+ ΑΥΓΟΥΣΤΟΣ ΚΓ΄
ΕΙΡΗΝΑΙΟΣ ΛΟΥΓΔΟΥΝΟΥ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς Ἦχος α' Αὐτόμελον
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν,
ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ
πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος,
ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ
τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς
οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι,
Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ
σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Ἕτερα, τοῦ Ἁγίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; Τὸ τοῦ Πολυκάρπου γεώργιον, καὶ ὡς ἀληθῶς κλῆμα εὔκαρπον, τῆς ζωῆς τῆς θείας τῆς ἀμπέλου· εἰρήνης, τῆς οὐρανίου τὸν ἐπώνυμον, καὶ ταύτης, μυσταγωγὸν καὶ θεῖον κήρυκα, τῆς ἐν Λουγδούνῳ Ἁγίας, Ἐκκλησίας στῦλον, καὶ ποιμένα θεοειδῆ, καὶ πρέσβυν πρὸς Κύριον, Εἰρηναῖον τὸν μακάριον.
Ποίοις, ὑμνωδιῶν κάλλεσιν, εὐφημήσωμεν τὸν Ἱεράρχην; Τῆς θεογνωσίας τὴν σάλπιγγα, καὶ τῶν Ἀποστόλων ὁμόζηλον, τὸ τῆς Ἐκκλησίας μέγα κλέος· τὸ ἄστρον, τὸ ἐξ Ἑώας τὸ πολύφωτον, τὸ λάμψαν, εἰς τὰ Ἑσπέρια λαμπρότατα, τῆς ἀληθείας τὸν λόγον, ἐν σοφίᾳ θείᾳ, καὶ τοῦ ψεύδους τὰς συστροφάς, σαφῶς διαλύσαντα, Εἰρηναῖον τὸν θεσπέσιον.
Ποίοις, μελῳδικοῖς ῥήμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς εὐσεβείας διδάσκαλον, καὶ ὑφηγητὴν θεοῤῥήμονα, ἐν δυνάμει λόγου καὶ σοφίᾳ· Μαρτύρων, τὸν ὑπαλείπτην πρὸς τὴν ἄθλησιν, καὶ τούτων, συγκοινωνὸν οἰκείῳ αἵματι, ἐν ᾧ εἰσῆλθεν ἐν δόξῃ, εἰς ναὸν τὸν ἄνω, οἷα θεῖος Ἀρχιερεύς, καὶ Μάρτυς στεῤῥότατος, τῷ Χριστῷ ἐμφανιζόμενος.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς τῆς εἰρήνης ἐπώνυμος, τὰς εἰρηνικὰς φερωνύμως θυσίας, τῷ Σωτῆρι ἔθυσας, Εἰρηναῖε ἱερώτατε. Σὺ γάρ, τὸν διὰ Σταυροῦ εἰρήνην κηρύξαντα τῇ κτίσει, συναΐδιον τῷ Πατρὶ οἷα Υἱόν, καὶ Πνεύματι δοξάζων ὁμότιμον, ἀποστολικῶς διέπρεψας· ὅθεν, τοὺς ἐκ πίστεως μυστηρίῳ, κεκρυμμένους θησαυροὺς τῆς γνώσεως, τῇ Ἐκκλησίᾳ ἀπεκάλυψας, ὡς πηγὴν θεόβρυτον· ἐξ ἧς ὁ περιούσιος λαός, τὴν ἱεράν σου γεραίρει ἄθλησιν, Ἱερομάρτυς ἀξιάγαστε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.
Εἴσοδος, φῶς ἱλαρόν,
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἑσπέριος λῆξις, ἀγάλλου καὶ χόρευε, ἡ ἐν Λουγδούνῳ Ἐκκλησία. Ἰδοὺ γὰρ ἐξ Ἑώας, ὡς λαμπρὸς φωστήρ σοι ἐπέφανεν, Εἰρηναῖος ὁ φερώνυμος, εἰρήνην καὶ λύτρωσιν, ἐν Χριστῷ κηρύττων. Ἀποστολικῷ γὰρ ζήλῳ ἐμπρέπων, σοφὸς ἐν Ἱεράρχαις ὤφθη, καὶ Μαρτύρων ἐν αἵματι, τῷ Χριστῷ προσηνέχθη. ᾯ καὶ πρεσβεύει ἐκτενῶς, εἰρήνην δοῦναι τῇ οἰκουμένῃ, καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ἀποστολικῇ δωρεᾷ καὶ χάριτι, καὶ ἐλλάμψει τῇ κατ’ αὐτῶν, περιφανῶς ὁπλισάμενος, Ἱεράρχα μακάριε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ταῖς χερσὶν ἀναλαβών, ἐν τῇ ἄνωθεν ἐπιπνοίᾳ, τὰς παρατάξεις τοῦ σκότους διέκοψας, καὶ τῆς ψευδωνύμου γνώσεως, ἐτροπώσω τὰς ἀρχάς. Στόμα θεῖον γὰρ ὤφθης, τῆς ἀληθείας ἀναπτύσσων τὴν γνῶσιν, καὶ θησαυρὸς τῆς χάριτος, Εἰρηναῖε Πατὴρ ἡμῶν· διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζομεν.
Ἦχος γ΄.
Ὁ τῆς εἰρήνης ἐπώνυμος, Εἰρηναῖος ὁ πανθαύμαστος, τὰ πρὸς εἰρήνην μυσταγωγῶν ἡμᾶς ἐπέφανεν. Ἀρχιερεὺς γὰρ ὅσιος, καὶ μιμητὴς τοῦ Σωτῆρος γενόμενος, πρὸς εἰρήνην ὁδόν, τοὺς πολεμουμένους ὁδηγεῖ τοῖς πάθεσι. Καὶ ἀμέμπτως ἱερουργήσας τῇ Τριάδι, ὡς τοῦ Εὐαγγελίου ἐργάτης δόκιμος, στῦλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας ἀναδέδεικται. Καὶ τῷ Χριστῷ ἀκολουθῶν, ὑπὲρ Αὐτοῦ προθύμως σφαγιάζεται. Αὐτῷ βοήσωμεν· Ἱερομάρτυς ἀξιΰμνητε, ὡς παῤῥησίαν ἔχων, αἴτει ἡμῖν τὸ θεῖον ἔλεος.
Ἦχος δ΄.
Μαθητευθεὶς τῷ ἱερῷ Πολυκάρπῳ, φυτεία κατάκαρπος ὤφθης, ἀρετῶν πολυειδῶν, καὶ σοφίας παντοδαποῦς, Ἱερομάρτυς ἔνδοξε. Καὶ τῷ λόγῳ τῆς χάριτος, καὶ τῇ τοῦ βίου λαμπρότητι, τῶν πιστῶν τὸ φρόνημα παιδεύεις, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, καὶ Χριστῷ σοφῶς ἀκολουθεῖν· ὡς γὰρ ἄριστος ποιμήν, καὶ παιδοτρίβης ἱερός, πλείστους Μάρτυρας προσήγαγες, τῷ Ἀθλοθέτῃ Κυρίῳ. ᾯ σὺν αὐτοῖς ἀεὶ πρέσβευε, σώζεσθαι ἡμᾶς πάσης θλίψεως.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν τῷ Πνεύματι, καὶ σκιρτήσωμεν εὐφραινόμενοι, τῇ χαρμοσύνῳ πανηγύρει, τοῦ Ἱεράρχου Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν τῆς ἀλήκτου τοῦ Λόγου Βασιλείας, διὰ λόγου καὶ πράξεως, ὡς ἀκηλίδωτον ἔσοπτρον, ὑπεμφαίνοντα τὴν δόξαν, ἀνυμνείτωσαν. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος θύτην καὶ ἱερεῖον, συνελθόντες εὐφημήσωμεν. Τῆς σοφίας τὸν θησαυρόν, τῆς ἀληθείας τὸ στόμα, τῆς θεογνωσίας τὴν κιθάραν, τῆς Ἐκκλησίας τὸν ὀφθαλμόν, τῶν χαρισμάτων τὴν συστοιχίαν, τὸν ὑποφήτην τῆς εἰρήνης, τὸν ἀλείπτην τῶν Ἀθλοφόρων, τὸν ποταμὸν τῶν ἐξ Ἑώας ὁρμώμενον, καὶ ἐν τῇ Δύσει πελαγίζοντα, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Εἰρηναῖε μακάριε, πότισον ἡμᾶς τοῖς ἀθανάτοις ῥείθροις, καὶ δίδου εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, τῶν Ἀποστόλων εἰκών, καὶ χαρακτὴρ καὶ ἐμφανὲς στηλογράφημα· αὐτῶν γὰρ τῆς ἐπιπνοίας, τῇ καθαρᾷ σου ζωῇ, εὐκλεῶς τὸν πλοῦτον ἐθησαύρισας· ἐντεῦθεν κατάλληλον, πολιτείαν διέδραμες, ὡς θεοφόρος, οἰκονόμος τῆς χάριτος, τῆς δοθείσης σοι, δωρεᾷ τῇ τοῦ Πνεύματος· ὅθεν ὡς Ἱεράρχην σε, καὶ Μάρτυρα ἔνδοξον, τῶν παθημάτων Κυρίου, ἀνευφημοῦμεν βοῶντές σοι· Χριστὸν ἐκδυσώπει, Εἰρηναῖε ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας διδάσκαλος, καὶ τύπος ἐνθέων ἔργων, καὶ ὁδηγὸς ἀσφαλής, καὶ πεπλανημένων ἐπανόρθωσις· ὁ λόγῳ τῆς χάριτος, πρὸς ἀγῶνας ἀθλήσεως, καθοδηγήσας, μὴ πτοεῖσθαι τὸν θάνατον, πλείστους Μάρτυρας, ὡς ποιμὴν ἐνθεώτατος· ὅθεν καὶ τὸ οἰκεῖόν σου, ἐν τέλει μακάριε, αἷμα προθύμως ἐκχέας, ὑπὲρ Χριστοῦ τοῦ παντάνακτος, λαμπρῶς ἐδοξάσθης, Εἰρηναῖε θεηγόρε, δόξῃ τῇ κρείττονι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, Ἱεραρχῶν καλλονή, καὶ τῶν Μαρτύρων κοινωνὸς καὶ συνέριθος· ὡς θεῖος γὰρ ὑποφήτης, δι’ ἀμφοτέρων Χριστῷ, Πάτερ Εἰρηναῖε εὐηρέστησας· καὶ νῦν προσεχώρησας, εἰς ναὸν τὸν οὐράνιον, πεφοινιγμένην, σταλαγμοῖς τῶν αἱμάτων σου, περικείμενος, τὴν στολὴν τὴν ἁγίαν σου, χάριν ἡμῖν αἰτούμενος, καὶ ἔλεος ἄφθονον, καὶ τὴν εἰρήνην τὴν θείαν, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν, τοῖς πόθῳ τελοῦσιν, ὦ σοφὲ Ἱερομάρτυς, τὴν θείαν μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Τῆς ἀποστολικῆς διδασκαλίας, γεωργὸς γενόμενος, ἐν αὔλαξι ψυχῶν κατεβάλου, τῆς ἀληθείας τὰ σπέρματα, Εἰρηναῖε μακάριε. Καὶ τῷ αἵματι τῆς ἀθλήσεως, τὴν ἱεραρχικὴν ἱερουργίαν σφραγίσας, διπλῷ στεφάνῳ ἐκοσμήθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος διὰ σοῦ, εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὡς σοφὸς Ἱεράρχης φερωνύμως ἐκήρυξας, τοῦ Εὐαγγελίου ἐν κόσμῳ, τῆς εἰρήνης τὰς χάριτας, παμμάκαρ Εἰρηναῖε ἱερέ, καὶ ἤθλησας στεῤῥῶς ὑπὲρ Χριστοῦ· διὰ τοῦτό σε τιμῶμεν μελῳδικῶς, Ἱερομάρτυς κράζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Τὴν σοφίαν ἐκ παιδός, ἀναζητήσας καὶ εὑρών, τὴν ἀέναον πηγήν, τῶν οὐρανίων δωρεῶν, ἐκ θησαυρῶν εἰσεδέξω τοῦ Παρακλήτου· ὅθεν ἱερῶς, κόσμῳ διέπρεψας, γνώσει ἀληθεῖ, καὶ λόγῳ κρείττονι, καὶ εὐσεβείας Εἰρηναῖε τοῖς δόγμασιν, ὡς Ἱεράρχης θεόσοφος. Καὶ νῦν δυσώπει, πᾶσι δοθῆναι, πταισμάτων Πάτερ συγχώρησιν.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Ἐκ Σμύρνης προελθών, ὡς ἀστὴρ φωτοφόρος, καὶ λάμψας, μυστικῶς, ἐν τῇ Δύσει παμμάκαρ, ποιμὴν ὤφθης θεόληπτος, καὶ διδάσκαλος ἔνθεος, θείῳ Πνεύματι, τῆς ἐν Λουγδούνῳ ἁγίας, Πάτερ Ὅσιε, τῶν εὐσεβῶν Ἐκκλησίας, πιστῶς ἑπομένης σοι.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος γ' Τὴν ὡραιότητα
Πολλοὺς ἀνέδειξας, Κυρίῳ Μάρτυρας, τῷ ὑποδείγματι, τῷ σῷ μακάριε, καὶ ὑποθήκαις ἱεραῖς, χειλέων σου τῶν ἁγίων, καὶ σαὐτὸν προσήγαγες, ὡς θυσίαν ἀμώμητον, τῷ Θεῷ καὶ Κτίσαντι, ἐκτμηθεὶς τὸν αὐχένα σου· διό σε οἱ πιστοὶ εὐφημοῦμεν, Ἱερομάρτυς Εἰρηναῖε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Εἰρηναῖε θεόληπτε, τῷ τῆς εἰρήνης παριστάμενος ἄρχοντι, εἰρήνης ἀληθῆ ἡμῖν ἐξαίτει, ἵνα τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης τηρήσωμεν, καὶ κομισώμεθα παρὰ Χριστοῦ, ζωὴν τὴν αἰώνιον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ Εἰρηναίῳ τὸν ἔπαινον εἰσφέρω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
Τριάδος τὴν ἔλλαμψιν, ὡς Ἱεράρχης, καὶ Μάρτυς περίδοξος ἀεὶ δεχόμενος, γνώσεως λάμψον μοι φῶς, ὦ Εἰρηναῖε ἱερέ, ὅπως ὑμνήσω σε.
Ὡς δένδρον κατάκαρπον, ἐν διεξόδοις, ὑδάτων τοῦ Πνεύματος, ἀπὸ νεότητος, μαθητευθεὶς ἱερῶς, τῷ Πολυκάρπῳ τῷ σοφῷ, ὤφθης μακάριε.
Ἐγγὺς καὶ ὁμότροπος, τῶν Ἀποστόλων, γενόμενος Ὅσιε, τούτων κεκλήρωσαι, τὸν ζῆλον τὰς δωρεάς, τὴν γλῶσσαν τὴν θεοειδῆ, ὡς καθαρὸς τὴν ψυχήν.
Ἰδεῖν κατηξίωσαι, καὶ μαθητεῦσαι, τῷ πάλαι φοιτήσαντι, τῷ ἐν τῷ στήθει Χριστοῦ, ἐπιπεσόντι θερμῶς· ὅθεν ἐπλήσθης παρ’ Αὐτοῦ, θείας ἐλλάμψεως.
Θεοτοκίον.
Ῥοῆς ἀνεπίδεκτος, Παρθενομῆτορ, καὶ ἄφθορος γέγονεν, ὁ θεῖος τόκος Σου· ὁ γὰρ τῶν ὅλων Θεός, ἐκ τοῦ ἀτρέπτου κυηθείς, ξένα εἰργάσατο.
ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Ἡλίου λάμψας φαεινότερον, τοῖς τῶν ἀρετῶν ἀμαρύγμασι, φωταγωγεῖς περιφανῶς, τοὺς ἐν Δύσει μακάριε, εὐσεβείας τοῖς διδάγμασι, καὶ φέγγει τῆς χάριτος.
Νόμῳ τῷ θείῳ κυβερνώμενος, ὤφθης Ἱεράρχης θεόσοφος, τῇ εὐδοκίᾳ τοῦ Θεοῦ, Εἰρηναῖε Πατὴρ ἡμῶν, καὶ ἀμέμπτως ἱεράτευσας, τῷ σὲ μεγαλύναντι.
Ἄθλους Μαρτύρων ὑφηγούμενος, πρὸς μαρτυρικὰ Πάτερ σκάμματα, πολλῶν ἐπτέρωσας τὸν νοῦν, καὶ αὐτοὺς Χριστομάρτυρας, τῷ σῷ λόγῳ προσενήνοχας, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Ἱερουργὸς θεοειδέστατος, καὶ ἀρχιερεὺς Πάτερ Ὅσιε, τῆς ἐν Λουγδούνῳ τοῦ Χριστοῦ, Ἐκκλησίας γενόμενος, τῶν αἱρέσεων ἐγύμνωσας, τὸν νοῦν τὸν ἀγνώμονα.
Θεοτοκίον.
Ὡραιωθεῖσα ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας φαιδρότησι, τὸν ὑπερούσιον Θεόν, ἐν γαστρί Σου ἐχώρησας, καὶ σαρκὶ τοῦτον ἐκύησας, Παρθένε δι’ ἔλεος.
Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῷ οἰκείῳ αἵματι, πεφοινιγμένος, τοῦ Χριστοῦ τῷ βήματι, Πάτερ παρέστης ἐν χαρᾷ, ὦ Εἰρηναῖε μακάριε, πᾶσι πταισμάτων, αἰτούμενος ἄφεσιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ σεπτῇ κοιμήσει Σου, ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει Σοι· χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
Τῶν θείων Ἀποστόλων τὴν χάριν εἰληφώς, ἐκ τῆς Ἑώας ἔδραμες πρὸς Δύσιν ἐν χαρᾷ, γεηπονῶν Εὐαγγελίου τῷ ἀρότρῳ, Ἱερομάρτυς τῶν ἀνθρώπων τὰς καρδίας, πρὸς καρποφορίαν σωτήριον.
Ὁ βίος σου θεόφρον ἐδείχθη φωταυγής, ταῖς ἐναρέτοις πράξεσι λαμπόμενος ἀεί, καὶ πεπλησμένος θείας χάριτος ὁ λόγος, τὴν τῆς ἀπάτης διελέγχων ἀλογίαν, Πάτερ Εἰρηναῖε θεόσοφε.
Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα σοφέ, ζωὴν τὴν ἐνυπόστατον ἐκήρυξας Χριστόν, καὶ τῶν εἰδώλων τῆς ἀπάτης ἐλυτρώσω, διδασκαλίαις ἱεραῖς ἱερομύστα, τοὺς εἰλικρινῶς δεξαμένους σε.
Θεοτοκίον.
Ἐτέχθη ἐκ γαστρός Σου ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἄφθορος μεμένηκας μετὰ τὸν τοκετόν· τίς οὖν ὑμνήσει Σου τὴν δόξαν Θεοτόκε; ὅτι τὸν Κτίστην ἐγαλούχησας ὡς βρέφος· δόξα τοῖς φρικτοῖς μεγαλείοις Σου.
ᾨδὴ ε’. Τὴν σὴν εἰρήνην.
Πηγὴν Πάτερ διέγραψας, παντὸς ἀγαθοῦ, τὸν ἐν Τριάδι εἶναι, Θεὸν τὸν ἀρχίφωτον, ἐξ οὗ ἀεὶ ζωοποιούμεθα, ἡ νοητὴ κτίσις, καὶ ἡ ὁρωμένη.
Ἁγίως ἱεράτευσας, ἁγίᾳ ζωῇ τῷ ἐν τοῖς Ἁγίοις Θεῷ, ὥσπερ γέγραπται, δοξαζομένῳ ἱερώτατε, καὶ Μαρτύρων κλέος, ἀθλήσας ἐπορίσω.
Ἰθύνων θείῳ λόγῳ σου, πρὸς πόαν ζωῆς, Πάτερ τὴν σὴν ποίμνην ὡς μύστης οὐράνιος, πᾶσαν τὴν γνῶσιν τὴν ψευδώνυμον, ἤλεγξας ἐν γνώσει, τῇ θείᾳ Ἱεράρχα.
Θεοτοκίον.
Νόμου Σε τύποι καὶ σκιαί, Μητέρα Θεοῦ, προέγραφον πάλαι, γενήσεσθαι πάναγνον· τὸν τοῦ Πατρὸς γὰρ ὁμοούσιον, ἔτεκες Παρθένε, ἡμῖν ὁμοιωθέντα.
ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
Ὁ τῆς δόξης τοῦ Χριστοῦ, Ἱεράρχης εὐκλεής, καὶ Μαρτύρων κοινωνός, Εἰρηναῖος ὁ σοφός, ὑμνείσθω μοι, ὁ τὴν εἰρήνην, πᾶσι βραβεύων ἡμῖν.
Νέμων Πάτερ εὐσεβῶς, πρὸς λειμῶνας εὐθαλεῖς, ποίμνην σου τὴν λογικήν, ὡς ποιμὴν ἀληθινός, ἐνήθλησας, καὶ ὑπὲρ ταύτης, αὐτὸν προτέθεικας.
Ἐξεχύθη δαψιλής, ἐν τοῖς χείλεσι τοῖς σοῖς, χάρις ἄνωθεν σοφέ· ὅθεν ἔβλυσας ἡμῖν, διδάγματα, Ἱερομάρτυς, ψυχὰς εὐφραίνοντα.
Θεοτοκίον.
Ἰησοῦς ὁ τοῦ Πατρός, συναΐδιος Υἱός, ἐκ Σοῦ ὤφθη ὡς βροτός, διὰ σπλάγχνα οἰκτιρμῶν, καὶ ἔσωσε, Παρθενομῆτορ, τὸν κόσμον ἅπαντα.
Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Ὡς ἱερὸν ὑφηγητὴν τῆς χάριτος, καὶ εὐκλεῆ τῆς ἀληθείας Μάρτυρα, εὐφημοῦμεν καὶ βοῶμέν σοι, Εἰρηναῖε παμμακάριστε· Εἰρήνης πρὸς ὁδὸν Πάτερ κατεύθυνον, τοὺς πόθῳ προσιόντας τῇ πρεσβείᾳ σου, παρέχων ἡμῖν πταισμάτων ἄφεσιν.
Ὁ Οἶκος.
Σοφίας ἔρωτι Πάτερ τρωθείς, τοῦ ἱεροῦ Πολυκάρπου ὤφθης φοιτητής, παρ’ οὗ πᾶσαν γνώσιν ἀληθείας μυηθείς, τῆς τοῦ Χριστοῦ διαθήκης θερμὸς ἐδείχθης ζηλωτής· ὅθεν τὴν Δύσιν καταλαβών, υἱοὺς φωτὸς τοὺς ἐν αὐτῇ ἀνέδειξας, καὶ τῶν αἱρέσεων τὸν ζόφον ἐσκέδασας, ταῖς φωτοβόλοις διδαχαῖς σου. Καὶ νῦν τῷ ἰδίῳ αἵματι, πρὸς τὸ ἐσώτερον τοῦ οὐρανίου καταπετάσματος εἰσελθών, τὰς ὑπὲρ εἰρήνης ἡμῶν, μυστικὰς λατρείας, μὴ παύσῃ ἀναφέρων ὑπὲρ ἡμῶν, Εἰρηναῖε μακάριε, αἰτούμενος ἡμῖν πταισμάτων ἄφεσιν.
Συναξάριον.
Τῇ ΚΓ’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, ἐπισκόπου Λουγδούνων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Τοὺς ἐν καμίνῳ παῖδάς σου.
Στόμα Θεοῦ, γεγονὼς θεσπέσιε, διδασκαλίας ἱεράς, ὥσπερ νάματα καθαρά, κρουνηδὸν ἐπήγασας, καὶ τὴν τῶν αἱρέσεων φλόγα, κραυγάζων κατέσβεσας· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Φίλους Θεοῦ, καὶ τέκνα τῆς χάριτος, τῷ θείῳ λόγῳ σου σοφέ, ἀπέδειξας ἐναργῶς, τοὺς πρὶν σέβας ἄλογον, τοῖς εἰδώλοις νέμοντας· μεθ’ ὧν γηθόμενος ἔψαλλες· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἐπιφανὴς ἡ ἱερουργία σου, γέγονε Πάτερ ἀληθῶς, κοσμουμένη τῶν ἀετῶν, θείοις προτερήμασι, καὶ ἡ μαρτυρία σου, περιφανὴς καὶ περίδοξος· τὸν αἰνετὸν γὰρ κηρύττεις, Θεὸν καὶ ὑπερένδοξον.
Ῥείθροις σοφέ, τῶν σεπτῶν αἱμάτων σου, ἱερωτέραν ἀληθῶς, ἀπειργάσου τὴν στολήν· ὑπὲρ γὰρ τοῦ Κτίστου σου, Εἰρηναῖε πάνσοφε, τὴν κεφαλήν σου ἐκτέτμησαι, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.
Θεοτοκίον.
Ὤφθης ἁγνή, ἱερὸν ἀνάκτορον, τοῦ Βασιλέως καὶ Θεοῦ· ἐν γαστρί Σου γὰρ ὑπὲρ νοῦν, ᾤκησε καὶ ἔλαβεν, ὅλον με τὸν ἄνθρωπον, ἐκ τῶν ἀχράντων Σου, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Γραφῶν διετράνωσας, τῶν θείων καὶ σεπτῶν, ἐν λόγοις καὶ γράμμασι, τὸν πλοῦτον εὐσεβῶς, σοφὲ Εἰρηναῖε, ἡ γὰρ χάρις Θεοῦ, πλουσίως ἐδόθη, τῷ στόματί σου Πάτερ.
Εἰδώλων διήλεγξας, τὴν πλάνην ἱερέ, καὶ ἤσχυνας ἄριστα, αἱρέσεων δεινῶν, τὰς ἐρεσχελίας, ἐν σοφίᾳ πολλῇ, καὶ δυνάμει λόγου, τῆς ἄνω ἐπιπνοίας.
Ῥοαῖς τῶν αἱμάτων σου, κατήρδευσαν σοφέ, πιστῶν τὴν διάνοιαν, βλαστάνειν δαψιλῶς, τῆς θείας ἀγάπης, τοὺς καρποὺς τοὺς ἡδεῖς, Ἱερομαρτύρων, ὡράϊσμα καὶ κλέος.
Θεοτοκίον.
Ἀνάρχου γεννήτορος, Υἱὸς ὁ συμφυής, ὁμόφυλος γέγονεν, ἡμῖν δίχα τροπῆς, ἐκ Σοῦ Θεοτόκε, μορφωθεὶς τὸν Ἀδάμ, καὶ διπλοῦς τῇ φύσει, δι’ εὐσπλαγχνίαν ὤφθη.
ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Στίφη Μαρτύρων Χριστῷ προσενήνοχας, ὥσπερ καρπὸν λογικὸν τῶν καμάτων σου, καὶ σεπτὸν γεώργιον, σεαυτὸν ἀνέδειξας, τῷ γεωργῷ τῶν ἁπάντων Εἰρηναῖε, καρποφορήσας ζωὴν τὴν αἰώνιον.
Ἱερουργὸς γεγονὼς ἐννομώτατος, μαρτυρικῶς Ἱεράρχα ἠρίστευσας, θύων καὶ θυόμενος, καὶ Χριστοῦ τὸν θάνατον, ζηλοτυπῶν τῷ θανάτῳ σου παμμάκαρ· δι’ οὗ ἀθάνατον εὗρες ἀπόλαυσιν.
Μυσταγωγήσας τὸν λόγον τῆς πίστεως, καὶ ἐκτελέσας ὁσίως τὸν δρόμον σου, Ἀποστόλων σύσκηνος, καὶ Μαρτύρων σύνθρονος, Ἀρχιερεῦ Εἰρηναῖε ἀνεδείχθης, ὑπὲρ Χριστοῦ ἐκτμηθεὶς τὸν αὐχένα σου.
Οἱ τῶν ἁγίων αἱμάτων σου ῥύακες, τὴν Ἐκκλησίαν ἀΰλως δροσίζουσιν· ὅθεν γεννηθήτωσαν, κἀμοὶ τῷ ὑμνοῦντί σε, ἀναψυχή τε καὶ δρόσος σωτηρίας, τῷ φλεγομένῳ παθῶν ὑπεκκαύμασι.
Θεοτοκίον.
Ὑπερκοσμίων ὀρέων ὑπέρτερον, ὡς ἀληθῶς ὄρος ὤφθης πανάμωμε, ἐν χερσὶ κατέχουσα, Κόρη τὸν φωτίζοντα, ἐξ αἰωνίων ὀρέων τοὺς βοῶντας· χαῖρε τοῦ κόσμου θερμὸν ἱλαστήριον.
Ἐξαποστειλάριον Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ χάρις τοῦ Παρακλήτου, ἡ τοῖς Χριστοῦ Ἀποστόλοις, καταφοιτήσασα πρώην, ἐν σοὶ σκηνώσασα Πάτερ, φωστῆρά σε Ἐκκλησίας, ἀνέδειξεν Εἰρηναῖε.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται,
καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον
προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ
τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως.
Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι,
θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι,
τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε
μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Καὶ γ’ τοῦ Ἁγίου, ὅμοια.
Τὴν τοῦ Πνεύματος ἔλλαμψιν, οὐρανόθεν δεξάμενος, Ἱεράρχης ἔνθεος ἐχρημάτισας, καὶ Ἀποστόλων ὁμότροπος, τῷ ζήλῳ τῆς πίστεως, καὶ ἀγῶσιν ἱεροῖς, τοῦ ἐνθέου κηρύγματος, ἱερώτατε, καὶ νομίμως ἀθλήσας Εἰρηναῖε, τῶν αἱμάτων τῇ πλημμύρᾳ, τὴν ἀνομίαν κατέκλυσας.
Ὡς εἰρήνης ἐπώνυμος, τὴν εἰρήνην τὴν κρείττονα, ἣν Χριστὸς παρέσχετο ὡς φιλάνθρωπος, εὐηγγελίσω μακάριε, τοῖς ὑπὸ τοῦ ὄφεως, καὶ αἱρέσεων δεινῶν, βαλλομένοις ἑκάστοτε, ὡς θεόσοφος, Ἱεράρχης καὶ κήρυξ εὐσεβείας, Εἰρηναῖε θεηγόρε, Ἱερομάρτυς πανόλβιε.
Ἱεράρχης θεόληπτος, Ἀθλητὴς ἐνθεώτατος, Ἐκκλησίας στήριγμα ἀδιάσειστον, βίου σεμνοῦ ὑποτύπωσις, διδάσκαλος πάνσοφος, καὶ σεπτὸς μυσταγωγός, τῆς εἰρήνης γενόμενος, ἱερώτατε, ἐν εἰρήνῃ ἀεὶ καὶ ὁμονοίᾳ, Εἰρηναῖε διατήρει, τοὺς ἐτησίως τιμῶντάς σε.
Δόξα. Ἦχος πλ. β΄.
Ἱερωσύνης τὸ μύρον, τοῖς τῶν αἱμάτων κεράσας σταλαγμοῖς, κρατῆρα θείων δωρεῶν, τῇ Ἐκκλησίᾳ προτέθεικας. Καὶ τῷ τῆς μνήμης σου κηρύγματι, πρὸς μυστικὴν εὐφροσύνην συγκαλεῖς, τῶν πιστῶν τὰ συστήματα, Ἱερομάρτυς Εἰρηναῖε. Ἀλλ’ ὡς τῷ Δεσποτικῷ θρόνῳ παριστάμενος, ὡς Ἀρχιερεὺς καὶ Μάρτυς, δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας ὑφηγητής· χαίροις Εἰρηναῖε, σοφὲ Ἱερομάρτυς, εἰρήνην ὁ βραβεύων, τοῖς σὲ γεραίρουσι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου