ΑΥΓΟΥΣΤΟΣ
Ζ΄.
ΝΙΚΑΝΩΡ
ΟΣΙΟΣ ΓΡΕΒΕΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου
Δεῦτε,
ὁ χορὸς τῶν μοναστῶν, καὶ τῶν φιλεόρτων τὰ στίφη πανηγυρίσωμεν, μνήμην τὴν ἐτήσιον,
καὶ πανσεβάσμιον, τοῦ Ὁσίου Νικάνορος, θερμῶς ἐκβοῶντες· πρόφθασον καὶ
λύτρωσον, νῦν τοὺς ἱκέτας σου, πάσης λοιμικῆς ἀσθενείας, καὶ τῶν συμφορῶν καὶ
κινδύνων, Πάτερ ταῖς πρὸς Κύριον πρεσβείαις σου. (Δίς)
Ὅλος,
συνεκράθης τῷ φωτί, σὺ τῷ ἀπροσίτῳ παμμάκαρ, ἡλίου τοῦ νοητοῦ, τοῦ ἐν Θαβὼρ
λάμψαντος, αὐγαῖς θεότητος· καὶ πρὸς τούτου τὸν ἔρωτα, σοφὲ ἀνετάθης, πόνοις τῆς
ἀσκήσεως, σαρκὸς τὰ βράσματα, πάντα, κατασβέσας ἐνθέως, καὶ τῆς οὐρανίου καὶ
θείας, δόξης ἠξιώθης παναοίδιμε.
Πάσας,
τὰς τοῦ βίου ἡδονάς, ῥέοντα καὶ ἄστατον πλοῦτον, καὶ τὴν ἐπίκηρον, δόξαν
βδελυξάμενος, πατρίδα ἔλιπες· τὸν Σταυρὸν γὰρ ἀράμενος, ἐπ’ ὤμων προθύμως,
Χριστῷ ἠκολούθησας, Νικάνορ Ὅσιε· ὅθεν, παρ’ Αὐτοῦ ἐκομίσω, στέφανον ἀμάραντον
δόξης, καὶ μετὰ Ὁσίων συνηρίθμησαι.
Δόξα. Ἦχος γ΄.
Τὸ
μέγα κλέος τῶν μοναζόντων, Νικάνορα τὸν παμμέγιστον, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν
σήμερον. Οὗτος γὰρ ὡς ῥόδον ἡδύπνοον, μέσον ἀκανθῶν ἀνεβλάστησε, καὶ Χριστὸν τὸν
Θεὸν ὁλοψύχως ἐνστερνισάμενος, ναὸν αὐτῷ περικαλλῆ καὶ περίβλεπτον, ἐπὶ γῆς ἐκ
βάθρων ἀνεδείματο· ὅθεν καὶ ἀνδρικῶς κατὰ τοῦ ἀντιπάλου ἀγωνισάμενος, τὸν τῆς
νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσατο· ᾧ καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν... Ταῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Τὸν
γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ
Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν,
ὁ Βασιλεὺς τῶν αἰώνων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον
ἡ σεπτή, καὶ εὔσημος ἐπέστη, τοῦ θεοφόρου μνήμη, εὐφραίνουσα τοὺς πίστει, καὶ
πόθῳ ἑορτάζοντες.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Νίκην
ἦρας σοφέ, κατὰ τοῦ ἀντιπάλου, καὶ εἴληφας τὸ στέφος, Νικάνορ καὶ γὰρ ὤφθης, ὀνόματι
καὶ πράγματι.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δέχου
τῶν εὐσεβῶν, λιτάς τε καὶ δεήσεις, τῶν σὲ τιμώντων πόθῳ· καὶ δώρησαι τὴν ῥῶσιν,
ψυχῆς αὐτοῖς καὶ σώματος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Φύσιν
τὴν ἐξ Ἀδάμ, Χριστὸς ἀμεῖψαι θέλων; ἐν ὄρει νῦν ἀπαίρει, Θαβὼρ παραγυμνώσων, τοῖς
μύσταις τὴν Θεότητα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νίκης
εἴληφας, ἄφθαρτον στέφος, Πάτερ Ὅσιε, παρὰ τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον
ἔπαθλον· τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον, τῆς οὐρανίου οἰκήτωρ γεγένησαι· ὅθεν
πάντες σε πίστει καὶ πόθῳ γεραίρομεν· χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρὺς
Μετεμορφώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος δ' Ὁ ἐξ ὑψίστου
κληθεὶς
Πρὸ
τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν,
πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ
καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν
δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ
ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.
Ὁ
πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν,
τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν,
νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν
καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.
Παρθενικῆς
ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον
Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν
σε Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον·
ὅθεν ὁ Πέτρος ἐκπληττόμενος· Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα
πολυέλεε.
Τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
φωστῆρα παγκόσμιον, ὡς ἀστέρα πολύφωτον, ἐν τῷ στερεώματι καταυγάζοντα, τῆς Ἐκκλησίας
πανεύφημε, καὶ πᾶσαν φωτίζοντα, τὴν ὑφήλιον φαιδραῖς, τῶν θαυμάτων σου λάμψεσι,
πάντες σήμερον, εὐφημοῦμέν σε πόθῳ συνελθόντες, καὶ πιστῶς τὴν ἱεράν σου, ἐπιτελοῦμεν
πανήγυριν.
Ἐγκρατείαις
καὶ δάκρυσι, προσευχαῖς καὶ δεήσεσι, πάθη τὰ τοῦ σώματος κατεμάρανας, καὶ τὸν ἐχθρὸν
κατεπάλαισας, Νικάνορ στεῤῥότατε, καὶ δοχεῖον καθαρόν, τῆς Τριάδος γεγένησαι,
παναοίδιμε, καὶ τρυφὴν πᾶσαν πρόσκαιρον μισήσας, πρὸς οὐράνιον καὶ θείαν,
μετεβιβάσθης ἀπόλαυσιν.
Νίκης
ὄντως φερώνυμος, ἀληθῶς ἀναδέδειξαι, πλοῦτον γὰρ ἐμίσησας καὶ εὐγένειαν, καὶ πᾶσαν
ἄλλην τοῦ σώματος, παμμάκαρ ἀπόλαυσιν, καὶ κατέθραυσας στεῤῥῶς, τοῦ Βελίαρ τὰ
βέλεμνα, καὶ ἀπείληφας, νίκης στέφος Νικάνορ οὐρανόθεν· καὶ Ὁσίων ταῖς
χορείαις, συναγελάζῃ γηθόμενος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐκ
στειρευούσης νηδύος, καρπὸς εὐκλεὴς ἀνεβλάστησε, Νικάνωρ ὁ παναοίδιμος, καὶ εὐωδίας
πνευματικῆς πᾶσαν ἐνέπλησεν τὴν ὑφήλιον, καὶ μύρα θαυμάτων καθ’ ἑκάστην
προχέει, τοῖς εὐσεβῶς αὐτῷ προστρέχουσι. Τοῦτον οὖν καῖ ἡμεῖς ᾄσμασιν ἐγκωμίων
καταστέψωμεν, λέγοντες· Χαίροις, ὁ τῇ παντευχίᾳ τοῦ Πνεύματος θωρακισθείς, καὶ
κατὰ τῶν δαιμόνων ἀνδρείως ἀγωνισθείς· χαίροις, ὁ τῆς νίκης φερώνυμος, ὁ λαμπρὸν
τὸ τρόπαιον κατὰ τοῦ ἀντιπάλου στησάμενος, καὶ τῆς νίκης τὸ στέφος παρὰ τοῦ ἀγωνοθέτου
Χριστοῦ κομισάμενος· χαίροις, ὁ θερμὸς προστάτης καὶ ἀντιλήπτωρ τῶν πίστει
προσιόντων σοι. Ἀλλὰ καὶ νῦν μὴ διαλίπῃς πρεσβεύων μακάριε, τῷ Σωτῆρι καὶ Θεῷ, ὅπως
ἵλεως γενήσηται ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος πλ. β'
Προτυπῶν
τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς,
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου,
τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο, οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει
τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ·
οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον Ἦχος βαρὺς: Ὁ
Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Στίχ.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.
Στίχ.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν.
Στίχ.
Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες καὶ σοὶ Ἰορδάνη
ὃτι ἐστράφης εἰς τὰ ὀπίσω.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Εὐφραίνου
πόλις Θεσαλονίκη, καὶ ἀγάλλου Χριστὸν δοξάζουσα, ὅτι ἐκ σοῦ ἀνεβλάστησε Νικάνωρ
ὁ θαυματόβρυτος, ὁ σήμερον ἡμῖν εἰς εὐφημίαν προκείμενος, ὃν εὐφημοῦντες ἐν
πίστει ἀνακράζομεν λέγοντες· χαίροις, ὁ τὸν ἀρχέκακον ἐχθρὸν ἀνδρικῶς
τροπωσάμενος, καὶ Χριστὸν τὸν Θεὸν ὁλοψύχως σαυτῷ ἐνστερνισάμενος, Ὃν ἐκτενῶς ἱκέτευε,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τὸν
ἐξ ἀκάρπου νηδύος κατ’ ἐπαγγελίαν ἀναλάμψαντα, καὶ τῷ Δεσπότῃ τῶν ὅλων ὁσίως εὐαρεστήσαντα,
τὸν τῆς ἐρήμου πολίτην, καὶ τοῦ Καλλιστράτου τὸ στήριγμα, ἐν ψαλμοῖς καῖ ὕμνοις
μελῳδικῶς εὐφημήσωμεν, καὶ Χριστὸν τὸν Θεὸν δοξολογήσωμεν, λέγοντες· ὁ γενναῖον
ἀριστέα τὸν θεοφόρον σου, κατὰ τοῦ δεινοῦ πολεμήτορος ἀναδείξας, καὶ τῆς νίκης
τὸ στέφος Αὐτῷ δωρησάμενος, παράσχου καὶ ἡμῖν ταῖς αὐτοῦ ἱκεσίαις, ἄφεσιν ἁμαρτιῶν,
καὶ τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Ἔλαμψε
τοῖς πέρασιν σήμερον, ὡς ἄλλος ἀστὴρ φαεινὸν Νικάνωρ ὁ παναοίδιμος, πάντων τῶν
πιστῶν φωτίζων τὰς διανοίας, καὶ νόσους χαλεπὰς ἀποδιώκων, ἐκ τῶν ἐν πίστει καὶ
πόθῳ τελούντων τὴν σεβάσμιον μνήμην αὐτοῦ· παῤῥησίαν γὰρ πρὸς τὸν Θεὸν μεγίστην
ἐκτήσατο, ᾯ καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
πιστοὶ συνελθόντες ἐνθέως, πνευματικὴν χορείαν συστησώμεθα, ἐν τῇ ἐνδόξῳ
πανηγύρει τοῦ θεοφόρου Πατρός, καὶ τοῦτον ἐπαίνοις καὶ ὑμνῳδίαις χαρμονικῶς
καταστέψωμεν. Τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο,
καὶ τῶν πόνων τὰ γέρα παρὰ Θεοῦ ἐκομίσατο, καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων
χοροβατῶν, Χριστὸν ἀπαύστως δοξολογεῖ, μετὰ τῶν Ὁσίων, καὶ πάντων τῶν Δικαίων·
οὗ ταῖς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διαφύλαξον, καὶ τῆς μελλούσης
κολάσεως λύτρωσαι, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. α'
Τῆς
Θεότητός σου Χριστέ, ἀμυδρὰν αὐγὴν παραγυμνώσας, τοῖς συναναβᾶσί σοι ἐπὶ τοῦ ὄρους,
τῆς ὑπερκοσμίου σου δόξης ἐποίησας κοινωνούς· ὅθεν ἐνθεαστικῶς ἐκραύγαζον· Καλὸν
ἐστιν ἡμᾶς ὧδε εἶναι. Μεθ' ὧν καὶ ἡμεῖς, σὲ τὸν μεταμορφωθέντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν
εἰς τοὺς αἰῶνας.
Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
φιλεόρτων τὰ στίφη δεῦτε συνδράμωμεν, καὶ ὕμνοις ἐγκωμίων, καταστέψωμεν πόθῳ,
Νικάνορα τὸν μέγαν· οὗτος γὰρ νῦν, πανδαισίαν προτίθεται, τοῖς τὴν αὐτοῦ ἐκτελοῦσι
χαρμονικῶς, θείαν μνήμην καὶ σωτήριον.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Τὸν
πολιστὴν τῆς ἐρήμου τὸν ὁσιώτατον, τῶν μοναστῶν τὸ κλέος, τῶν πιστῶν τὸν
προστάτην, Νικάνορα τὸν θεῖον πάντες πιστοί, εὐφημήσωμεν σήμερον, ὅτι πρεσβεύει
ἀπαύστως ὑπὲρ ἡμῶν, λυτρωθῆναι πάσης θλίψεως.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Θαυμάτων
ῥεῖθρα πηγάζει ἡ θεία κάρα σου, τοῖς πίστει προσιοῦσι, θεοφόρε Νικάνορ, καὶ
νόσους ἐκδιώκει παντοδαπάς· ὅθεν ταύτῃ προστρέχουσι, δὸς καὶ ἡμῖν τῶν κινδύνων ἀπαλλαγήν,
ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. δ΄.
Βιοτὴν
ἰσάγγελον, τὰς τοῦ βίου ἡδονὰς βδελυξάμενος, πλοῦτον καὶ εὐγένειαν εἰς οὐδὲν
λογισάμενος, καὶ τῷ θείῳ πόθῳ πυρποληθείς, πατρίδα κατέλιπες, καὶ τῷ Χριστῷ
θερμῶς ἠκολούθησας· ὅθεν καὶ εἰς ὕψος ἀρετῶν ἀναδραμών, νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων
συναγάλλῃ, καὶ τῇ Τριάδι παρίστασαι, ἐκτενῶς δεόμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Παρέλαβεν
ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ
μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια
αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες,
καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός
ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νίκης
εἴληφας, ἄφθαρτον στέφος, Πάτερ Ὅσιε, παρὰ τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον
ἔπαθλον· τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον, τῆς οὐρανίου οἰκήτωρ γεγένησαι· ὅθεν
πάντες σε πίστει καὶ πόθῳ γεραίρομεν· χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρὺς
Μετεμορφώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΟΡΘΡῼ.
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Νικάνωρ
ὁ κλεινός, τοὺς πιστοὺς συγκαλεῖται, ὑμνῆσαι τὴν αὐτοῦ, πανσεβάσμιον μνήμην· αἰνοῦμεν
καὶ δοξάζομεν, τὸν δοξάσαντα Κύριον, ᾯ παρίσταται, ὑπὲρ ἡμῶν ἱκετεύων, βλάβης ῥύσασθαι,
παντοίας τοῦ πολεμίου, καὶ πάσης κολάσεως.
Δόξα.
Ἀγῶνας
τοὺς σεπτούς, εὐσεβῶς τοῦ Ὁσίου, Νικάνορος πιστοί, εὐφημήσωμεν πόθῳ, οὗτος γὰρ ἠγωνίσατο,
ἀληθῶς ὑπὲρ ἄνθρωπον· ὅθεν ἔστεψε, τοῦτον Χριστὸς τοῖς στεφάνοις, τῆς ἀσκήσεως,
καὶ κληρονόμον τῆς ἄνω, λαμπρότητος ἔδειξε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.Ἦχος δ' Ἐπεφάνης σήμερον
Ἑορτὴ
ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες
ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀξίως
Ὅσιε, σὺ τοῦ ὀνόματος, πολιτευσάμενος, νίκης φερώνυμε, καὶ τὸν ἐχθρὸν καρτερικῶς,
εἰς τέλος τροπωσάμενος, πόνοις καὶ ἱδρῶσί σου, τοῦτον Πάτερ ἀπέπνιξας, καὶ
κατετραυμάτισας, τῶν δαιμόνων τὰς φάλαγγας· διὸ καὶ νικητὴς ἀναδέδειξαι, καὶ τῆς
νίκης τὸ στέφος ἀπείληφας.
Δόξα.
Τὸ
ἀδαμάντινον, τῆς καρτερίας σου, καὶ τὸ ἐπίπονον, τῆς σῆς ἀσκήσεως, ὁρῶν ὁ
βάσκανος ἐχθρός, τὰ σπλάγχνα ἐτιτρώσκετο· στένων οἴμοι ἔλεγε, καὶ ἐντρόμως ἐκραύγαζε·
παῦσον τοῦ τοξεύειν με, ἐγκρατείας τοῖς βέλεσιν· οὐ φέρω γὰρ ὁρᾶν σε Νικάνορ, ἐν
σώματι ἀσώματος βιοῦντα.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Τῆς
θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς
μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ
ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες·
Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν
θαυμάτων τὴν χάριν πεπλουτηκώς, θεοφόρε Νικάνορ παρὰ Θεοῦ, ἀξίως τῶν πόνων σου,
ἐκομίσω τὰ ἔπαθλα, τοῦ ἰᾶσθαι τὰς νόσους ψυχῆς τε καὶ σώματος, τῶν ἐν πίστει καὶ
πόθῳ ἀεὶ προσιόντων σοι· ὅθεν καὶ αἱμόῤῥουν, τῇ ἁφῇ τοῦ κρασπέδου, εὐθὺς ἐθεράπευσας,
καὶ παράλυτον ἤγειρας, προσευχῇ σου πρὸς Κύριον· ᾯ πρέσβευσε σοφὲ ἐκτενῶς, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς ἐκτελοῦσι, τὴν πανέορτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἐν
τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν
σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός, συνεκάλεσας,
Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν
ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν, ζήτει εἰς τὸν Ὄρθρον τοῦ Μεγάλου Ἀντωνίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τὰ
τῶν Ἀγγέλων τάγματα σήμερον, σὺν τοῖς χοροῖς τῶν Ὁσίων εὐφραίνονται, καὶ ἀνθρώπων
τὰ πλήθη ἐπὶ τῆς γῆς συναγάλλονται, ἐν τῇ ἐνδόξῳ μνήμῃ τοῦ θεοφόρου Πατρός, καὶ
Χριστὸν ἐκτενῶς δοξάζουσι, τὸ τοῦτον δοξάσαντα.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν γεραίρω Νικάνωρ μνήμην, Πάτερ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὰ
χείλη τὰ βέβηλα, καὶ ῥυπαρά μου ἀνάπτυξον, Νικάνορ μακάριε, ὅπως τὴν μνήμην
σου, τὴν χαρμόσυνον, ὑμνήσω θεοφόρε, καὶ ἄσω γηθόμενος, σοῦ τὰ θαυμάσια.
Ἡ
θεία καὶ πάμφωτος, σήμερον μνήμη σου Ὅσιε, φαιδρῶς ἀνατέταλκε, πάντας
φωτίζουσα, τοὺς προστρέχοντας, τῷ θείῳ σου τεμένει, καὶ πόθῳ δοξάζοντας, τὸν σὲ
δοξάσαντα.
Ναὸς
καθαρώτατος, ἐγένου Πάτερ τοῦ Κτίστου σου, σεαυτὸν καθῃράμενος, ἐνθέως Ὅσιε,
πόνοις σώματος, καὶ προσευχαῖς συντόνοις, καὶ πάντα τῷ κρείττονι, ὑποταξάμενος.
Θεοτοκίον.
Σκηνὴ
θεοχώρητε, καὶ ἐπουράνιε τράπεζα, τὸν ἄρτον ἡ φέρουσα, τὸν ἀγεώργητον, πάσης
λύτρωσαι, γεέννης τοὺς ὑμνοῦντας, καὶ πίστει γεραίροντας, τὸν θεῖον τόκον Σου.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἡ
θεία σου μάκαρ πολιτεία, Ἀγγέλους κατέπληξε σοφέ· ὁρῶντες γὰρ ἐν σώματι, ἀγγελικῶς
βιοῦντά σε, χαρμονικῶς ἠγάλλοντο, τὸν πάντων Κτίστην δοξάζοντες.
Νηστείαις
καὶ δάκρυσι παμμάκαρ, καὶ θείαις παννύχοις προσευχαῖς, σαυτὸν καθοπλισάμενος, ἀντέστης
ἀνδρικώτατα, κατὰ τοῦ κοσμοκράτορος, καὶ νίκης στέφος ἀπείληφας.
Γενναίως
μισήσας θεοφόρε, τὸν κόσμον καὶ τούτου τὰ τερπνά, πλοῦτόν τε καὶ εὐγένειαν, καὶ
πᾶσαν ἡδυπάθειαν, καὶ τὸν Σταυρὸν ἀράμενος, Χριστῷ θερμῶς ἠκολούθησας.
Θεοτοκίον.
Εὐρύχωρον
σκήνωμα τοῦ Λόγου, καὶ πλάκα θεόγραφον ἁγνή, καὶ κλίνην πορφυρόστρωτον,
γινώσκοντές Σε Δέσποινα, χαρμονικῶς βοῶμέν Σοι· Χαῖρε Μαρία θεόνυμφε.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν
τῷ ὄρει ὁ Χριστός, τοῦ Καλλιστράτου ἀληθῶς, σὲ ἀνέδειξε σοφέ, ἄλλον φωστῆρα
παμφαῆ, τῆς οἰκουμένης τὰ πέρατα φωταγωγοῦντα, θάλποντα ψυχάς, τῶν τιμώντων σε,
νόσων σκοτασμούς, ἐκδιώκοντα· ὅθεν πιστοί σε ἅπαντες γεραίρομεν, καὶ μετὰ πόθου
κραυγάζομεν· Νικάνορ σῷζε, πάσης ἀνάγκης, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ
ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις
Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καὶ Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι· φωνῆς
γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον, τὴν τοῦ προσώπου
σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.
Ὠδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥητορείας
τῶν σοφῶν σου, Ἀποστόλων ἑπόμενος, Βασιλεῦ τῶν ὅλων, πάντα εἰς οὐδὲν ἐλογίσατο,
ὁ σὸς θεράπων Νικάνωρ ὁ θαυμάσιος, καὶ ἀνέδραμε, πρὸς ἀρετῶν ὕψος Δέσποτα.
Ἀνδρικῶς
κατὰ τοῦ πλάνου, καὶ δεινοῦ πολεμήτορος, ἀντετάξω μάκαρ ὅπλῳ, τοῦ Σταυροῦ
συμφραξάμενος, καὶ νικητὴς ἀνεδείχθης καρτερώτατος, καὶ ἀπείληφας, στέφος τῆς
νίκης ἀμάραντον.
Ἱκεσίαις
σου παμμάκαρ, τὸν Θεὸν ἐκδυσώπησον, ἄφεσιν πταισμάτων, πᾶσιν ἡμῖν δοῦναι ὡς εὔσπλαγχνος,
τοῖς προσκυνοῦσιν ἐκ πίστεως τὴν κάραν σου, καὶ λυτρώσασθαι, πάσης λοιμώδους
κακώσεως.
Θεοτοκίον.
Ῥυπωθέντα
με Παρθένε, καὶ βορβορωθέντα τοῖς πταίσμασι, κάθαρον τοῦ ῥύπου, ὄμβρους μοι
δακρύων παρέχουσα, ὡς ὀμβροφόρος νεφέλη, ἵνα κράζω Σοι· ἀπειρόγαμε, χαῖρε πιστῶν
ἡ ἀντίληψις.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὡς
δένδρον κατάκαρπον, πεφυτευμένον Ὅσιε, πρὸς τὰς διεξόδους τῶν ὑδάτων, ἔφυς
παρέχων καρπὸν εὐφραίνοντα, πάντων τὰς καρδίας τῶν πιστῶς, ἐκτελούντων ᾄσμασι, τὴν
σεβάσμιον μνήμην σου.
Νικάνορ
τὰ σκάμματα, καὶ οἱ σεπτοὶ ἀγῶνές σου, οὓς ἐν ταῖς ἐρήμοις καθυπέστης, σπεύδων
πρὸς ὄρος τῶν ἀρετῶν ἀνελθεῖν, νικῶσι τὰς γλώσσας τῶν βροτῶν, ὄντως γὰρ ἠγώνισαι,
ὑπὲρ ἄνθρωπον Ὅσιε.
Ἰδεῖν
τὰ οὐράνια, κάλλη ποθῶν ἀοίδιμε, πρόσκαιρον κατέλιπες πατρίδα, καὶ τὰς ἐρήμους,
Πάτερ διώδευσας, καὶ γέγονας δόξα μοναχῶν, καὶ Ὁσίων σύσκηνος, καὶ Ἀγγέλων
συμμέτοχος.
Θεοτοκίον.
Κακίας
ἐξάρπασον, τὸν Σὸν ἱκέτην ἄχραντε, τοῦ δεινοῦ ἐχθροῦ καὶ κάθαρόν με, πάσης κηλῖδος
θεοχαρίτωτε· καὶ δός μοι καρδίας συντριβήν, καὶ θερμὴν κατάνυξιν, πρὸς
μετάνοιαν δέομαι.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀνδρείως
πλοῦτον ἐμίσησας, πατρίδα καὶ εὐγένειαν σώματος, καὶ ἠκολούθησας, τῷ προσκαλοῦντί
σε Ὅσιε, ᾧ παρεστὼς παμμάκαρ, ἡμῶν μνημόνευε.
Νικάνορ
νίκης φερώνυμε, νικήσας τὸν ἀλάστορα Ὅσιε, τρόπαιον ἔστησας, λαμπρὸν τῆς νίκης
σου πάνσοφε, θεῖον ναὸν ἐγείρας, τῷ Παντοκράτορι.
Ὡς
ῥόδον εὔοσμον Ὅσιε, ἐκ στείρας σε νηδύος ἐβλάστησε, πασῶν τῶν πόλεων, τῆς
Θετταλίας ἡ πρόεδρος, θείας ὀσμῆς πληροῦντα, τῆς γῆς τὰ πέρατα.
Θεοτοκίον.
Ῥητόρων
ἄθεον φρύαγμα, καὶ σέβας τῶν εἰδώλων πολύθεον, ὁ σὸς κατέστρεψε, τόκος Παρθένε ἀμόλυντε·
Ὃν καὶ νῦν ἐκδυσώπει, ὑπὲρ τῶν δούλων Σου.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὴν
ἄνω ποθῶν, πατρίδα τὴν οὐράνιον, καὶ πλοῦτον ζητῶν, ἀδάπανον τῆς χάριτος, μιμητὴς
πανάριστος, τῶν Ὁσίων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, μὴ παύσῃς
πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τῆς
στειρευούσης τὸ ἔνθεον βλάστημα, καὶ τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα, Νικάνορα τὸν
παμμέγιστον, δεῦτε πιστοὶ πάντες ἐγκωμιάσωμεν. Οὗτος γὰρ ἐκ βρέφους τὸν Χριστὸν
ἀγαπήσας, πλοῦτον καὶ δόξαν ἐπίκηρον ἐβδελύξατο, καὶ κατὰ τοῦ ἀντιπάλου
γενναίως ἠνδρίσατο, ἐν ἐγκρατείαις καὶ προσευχαῖς, Χριστὸν ἀπαύστως δοξολογῶν· ὅθεν
καὶ παρ’ Αὐτοῦ τῶν θαυμάτων τὴν χάριν ἄφθονον ἐκομίσατο, καὶ σὺν τοῖς τῶν Ὁσίων
χοροῖς, ἐν οὐρανῷ συνευφραίνεται· μεθ’ ὧν ἀπαύστως πρεσβεύει, ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Νικάνορος τοῦ θαυματουργοῦ,
τοῦ ἐν τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος.
Κόσμον
νικήσας, καὶ τὰ τούτου ἡδέα,
νίκην
ἀρίστην ᾗρας ὄντως, Νικάνωρ.
Ἑβδομάτῃ
Νικάνωρ βιότοιο ὄπωπε τελευτήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου,
καὶ ταῶν δύο μαθητῶν αὐτοῦ
Ὑπὲρ
τὰ πάντα σοι συναθλεῖν ἐκ λίθων,
Μύστας
Πάτερ σούς, ἐξεπαίδευσας τάχα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ
γῆς ἀπελθών, Ὤρ ἐμὸς λέγει.
Χάρις,
Ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὦ Νόμε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μυρίων ἀσκητῶν, τῶν Θηβαίων.
Γῆς
ἐξελαύνεις, εἰς τὸ Δαυῒδ χρὴ λέγειν,
Τὸ
μυριοπλάσιον ἅρμα σου Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται.
Ὑπὲρ
Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,
Χέει
ποταμοὺς θαυμάτων Ποταμία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων,
ἐν εἰρήνῃ τελειοῦται.
Ἡδὺ
πνέων, Νάρκισσε, ναρκίσσου πλέον,
Εὐωδιάζεις
τῆς Ἐδὲμ τὸ χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὁσιομάρτυς Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται.
Τράχηλον
Ἀστέριος ἐκκοπεὶς ξίφει,
Χοροῖς
ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σῴζων, ὁ ἐκ Νικομηδείας, εἰς πῦρ βληθείς,
καὶ ἀβλαβὴς ἐξελθών, ἐν εἰρήνῃ τελειοῦται.
Ὑπῆρχεν
ἄλλη σαλαμάνδρα πρὸς φλόγα,
Σῴζων
ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὑπερεχίου.
Ὑπερέχιος,
κἂν τάφῳ κατεκρύβη,
Πέφυκεν
ἴσος τοῖς χοροῖς τῶν Ἀγγέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς Ἀργολίδος.
Νέος
Θεοδόσιος πλὴν μόνου χρόνου,
ὑπῆρχεν
ἶσος κατὰ πάντα τῷ πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάταν, τοῦ ἐξ Ἀρμενίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κανδίδας τῆς Βυζαντίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Γεροντογιάννη τοῦ
Κρητός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μίκαλλου τοῦ Ἀλαμάνου τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος, κτήτορος τῆς ἐν
Φθιώτιδι ὁμωνύμου Μονῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἀββακούμ, ὁ ἐν Θεσσαλονίκῃ,
ἐν ἔτει 1628ῳ, τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ποιμένος τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου,
τοῦ πολυπαθοῦς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ποιμένος τοῦ Ῥώσσου, τοῦ νηστευτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Μητροφάνους τοῦ Ῥώσσου, πρώτου ἐπισκόπου Βορονεζίας.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μιμησάμενος
μακάριε τὸ ἄπλαστον, Μωϋσέως τοῦ θαυμαστοῦ, γέγονας ἀληθινός, ποιμὴν καὶ
διδάσκαλος, τῶν προστρεχόντων σοι, καὶ ἐκραύγαζες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν
Πατέρων ἡμῶν.
Νικητὴς
καὶ τροπαιοῦχος ἀναδέδειξαι, νικήσας καρτερικῶς, δράκοντα τὸν πονηρόν, καὶ
νίκης ἀπείληφας στέφος ἀμάραντον, καὶ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν
τιμώντων σου τὴν μνήμην.
Ἡ
σεπτὴ καὶ θεία κάρα σου πανόλβιε, θαυμάτων ἔπλησε, τὴν οἰκουμένην πολλῶν, καὶ
πάσης κακώσεως σώζει τοὺς κάμνοντας, καὶ κραυγάζοντας· ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μακάριος
ἡ κοιλία Σου θεόνυμφε· Θεὸν γὰρ ἔτεκες, σεσαρκωμένον ἐν γῇ, φθορᾶς τὸ ἀνθρώπινον
γένος λυτρώσασθαι, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἡ
βέβηλος κόρη θεοφόρε, ἀμέσως τῇ θείᾳ κάρᾳ σου ἐγγίσασα, ταύτην κατασπάσασθαι, ῥάπισμα
ἐδέξατο, τὴν παρειὰν μακάριε, ψάλλειν μὴ θέλουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας εἰς τοὺς αἰῶνας.
Ναὸν
ᾠκοδόμησας ἐκ βάθρων, Χριστῷ τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν. Τούτου γὰρ τὴν πάνσεπτον,
εὗρες παναοίδιμε, ἐν γῇ Εἰκόνα Ὅσιε, ᾧ καὶ ἀνεκράζες· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας εἰς τοὺς αἰῶνας.
Παράλυτον
ἔσφιγξας τῷ λόγῳ, αἱμόῤῥουν ἁφῇ κρασπέδου ἐθεράπευσας, ὥσπερ ὁ Σωτήρ ἡμῶν.
τούτου γὰρ τοῖς ἴχνεσι, θερμῶς κατηκολούθησας, καὶ ἀνεκραύγαζες· τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγνείας
θησαύρισμα ὑπάρχεις, καὶ στάμνος χρυσῆ Παρθένε φέρουσα, Ἄρτον τὸν οὐράνιον, ἐν
Σῇ γαστρὶ ἀμόλυντε· ᾧ μελῳδοῦντες ἅπαντες, θερμῶς κραυγάζομεν· τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τέρπου
μοναστῶν, χορὸς καὶ εὐφράνθητι, ἰδοὺ γὰρ ἔλαμψε, σήμερον ἡ πάνσεπτος, τοῦ
θεοφόρου μνήμη Νικάνορος· ὃν γεγηθότες ᾄσμασιν ἐγκωμιάσωμεν, καὶ συμφώνως
πάντες ἐκβοήσωμεν· χαίροις Πάτερ πιστῶν ἡ εὐπρέπεια.
Ἔχει
οὐρανός, τὸ πνεῦμά σου Ὅσιε, τὸ ἱερώτατον, γῆ δε σου τὸ λείψανον, θησαυρὸν
μέγαν Πάτερ ἐκτήσατο, ἐν τῷ ναῷ τηρούμενον, ὃν σὺ ἀνήγειρας, ἡ δὲ κάρα ἡ σεπτή
σου νάματα, ἰαμάτων πηγάζει τοῖς κάμνουσι.
Ῥῶσίν
μοι ψυχῆς, παράσχου καὶ σώματος, Νικάνορ Ὅσιε, τοῦτο τὸ ἐφύμνιον, μετ’ εὐμενείας
σοι προσφερόμενον, χαρμονικῶς μακάριε, ἀποδεχόμενος, καὶ πταισμάτων ἄφεσίν μοι
δώρησαι, ταῖς πρὸς Κύριον Πάτερ πρεσβείαις σου.
Θεοτοκίον.
Ῥῦσαι
ὁ Θεός, τὴν κληρονομίαν Σου, πάσης κακώσεως, καὶ τὴν ἀμαυρότητα, τῆς διανοίας
μου διασκέδασον, πρεσβείαις τῆς τεκούσης Σε καὶ τοῦ Ὁσίου Σου, καὶ εἰρήνην
δώρησαι τοῖς δούλοις Σου, διὰ μέγα καὶ πλούσιον ἔλεος.
Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ὡς
ἐλλαμφθεὶς τῷ ἀδύτῳ, φωτὶ φωτὸς ἐνεπλήσθης, τῆς θείας φωτοφανείας, καὶ τοὺς τιμῶντας
φωτίζεις, υἱὸς φωτὸς χρηματίσας, τὴν φωτοφόρον σου μνήμην.
Καὶ τὸ τῆς Ἑορτῆς. Αὐτόμελον.
Φῶς
ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν
Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔλαμψεν
ἡ μνήμη σου, ὡς ἄλλος ἥλιος σήμερον, καὶ τὴν κτίσιν ἐφώτισεν, αὐγαῖς τῶν
θαυμάτων σου, ἔνδοξε Νικάνορ, δεινῶν νοσημάτων, ἀποσοβοῦσα τὴν ἀχλύν, καὶ εὑρωστίας
φῶς τὸ γλυκύτατον, βραβεύουσα τοῖς κάμνουσι, καὶ τῷ ναῷ σου προστρέχουσι, καὶ τὴν
θείαν σου Ὅσιε, ἐκτελοῦσι πανήγυριν. (Δίς)
Νίκης
τὸν φερώνυμον, τῶν μοναστῶν τὸ ἀγλάϊσμα, τῶν Ὁσίων τὸ καύχημα, πιστῶν τὸ
προπύργιον, δεῦτε ἐγκωμίων, ἄνθεσιν ἀξίως, στέψωμεν πόθῳ οἱ πιστοί, συμφώνως ἅπαντες
ἀνακράζοντες· Νικάνορ παναοίδιμε, νικητικῶς ἀναδέδυσαι, τὸν τῆς νίκης σου
στέφανον, δεξιᾷ τοῦ Παντοκράτορος.
Κόσμον
κατεφρόνησας, καὶ ἡδονῶν τῶν τοῦ σώματος, καὶ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων ἀράμενος,
στὸν Σταυρὸν θεόφρον, ᾧ τὴν τοῦ Βελίαρ, κάραν συνέτριψας στεῤῥῶς, θείᾳ δυνάμει
περιφρουρούμενος, καὶ γῆθεν πρὸς οὐράνια, μεταβιβάσθης γηθόμενος, πρεσβευτὴς ἑτοιμότατος,
τῶν πιστῶς εὐφημούντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον
ἐπέλαμψεν ἡ τοῦ θεοφόρου πανσεβάσμιος μνήμη, τῇ ἐνδόξῳ συναστράπτουσα
Μεταμορφώσει τοῦ Σωτῆρος Χριστοῦ· ὡς ἀστὴρ γὰρ φαεινός, τῷ νοητῷ τῆς δικαιοσύνης
Ἡλίῳ, φαιδρῶς συνεξανέτειλε, καὶ πάντων τῶν πιστῶν καταυγάζει τὰς διανοίας, πρὸς
εὐωχίαν μυστικὴν τῶν ἀγώνων αὐτοῦ προσκαλούμενος· ὃν καὶ ἡμεῖς ἐν πίστει εὐφημήσωμεν,
λέγοντες· Νικάνορ παναοίδιμε, πρόφθασον ἐξελοῦ ἡμᾶς τῶν συμφορῶν καὶ κινδύνων,
καὶ ῥῦσαι κακώσεως πάσης τοὺς δούλους σου.
Καὶ νῦν... Ὁ αὐτὸς
Νόμου
καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ,
Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ
τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν
σε εἰς τοὺς αἰῶνας.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν θαυμάτων ὁ ποταμός, καὶ τῶν ἐν κινδύνοις, ἀπροσμάχητος βοηθός, ὁ θερμὸς
προστάτης, τῶν σὲ προσκαλουμένων, Νικάνορ μοναζόντων, δόξα καὶ στήριγμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου