Δευτέρα 29 Ιουλίου 2019

ΙΟΥΛΙΟΣ 6. ΟΣΙΟΣ ΣΙΣΣΩΗΣ ΜΕΓΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΣΤ΄.
ΣΙΣΩΗΣ ΟΣΙΟΣ ΜΕΓΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἰστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Ὅσιε Σισώη ἐν ᾠδαῖς, στέφομεν τὴν σὴν πολιτείαν καὶ παλαισμάτων πληθύν, ὕμνοις δὲ γεραίρομεν σὲ ὡς διδάσκαλον, ἡσυχίας καὶ ἕτοιμον ἀζύγων ἀλείπτην, τέμενος τῆς χάριτος, ἐρήμου καύχημα, Θηβαΐδος τε καὶ Νιτρίας, βάθος ταπεινώσεως θεῖον καὶ ἀκτημοσύνης ὕψος ἄῤῥητον.

Ὅσιε Σισώη μιμητά τοῦ Χριστοῦ καὶ γνήσιε φίλε, οἱ φιλεόρτων χοροί, τὰ σὰ κατορθώματα προφρόνως ᾄδομεν· σὺ γὰρ πάντα τὰ γήϊνα παρέδραμες λόγῳ καὶ Χριστῷ προσέδραμες, ἐκ βρέφους ὄλβιε, ὥσπερ ἔλαφός τις διψῶσα· ὅθεν ὤφθης κλεῖθρον σοφίας, καὶ λαμπρὸν συνέσεως θησαύρισμα.

Ὅσιε Σισώη γεραρέ, ὄντως ἀπεκλήθης σὺ μέγας, οὐχ ὡς ὁ πάλαι κλεινός, βασιλεὺς Ἀλέξανδρος, ἡρῴων μέγιστος, διὰ τὴν ἀμετάθετον, μαχῶν ἀριστείαν· σὺ γὰρ κατετρόπωσας, τὸν παναλάστορα, καὶ τὴν διαβαίνουσαν δόξαν, ἥν τοῦ τάφου πλὰξ οὐ καλύπτει, τῆς ἐν τῷ Χριστῷ ζωῆς ἐπόθησας.

Ὅσιε Σισώη μέγιστε, ἄνακτος τὰ τοῦ Ἀλεξάνδρου, ὁρῶν ὀστέα γυμνά, ἄμορφα καὶ ἄδοξα, εἶδος οὐκ ἔχοντα, καὶ τῆς δόξης τὸ πρόσκαιρον, νοήσας ἐβόας· ποῦ ἐστὶν ὁ ἀργυρός, χρυσὸς, εὐπρέπεια; Θάνατος ἐγγίζει καὶ ταῦτα, ὡς σκιὰ παρέρχονται τάχος, λάμψις ἀστραπή τε καὶ ἐνύπνιον.

Δόξα. Ἦχος β´.
Τῆς Αἰγύπτου ὁ γόνος καὶ πολιστὴς ἐρήμου ὁ ἔνθεος, ὁ τοῦ Ἀντωνίου ὁμότροπος καὶ σέμνωμα τῶν ἀζύγων, Σισώης ὁ τρισμακάριστος, συγκαλεῖ ἡμᾶς σήμερον εἰς κοινὴν πνευματικὴν πανδαισίαν. Δεῦτε οὖν πάντες συνευφρανθῶμεν, τοῦ πλήθους τῶν ὑπερφυῶν αὐτοῦ κατορθωμάτων κατατρυφῶντες, καὶ ἀνευφημήσωμεν αὐτὸν ὡς πρεσβεύοντα ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν τελούντων αὐτοῦ τὴν πανήγυριν.



Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Σύσσωμος ὁ χορός, τῶν Ὀρθοδόξων ὕμνους, προσφέρει τῷ Σισώη, τῷ νυχθημέροις πόνοις, τὴν ἔρημον κλεΐσαντι.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σώσαι ἐκ συμφοράς, μελλούσης καὶ θανάτου, ἀλήκτου τὴν ψυχήν σου, ποθῶν ἐν τῇ Νιτρίᾳ, Σισώη κατεσκήνωσας.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ ταῶν κοιτῶν αὐτῶν.
Βλέπων γυμνὰ ὀστᾶ, Μεγάλου Ἀλεξάνδρου, Σισώη ἀνεβόας· ὦ θάνατε μερόπων, φυγεῖν σε τίς δυνήσεται;

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Θεότης τρισολβία, ἁγίασον τοὺς πίστει, γεραίροντας τὸ κράτος σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἔδρα τοῦ Ποιητοῦ, τοῦ Ἀχωρήτου Χώρα, Παλάτιον τοῦ Λόγου, ἐκ τῆς γεέννης πάντας, τοὺς δούλους σου ἐκλύτρωσαι.

Νῦν ἀπολύεις, Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ᾿ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξαν, καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ὅμοιον.
Ἁμαρτίας ἀκάνθας κατεπυρπόλησας, τῷ πυρὶ ἐγκρατείας καὶ χαμευνίας στεῤῥᾶς, καὶ πρὸς φῶς τὸ νοητὸν, μετῆλθες Ὅσιε. Ὅθεν Σισώη τοῖς χοροῖς, τῶν Ἀγγέλων συνοικεῖς, καὶ χαίρων ἀεὶ πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ τῶν πίστει, ἐπιτελούντων τὴν σὴν μνήμην λαμπρῶς.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ἦχος δ' Ἔδωκας σημείωσιν
Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει θαυμάτων σου. Αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σε γεραίρομεν, καὶ πιστῶς μακαρίζομεν, μοναζόντων τὸ καύχημα.

Ἄγγελος ἐπίγειος, οἷά περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας πανόλβιε, καὶ ταῖς ἀγρυπνίαις, καὶ μνήμην θανάτου, διηνεκῶς ἐμμελετῶν, τὰ θεῖα Πάτερ ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετῶν τὸ ἀκρότατον· ὅθεν ὄντως κατήντησας, ἐπ' αὐτὴν τὴν ἀκρώρειαν.

Θαῦμα ὑπὲρ ἔννοιαν, ἐν τῇ κοιμήσει σου γέγονεν, ὁσιόφρον θεσπέσιε, ἡνίκα ὁ θίασος, τῶν ἁγίων Πάτερ, ἐπέστη ἀθρόον· ὥσπερ γὰρ ἥλιος σοφέ, τὸ πρόσωπόν σου ἐξανατέταλκε, δηλοῦν τὴν ἀστραπόμορφον, τῆς σῆς ψυχῆς καθαρότητα, καὶ πιστούμενον ἅπαντας, οἵου τέλους τετύχηκας.

Κόσμου κατεφρόνησας, καὶ ἡδονῶν τῶν τοῦ σώματος, παιδιόθεν μακάριε, ἐπ᾿ ὤμων ἀράμενος, τὸν σταυρὸν Κυρίου, ὄλβιε Σισώη, καὶ ἠκολούθησας αὐτῷ, κατασυντρίβων κάραν τοῦ δράκοντος· διό σου τὴν ὑπέρφωτον, μνήμην συμφώνως γεραίροντες, τὴν σεπτὴν πολιτείαν σου, ἀνυμνοῦμεν γηθόμενοι.

Δεῦτε καταστέψωμεν, τῶν φιλοσίων οἱ σύλλογοι, ἐγκωμίων τοῖς ἄνθεσι, Σισώην τὸν μέγιστον, τῶν ἐν τῇ ἐρήμῳ, πόθῳ ἀσκουμένων, πατέρων καὶ ἡσυχαστῶν, καὶ μεγαλύνωμεν ἀνακράζοντες· ἐρήμου θεία ὄασις, ἡ μοναστὰς ἀναψύχουσα, τοῖς σοφοῖς σοῦ διδάγμασιν, ὤφθης χάριτος ἔμπλεως.

Λείψανα τρισάμορφα, ὁρῶν τοῦ πάλαι ἐκλάμψαντος, Ἀλεξάνδρου τοῦ ἄνακτος, ἐν τάφῳ ἐκραύγαζες, ὦ Σισώη τρέμων· θάνατε ἀνθρώπων, ἐκ τῶν ὀνύχων σου φυγεῖν, πένης ἤ πλούσιος τίς δυνήσεται; Ἀλλ᾿ ἦλθεν ἡ ἀνάστασις, Χριστὸς δωρούμενος ἅπασιν, εἰς Αὐτὸν τοῖς πιστεύουσι, τὴν αἰώνιον βίωσιν.




Δόξα. Ἦχος πλ. δ´.
Ὥς θεόσδοτον τάλαντον τὴν ἀρετὴν κτησάμενος, θεοφόρε Σισώη, ἀσκητῶν ἀγλάϊσμα, καλῶς ἐσπούδασας ἐν τῇ ἐνδοτέρᾳ ἐρήμῳ ταύτην ἐπαυξῆσαι· ὅθεν τροπωσάμενος τὰς τοῦ ἐχθροῦ προσβολὰς καὶ εἰς ὕψος ἀναβὰς ἄῤῥητον, καλῶς ἤκουσας τῆς φωνῆς τοῦ Κυρίου σου, τοῦ καλοῦντός σε εἰς τὴν χαράν τὴν οὐράνιον.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Ι΄ 1-12).
Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου. Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. Μνήμη δικαίων μετ᾿ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται. Ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (λε΄ 17-24).
Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὕψιστος καὶ κρίνει δικαίως καὶ ποιήσει κρίσιν. Καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾿ αὐτοῖς, ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψῃ ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν· ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. Ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α´.
Ἀνέτειλεν ἡμῖν σήμερον ἐν τῷ τῆς Ἐκκλησίας νοητῷ στερεώματι, ὁ ἐκ τῆς Ἑῴας ἀστὴρ φαεινότατος, Σισώης ὁ τρισμακάριστος. Δεῦτε οὖν φιλέορτοι, τὴν ἐτήσιον αὐτοῦ μνήμην ᾠδαῖς καταστέψωμεν, ὡς καθηγητοῦ τῆς ἐρήμου καὶ πρεσβευτοῦ ἡμῶν θερμοτάτου πρὸς Κύριον.

Ἦχος β´.
Ὑπερανθρώπως ἀγωνισάμενος ἐν τοῖς τοῦ ὁσίου Ἀντωνίου ὄρεσιν, ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη, Σισώη φωσφόρε, τὴν ταπείνωσιν πᾶσαν ὡς ἄνασσαν τῶν ἀρετῶν ὑπεδείκνυς. Ἀναπέμπων οὖν εὐχὰς ἀενάως τῷ Κυρίῳ καὶ ἐνδιαίτημα ἐπάξιον τῆς Ὑπερθέου Τριάδος γενόμενος, ἀπῆλθες πρὸς ὃν ἠγάπησας, πρεσβεύων Αὐτῷ ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ´.
Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν ἀναβοῶν μετὰ τοῦ οὐρανοβάμονος Παύλου, τὴν μέλλουσαν, ὅσιε Σισώη, σφοδρῶς ἐπεζήτεις παιδιόθεν. Σκηνώσας οὖν ἐν τῇ ἐρήμῳ, οὐκ ἔδωκας νυσταγμὸν τοῖς βλεφάροις σου, ἵνα μὴ σὲ θάνατος κυριεύσῃ καὶ τῆς μερίδος ἐκπέσῃς τῶν σῳζομένων. Ὅθεν ἠξιώθης τῶν ἐν πόλῳ σκηνωμάτων ἀπολαύσαι, ὅπου τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος, πρεσβεύων Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.





Ἦχος δ´.
Εὐφράνθητι ἔρημος ἡ διψῶσα, ἔλεγε, προορῶν ὁ Ἠσαΐας τὸν πολισμὸν τῆς ἀβάτου καὶ ἀνύδρου ἐρήμου, ἧς οἰκήτωρ καὶ ὁ σήμερον ἑορταζόμενος Σισώης. Οὗτος γὰρ καταλιπὼν τὸν κόσμον ἐκ νεότητος, ἔπηξε καλύβην πρῶτον μὲν ἐν Νιτρίᾳ, ὕστερον δὲ ἐν Θηβαΐδι, καταφωτίζων πάντας τῇ αὐτοῦ σοφῇ βιοτῇ καὶ λόγοις. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἀξίους ἡμᾶς τῶν αὐτοῦ ἀρετῶν ἀνάδειξον, καὶ δέξαι ἡμᾶς εὐμενῶς μετὰ τῶν δικαίων, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος πλ. α´.
Ποία γλῶσσα μερόπων, κοσμικῶν ἤ ἀζύγων, ἀξίως εὐφημήσῃ τὸ τῆς ἐρήμου θεοειδὲς ἐκβλάστημα, Σισώην τὸν πανθαύμαστον; οὗτος γὰρ νεότητα παραβλέπων, καὶ κοσμικὰς συγχύσεις ἀποκρούων, πρὸς τὸν δίαυλον τῆς μοναδικῆς πολιτείας ἐχώρησεν. Διὸ θεοπρεπῶς βιώσας, τοῦ Παρακλήτου γέγονεν οἰκητήριον, δοξάζων Χριστόν, ὃν οὗτος ἐκτενῶς ἱκετεύει ὑπὲρ πάντων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.















Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, θεοσεβείας κανὼν, ἀκτημοσύνης ἐν Χριστῷ τὸ θεμέλιον, προπύργιον ἐγκρατείας, τῆς ἀπαθείας λειμών, καὶ χαμαικοιτίας τὸ ἐκτύπωμα· Αἰγύπτου ἐκβλάστημα, ἐρημίας ἀνάθρεμμα, Σισώη ἴον, τῆς Νιτρίας ἡδύπνοον, καὶ τερπνότατον Θηβαΐδος κυκλάμινον· σκέπε ἀεὶ καὶ φύλαττε, τοὺς σοί καταφεύγοντας, καὶ εὐφημοῦντας ἐν ὕμνοις, τὰ σὰ στεῤῥὰ κατορθώματα· ἀζύγων ἀλεῖπτα, καὶ φιλόσοφε θανάτου πανολβιώτατε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τὴν πτωχείαν Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς ἐκ νεότητος, καὶ κόσμου λιπὼν ἡδέα, ἐν τῇ ἐρήμῳ μακράν, ζῆλον τοῦ Προδρόμου μιμησάμενος· Σισώη πανεύφημε, ἀρετῶν ἀπερίτρεπτε, στῦλε ἁπάντων, τῶν τιμώντων σὲ μέμνησο, ταῖς πρεσβείαις σου, πρὸς τὸν εὔσπλαγχνον Κύριον· ἔσοπτρον ταπεινώσεως, ἀγάπης ὑπόδειγμα, τῶν μοναστῶν ὑφηγῆτορ, ἀπὸ κινδύνων ἀπάλλαξον, ἡμᾶς καὶ παντοίων, συμφορῶν δεινῶν καὶ βλάβης τοῦ πολεμήτορος.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Δεῦτε, ἡ φιλοσίων πληθύς, ἡ ἐν ταῖς μάνδραις καὶ ταῖς κώμαις ἀθροίσθητε, συστῆσαι λαμπροφοροῦντες, πνευματικὴν ἑορτήν, πανδαισίαν θείαν καὶ πανήγυριν, Σισώη τοῦ μάκαρος, ἀσκητῶν θησαυρίσματος, ἐρωδιοῦ τε, τῆς ἀζύγων βιώσεως, τοῦ εὐθύφρονος, ἐγκρατοῦς καὶ οἰκτίρμονος· σκεῦος τοῦ θείου Πνεύματος, χρυσοῦν καὶ διάδημα, κεκοσμημένον σαπφείροις, τῶν ἀρετῶν καὶ ἀδάμασι· Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ´.
Μνήμην θανάτου διηνεκῶς ἔχων, τρισόλβιε πάτερ Σισώη, ἐμακρύνθης εἰς ἔρημον λιπὼν πᾶν γεῶδες ὡς σκύβαλον· θυμίαμα οὖν εὔοσμον προσενεχθεὶς τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.


Νῦν ἀπολύεις, Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ᾿ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξαν, καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἁμαρτίας ἀκάνθας κατεπυρπόλησας, τῷ πυρὶ ἐγκρατείας καὶ χαμευνίας στεῤῥᾶς, καὶ πρὸς φῶς τὸ νοητὸν, μετῆλθες Ὅσιε. Ὅθεν Σισώη τοῖς χοροῖς, τῶν Ἀγγέλων συνοικεῖς, καὶ χαίρων ἀεὶ πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ τῶν πίστει, ἐπιτελούντων τὴν σὴν μνήμην λαμπρῶς.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ἀγῶνας τοὺς σεπτούς, εὐλαβῶς τοῦ ὁσίου, Σισώη ἀδελφοί, ἀνυμνήσωμεν πάντες, οὓς πίστει διεξήγαγεν, ἐν ἐρήμῳ ὡς ἄσαρκος, καὶ βοήσωμεν· μὴ διαλίπῃς τῷ Κτίστῃ, βλάβης ῥύσασθαι, πρεσβεύειν τοῦ πολεμίου, καὶ πόνων σοὺς πρόσφυγας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Αἰτία τῆς χαρᾶς, τῶν ἀνθρώπων Μαρία, Παντάνασσα Ἁγνή, ἀποδίωξον θλίψεις, πικράς τε νοσήματα, ζοφερὰ ἐκ τῶν δούλων Σου, ὡς μεσίτρια, καὶ ἀρωγὸς ταχυτάτη, ἵνα ἅπαντες, Σὲ εἰς αἰῶνα αἰῶνος, λαμπρῶς μεγαλύνωμεν.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὸ ἀνεπίφθονον τῆς πολιτείας σου, καὶ ἀδαμάντινον τοῦ χαρακτῆρός σου, ὁ παλαμναῖος καθορῶν, τὰ σπλάγχνα ἐτιτρώσκετο· παῦσον τοῦ τοξεύειν με, οἴμοι, στενῶν ἐκραύγαζε, βέλεσιν ἀσκήσεως, ἀγρυπνίας καὶ τήξεως· οὐ φέρω γὰρ ὁρᾶν σε Σισώη, ὥσπερ ἀσώματον βιοῦντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι' ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Ἐπεφάνης σήμερον.
Τῆς ἐρήμου γέγονας, σεπτὸς οἰκήτωρ, παιδιόθεν Ὅσιε, Νιτρίας φρέαρ καθαρόν, καὶ Θηβαΐδος γλυκύτατον, Σισώη ὕδωρ, πηγάζων ἐκ πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσεσι, τῶν ἱκετῶν Σου, Θεοτόκε παύουσα, ἡμῶν ὁρμήματα παθῶν, καὶ πρὸς λιμένα ὑπήνεμον, ἄχραντε Κόρη, σοὺς δούλους κατεύθυνον.

Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὀσιακόν.
Ὁ Ν᾿ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος β´. Στ.: Ἐλέησον μέ, ὁ Θεός...
Ἀρνησάμενος τὸν κόσμον καὶ τὰ τούτου τερπνὰ καὶ ἡδέα, ὅσιε Σισώη, ἀκλινὴς ὁδοιπόρος τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ ἐγένου, ἐπ᾿ ὤμων ἀράμενος τὸν Σταυρὸν τοῦ Κυρίου. Οἰκήσας οὖν ἐν ἐρήμῳ, ἔνθα καλῶς ἐτέλεσας τὸν ἀγῶνα σου, ἐπέτυχες ἀπολαῦσαι τῶν ἀκηράτων

Ὁ Κανὼν τοῦ Ὁσίου
ᾨδὴ α', Ἦχος πλ. δ' Ἄσωμεν τῷ Κυρίῳ
Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωῇ νῦν τῶν ζώντων παῤῥησίᾳ πολλῇ παριστάμενος.
Ἔρωτι Πάτερ θείῳ, ἔρωτας σαρκὸς ἀποκρουσάμενος, ἠκολούθησας πόθῳ, τῷ καλοῦντι Σισώῃ μακάριε.
Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ εἰσδεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τῶν παθῶν τὴν ἀχλὺν ἐξηφάνισας.
Θεοτοκίον
Σῶσόν με τὸν ἐν ζάλῃ, πασῶν ἡδονῶν κλυδωνιζόμενον, τὸν Σωτῆρα τεκοῦσα, τοῦ παντὸς τὴν γαλήνην πανάμωμε.

ᾨδὴ γ', Σὺ εἶ τὸ στερέωμα
Σάρκα καθυπέταξας, τῷ λογισμῷ στεῤῥῶς Ὅσιε, τὴν δὲ ψυχήν, ἔδειξας δουλείᾳ, τῶν παθῶν ἀταπείνωτον.
Πόνοις σου τὴν ἄρουραν, τὴν τῆς ψυχῆς σοφῶς Ὅσιε, καλλιεργῶν, στάχυν ἀπαθείας, καὶ θαυμάτων ἐξήνθησας.
Νέκρωσιν ἐνδέδυσαι, ζωοποιὸν Χριστὸν ἔνδοξε, ἰχνηλατῶν· ὅθεν ἀνιστᾶν σοι, καὶ νεκροὺς χάριν δίδωσι.
Θεοτοκίον
Τόπον ἁγιάσματος, καὶ νοητὴν Ἁγνὴ τράπεζαν, ἄρτον Χριστόν, τὴν ζωὴν τῶν ὅλων, δεξαμένην ὑμνοῦμέν σε.

Κάθισμα τοῦ Ὁσίου Ἦχος α' Τὸν τάφον σου Σωτήρ
Σαρκὸς τὰς ἡδονάς, ἐγκρατείας τῷ τόνῳ, ἐνέκρωσας σοφέ, ἀρετῶν ἐμμελείᾳ· διὸ ταῖς ἀναβάσεσιν, αὐξανόμενος ἄριστα, Πάτερ ἔφθασας, πρὸς τὴν οὐράνιον τρίβον, καὶ παρίστασαι, ἀεὶ Χριστῷ σὺν Ἀγγέλοις, Σισώη Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Θεοῦ σε καὶ τροφόν, καὶ Μητέρα ἐκάλει, ἐκ γλώσσης μητρικῆς, ὁ τῆς χάριτος κήρυξ, Θεὸν τὸν ἐν σπλάγχνοις σου, ἐγνωκὼς διὰ Πνεύματος, καὶ ἀμνὸν τεχθείς, αὐτόν ἐδείκνυ δακτύλῳ, κόσμου αἴροντα, τὰς ἁμαρτίας Παρθένε, προσλήψει τοῦ χείρονος.




ᾨδὴ δ', Εἰσακήκοα Κύριε
Ἑπομβρίᾳ τῆς χάριτος, Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμῶν ἀποκαθαίροντας, τοὺς ἐν πίστει μάκαρ σοι προστρέχοντας.
Ὁλυνύκτοις δεήσεσι, καὶ ταῖς πανημέροις Ὅσιε στάσεσι, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον ταύτην ἔδειξας.
Ἐν ἐρήμοις ἐμάκρυνας, Πάτερ φυγαδεύων καὶ προσδεχόμενος, σὲ τὸν σῴζοντα μακάριε, ὀλιγοψυχίας καὶ κακώσεως.
Θεοτοκίον
Ἀλατόμητον ὄρος σε, πάλαι Ἀββακοὺμ προεῖδε πανάμωμε, ὁ Θεὸς ἐξ οὗ ἐπέφανε, καὶ ἡμᾶς φθαρέντας ἀνεκαίνισεν.

ᾨδὴ ε', Ὀρθρίζοντες βοῶμέν σοι
Ναὸς τῆς τρισηλίου θεότητος, χρηματίσας παθῶν τὰ ἰνδάλματα, τῆς σῆς ψυχῆς ἐξεμείωσας.
Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, θεοφόρε, νεκροὺς ἐξανέστησας, τῇ συνεργείᾳ τῆς χάριτος.
Θεοτοκίον
Τὸν ἥλιον τεκοῦσα τῆς χάριτος, Θεοτόκε, Παρθένε τὸν ἄδυτον, ἐσκοτισμενον με φώτισον.

ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτήρ
Τοῦ κήτους τοῦ νοητοῦ, πανωλεθρίαν διέφυγες, ἐγκράτειαν προσευχήν, ἀγάπην ἀνόθευτον, κραταιὰν ταπείνωσιν, καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.
Χριστός σου τὰ πρὸς αὐτόν, κατεύθυνε διαβήματα, ὁ δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο, πατοῦντα ἐπ' ὄφεων, καὶ σκορπίων κάρας, θεοφόρε παμμακάριστε.
Τῇ νεύσει τῇ πρὸς Θεόν, Θεὸς σαφῶς ἐχρημάτισας, τῇ πρὸς τὸ φῶς ὁλικῇ, στοργῇ φῶς γεγένησαι· Ἄγγελος ἐπίγειος, θεοφόρε Πάτερ, ἐπουράνιός τε ἄνθρωπος.
Θεοτοκίον
Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισόν μου τὸν νοῦν, παθῶν ἀμαυρώσεως, καὶ πλήρωσον χάριτος, καὶ δικαιοσύνης, τὴν καρδίαν μου πανάμωμε.









Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὸν ἀσκητὴν τῆς ἐρημίας τὸν περίδοξον, Αἰγύπτου γόνον Ἀντωνίου τὸν συνόμιλον, καὶ ὡράϊσμα ἁπάντων τῶν μονοτρόπων, ταπεινώσεως τὸ σκεῦος τὸ πολύτιμον, τὸν Σισώην ἐν ᾠδαῖς ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαίροις, Πάτερ τρισόλβιε.
Ὁ Οἶκος.
Ἄγγελοι τὴν σεπτήν σου, πολιτείαν ἰδόντες, Σισώη ἐξεπλάγησαν ὄντως· ὡς ἀσώματος γὰρ ἐν τῇ γῇ, βιοτεύσας πᾶν χαμαιτυπὲς φρόνημα, εὐχόμενος ἐδίωξας· διὸ σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ὑμνήθη·
χαῖρε, δι᾿ οὗ ὁ σατὰν ἐτρώθη.
Χαῖρε, Ἀντωνίου τοῦ θείου ὁμότροπος·
χαῖρε, τῶν ἐρήμου Ὁσίων ὁμόσκηνος.
Χαῖρε, ὕψος δυσθεώρητον ἀρετῶν πνευματικῶν·
χαῖρε, κῆπος εὐωδέστατος θεοσδότων δωρεῶν.
Χαῖρε, ἄνθος Αἰγύπτου ἀποπνέον σοφίαν·
χαῖρε, στῦλος τιμίας ἐν Χριστῷ πολιτείας.
Χαῖρε, κανὼν στεῤῥᾶς ἐνασκήσεως·
χαῖρε, λειμὼν ἐνθέου φρονήσεως.
Χαῖρε, γλυκὺ καὶ γαλήνιον ὄμμα·
χαῖρε, λαμπρὸν ταπεινώσεως στέμμα.
Χαίροις, Πάτερ τρισόλβιε.

Συναξάριον
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Σισώη τοῦ μεγάλου.
Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη,
Θείου Σισώης Πνεύματος τὸ πυξίον.
Βῆ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτῃ ἀμύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Λουκία ἡ παρθένος, Ῥήξος ὁ βικάριος, καὶ οἱ σὺν αὐτῶν· Ἀνατόλιος, Ἀντωνῖνος, Λυκίας, Νέας, Σερῖνος, Διόδωρος, Δίων, Ἀπολλώνιος, Ἄπαμος, Παππιανός, Κοττύϊος, Ὄρωνος, Πάπικος, Σάτυρος, Βίκτωρ καὶ ἕτεροι ἐννέα, ἐν Καμπανίᾳ, ξίφει τελειοῦνται.
Ἰδοῦσα Ῥήξου τὴν τομὴν ἡ Λουκία,
οὐ πρὸς τομὴν ἔῤῥηξε φωνὴν δειλίας.
Εἰκὰς Τετάρτη Μαρτύρων ἔργον ξίφους,
ὤφθη ὑπὲρ Σοῦ, Χριστέ, δόξα Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀστεῖος ἢ Ἀστίος, ἐπίσκοπος Δυῤῥαχίου, μέλιτι χρισθεὶς καὶ ὑπὸ μελισσῶν κεντούμενος, τελειοῦται.
Ἀστεῖος ἀρθεὶς εὗρεν ἀστεῖον τέλος,
ὀφθεὶς μελίσσαις βρῶσις, ἐγχρισθεὶς μέλι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου, οἳ τελειοῦνται· ὁ μὲν Φιλήμων σταυρωθείς, ὁ δὲ Ἄρχιππος ὑπὸ ἵππων συρόμενος, ὁ δὲ Ὀνήσιμος ξίφει ἀναιρεθείς.
Σταυροῖ ψυχρὸν φίλημα Χριστόν, Φιλήμων,
σταυροῖ δὲ καὶ σὲ φίλτρον αὐτοῦ τὸ ζέον.
Τὴν ἀρχικήν σοι τῶν φρενῶν ἐξουσίαν,
Ἄρχιππε, δεῖξον πρὸς τὰ τῶν ἵππων θράση.
Ὄνησιν εὗρεν Ὀνήσιμος ἐξ ξίφους,
λαβὼν τὸ λαμπρὸν τῆς ἀθλήσεως στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀπολλώνιος, διὰ πλοίου ἐν θαλάσσῃ βληθείς, τοῦ πλοίου πυρποληθέντος, τελειοῦται.
Ἀπολλώνιος ἀμφιδεξίως ἔχει,
ἀθλεῖν πρὸς ἄμφω, πρὸς θάλασσαν καὶ φλόγα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλεξανδρίων, εἰς τὸν τροχὸν δεθείς, καὶ εἰς κατωφερῆ τόπον ἀφεθείς, τελειοῦται.
Ἀλεξανδρίων καὶ κατωφερῶν τρέχων,
ἀνωφερῶς ὑψοῦτο πρὸς Θεὸν Λόγον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἐπίμαχος, ξίφει τελειοῦται.
Πλέον τι πάσχειν ἤθελον καὶ τοῦ ξίφους,
ἔφασκε πάσχων Ἐπίμαχος ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου, τοῦ ἐν Σκυθουπόλῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Παλλαδίου (Palladius), ἐπισκόπου καὶ ἀποστόλου Σκωτίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Κύριλλος, ὁ ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1566ῳ, πυρὶ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς μετακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Εὐδοκίμου, ἐν Κωνσταντινουπόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σισώη τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῶν λειψάνων τῆς Ἁγίας Ἰουλιανῆς τῆς παρθένου τῆς Ῥωσσίδος, τῆς ἐν τῇ Λαύρᾳ τοῦ ἐν τῷ Σπηλαίου τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Παῖδες Ἑβραίων
Ὅλην τοῦ Πνεύματος τὴν αἴγλην, ἀποδέδεξαι νοῒ κεκαθαρμένῳ, καὶ φωστὴρ τῶν πιστῶς, βοώντων χρηματίζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θείῳ πυρὶ τῆς ἐγκρατείας, ἐπυρπόλησας ἀκάνθας ἁμαρτίας, καὶ πρὸς φῶς νοητόν, μετῆλθες ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σῶσόν με Μῆτερ τοῦ Σωτῆρος, συνεχόμενον βυθῷ ἁμαρτημάτων, καὶ παντοίας ἐχθροῦ, ἐξάρπασον κακίας, ἵνα τὴν σὴν σῳζόμενος, μεγαλύνω προστασίαν.

ᾨδὴ η', Ἑπταπλασίως κάμινον
Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας· ὅθεν προορᾶν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μετ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις· μεθ' ὧν νῦν ἀνάκράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἁγιασθεῖσα Πνεύματι, ὑπεδέξω ἐν μήτρᾳ σου, τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, καὶ τοῦτον ἐκύησας, ἀνερμηνεύτως Κόρη ἁγνή, ὃν ἀκαταπαύστως, ἀνυμνοῦντες βοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', Ἔφριξε πᾶσα ἀκοή
Δέδεικται θαῦμα φοβερόν, κατ' αὐτόν σου τὸν καιρὸν τῆς κοιμήσεως, ὑπὲρ τὸν ἥλιον, τοῦ σοῦ προσώπου, Πάτερ ἀστράψαντος, ὅτε παρέστησαν χοροί, Ἁγίων τὸ πνεῦμά σου, παραληψόμενοι, καὶ Θεῷ τῷ ποιητῇ προσκομίσοντες.
Ταῖς θείαις μάκαρ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ λαμπρυνόμενος, ταῖς φανοτάταις ἐκεῖθεν λάμψεσι, τὴν φωτοφόρον σου πιστῶς, μνήμην τοὺς γεραίροντας, ταῖς ἱκεσίαις σου, ἀχλυώδους τῶν παθῶν λύμης λύτρωσαι.
Δίκαιος, ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ γέγονας, ὅσιος ἄκακος, Θεῷ λατρεύσας ἐν ὁσιότητι, ἐπανεπαύσατο· διό, Τριὰς τῇ καρδίᾳ σου, ἧς νῦν τρανότερον, ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.
Θεοτοκίον
Ἐξ ἔργων ὅλως ἐν ἐμοί, σωτηρία οὐχ ὑπάρχει πανάμωμε· τὴν ἐναντίαν γάρ, ὁδεύων τρίβον σκότους πεπλήρωμαι, ἀλλ' ἡ τὸ φῶς τὸ ἐκ φωτός, ἡμῖν ἀνατείλασα, φώτισον σῶσόν με, μὴ παρίδῃς με δεινῶς ἀπολλύμενον.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς ὑπὲρ ἔννοιαν αἴγλης, τῆς κρείττονος καὶ θεϊκῆς, μέτοχος ὢν ὦ Σισώη, Χριστὸν ἱκέτευε ἀεί, τηρεῖν ἀπήμονας πάντας, ἀπὸ φθορᾶς καὶ κινδύνων.
Θεοτοκίον.
Χαῖρε θεόδροσε Πόκε, Νεφέλη κούφη καὶ Λαβὶς, χρυσοῦν Λογεῖον καὶ Βάτε, Τράπεζα Λύχνε Κιβωτὲ, Ἁγνὴ Θεόνυμφε Κόρη, καταφυγὴ τῶν Σῶν δούλων.

Αἶνοι. Ἦχος πλ. δ´. Ὦ τοῦ παραδόξου θαύματος!
Ὦ τοῦ παραδόξου θαύματος! πῶς ἐν ἐρήμῳ μακράν, γυμνητεύων στερούμενος, ἀγρύπνων τηκόμενος, καὶ διψῶν κατεσκήνωσας, πάτερ Σισώη, ὥσπερ ἀσώματος, ἐνδεδυμένος χιτῶνα πίστεως, ἄγρια λάχανα, κατεσθίων ῥίζας τε, αὐτοφυεῖς, καὶ δοξάζων Κύριον, τὸν πολυεύσπλαγχνον.

Ὦ τοῦ παραδόξου θαύματος! πάτερ Σισώη σοφέ, τῇ ἐνθέῳ ἀσκήσει σου, ζηλωτὴς καὶ πρόμαχος, τῆς Χριστοῦ ὤφθης πίστεως· σὺ γὰρ ἐκχέων, δακρύων χεύματα, οἰαπὲρ ῥεῖθρα ψυχὴν ἐπίανας, καὶ πρὸς ἀπρόσιτον, ἀρετῶν αἰρόμενος, ὕψος χρυσοῦν, ἀνεδείχθης ἄγαλμα, τῆς ταπεινώσεως.

Ὦ τοῦ παραδόξου θαύματος! ὥσπερ ἀστὴρ ὀρθρινός, ἐκ Νιτρίας ἀνέτειλεν, καὶ ἐρήμου πέρατα, ἐν ἀσκήσει ἐφώτισε, τῶν μονοτρόπων τὸ ἀκροθίνιον, καὶ Θηβαΐδος τὸ καλλιέρημα, ὁ ἐνθεώτατος, ὀ Σισώης χάριτος, θείων βολῶν, ἐμπλησθεὶς καὶ ὄργανον, Θεοῦ γενόμενος.

Ὦ τοῦ παραδόξου θαύματος! πάτερ Σισώη ἑστώς, πρὸ τοῦ τάφου τοῦ ἄνακτος, Ἀλεξάνδρου ἔλεγες, τὰ ὀστέα ὁρώμενος· ποῦ σοῦ ἡ δόξα, νεότης, δύναμις, πλοῦτος, ἀνδρεία, τιμή, βασίλεια; Πάντα παρέρχονται, ὥσπερ ὄναρ τάχιστα, ἑωθινόν, καὶ προσμένει ἅπαντας, φρικτὸς ὁ θάνατος.






Δόξα. Ἦχος δ´.
Τῆς μυστικῆς ζωῆς τὴν θεοτύπωτον στήλην, τὸ ἔμπνουν παράδειγμα τῆς ἐγκρατείας καὶ τίμιον μονοτρόπων γέρας, Σισώην τὸν ἔνδοξον, εὐλαβῶς εὐφημήσωμεν· οὗτος γὰρ καλῶς τὴν μοναδικὴν τρῖβον ἀνύσας ἐν ἐρήμῳ καὶ πρὸς οὐράνιον ὕψος ὡς στρουθίον πετασθείς, ἐκτενῶς πρεσβεύει τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια
Μνήμην τοῦ θανάτου διηνεκῶς, μελετῶν Σισώη, κατεμάρανας τὰς ὁρμάς, καὶ πρὸς ἀναβάσεις, αἰρόμενος μεγίστας, τοῦ οὐρανίου κάλλους, χαίρων ἀπήλαυσας.
Δειλιῶν καὶ τρέμων ὁ Ἀσκητής, τάφῳ Ἀλεξάνδρου, Βασιλέως ποτὲ τρανοῦ, τοῦ καιροῦ τὸ ῥέον, καὶ πρόσκαιρον τῆς δόξης, ἐξίσταται Σισώης, θαυμάζων καὶ θρηνῶν.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου