀσκήσαντα, ἐν τῇ Βραυρῶνι, ὑπὲρ
ἔννοιαν, ὡς ἡσυχίας, καὶ εὐχῆς ἀδιαλείπτου ἀδάμαντα, ἐγκωμιάσωμεν πάντες
γηθόμενοι, σεπτὸν ποιμένα Εὐρίπου Τιμόθεον, πόθῳ κράζοντες· κακίας ἡμᾶς
ἐξάρπασον, ἀγάπης πρὸς τοὺς ἔγγιστα ὁ ἔμπλεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν μετάστασιν, ἀνευφημοῦντες, τὴν ἁγίαν
Σου, Θεογεννῆτορ, ἐκ τῆς γῆς πρὸς οὐρανῶν τὰ σκηνώματα, μελισταγέσιν ᾠδαῖς
ἀνακράζομεν· γῆθεν ἡμᾶς πρὸς ἐπάλξεις ἀνάγαγε, ἀφθαρτότητος τοὺς πόθῳ Σε
μεγαλύνοντας, καὶ δόξαν τῷ Υἱῷ Σου ἀναπέμποντας.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Βίον ἔνθεον ἀνύσας, ἐκ νεότητος χρόνων
σου, τὸν δωρεοδότην, ἐκ ψυχῆς μυρίων ἠγάπησας, Χριστὸν ᾯ ἔστρεψας ἔφεσιν
καρδίας σου, παμμακάριστε, ἱερομύστα Τιμόθεε.
Ῥάβδῳ τῶν νουθεσιῶν σου, ὁ ἐρείδων τὴν
ποίμνην σου, καὶ τοὺς ἀσκουμένους, ἐν Πεντέλῃ μάκαρ Τιμόθεε, ἐπιστηρίζων μὴ παύσῃ
τοὺς γεραίροντας, σὰ παλαίσματα, ἐν τῇ Βραυρῶνι πρὸς θέωσιν.
Ἀγρυπνῶν ἀπαύστως νήφων, ἀσιτῶν
προσευχόμενος, καὶ δακρύων χέων, ὄμβρους ἐν σῷ ἄντρῳ Τριμόθεε, Ἀγγέλων ὤφθης
ὁμόζηλος καὶ εἵλκυσας, χάριν ἄφθονον, τοῦ θείου Πνεύματος Ὅσιε.
Θεοτοκίον.
Βασιλείας οὐρανίου, τοὺς οἰκέτας Σου
ποίησον, ἄχραντε μετόχους, Θεοτόκε τοὺς ἀνυμνοῦντάς Σε, ὡς προστασίαν ἑτοίμην
καταφύγιον, καὶ ἀντίληψιν, τοῦ μεροπείου συστήματος.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ῥανίσιν ἱδρώτων σου, Βραυρῶνος
κατεπίανας, χθόνα Ἱεράρχα θεοφόρε, σοφίας φρέαρ, καὶ ποταμὲ ἀρετῆς, Τιμόθεε·
ὅθεν εὐλαβῶς, μνήμην τὴν ἁγίαν σου, ἐκτελοῦμεν γηθόμενοι.
Ὡς ἔσοπτρον χάριτος, τῆς πανσθενοῦς
Τιμόθεε, ἔσωσας Ὀθωμανίδος τέκνον, τῇ προσευχῇ σου, ἐκ τῶν χειρῶν πειρατῶν, καὶ
ἔπιθες Ὅσιε αὐτήν, τὸν ποιοῦντα θαύματα, ἀνυμνεῖν μόνον Κύριον.
Ναὸν εὐπρεπέστατον, σαυτὸν ποιήσας
χάριτος, Ὅσιε Τιμόθεε κοσμήτωρ, τῆς Ἐκκλησίας, ὤφθης Χριστοῦ τοῦ Θεοῦ· διό σου
αἰτούμεθα ναούς, ποίησον χρηστότητος, τοὺς τρανῶς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Ὁδόν μοι ὑπόδειξον, τῆς σωτηρίας
Δέσποινα, κεχαριτωμένη Θεοτόκε, τοῦ Τιμοθέου, τοῦ φιλαρέτου λιταῖς, ὁδὸν τοῦ
ἀνύσαντος στενήν, καὶ εἰς πλάτος πάμφωτον, οὐρανῶν καταντήσαντος.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Σπηλαίου ὤφθης περίδοξος, οἰκήτωρ τῆς
Βραυρῶνος Τιμόθεε, κατοικητήριον, περικλεὲς θείου Πνεύματος, καὶ στῦλε
ἀπαθείας, εὐχῆς καὶ νήψεως.
Ὁδὸν ἀρίστην ὑπέδειξας, ἡμῖν τῆς
συγχωρήσεως Ὅσιε, καὶ ταπεινώσεως, σημειοφόρε Τιμόθεε, μακροθυμίας κέρας, καὶ
ἀγαπήσεως.
Ἰθύντωρ ποίμνης ἐλλόγου σου, Τιμόθεε ὀφθεὶς
ἀπλανέστατος, πᾶσιν ὑπέδειξας, τὴν ἀτραπὸν τῆς θεώσεως, καὶ τῆς ἐπιεικείας, καὶ
συγχωρήσεως.
Θεοτοκίον.
Κακίας ῥῦσαι στενώσεως, καὶ πάσης
δυσθυμίας τοὺς δούλους Σου, Θεογεννήτρια, ἀνεξικάκου τὰ σκάμματα, Ὁσίου
Τιμοθέου, τοὺς ἀναμέλποντας.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν εὐσυμπάθητον, μακρόθυμον,
φιλεύσπλαγχνον, ἐπιεικῆ καὶ ἀνεξίκακον τιμήσωμεν, Ἱεράρχην τὸν ἀσκήσαντα ἐν
Βραυρῶνι, ὡς δοχεῖον θείας χάριτος πολύτιμον, καὶ ταμεῖον ὁσιότητος ἀδάπανον,
πόθῳ κράζοντες· Χαίροις μάκαρ Τιμόθεε.
Ὁ Οἶκος.
Ἅμεμπτε Ἱεράρχα, ἐν Βραυρῶνι ὁσίως,
ἐνήσκησας Τιμόθεε μάκαρ· τῆς Πεντέλης δομῆτορ Μονῆς, τοῖς πικράνασί σε ὡς
Χριστὸς ἄφεσιν, ἐδώρησας καὶ ἔπιθες, χορείαν εὐσεβῶν βοᾶν σοι·
Χαῖρε, ἀστὴρ παμφαὴς Εὐρίπου·
χαῖρε, λαμπτὴρ συμπαθείας Κτίστου.
Χαῖρε, ἀπαθείας κανὼν ἀκριβέστατος·
χαῖρε, συμπαθείας Κυρίου ἑπόμενος.
Χαῖρε, ὅτι παῖδας ἔσωσας ἀλλοθρήσκου
σαῖς εὐχαῖς·
χαῖρε, ὅτι κόσμον ἴθυνας πρὸς Θεὸν σαῖς
διδαχαῖς.
Χαῖρε, ὅτι χαρίτων ποταμὸς ἀνεδείχθης·
χαῖρε, ὅτι θαυμάτων ξένων κρήνη ἐπώφθης.
Χαῖρε, πιστῶν προστάτης καὶ πρόμαχος·
χαῖρε, ἡμῶν ἀκέστωρ καὶ ἔφορος.
Χαῖρε, σεπτὸς Μεσογαίας κοσμήτωρ·
χαῖρε, θερμὸς εὐσεβῶν παρακλήτωρ.
Χαίροις
μάκαρ Τιμόθεε.
Συναξάριον.
Τῇ ΙΣΤ΄ Αὐγούστου, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ.
Πεντέλης.
Μακροθυμία ἔλαμψας καὶ θαύμασιν,
ἐν Βραυρῶνι, Τιμόθεε, Χριστοῦ φίλε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ, καὶ προστάτου
Κεφαλληνίας.
Γέρα πρέπουσι
Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι
τῶν παλαιῶν στεφθέντι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν,
καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν,
καὶ νεκρὸς τομῇ κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου
χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα
πῦρ κατεσθίει
Μωσῆς ἄν εἶπε
θεῖος ὡσεὶ καλάμην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει
τελειωθέντων.
Στερρὸς στρατός
τε καὶ συνασπισμὸς μέγας,
Ξίφει πεσών,
στράτευμα δαιμόνων πρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ
Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον
καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν
ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος
παντοτεῦκτα Χριστέ μου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλήτου
φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ' αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς,
μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ
ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται
θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς
ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ
φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ
ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆς μονῆς τοῦ Γηρομερίου ἐν
Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων,
μαρτυρήσαντος ἐν ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ
Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς κωμοπόλεως Ἁγίου
Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς
μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει
μαρτυρήσας ἐν ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε
τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ἐν
Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου, καὶ Σαράντου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου (Φαρκαδόνα) καταγόμενος, καὶ ἐν τῇ Μονῇ
τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες
θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ
ἀνῆλθες θεηγόρε,
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἱερώτατε ἐν οὐρανοῖς Τιμόθεε ἔχων πολίτευμα,
ἐν τῇ Βραυρῶνι σοφῶς, ὡς ἄγγελος ἤσκησας, καὶ καθηγίασας, τῶν δακρύων σου, τοῖς
ἀειῤῥύτοις χεύμασι, τὸ σὸν σπήλαιον ἀγώνων.
Σοῦ τῇ χάριτι Ὀθωμανὶς προσπίτουσα σεπτὲ
Τιμόθεε, εὗρε τῆς λύπης αὐτῆς, τὴν λύτρωσιν Ὅσιε, σὺ γὰρ ὡς εὔσπλαγχνος, παῖδα
ἔσωσας, αὐτῆς σαῖς παρακλήσεσιν, πειρατῶν ἐκ τῆς κακίας.
Τὴν τοῦ βίου σου μὴ φέροντες λαμπρότητα
κακοὶ κατέκαυσαν, λέμβον ἁλιευτικήν, σμικράν σου Τιμόθεε, πανοσιώτατε, ταὴν
κακότητα, αὐτῶν καταδεικνύοντες, σῇ καρδίᾳ μεγαθύμῳ.
Θεοτοκίον.
Ὅρμος ἄκλυστος ὑπάρχεις Μητροπάρθενε
Θεογεννήτρια, χειμαζομένοις δεινῶς, τοῖς πάθεσιν ἄχραντε, καὶ ἀκλυδώνιστον, καὶ
γαλήνιος, λιμὴν τοῖς θαλαττεύουσιν, ἐν τῷ βίῳ καθ’ ἑκάστην.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ὕμνοις σου Τιμόθεε εὐτάκτοις, σὴν μνήμην
τὴν σεβασμίαν μεγαλύνοντες, πόνους σου ἀσκήσεως, ἐν Βραυρῶνι μέλπομεν, οὓς
ἔτλης δι’ ἀπόκτησιν, θεομακάριστε, ἁπάσης ἀρετῆς καὶ σοφίας, ἱεράρχα θεῖε,
σημειοφόρε Πάτερ.
Αἴγλῃ ἐλλαμπόμενος Τριάδος, τῆς θείας
σεβασμιώτατε Τιμόθεε, τοὺς ὑμνοῦντας πόνους σου, τοὺς σεπτοὺς εὐδόκησον, σὺν
σοὶ ἐν πόλου δώμασι, παμφώτοις Ὅσιε, ἀΰλαις ἀστραπαῖς ἐλλαμφθῆναι, καὶ
δοξολογῆσαι, Θεὸν εἰς τοὺς αἰῶνας.
Ἴδε συμπαθῶς τοῖς πατρικοῖς σου,
βλεφάροις ἐπὶ τοὺς ὕμνους σε Τιμόθεε, μελιῤῥύτοις στέφοντας, καὶ ἀεὶ
προστρέχοντας, ὡς τὰ νοσσία Ὅσιε, ὑπὸ τὴν σκέπην σου, καὶ σοῦ, τῆς εὐλογίας
χορήγει, ἐφ’ ἡμᾶς χαρίτων, τὰς δόσεις καθ’ ἑκάστην.
Θεοτοκίον.
Νεῦσον παρακλήσεσι Σῶν δούλων, διώκουσα
τάχος πάθη τὰ χαμαίζηλα, Παναγία Δέσποινα, καὶ πρὸς ἐπιγνώσεως, ὁδὸς ἡμᾶς
κατεύθυνε, Σὲ μεγαλύνοντας, βροτῶν, ὡς ἀπλανῆ παραστάτιν, ἐν ταῖς καθ’ ἡμέραν,
ἀνάγκαις Θεοτόκε.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ὅσιε Χριστοῦ, Καλάμου ἐκβλάστημα, καὶ
ἴον εὔοσμον, τῆς Πεντέλης ἅπλωσον, τῆς σῆς προνοίας ὑψόθεν πτέρυγας, καὶ πάντας
περισκέπασον, πιστοὺς Τιμόθεε, Μεσογαίας, νῦν τοὺς ἑορτάζοντας, εὐλαβῶς τὴν
πανίερον μνήμην σου.
Σὲ ὡς παμφαῆ, ἀστέρα χρηστότητος, νῦν
μακαρίζομεν, φωταυγὲς Τιμόθεε, ἐν κατανύξει ἀναβοῶντές σοι· κακότητος τὴν
ζόφωσιν, ἡμῶν διάλυσον, πρεσβειῶν σου, τῷ φωτὶ θεόσδοτε, ἱεράρχα χρηστὲ καὶ
μακρόθυμε.
Χαῖρε θαυμαστέ, Εὐρίπου ἐπίσκοπε, σεμνὲ
Τιμόθεε, Μεσογαίας καύχημα, καὶ ὁδοδεῖκτα τῆς Μητροπόλεως, αὐτῆς πρὸς βίον
κρείττονα, πιστῶς κραυγάζοντες· τὰς εὐχάς σου, πάντες ἐξαιτούμεθα, ἵνα βίον ἡσύχιον
ἄγωμεν.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν μακαριζόντων Σε,
Θεογεννήτρια, καὶ ὑμνούντων σκάμματα, τοῦ Τιμοθέου τοῦ οὐρανόφρονος, τοῦ Σοὶ
Μονὴν δομήσαντος, σεπτὴν καὶ πάγκαλον, ἐν τῷ ὄρει, ταῆς Πεντέλης Δέσποινα,
εὐσεβῶν στηριγμὲ καὶ διάσωσμα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸν θεαυγῆ Τιμόθεον, τὸν πρᾶον
ἀνεξίκακον, ἐπιεικῆ θεοφόρον, κεχωρισμένων ἐνύλων, μακρόθυμον καὶ εὔσπλαγχνον,
ὡς θείου Ἀρχιποίμενος, Χριστοῦ λαμπρὸν ὁμόζηλον, καὶ ἀσκητὴν τῆς Βραυρῶνος,
σεμνὸν τιμήσωμεν πόθῳ.
Καὶ τὸ τῆς Ἑορτῆς.
Τὴν θείαν Σου μετάστασιν, ἐκ γῆς πρὸς τὰ
οὐράνια, πανηγυρίζοντες πόθῳ, Θεογεννῆτορ Παρθένε, θερμῶς παρακαλοῦμέν Σε· τὴν
ἁμαρτίας ζόφωσιν, ἡμῶν ταχὺ διάλυσον, φωτὶ ἀδύτῳ Υἱοῦ Σου, τοῦ Φωτοδότου
Κυρίου.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ὠρεῶν καὶ Εὐρίπου τὸν ἀρχιποίμενα,
καὶ τῆς Μονῆς Πεντέλης, τὸν δομήτορα ὕμνοις, Τιμόθεον τὸν θεῖον χρεωστικῶς, οἱ
πιστοὶ μακαρίσωμεν, ὡς Ἱεράρχην πανόσιον καὶ χρυσοῦν, θείας χάριτος κυάθιον.
Τῆς ἡσυχίας φωστῆρα καὶ θεῖον ἔνοικον,
τοῦ Γαργηττοῦ σπηλαίου, καὶ Βραυρῶνος ἐκθύμως, Τιμόθεον Ὁσίων τὴν καλλονήν,
καθηκόντως ὑμνήσωμεν, καὶ τὰς αὐτοῦ ἐκζητήσωμεν προσευχάς, πρὸς τελείωσιν καὶ
θέωσιν.
Τὸν διασώσαντα παῖδα τῆς γαιοκτήμονος,
Ὀθωμανῖδος δεῦτε, πειρατῶν ἐξ ὀνύχων, Τιμόθεον τὸν πάνυ ὡς προσευχῆς,
ἐργαστήριον μέλψωμεν, καὶ ξενοτρόπων θαυμάτων ὑπογραμμόν, καὶ σφραγῖδα ὕμνοις
πρέπουσι.
Τῆς Μεσογαίας οἱ δῆμοι πανηγυρίσωμεν,
τὴν μνήμην Τιμοθέου, ἀσκητοῦ ἱεράρχου, πατρὸς ὡς πολιούχου καὶ ἀρωγοῦ, ἱερᾶς
ὁμηγύρεως, τῶν χριστωνύμων οἰκούντων σεμνοπρεπῶς, ἐν αὐτῇ εὐήχοις ᾄσμασι.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε φιλέορτοι πάντες τὴν μνήμην
πανηγυρίσωμεν, τοῦ σημειοφόρου Ἱεράρχου Τιμοθέου, τοῦ ἀσκήσει καθαγιάσαντος Βραυρῶνος
τὴν χθόνα. Οὗτος γὰρ οὐρανόθεν εὐλογεῖ ἀοράτως τοὺς αὐτὸν τιμῶντας, χαρᾶς
πληροῖ τὰς καρδίας, τῶν αὐτοῦ μεγαλυνόντων τοὺς συντόνους πόνους, καὶ τὰ
παλαίσματα, καὶ πᾶσι παρέχει αὐτοῦ ἱκεσίαις τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ σου
Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον,
καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ
κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε
κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου
καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τοῦ Εὐρίπου σεπτὸς ποιμήν, ὁ ἐν
τῇ Βραυρῶνι, ἐνασκήσας θεοπρεπῶς, καὶ θαυματουργήσας, ὡς Παρακλήτου σκεῦος, καὶ
ἀρετῶν δοχεῖον, μάκαρ Τιμόθεε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου