ΑΥΓΟΥΣΤΟΣ ΚΕ΄.
ΤΙΤΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ὁ θεῖος Μαθητής Σου Χριστέ, ὑμνείσθω Τίτος σήμερον, ἐγκωμίοις, ὁ βαστάσας ἐπὶ γῆς, στεῤῥῶς τὸ ὄνομά Σου, καὶ κόσμῳ καταγγείλας, τὴν ἐπιφάνειαν τῆς δόξης Σου.
Τοῦ Παύλου συνοδίτης πιστός, ἐγένου καὶ συνέκδημος, μάκαρ Τίτε, καταγγέλων τοῖς λαοῖς, Θεοῦ τὰ μεγαλεῖα, καὶ κόσμῳ ἀνατέλλων, Εὐαγγελίου τὴν λαμπρότητα.
Δοχεῖα ἀπειργάσω φωτός, ἀκτῖσι τοῦ κηρύγματος, τοὺς ἐν πλάνης, τῶν εἰδώλων τῇ νυκτί, καθεύδοντας ὦ Τίτε· διὸ ἐθαυμαστώθης, ὡς πνευματέμφορος Ἀπόστολος.
Ἡ Κρήτη σε γεραίρει ἀεί, αὐτῆς ὡς Πρωτεπίσκοπον, Πάτερ Τίτε, ἣν συντήρει ἀκλινῆ, τῆς πίστεως ἐν πέτρᾳ, πρεσβείαις σου ἁγίαις, πρὸς τὸν δοξάσαντά σε Κύριον.
Δόξα. Ἦχος α’.
Τρόπαιον εὐσεβείας, ἐν Κρήτῃ ἀνέστησας, Ἀπόστολε ἔνδοξε Τίτε. Καθοπλισάμενος γὰρ νουνεχῶς, τοῦ Σταυροῦ τὴν ἀήττητον δύναμιν, τὴν πλάνην τῶν εἰδώλων κατήργησας, καὶ ἐκ φάρυγγος τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἀνθρώπων πλῆθος μέγα ἐξήρπασας· ὅθεν σήμερον οἱ πιστοί, τὴν μνήμην σου ἐπιτελοῦντες, τὸν διὰ σοῦ κηρυχθέντα δοξάζομεν Χριστόν, τὸν παρέχοντα τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγα ὡς ἀληθῶς, ἐδείχθης μάκαρ Τίτε, μεγάλα ἐκτελέσας, ὑπὲρ τῆς εὐσεβείας, ἐν κόσμῳ κατορθώματα.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Παύλου ὡς μαθητής, τοῖς ἔθνεσι τὸν λόγον, τῆς ἀληθείας Τίτε, κατήγγειλας καὶ ὤφθης, Ἀπόστολος θεόπνευστος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Κρήτην τῷ τοῦ Σταυροῦ, σημείῳ σημειώσας, αὐτὴν τῆς τῶν εἰδώλων, λατρείας παμμιάρου, ὦ Τίτε ἠλευθέρωσας.
Δόξα. Τριαδικόν.
Ἕνα
Σε ἐν τρισίν, ὦ Κύριε προσώποις, ἐκήρυξεν ἀνθρώποις, ὁ Τίτος
ὁ θεόπνους, ὡς πάνσοφος Ἀπόστολος.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε τῷ ἐκ Σου, ἀσπόρως σαρκωθέντι, Θεόνυμφε Μαρία, ἡμῖν ἵνα πταισμάτων, δωρήσηται τὴν ἄφεσιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος καὶ μαθητὴς γεγονώς, τὴν Κρήτην κατηύγασας Τίτε Ἀπόστολε, τῇ αἴγλῃ τῶν λόγων σου· ὡς οὖν ταύτην ἐῤῥύσω, σκότους τῆς ἀσεβείας, οὕτω καὶ νῦν τοὺς πόθῳ, σὲ τιμῶντας παμμάκαρ, ὡς ἔχων παῤῥησίαν πολλήν, ῥῦσαι παντὸς πειρασμοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Τίτου Ἦχος δ' Ἔδωκας σημείωσιν
Μίαν
τρισυπόστατον, ἀνακηρύττων Θεότητα, τὴν πολύθεον θάλασσαν, ἐθνῶν διετάραξας, καὶ
γαληνοτάτους, μάκαρ πρὸς λιμένας, τοὺς νηχομένους τῷ βυθῷ, τῆς ἀθεΐας σὺ ἐγκαθώρμισας,
ἐντεῦθεν τὴν οὐράνιον, ἀντιμισθίαν ἀπείληφας, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν
ἀνυμνούντων σε.
Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.
Κρήτης ἐξορμώμενος, καὶ ἐν αὐτῇ ἀφικόμενος, ἀῤῥαγὴς ὡς θεμέλιος, ἐν ᾗ ἐστερέωτο, ὀρθοτάτῃ πίστει, τῇ οἰκοδομίᾳ, ἐπῳκοδόμησε πιστούς, τῆς οὐρανίου θείας δυνάμεως, ὁ Τίτος, ὁ μακάριος, ὁ τῆς πατρίδος πρωτόθρονος, ὁ τοῦ Παύλου συνέκδημος, τῶν πιστῶν ἡ παράκλησις.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τίτος ὁ δοῦλος Θεοῦ τοῦ ἐν Τριάδι, Παῦλον τὸν Ἀπόστολον ἐν τῇ Ἑώᾳ εὑρών, αὐτῷ πιστῶς ἠκολούθησεν, ἕως εἰς Δύσιν, καὶ ὑπηρέτης Χριστοῦ ἐγένετο· θείαις δὲ ἐλλάμψεσι, πάντας ἐφώτισε, τῆς ἀθεΐας τὴν ζόφωσιν, καὶ τῶν εἰδώλων, πᾶσαν τὴν πλάνην κατεπολέμησεν· ὅθεν ἀξίως μακαρίζεται, ὡς λαβὼν ἐκ Θεοῦ χάριν ἄφθονον, καὶ πρεσβεύει ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καταλιπών σε ὁ Παῦλος ἐν τῇ Κρήτῃ, Τίτε ὡς ἐπίσκοπον καὶ ποιμενάρχην αὐτῆς, σοὶ διετάξατο ἔνδοξε, ἀναπληρῶσαι, ἐν Ἐκκλησίᾳ πάντα τὰ λείποντα· τότε νῆσον ἅπασαν, σὺ κατεφώτισας, τῆς εὐσεβείας τοῖς δόγμασι, καὶ πρεσβυτέρους, ἐν πάσῃ πόλει ἐχειροτόνησας· ὅθεν ἀξίως νῦν ἀγάλλεται, πᾶσα Κρήτη τιμῶσα τὴν μνήμην σου, καὶ θερμῶς ἱκετεύει, τῇ πρεσβείᾳ σου φυλάττεσθαι.
Τῆς νήσου Κρήτης ὁ πάτρων καὶ προστάτης, Χριστοῦ ἀρχιποίμενος ἀναδειχθεὶς μιμητής, τὴν τῶν ἐθνῶν διετάραξε, πολυθεΐαν, καὶ μίαν πίστιν Χριστοῦ ἐτράνωσε· δύσας δ’ ὁ μακάριος, ἐν γῇ κατέλιπε, διδασκαλίας τὴν ἄδυτον, θείαν ἀκτῖναν, καὶ θείαν κάραν ἐν τῷ ναῷ αὐτοῦ· ἣν εὐσεβάστως ἀσπαζόμεθα, ἀρυόμενοι πίστει ἰάματα, καὶ ψυχῶν σωτηρίαν, καὶ πταισμάτων ἀπολύτρωσιν.
Δόξα. Τοῦ Ἁγίου Τίτου Ἦχος πλ. β'
Τῆς ἐκλογῆς τοῦ σκεύους, Παύλου θεοκήρυκος, φοιτητὴς γενόμενος, καὶ μυηθεὶς τὰ θεῖα παρ᾽ αὐτοῦ διδάγματα, εἰς τὰ ἔθνη πρὸς πίστιν ἀπεστάλης, ἐπιστρέφειν καὶ φωτίζειν, τῇ αἴγλῃ τῶν λόγων σου· ὅθεν εἰς τὰ πέρατα διέδραμες, Ἀπόστολε Τίτε, εὐαγγελιζόμενος πᾶσι τὸν σαρκωθέντα Θεόν, ὃν καθικέτευε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πρὸς Τῖτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. α΄, 1-5)
Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην
Πρὸς Τῖτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. β΄, 1-8, 11-15)
Τέκνον Τίτε, λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ. Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν, περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ, ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
Πρὸς Τῖτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 4-7)
Τέκνον Τίτε, ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου.
Λιτή. Ἦχος α΄.
Σὺ εἶ Τίτε, τὸ μέγα τῶν ἔργων Παύλου κατόρθωμα, τὸ καλόν γεώργιον, τὸ περιώνυμον τῶν αὐτοῦ καυχημάτων καλλώπισμα, τὸ κράτιστον ἐκείνου πόνων συμπέρασμα. Σὺ νυμφαγωγὸς τῆς Ἐκκλησίας, ἕδνα νυμφικά, καὶ φερνὴν αὐτῇ προικοφορήσας, τὰ Κρήτης γεννήματα. Σὺ τῆς ἐνεγκαμένης, ὁ πρῶτος ἀρχιποίμην καὶ πρόεδρος, μὴ παύσῃ ἀπὸ νομῶν εἰς νομὰς εἰσάγων τε καὶ ἐξάγων, καὶ πρὸς τὴν νοητὴν τῶν θείων πόσιν, καθοδηγῶν τοὺς ἄρνας Χριστοῦ.
Ἦχος β΄.
Σὺ Τίτε, ὁ καιόμενος λύχνος, καὶ ὑπὸ μοδίῳ κρύπτεσθαι μὴ δυνάμενος, ἀλλ’ ἀφ’ ὑψηλοῦ, τῇ χρυσαυγεῖ λυχνίᾳ τῆς Ἐκκλησίας τίθεσθαι. Πρέσβευε τῷ ἀνεσπέρῳ φωτί, φωτίζει τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τίτε μακάριε Πάτερ, τὸ μέγα ταῆς Κρήτης καύχημα καὶ καλλώπισμα, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, καὶ τῆς ἄνω μυστολατρείας, καὶ τῶν θείων ὑφηγητά, δέχου παρ’ ἡμῶν, οἷόν τι σειρήνιον μέλος, τὸν ἐφύμνιον λόγον, καὶ τρυαλίζειν ἐθελουσίως, φιλόστοργος ὦν, ἥδιστα παράλαβε σὸν οὖς, ἡμετέροις ὕμνοις, φίλα γὰρ πατράσι, τὰ τῶν τέκνων ψελλίσματα, καὶ σαῖς πατρικαῖς ἱκεσίαις, σῷζε τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Ἰδοὺ καὶ πάλιν συνάφει ἡμᾶς Τίτος, ὁ πρῶτος τῆς εἰδωλομανίας ἀντίπαλος, καὶ τῆς Χριστοῦ θεοσοφίας ὑπέρμαχος· ὁ κατὰ τῶν προσκυνούντων τοὺς λίθους, λίθος προσκόμματος κείμενος, καὶ τὸν εἰς κεφαλὴν γωνίας, τῆς Ἐκκλησίας λίθον, Χριστὸν αὐτοῖς ὑποθέμενος. Τίτος, τὸ θεόκτιστον τῆς Κρητῶν Ἐκκλησίας προπύργιον, ἡ ἀψευδὴς τῶν ἀδιστάκτως αὐτῷ προσιόντων ἀντίληψις, τὸ εὐπρεπὲς τῆς περὶ ἡμᾶς θείας κηδεμονίας προαύλιον, δι’ οὗ τὴν ἀλήθειαν ἔγνωμεν, καὶ τὴν γνῶσιν ἐλάβομεν. Αὐτοῦ πρεσβείαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, τῶν Ἀποστόλων λαμπάς, φωταγωγὸς τῆς Ἐκκλησίας οὐράνιος, ὁ κῆρυξ ὁ ῥητορεύσας, τοῦ ἐπὶ πάντων Θεοῦ, τῆς οἰκονομίας τὸ μυστήριον, ἡ γλῶσσα ἡ εὔσημος, ταῆς τοῦ Λόγου κενώσεως, ἡ ἐν δυνάμει, Παρακλήτου τρανώσασα, ἐν τοῖς Ἔθνεσιν, εὐσεβείας τὸ κήρυγμα, πρόβολος ὁ θεόπνευστος, δογμάτων τῆς πίστεως, εἰδωλικὴν μάκαρ Τίτε, ὁ καταισχύνας θρασύτητα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις, θεοειδὴς ἀληθῶς, μυσταγωγὸς Εὐαγγελίου τῆς χάριτος, συνέκδημος ὁ θεόπνους, τοῦ σκεύους τῆς ἐκλογῆς, καὶ αὐτοῦ ἐν πᾶσιν ἀφομοίωμα· ὁ πλάνης φρυάγματα, ἐπιλάμψει τῶν λόγων σου, κατεδαφίσας, καὶ τοῦ σκότους τὸν ἄρχοντα, τῶν θαυμάτων σου, θριαμβεύσας τῇ χάριτι· ἕδρα τε ἡ ἀκρότομος, καὶ πέτρα τῆς πίστεως, θεοσοφίας ἐν Κρήτῃ, Τίτε ὁ πρῶτος ὑπέρμαχος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοῖ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Χαίροις, τῆς Κρητονήσου φωστήρ, θεῖος ἀρχίθρονος ποιμήν τε καὶ πρόεδρος, διδάσκαλος θεηγόρος, καὶ ὁδηγὸς πρὸς Χριστόν, τὸν Σωτῆρα Τίτε θεοφόρητε· φωνῇ γὰρ ὑπήκοος, τῇ τοῦ Παύλου γενόμενος, αὐτῇ ἐπέστης, ὡς τοῦ Λόγου Ἀπόστολος, ὑφηγούμενος, τὸ σωτήριον κήρυγμα· ὅθεν αὐτὴν ἀνέδειξας, τῆς πίστεως ἄρουραν, καρπογονοῦσαν Ἁγίων, πληθὺν ἀεὶ μυριάριθμον· μεθ’ ὧν ἐκδυσώπει, τὴν Τριάδα ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἠμφιεσμένος
τοῦ Παρακλήτου τὴν χάριν, υἱοθεσίαν αἰώνιον ἐκομίσω, φωτισμὸν καὶ λύτρωσιν οὐράνιον,
τοῖς ἐνοικοῦσιν ἐν Κρήτῃ Ἀπόστολε. Τοῦ σκεύους γὰρ τῆς ἐκλογῆς, συνοδοιπόρος καὶ
κοινωνὸς γενόμενος, παρ’ αὐτοῦ τὴν νῆσον ἀπεστάλης, εὐαγγελιζόμενος τοῦ
Σωτῆρος τὴν κένωσιν, καὶ νεουργῶν τῷ λόγῳ καρδίας, παλαιωθείσας τῇ τῶν εἰδώλων
φθορᾷ, ἐκ κακίας πρὸς θείαν ἐπίγνωσιν· ἱερουργήσας δὲ τὰ θεῖα Μυστήρια, καὶ κατὰ
πόλιν πρεσβυτέρους καταστήσας, καὶ τὰ λείποντα ἐπιδιορθώσας, τὴν διακονίαν σου ἐπληροφόρησας
καλῶς, ἀνθ’ ἧς ἐν τοῖς ὑψίστοις, ἐν μετοχῇ ἐγένου τοῦ Κυρίου σου· ὅθεν μακάριε
Τίτε, Αὐτὸν ἐκτενῶς καθικέτευε, τὴν λαχοῦσάν σοι μερίδα διασώζεσθαι, ἐκ παντὸς
κινδύνου καὶ θλίψεως.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος καὶ μαθητὴς γεγονώς, τὴν Κρήτην κατηύγασας Τίτε Ἀπόστολε, τῇ αἴγλῃ τῶν λόγων σου· ὡς οὖν ταύτην ἐῤῥύσω, σκότους τῆς ἀσεβείας, οὕτω καὶ νῦν τοὺς πόθῳ, σὲ τιμῶντας παμμάκαρ, ὡς ἔχων παῤῥησίαν πολλήν, ῥῦσαι παντὸς πειρασμοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐν πίστει ἀληθεῖ, τέκνον γνήσιον ὤφθης, Ἐθνῶν τοῦ εὐκλεοῦς, Ἀποστόλου ὦ Τίτε, καὶ τούτῳ ὡς γενόμενος, κατὰ πάντα ὑπήκοος, διηκόνησας, Εὐαγγελίου τῷ λόγῳ, καὶ ὡς ἄγγελος, ἐν Κρήτῃ ὤφθης εἰρήνης, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐξ ἁγνῶν Σου αἱμάτων, Παρθένε ἀγαθή, σαρκωθέντος ἀφράστως, τὸν λόγον ἐν τοῖς Ἔθνεσι, θεοσόφως ἐκήρυξεν, ὁ μακάριος, Αὐτοῦ Ἀπόστολος Τίτος· μεθ’ οὗ πρέσβευε, ἵνα σωθῶμεν οἱ πίστει, τιμῶντες τὸν τόκον Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Μύστης γέγονας, Εὐαγγελίου, καὶ διδάσκαλος, θεογνωσίας, ἐν τοῖς Ἔθνεσι θείᾳ ἐν χάριτι, τοῦ διδασκάλου σου Παύλου ἑπόμενος, ἐν ἀκριβείᾳ ταῖς τρίβοις Ἀπόστολε· μεθ’ οὗ πρέσβευε, ὦ Τίτε Κυρίῳ πάντοτε, δωρήσασθαι ἡμῖν χάριν σωτήριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θείου Πνεύματος, τῇ συνεργίᾳ, ἐσωμάτωσας, Πατρὸς τὸν Λόγον, δίχα φυρμοῦ καὶ συγχύσεως Δέσποινα, ὡς θεοπνεύστῳ ἐν γλώσσῃ ἐκήρυξε, τῇ οἰκουμένῃ ὁ Τίτος ὁ ἔνδοξος· ὅθεν πρέσβευε, ὡς Μήτηρ Αὐτοῦ πανάχραντος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Περιπολεύσας τὸ ἐπίγειον πλάτος, ὡς συνακόλουθος πιστότατος Παύλου, Ἐθνῶν τοῦ θεοκήρυκος, ὦ Τίτε ἱερέ, παρ’ αὐτοῦ ἐπίσκοπος, κατεστάθης ἐν Κρήτῃ, σαφηνίζων ἄριστα, εὐσεβείας τὸν λόγον, καὶ ἐκδιδάσκων ἅπαντας σαφῶς, τῆς ἀσεβείας τῶν ἔργων ἀπέχεσθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οἰκονομίας τῆς φρικτῆς τοῦ Υἱοῦ Σου, μύστης ἐγένετο σοφὸς ἐν τῇ Κρήτῃ, ὁ Τίτος ὁ Ἀπόστολος, Παρθένε Μαριάμ· Παύλου γὰρ τὰ ῥήματα, ἐν καρδίᾳ φυλάττων, πόνων οὐκ ἐφείσατο, καὶ κινδύνων μυρίων, ἵνα κερδήσῃ πάντας ἐν Χριστῷ, τῷ διὰ Σοῦ σαρκωθέντι Θεόνυμφε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοῖ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Εὐαγγέλιον, ζήτει τὸ α’ Ἐωθινόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου…
Καὶ νῦν: Ταῖς τας Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τίτε ἡ ἄψευστος γλῶσσα, ἡ παναρμόνιος λύρα τῶν οὐρανίων φωνῶν, ὁ τοῦ Εὐαγγελίου ἀροτήρ, Σταυρῷ ὥσπερ ἀρότρῳ, τὴν Κρήτην ἐγεώργησας. Παύλῳ γὰρ ὁλοτελῶς, ὑπήκοος γενόμενος, ἐν τῇ νήσῳ ἐπιστάς, τὰ λείποντα ἐπιδιώρθωσας, κατὰ πόλιν πρεσβυτέρους ἐγκατέστησας, καὶ σαυτὸν ὑποτύπωσιν τελείαν, τῆς πίστεως τῶν ἔργων παρέστησας· διὸ πρέσβευε ἀεὶ ὑπὲρ αὐτῆς, τὴν ποίμνην σου διασώζων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ Κανὼν τοῦ Ἁγίου Τίτου, οὗ ἡ Ἀκροστιχίς: Παύλου μαθητὴν Τίτον ὑμνῶ προφρόνως.
ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου
Παντοίοις χαρίσμασι, καταπλουτίσασα χάρις σε, τοῦ Πνεύματος κήρυκα, θεῖον Ἀπόστολον, εἰς τὰ πέρατα, κηρύττοντα, ἐκπέμπει, τοῦ Λόγου τὴν σάρκωσιν, Τίτε ἀοίδιμε.
Αὐγὴν θείας χάριτος, εἰσδεδεγμένος ἐξήστραψας, ὡς ἥλιος πάνσοφε, ταῖς ἐν τῷ σκότει ψυχαῖς, ἃς ἐφώτισας, ἐξαίρων ἁμαρτίας, δουλείας λυτρούμενος, πλάνης μακάριε.
Ὑπάρχων ἀνάπλεως, τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ Παῦλος ὁ πάνσοφος, σὲ προχειρίζεται, καὶ διάκονον, καὶ θεῖον ὑποφήτην, καὶ πίστεως κήρυκα, Τίτε θεσπέσιε.
Θεοτοκίον
Λυτρούμενος
ἔλαμψε, σοῦ ἐκ νηδύος ὁ Κύριος, τοῦ κόσμου τὰ πέρατα, πλάνης Θεόνυμφε, ὃν ἱκέτευε,
καὶ πάντοτε δυσώπει, σωθῆναι τοὺς πίστει σε, Κόρη γεραίροντας.
ᾨδὴ γ', Οὐκ ἐν σοφίᾳ
Οὐκ ἐν σοφίᾳ, μωραινούσῃ αὐτῇ τοὺς προσέχοντας, ἀλλὰ γνώσει ἀληθεῖ, τὴν ἀγνωσίαν μακάριε, ψυχῶν ἀπεδίωξας, τῶν προστρεχόντων σοι.
Ὑλομανοῦσαν, ἀθεΐας ἀκάνθαις τὴν ἄρουραν, παγκληρίας τῶν ἐθνῶν, δρεπάνῃ θείᾳ ἐκάθηρας, γνώσεως τὰ σπέρματα, καταβαλλόμενος.
Μίαν κηρύττων, ἐν τρισὶ τοῖς προσώποις Θεότητα, ἀπεδίωξας ἀχλύν, πολυθεΐας μακάριε, θείαν πρὸς ἐπίγνωσιν, ἄγων τὰ πέρατα.
Θεοτοκίον
Ἁγιωτέραν, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, ἀνωτέραν ὁ ἐκ σοῦ, σαρκὶ τεχθεὶς σε εἰργάσατο· ὅθεν σε ὡς Δέσποιναν, πάντων γεραίρομεν.
Κάθισμα . Τοῦ Ἁγίου ΤίτουἮχος πλ. δ' Τὴν σοφίαν
Ὥσπερ ἄστρον ἡλίῳ συμπορευθείς, παναοίδιμε Τίτε Παύλῳ σαφῶς, τὴν γῆν ἐφωτίσατε, καὶ τὸ σκότος ἐλύσατε, ἐν τῇ Κρητῶν δὲ νήσῳ, εἰσδύσας μακάριε, διὰ θανάτου πᾶσιν, ἀδύτους κατέλιπες, θείας ὡς ἀκτῖνας, τοὺς σοὺς πόνους καὶ λόγους, ὑφ' ὧν ἐλλαμπόμενοι, εὐσεβῶς σε γεραίρομεν, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου διάσωσμα.
ᾨδὴ δ', Ὁ καθήμενος ἐν δόξῃ
Θησαυρῶν ἐξ ἀκενώτων, ἀρυόμενος πάνσοφε, πενομένας φρένας, πλούτου ἀληθείας ἐνέπλησας, νεναρκωμένας καρδίας ἀνεζώωσας, ἀγνωσίας, διώκων ἀχλὺν παναοίδιμε.
Ἡ τοῦ Παύλου σε σαγήνη, τῇ προνοίᾳ τῆς χάριτος, σαγηνεύει Τίτε, μέλλοντα προθύμως εἰς ὕστερον, σοῦ τῷ ἀγκίστρῳ τοῦ λόγου ἔθνη πάμπολλα, ἀνελκύσειν, ἀπάτης βυθοῦ πρὸς εὐσέβειαν.
Τῷ κλεινῷ ὥσπερ ἀρνίον, θείῳ Παύλῳ ἑπόμενος, τοὺς βαρεῖς ἐκ μέσου, λύκους θεηγόρε ἀπήλασας, τὰ τῶν εἰδώλων τεμένη κατηδάφισας, καὶ ναοὺς Θεοῦ, τοὺς γηγενεῖς ἀπετέλεσας.
Θεοτοκίον
Ἡ
Ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος,
τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ὡς χωρήσασα, τὸν Πλαστουργόν μακαρίζεται.
ᾨδὴ ε', Ἀσεβεῖς οὐκ ὄψονται
Νεμομένην ἔστησας, κακίας τὴν πληγήν, τῶν ἐθνῶν μάκαρ τὰς ψυχάς, τῷ νοστίμῳ ἅλατι, τῶν θείων λόγων σου, ἰατρὸς ὡς ἄριστος, ὡς τῆς χάριτος διάκονος.
Ταῖς τοῦ Παύλου νεύσεσιν, ὑπείκων εὐμενῶς, σὺν αὐτῷ τὴν ὑπ' οὐρανόν, διατρέχεις πάνσοφε, λόγον τῆς γνώσεως, εὐαγγελιζόμενος, Θεοκήρυξ πανσεβάσμιε.
Ἰσουργὸν ὁμόθρονον, τὸν Λόγον τῷ Πατρί, ἐκδιδάσκων οἷα σοφός, θεηγόρε ἔπεισας, τοὺς μετριόφρονας, τῶν εἰδώλων ἅπασαν, τὴν ἀπάτην ἀποκρούσασθαι.
Θεοτοκίον
Τὴν
ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι
καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.
ᾨδὴ ς', Θύσω σοι, μετὰ φωνῆς
Ὁ Παῦλος, ὁ τοῦ κόσμου ἀνέσπερος ἥλιος, σὲ ὡς ἀκτῖνα ἐκπέμπει, φωτοβόλον μάκαρ τὰς ἐν τῷ σκότει, τῆς ἀγνοίας, καθευδούσας καρδίας φωτίζουσαν.
Ναμάτων, ζωηρύτων ὑπάρχων ἀνάπλεως, ῥείθροις ἐνθέων δογμάτων, τοὺς χειμάρρους μάκαρ τῆς ἀγνωσίας, κατακλύζεις, καταρδεύων ἐθνῶν τὰ συστήματα.
Θεοτοκίον
Ὑμνοῦσι, γενεαὶ γενεῶν σε πανύμνητε· τὸν ὑπερύμνητον Λόγον, τοῦ Θεοῦ γὰρ ἔτεκες ὑπὲρ λόγον, ὃν δοξάζει, καὶ βροτῶν καὶ Ἀγγέλων τὰ τάγματα.
Κοντάκιον τοῦ Ἁγίου Τίτου Ἦχος β' Τὰ ἄνω ζητῶν
Τοῦ Παύλου δειχθείς, συνόμιλος Ἀπόστολε, σὺν τούτῳ ἡμῖν, τὸν λόγον προκατήγγειλας, τῆς ἐνθέου χάριτος, μυστολέκτα Τίτε μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὸν ἐπὶ γῆς ὀφθέντα Σωτῆρα καταγγείλας ἐν κόσμῳ, τῆς αὐτοῦ ἀψευδοῦς Θεότητος ἐχρημάτισας φίλος οἰκεῖος καὶ κληρονόμος· ὅθεν πίστει προσπίπτων, σὲ ἱκετεύω, ὅπως ταῖς σαῖς ἱκεσίαις παράσχῃς μοι ἄφεσιν, διώκων τὴν ἀχλυώδη τῆς ψυχῆς μου σκοτόμαιναν ἔνδοξε, τοῦ ἐπαξίως ὑμνῆσαί σε, καὶ βοᾶν σοι ἀπαύστως Ἀπόστολε. Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός,
ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ διασώσας ἐν πυρὶ
Μίαν θεότητα ὑμνεῖν, μίαν κυριότητα σέβειν, Τίτος διδάσκων τοὺς βροτούς, πολυθέου μανίας ἀπήλλαξεν, εὐσεβῶς ἀνακράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Νενεκρωμένη τῇ ψυχῇ, ἄψυχον οἱ σέβοντες ὕλην, τὸν νεκρωθέντα δι' ἡμᾶς, ζωοδότην Θεὸν κατενόησαν, ὑπὸ σοῦ παιδευόμενοι, μαθητὰ καὶ μυστολέκτα τῶν ἀπορρήτων.
Ὡς ἀληθείας ὑπουργός, ψεύδους καθαιρέτης ἐφάνης, καὶ ὡς τοῦ Παύλου μαθητής, διωγμοὺς καὶ κινδύνους ὑπέμεινας, σὺν αὐτῷ μέλπων ἔνδοξε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θεοτοκίον
Πεποικιλμένη
ἀρεταῖς, τοῦ Παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων
Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.
ᾨδὴ η', Παῖδας εὐαγεῖς
Ῥανίσιν αἱμάτων σου ἐσβέσθη, τὸ πῦρ τῆς ἀπάτης τὸ ἀλλότριον, νόσοι ἐδιώχθησαν, δαίμονες ἠλάθησαν, τῇ πρὸς Θεὸν δεήσει σου, Τίτε' Ἀπόστολε· διὸ σε ὡς θεράποντα θεῖον, τοῦ παμβασιλέως, Χριστοῦ ἀνευφημοῦμεν.
Ὅλος τῷ Θεῷ ἱερωμένος, καὶ θείαις ἠγλαϊσμένος Τίτε χάρισι, Λόγον τὸν σωτήριον, πᾶσι διετράνωσας, τὸν ἀλογίας πάνσοφε, ἡμᾶς ῥυσάμενον, τοὺς πίστει ἀληθεῖ εὐλογοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Φωτὸς καθαρώτατον δοχεῖον, ἐγένου καταφωτίσας τὴν ὑφήλιον, θείοις ἀμαρύγμασι, Τίτε ἀξιάγαστε, καὶ ἀμαυρώσας ἔντασιν, παρανομούντων ἐχθρῶν, τὸν Κύριον ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥομφαία ἡ πάλαι στρεφομένη, τὰ νῶτα Παρθένε νῦν μοι δίδωσι, Λόγον ὅτι ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι κατανοούμενον, ὃν τρέμουσιν Ἀγγέλων αἱ τάξεις, καὶ δοξολογοῦσι, βροτοὶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ', Εὔα μὲν τῷ τῆς παρακοῆς
Ὅλην σου τὴν πρὸς τὸν Λυτρωτὴν ἀγάμενος, καὶ ἀγάπην καὶ πεποίθησιν, ἕλκει συνέκδημον ὁ Παῦλος, σὺν σοὶ τὸ ἱερὸν Εὐαγγέλιον, τοῖς ἔθνεσι κηρύττων Ἀπόστολε· ὅθεν σὺν τούτῳ σε γεραίρομεν.
Νόσους ἐκδιώκεις τῶν πιστῶν, δαιμόνια, ἀπελαύνεις θείᾳ χάριτι, Κρήτης ὁ μέγας πολιοῦχος, πρωτόθρονός τε ταύτης ὁ ἔνθεος, φωστὴρ ὁ διαυγὴς καὶ οὐράνιος, Τίτε θεόφρον ἀξιάγαστε.
Ὡς ἥλιος ἔλαμψεν ἡμῖν ἡ μνήμη σου, φρυκτωρίαις ταῖς τοῦ Πνεύματος, ὅλη φαιδρῶς ὡραϊσμένη, τὰ νέφη τῶν παθῶν ἐκδιώκουσα, ἣν πίστει τοὺς τελοῦντας διάσῳζε· Τίτε παμμάκαρ ἀξιάγαστε.
Θεοτοκίον
Σειρὰς τῶν πταισμάτων μου Ἁγνὴ διάλυσον, μεσιτείᾳ σου πανάμωμε· λῦσον τὸ σκότος τῆς ψυχῆς μου, τὸν σάλον τῶν παθῶν μου κατεύνασον, τοὺς μάτην πολεμοῦντάς με σύντριψον, σῶσόν με σῶσον Ἀειπάρθενε.
Ἐξαποστειλάριον τοῦ Ἁγίου Τίτου. Ἦχ. β' Τοῖς Μαθηταῖς συνέλθωμεν
Μύστα τῆς θείας χάριτος, καὶ Ἀπόστολε Τίτε, σὺν Παύλῳ τῷ θεόφρονι, πρέσβευε τῇ Τριάδι, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῖν τοῖς τελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ σὲ πόθῳ τιμῶσι, τῶν δυσχερῶν, καὶ πταισμάτων λύσιν καὶ σωτηρίαν, καὶ δόξαν καὶ λαμπρότητα, οὐρανῶν βασιλείας.
Θεοτοκίον
Σὺν ἀσωμάτοις τάξεσι, σὺν μαρτύρων χορείαις, σὺν Ἀποστόλων τάγμασι, σὺν Προφήταις καὶ πᾶσι, Δικαίοις ὦ Θεομῆτορ, ἀνυμνοῦμέν σε Κόρη· καὶ γὰρ Θεὸν ἐγέννησας, τὸν ἀρρήτῳ σοφίᾳ, διὰ Σταυροῦ, καθελόντα ᾍδου τὴν τυραννίδα, καὶ σώσαντα πανύμνητε, ἅπαν βρότειον γένος.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τίτε θεόφρον Ἀπόστολε, εἰδωλικὴν νουνεχῶς, ἀποῤῥίψας ἀσέβειαν, Παύλῳ ἐμαθήτευσας, τῷ Ἐθνῶν χριστοκήρυκι, καὶ ἀνεδείχθης ὡς πλήρης πίστεως, Εὐαγγελίου ἐργάτης δόκιμος, ζήλῳ νεάζοντι, καταγγείλας ἅπασιν Υἱὸν Θεοῦ, τὸν ἐνανθρωπήσαντα, Λόγον δι’ ἔλεος.
Τίτε, θεόφρον Ἀπόστολε, λίαν ποθήσας Χριστόν, δι’ ἡμᾶς τὸν πτωχεύσαντα, κόσμου τελεώτατα, ἐπελάθου τῶν σχέσεων, καὶ ὥσπερ τέκνον τοῦ Παύλου γνήσιον, αὐτοῦ τῶν θλίψεων ἐκοινώνησας, τὸ Εὐαγγέλιον, μάκαρ ὃ πεπίστευσαι διακονῶν, σὺν αὐτῷ ἐν Πνεύματι, πᾶσι τοῖς Ἔθνεσι.
Τίτε, θεόφρον Ἀπόστολε, Παύλου ἁγίαις χερσί, Παρακλήτου ἐν χάριτι, ἐν τῇ Κρήτῃ πρώτιστος, κατεστάθης ἐπίσκοπος, Χριστοῦ κηρύττων τρανῶς τὴν σάρκωσιν, ἐχθροῦ ἐκτρίβων ἅπασαν πλάνησιν, πᾶσι τὰ πάντα τε, ἀληθῶς γενόμενος ἵνα Θεῷ, προσαγάγῃς ἅπαντας, θεομακάριστε.
Τίτε, θεόφρον Ἀπόστολε, τὸν ζωηφόρον Σταυρόν, τοῦ Χριστοῦ ἐπαγόμενος, δύναμιν ἀήττητον, καὶ ἰσχὺν ἀπροσμάχητον, ἐν Κρήτῃ νίκης τρόπαιον ἄφθιτον, κατὰ τὴν εἰδώλων τῆς πλάνης ἔστησας, καὶ ἀναδέδειξαι, στρατηγὸς τῆς πίστεως περιφανής, δόξης ἐμφορούμενος, τῆς ὑπὲρ ἔννοιαν.
Δόξα. Ἦχος πλ. α’.
Ἐν ὑψηλῷ κηρύγματι σήμερον, τὰ συστήματα τῶν εὐσεβῶν συγκαλεῖται, τοῦ Ἀποστόλου ἡ ὑπέρκαλλος πανήγυρις. Δεῦτε οὖν ἀδελφοί, ἐν εὐφροσύνῃ τὴν μνήμην αὐτοῦ, ἐπιτελέσωμεν ἐκβοῶντες· Χαίροις, ὁ πνευματοκίνητον ἔλλαμψιν, ὡς καθαρὸς τῇ καρδίᾳ κομισάμενος, καὶ ἐν σοφίᾳ λόγων τοῖς ἀνθρώποις, τῆς πίστεως τὰ μυστήρια ἀποκαλύψας· χαίροις, ὁ διασώσας τὴν Κρήτην, ἁλισκομένην τῇ τῶν εἰδώλων φθορᾷ, καὶ αὐτὴν σῷ λόγῳ ἐπιστηρίξας, πρὸς τοῦ Σωτῆρος τὴν θείαν ἐπίγνωσιν· χαίροις, ὁ τοῦ Παύλου κοινωνός, τῆς Ἐκκλησίας ἡ δόξα, καὶ πρόμαχος θρεμμάτων τοῦ Χριστοῦ. Ὃν καθικέτευε, ἀρχίθρονε ἡμῶν θεῖε Τίτε, λυτρωθῆναι τὴν ποίμνην σου ἐξ ἐχθρῶν ἐπιβουλῆς, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν ὡς εὔσπλαγχνον.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ τοῦ Παύλου συγκοινωνός, καὶ Εὐαγγελίου, θεοφόρος μυσταγωγός· χαίροις Κρητονήσου, ἐπίσκοπος ὁ πρῶτος, καὶ ὁδηγὸς ὦ Τίτε, πρὸς γνῶσιν ἔνθεον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου