Κυριακή 14 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 18. ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ ΣΑΜΑΡΙΝΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ ΙΗ΄.
ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΣΑΜΑΡΙΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄.Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἠκολούθησας Χριστῷ, καὶ περιεβάλου τὸ σχῆμα, τῶν μοναζόντων θερμῶς, τότε ἐνθεώτατος τοῖς κατορθώμασι, μοναστὴς ἐχρημάτισας, τοῖς πάλαι Ὁσίοις, ἔνδοξε Δημήτριε, συναμιλλώμενος· ὅθεν, καθαρθεὶς τὴν καρδίαν, πλήρης φωτισμοῦ ἀνεδείχθης, καὶ τὴν χάριν εἴληφας τοῦ Πνεύματος.

Ὅτε, ἀπεδύσω ἀνδρικῶς, ὑπὲρ τοῦ πλησίον θεόφρον, πρὸς θεῖα σκάμματα, τότε διελήλυθας ζήλῳ τῆς πίστεως, πλείστους τόπους Δημήτριε, καὶ τῶν εὐσεβούντων, τὰς ψυχὰς ἐστήριξας, Χριστοῦ τῇ χάριτι· ὅθεν, ἐναθλήσας νομίμως, ἐν ἀκαταπλήκτῳ καρδίᾳ, ᾔσχυνας τυράννων τὰ φρυάγματα.

Ὅτε, ἐν ἀνδρείᾳ θαυμαστῇ, ἤλεγξας βουλὴν τοῦ τυράννου, λόγοις καὶ ἄθλοις σου, τότε καθυπέμεινας ὡς ἄλλου πάσχοντος, αἰκισμῶν τὴν δριμύτητα, ὀξέσι καλάμοις, ἀπηνῶς Δημήτριε, κατακεντούμενος· ὅθεν, Σαμαρίνα χορεύει, Μάρτυς ἡ πατρίς σου τῇ δόξῃ, τῶν ὑπὲρ Χριστοῦ λαμπρῶν ἀγώνων σου.

Ὅτε, ἐπινοίᾳ χαλεπῇ, ἔνδον συνεκλείσθης τοῦ τοίχου, Μάρτυς Δημήτριε, τότε τὴν ἀνύποιστον ὀδύνην ἤνεγκας, καὶ τὸν δρόμον τελέσας σου, τὸν τοῦ μαρτυρίου, τροπαιοῦχος ἔδραμες, πρὸς τὰ οὐράνια· ὅθεν, ἐδοξάσθης ἀξίως, καὶ πρὸς τὸν Χριστὸν πρέσβυς μέγας, ὤφθης τῶν τιμώντων σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος β΄.
Μαρτυρικὴν ἐνδειξάμενος ἔνστασιν, πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος ἠγωνίσω, Ὁσιομάρτυς Δημήτριε· τῆς εὐσεβείας γὰρ τὰς δωρεὰς ὑποφαίνων, ἀποστολικῷ κηρύγματι, τῶν μὲν πιστῶς τὰς καρδίας ἐστήριξας, τῶν δὲ ἀπίστων τὰς φρένας ἐξέπληξας, τῇ ὑπὲρ φύσιν ἀθλήσει σου. Καὶ νῦν τῆς ἄνω δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.



Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, Δημήτριε θεόφρον, καὶ Ὁσιομαρτύρων, ἐδείχθης ἰσοστάσιος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤνεγκας καρτερῶς, βασάνους σκληροτάτους, παρὰ τῶν ἀσεβούντων, Δημήτριε τρισμάκαρ, καὶ τὸν Χριστὸν ἐδόξασας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίρει ἡ σὴ πατρίς, φαιδρυνομένη Μάρτυς, τοῖς ἱεροῖς σου ἄθλοις, καὶ πόθῳ ἑορτάζει, Δημήτριε ταὴν μνήμην σου.

Δόξα. Τριαδικόν.
Φύσις τρισσολαμπής, ὑπέρθεε Θεότης, οἰκτείρησον τὸν κόσμον, λιταῖς τοῦ Δημητρίου, τοῦ νέου Ἀθλοφόρου Σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἤρθης πρὸς τὴν ζωήν, τὴν ἄληκτον Παρθένε, ἐνδόξως μεταστᾶσα· διό Σοι Παναγία, τὴν Κοίμησιν δοξάζομεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καὶ τῶν βοώντων πρόμαχος· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ ἡμῶν τὰ αἰτήματα.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' Ἦχος δ' Ἔδωκας σημείωσιν
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ' αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

Δεῦτε ὦ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Ὁσίων ὁμόζηλος, καὶ Μαρτύρων ὁμότροπος, Ἀθλητὰ Δημήτριε ἀναδέδειξαι· ἀσκητικοῖς γὰρ παλαίσμασι, τὸν νοῦν σου ἐλάμπρυνας, καὶ ἐν ἄθλοις ἱεροῖς, ὑπὲρ φύσιν ἠρίστευσας, καὶ ἐδόξασας, τοῖς λαμπροῖς σου ἀγῶσι τὸν Σωτῆρα, τὸν ἐν δόξῃ σὲ ἀΰλῳ, Ὁσιομάρτυς δοξάσαντα.

Ὡς τῷ ζήλῳ τῆς πίστεως, πτερωθεὶς τὴν διάνοιαν, Ἀποστόλων ἴχνεσιν ἠκολούθησας, καὶ πλείστους τόπους διέδραμες, στηρίζων τὸ φρόνημα, εὐσεβῶν χριστιανῶν, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, θείοις λόγοις σου, ἐν καιρῷ χαλεπῆς Μάρτυς δουλείας, καὶ νομίμως ἐναθλήσας, ἐθαυμαστώθης Δημήτριε.

Σαμαρίνης τὸ βλάστημα, καὶ σεπτὸν ἐγκαλλώπισμα, τῆς Ἠπείρου καύχημα τὸ περίδοξον, τῆς Θεσσαλίας τὸ στήριγμα, καὶ Γρεβενῶν ἔπαλξις ἄσειστος, ἐν λόγῳ τῆς χάριτος, καὶ ἐν ἔργοις τοῦ φωτός, Ἐκκλησίας ἑδραίωμα, τὸ νεόδμητον, εὐφημοῦμέν σε πόθῳ καὶ τελοῦμεν, τὴν ἐτήσιόν σου μνήμην, Ὁσιομάρτυς Δημήτριε.



Δόξα. Ἦχος πλ. β΄.
Ἀποστολικὴν διαδραμὼν πορείαν, μαρτυρικὴν ἀρετὴν ἐπεδείξω, Ὁσιομάρτυς Δημήτριε. Τοῦ φωτὸς γὰρ τὰ ὅπλα ἀναλαβών, ἐν ὁσιότητι διέπρεψας, καὶ ἐν λόγῳ ἀληθείας, τῶν εὐσεβῶν τὰς ψυχὰς ἐστήριξας, μὴ πτύρεσθαι ἐν τῇ μανίᾳ τῆς πλάνης. Καὶ ἀθλητικοῖς σκάμμασι θαυμαστωθείς, τῆς εὐσεβείας τὴν δύναμιν, ἐν ἀσθενείᾳ φύσεως, θριαμβεύουσαν ἔδειξας. Ἀλλ’ ὡς ἐν ἀμφοτέροις Χριστῷ εὐαρεστήσας, καὶ κατ’ ἀξίαν δοξασθείς, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν, σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς ἐπὶ γῆς συγκαλοῦσι τοῦ βοᾶν, ἀσιγήτῳ φωνῇ· Χαῖρε ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους σκηνὰς μετοικήσασα. Χαῖρε ἡ τῶν μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα. Χαῖρε ἡ ἐλπὶς καὶ σωτηρία ἡμῶν, σὲ γὰρ χριστιανῶν τὸ γένος ἀπαύστως μακαρίζομεν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀγάλλεται ἐνθέως, ἡ θρέψασά σε Σαμαρίνα, τῇ μαρτυρικῇ εὐκλείᾳ σου, Ὁσιομάρτυς Δημήτριε· ἐκ ταύτης γὰρ ἐβλάστησας, ὡς φοῖνιξ ἀειθαλὴς καὶ κατάκαρπος, καὶ τοῖς καρποῖς τῶν χειλών σου, τὴν Θεσσαλίαν ηὔφρανας. Γεωργὸς γὰρ ἀρίστων ἔργων, καὶ ἠθῶν δικαιοσύνης φυτοκόμος, ὑλομανούσαις πάθεσι, ψυχαῖς ἀνεδείχθης. Καὶ τὴν καλὴν ὁμολογήσας ὁμολογίαν, ἀθλητικῷ τέλει, τὸν λόγον ἐσφράγισας, σὺν τοῖς Ἁγίοις Μάρτυσι κραυγάζων· Κύριε, δόξα Σοι.

Ἦχος β΄.
Μοναστικῶς Χριστῷ εὐαρεστήσας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ τοῦ Παρακλήτου τὴν ἔλλαμψιν ἐπλούτησας, ὡς καθαρθεὶς τὴν καρδίαν Δημήτριε· ὅθεν ὡς φαεινὸς ἑωσφόρος, ἐν ἀσελήνῳ νυκτὶ ἐξέλαμψας, τῆς εὐσεβείας τῷ φωτὶ παραμυθούμενος, τὰς καρδίας τῶν πιστῶν, κεκαμωμένων εἰς τέλος, ταῖς χαλεπαῖς περιστάσεσι. Καὶ ὑπὲρ αὐτῶν τὴν ψυχὴν θέμενος, μαρτυρικῶς διήθλησας, καὶ μαρτυρικῶν βραβείων ἔτυχες, ἐν ἀγαλλιάσει βοῶν· Κύριε, δόξα Σοι.

Ἦχος γ’.
Τὴν ὑπὲρ φύσιν ἀνδρείαν σου, ἣν ἐν ἀθλήσει ἐπεδείξω, Ἄγγελοι καὶ ἄνθρωποι ἐθαυμάστωσαν, Ὁσιομάρτυς Δημήτριε· ὑπερφυῶς γὰρ ἠγωνίσω, καταπλήξας τὸν τύραννον, καὶ τῶν πάλαι Μαρτύρων, χαρακτηρίσας τὴν στεῤῥότητα· ὢ τοῦ θαύματος! Πῶς ἤνεγκας καλάμων ἐν ταῖς ὄνυξι τὴν ἔμπηξιν, τὴν σκληρὰν τῆς κεφαλῆς πίεσιν, καὶ τὸ βιαιότατον θάνατον; ἀλλ’ ἢ ἔρωτος ἰσχύϊ, ὦ ἐβόας ἀθλῶν· Κύριε, δόξα Σοι.
Δόξα. Ἦχος δ΄.
Τὴν δοθεῖσάν σοι χάριν, ἐν δυνάμει λόγου τῆς πίστεως, τοῖς πιστοῖς παρέθου, εὐαγγελιστοῦ ἔργον ἀναδεξάμενος· ὡς καλὸς γὰρ στρατιώτης Χριστοῦ, καὶ μάρτυς τῶν Αὐτοῦ παθημάτων, τὰ παθήματα τοῦ νῦν καιροῦ, τοὺς εὐσεβεῖς ἐστήριξας, ἀνδρείως ὑπομένειν. Χαρὰ γὰρ ἀΐδιος, καὶ ζωὴ ἀκατάλυτος, τοὺς ὑπομένοντας ἐκδέχεται, ἔλεγες Δημήτριε. Καὶ μέχρις αἵματος ἀγωνισάμενος, ὡς ὅσιος καὶ ἀθλητής, διπλῷ στεφάνῳ ἐκοσμήθης, τῷ στεφοδότῃ σου κραυγάζων· Κύριε, δόξα Σοι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος!  ἐν δυσχειμέροις καιροῖς, ὑπὲρ φύσιν ἠγώνισται, καὶ ἐχθροῦ τὴν ἔπαρσιν, θριαμβεύσας κατέβαλεν, ὁ Νεομάρτυς Χριστοῦ Δημήτριος, τῆς Σαμαρίνης τὸ θεῖον βλάστημα· ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ Σου Δέσποτα· δι’ ἧς καὶ νῦν, ὡς πάλαι ἠρίστευσαν, Ἅγιοι Μάρτυρες

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὢ τοῦ παραδόξου θαύματος! Τὴν τῶν βασάνων ὁρμήν, ἀγαπήσει τῇ κρείττονι, ἀνδρικῶς ὑπέμεινεν, ὁ θεόφρων Δημήτριος· ὅθεν τυράννων τὸν νοῦν ἐξέπληξε, καὶ εὐσεβούντων, καρδίας ηὔφρανεν· ὢ τῶν ἀγώνων σου, Νεομάρτυς ἔνδοξε· δι’ ὧν ἡμῖν, στύλος καὶ ἑδραίωμα, ὤφθης ἀκλόνητον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος!  ἀκαταπλήκτῳ ψυχῇ, συγκλεισθεὶς ὁ
Δημήτριος, θάνατον ὑπέμεινεν, ἐν τῷ τοίχῳ σκληρότατον· ὅθεν ἀφθάρτου ζωῆς ἠξίωται, Μαρτύρων δήμοις, συναριθμούμενος· ᾧ ἐκβοήσωμεν· Ἅγιε Δημήτριε σκέπε ἡμᾶς, πάσης περιστάσεως, τοὺς σὲ γεραίροντας.






Δόξα. Ἦχος δ΄.
Τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας, καὶ τὸν Χριστὸν δοξάσας τοῖς οἰκείοις μέλεσι, παρ’ Αὐτοῦ λαμπρῶς ἀντεδοξάσθης, Ὁσιομάρτυς Δημήτριε. Παρ’ οὐδὲν γὰρ ἡγησάμενος, τῶν ἐναντίων τὰς ἀπειλάς, καὶ τῶν δωρεῶν ὑπεριδὼν τὸ μέγεθος, τῶν σκληρῶν τιμωριῶν, τὰς ὀδύνας οὐκ ἔπτυξας, ἀλλ’ οὐρανίῳ φρονήματι, πάντων ἀνώτερος ὤφθης. Καὶ νῦν τὸν ἀμαράντινον, ἀναδησάμενος στέφανον, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἀθλοφόρον, τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καὶ τῶν βοώντων πρόμαχος· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ ἡμῶν τὰ αἰτήματα.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.












ΕΝ Τῼ ΟΡΘΡῼ.

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνεται λαμπρῶς, ἡ πατρίς σου θεόφρον, τελοῦσα ἐν χαρᾷ, τὴν ἁγίαν σου μνήμην, Δημήτριε πολύαθλε, Ἀθλητῶν ἰσοστάσιε· μεθ’ ὧν πρέσβευε, τῇ Παναγίᾳ Τριάδι, πάσης ῥύεσθαι, ἡμᾶς ἀνάγκης καὶ βλάβης, τοὺς σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσει τὸ πρότερον καθαγιάσας τὸν νοῦν, ἀθλήσει τὸ δεύτερον καταπαλαίσας ἐχθρόν, Χριστὸν ἐμεγάλυνας· σὺ γὰρ δι’ ἀμφοτέρων, ἱερῶς διαπρέψας, ἤθλησας ὑπὲρ φύσιν, ἐν ἐσχάτοις τοῖς χρόνοις, Δημήτριε μακάριε, Ἠπείρου ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀφράστως συνέδραμεν ἐκ τῶν περάτων τῆς γῆς, ἰσχύϊ τοῦ Πνεύματος καὶ τῇ κηδείᾳ ταῇ Σῇ, παρέστη πανάχραντε, δῆμος τῶν Ἀποστόλων, σὺν Ἀγγέλοις βοῶντες· χαῖρε Θεογεννῆτορ, ἡ ἐκ γῆς μεταστᾶσα, καὶ πάσῃ τῇ οἰκουμένῃ, σωτηρίαν παρέχουσα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τῆς Σαμαρίνης ὁ ἐξαίρετος ὄρπηξ, τῶν Ἀποστόλων κεκτημένος τὸν ζῆλον, τῆς εὐσεβείας κήρυξ ἐχρημάτισεν· ὅθεν καὶ ἠγώνισται, καὶ καθεῖλε τὸν ὄφιν, καὶ πιστοὺς ἐστήριξε, τοῦ Χριστοῦ τῇ ἀνάγκῃ· ὃν ἀνυμνοῦντες εἴπωμεν πιστοί· χαῖρε Μαρτύρων, Δημήτριε σύναθλε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν Σὴν μετάστασιν ἁγνὴ Θεοτόκε, αἱ ταῶν Ἀγγέλων ἀνυμνοῦσι χορεῖαι, καὶ τῶν βροτῶν τὰ γένη μακαρίζουσι· γῆθεν γὰρ μεθέστηκας, πρὸς ὑπέρφωτον δόξαν· ὅθεν Σοι μεθέορτον, ἀναμέλπομεν αἶνον, καὶ ἐκβοῶμεν πίστει ἀκλινεῖ· χαῖρε Παρθένε, πιστῶν ἡ βοήθεια.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὴν θεοφιλῆ σου ζωήν, ἀθλητικοῖς ἐφαίδρυνας ἀγῶσι, παμμάκαρ Δημήτριε. Τὸ θανεῖν γὰρ ὑπὲρ Χριστοῦ, προθύμως ἑλόμενος, τῶν ἀρετῶν τὸν σπόρον, ἐν ταῖς καρδίαις τῶν πιστῶν ἐγεώργησας, καὶ πολύχουν ἐδρέψω, τὴν τῶν καμάτων ἀμοιβήν, παρὰ Θεοῦ ἀκούσας· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ἐν αὐτῇ οὖν καὶ ἡμῶν μνημόνευε, Ὁσιομάρτυς, τῶν τιμώντων σε.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἤθλησας Δημήτριε, στεῤῥᾷ καρδίᾳ. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.
μνήμη σου σήμερον, λάμψασα κόσμῳ, εὐφραίνει Δημήτριε, πιστῶν συστήματα, ἐν ᾗ ὑμνοῦμεν φαιδρῶς, τοὺς ὑπὲρ πίστεως Χριστοῦ, θείους ἀγῶνάς σου.
Θεῷ τῷ ἐν σώματι, ἐπιφανέντι, θερμῶς ἠκολούθησας, ἄρας ἐπ’ ὤμων σου, Μάρτυς τὸν τούτου ζυγόν, καὶ ἐμεγάλυνας Αὐτόν, οἰκείοις μέλεσι.
Λαμπὰς ὡς νεόφωτος, ἐκ τῆς Ἠπείρου, Δημήτριε ἔλαμψας, καὶ κατεφώτισας, τῶν διδαχῶν τῷ φωτί, τὴν Θεσσαλίαν διελθών, τῶν ὁμοφύλων ψυχάς.
Θεοτοκίον.
πύλη ἡ πάμφωτος, τῆς θείας δόξης, μετέστη πρὸς ἔλλαμψιν, τὴν ὑπὲρ ἔννοιαν, ἡ Θεοτόκος ἁγνή, φωταγωγοῦσα τὰς ψυχάς, τῶν ἀνυμνούντων αὐτήν.

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Σοφίᾳ θείᾳ λαμπρυνόμενος, καὶ ἀμέμπτῳ βίῳ κοσμούμενος, τῶν Ἀποστόλων ζηλωτής, ἀνεδείχθης Δημήτριε, καὶ σαὐτὸν πόνοις ἐξέδωκας, ὑπὲρ τοῦ πλησίον σου.
γάπῃ θείᾳ διεθέρμανας, καὶ Χριστοῦ τῇ πίστει ἐστήριξας, λόγῳ τῆς χάριτος σοφέ, καὶ τῷ σῷ ὑποδείγματι, σαλευθεῖσαν τὴν διάνοιαν, πιστῶν ἐν ταῖς θλίψεσι.
Σαρκὸς στρεβλώσεις στεῤῥῶς ἔφερες, ἔρωτι Χριστοῦ κουφιζόμενος, καὶ τῶν καλάμων τὴν σκληράν, ἐν τοῖς ὄνυξι ἔμπηξιν, ἀνενδότως ἐκαρτέρησας, ἐκπλήττων τὸν τύραννον.
Θεοτοκίον.
Δύναμιν θείαν καὶ βοήθειαν, Κόρη ἐκ τῆς Σῆς ἀγαθότητος, βασανιζόμενος σκληρῶς, ἀοράτως ἐδέχετο, ὡς ἐφώνει ὁ Δημήτριος, Παρθένε τὴν κλῆσίν Σου.





Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐναθλήσας νομίμως Μάρτυς Δημήτριε, ἐν ἐσχάτοις τοῖς χρόνοις ὑπὲρ τῆς δόξης Χριστοῦ, τοῦ τυράννου τὴν ὀφρὺν εἰς γῆν κατέβαλες· τῶν γὰρ βασάνων τὴν ὁρμήν, ὑπομείνας καρτερῶς, ἀξίως ἐθαυμαστώθης, καὶ ἱκετεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετετέθης Παρθένε ὥσπερ βασίλισσα, μετὰ δόξης ἀφράστου εἰς οὐρανὸν ἀπὸ γῆς, καὶ Χριστοῦ ἐκ δεξιῶν τοῦ Παντοκράτορος, ἕστηκας λαμπροφανῶς, ὑπ’ Ἀγγέλων νοερῶν, ἀπαύστως ἀνυμνουμένη, καὶ σώζουσα Θεοτόκε, τοὺς εὐφημοῦντάς Σου τὴν κοίμησιν.

ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.
γίασας θεόφρον τοῖς βήμασι τοῖς σοῖς, πλείστους τόπους χάριτι καὶ πόλεις διελθών, καὶ κλονουμένας καρδίας πικρᾷ δουλείᾳ, τῆς εὐσεβείας ἐπεστήριξας τῇ πέτρᾳ, Μάρτυς ἱεραῖς παραινέσεσι.
Μὴ πτήξας τοῦ τυράννου τὴν ἄλογον ὁρμήν, τὴν κλῆσιν τὴν χριστώνυμον ἐκήρυξας τρανῶς, καὶ τοῦ Χριστοῦ τῇ ἀγαπήσει τετρωμένος, τρώσεις δεινὰς καὶ ἀφορήτους τιμωρίας, ἔφερες τῷ σώματι Ἅγιε.
σχύνθησαν ὁρῶντες ψυχῆς σου τὴν ἰσχύν, τὴν θαυμαστὴν Δημήτριε, ἐχθροὶ οἱ δυσσεβεῖς· ὡς γὰρ ἀσώματος ὑπέστης τὰς ὀδύνας, Χριστὸν δοξάζων τὸν ῥωννύοντά σε Μάρτυς, ἐν τῷ χαλεπῷ τιμωρεῖσθαί σε
Τῶν λόγων σου τὴν χάριν καὶ φῶς τὸ μυστικόν, ὁ τύραννος Δημήτριε, μηδόλως ἐνεγκών, καθυποβάλλει σκληροτάταις σε αἰκίαις, τὸν τὸ θανεῖν ὑπὲρ Χριστοῦ προκεκρικότα· ὅθεν ἐπαξίως δεδόξασαι.
Θεοτοκίον.
υσθῆναί με δυσώπει Παρθένε Σὸν Υἱόν, τῆς τυραννίδος ἄχραντε, παθῶν φθοροποιῶν, καὶ λάμπρυνόν μου τὴν καρδίαν τῇ Σῇ αἴγλῃ, ὡς ἂν πρὸς φῶς ὁδηγηθῶ ζωῆς ἁγίας, ἐν ᾗ φῶς ἐκλάμπει ὑπέρφωτον.

ᾨδὴ ε’. Τὴν Σὴν εἰρήνην.
σχύς σοι θεία δέδοται, ἀθλοῦντι στεῤῥῶς· ὅθεν τῶν καλάμων τὸ ἄλγος ὑπέμεινας, τῶν ἐμπαγέντων σου τοῖς ὄνυξι, καὶ τῶν βραχιόνων, τὰς ἐκκεντήσεις Μάρτυς.
μπτύσματα Δημήτριε, ὡς μύστης Χριστοῦ, καὶ τῆς κεφαλῆς σου, τὴν πάνδεινον σύνθλιψιν, μαρτυρικῶς ἀγωνιζόμενος, ἀνδρείως ὑπέστης, Χριστὸν ἀεὶ δοξάζων.
Σῶμά σου μὲν παρέδωκας, εἰς χεῖρας ἐχθρῶν, τὴν δὲ ψυχήν σου Μάρτυς, Κυρίῳ παρέστησας, ἠγλαϊσμένην θείοις στίγμασι, καὶ κεκοσμημένην, ἀθλητικοῖς ἀγῶσι.
Τὰ στέρνα σου πατούμενος, ποσὶ τῶν ἐχθρῶν, πεπάτηκας τούτων, τὸ μάταιον φρόνημα, Ὁσιομάρτυς ἀξιάγαστε, τῶν δὲ πιστῶν τὰς φρένας, οἰκοδομεῖς τῇ πίστει.
Θεοτοκίον.
ν ἄθλοις ὢν Δημήτριος, Παρθένε ἁγνή, τὴν Σὴν ἐπεκαλεῖτο, ἀντίληψιν ἄχραντε, δι’ ἧς νομίμως ἠνδραγάθησε, τῶν ἀντικειμένων, καβαλὼν τὰ θράση.

ᾨδὴ στ’. Τὸν Προφήτην Ἰωνᾶν.
ώμῃ θείᾳ κρατυνθείς, κράτος ἤσχυνας ἐχθρῶν, τὴν αἰώρησιν στεῤῥῶς, ὑποστὰς ἐκ τῶν ποδῶν, Δημήτριε, καὶ κεφαλῆς σου, Μάρτυς τὴν ἔκκαυσιν.
όδον ὥσπερ νοητόν, ἐξ Ἠπείρου ἐκφυείς, εὐωδίασας ὀσμαῖς, τῆς ἀθλήσεως τῆς σῆς, Δημήτριε, τὴν Ἐκκλησίαν, ἐσχάτοις ἔτεσι.
νω ἔχων σου τὸν νοῦν, πρὸς τὸ φῶς τὸ Τριλαμπές, συνεκλείσθης ἀπηνῶς, ἐν τῷ τοίχῳ Ἀθλητά, καὶ τέθνηκας, ἐν τούτῳ Μάρτυς, ἀθλήσας ἄριστα.
Θεοτοκίον.
Καταφύγιον στεῤῥόν, οὖσα τῶν Χριστιανῶν, Θεοτόκε Μαριάμ, ἀπολύτρωσαι ἡμᾶς, ἐκ θλίψεως, καὶ προσδοκίας, ἐπερχομένων δεινῶν.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ ἁγία μνήμη σου, ἁγιασμὸν χορηγοῦσα, τοῖς πιστοῖς ἐπέφανεν, Ὁσιομάρτυς Κυρίου· βίῳ γάρ, καὶ λόγῳ θείῳ πιστοὺς στηρίξας, ἤθλησας, ὑπὲρ τῆς δόξης Χριστοῦ ἀνδρείως, καὶ θεόθεν ἐκοσμήθης, διπλῷ στεφάνῳ, μάκαρ Δημήτριε.
Ὁ Οἶκος.
Τῶν ἐνταλμάτων τοῦ Χριστοῦ, τὸν σπόρον γεωργήσας, τῶν Ἀποστόλων ἐν ψυχῇ, ἐπλούτησας τὸν ζῆλον, καὶ τὸ τοῦ πέλας ὁλικῶς, ἐζήτησας συμφέρον, ὡς σκεῦος εὔχρηστον σοφέ, τῆς θείας ἐπιπνοίας· ὅθεν τὴν Θεσσαλίαν διαδραμών, διδασκαλίας λόγῳ διέπρεψας, τοὺς κλονουμένους στηρίζων, τοὺς θλιβομένους παραμυθούμενος, καὶ πᾶσι βοῶν· Οὐκ ἄξια ἀδελφοί, τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι ἡμῖν· διὸ μαρτυρικῶς ἀγωνισάμενος, ἐξέπληξας τοὺς ἅπαντας, τοῖς ὑπὲρ φύσιν ἄθλοις σου· διὰ τοῦτο καὶ θεόθεν ἐκοσμήθης, διπλῷ στεφάνῳ, μάκαρ Δημήτριε.







Συναξάριον.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Δημήτριος, ὁ ἐκ Σαμαρίνας, ἐν Ἰωαννίνοις, ἐν ἔτει 1808ῳ, πυρὶ τελειοῦται.
Θανὼν ὁ Δημήτριος ἔνδον τοῦ τοίχου,
τεῖχος ἀπροσμάχητον πιστοῖς ἐδείχθη.
Δημητρίοιο δέμας κτίσσε δυσμήχανος ἔχθιστοις τοίχῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.
Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη
Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου.
Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ,
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.
Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.
Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου.
Ἰουλιανὴν ἦραν ἐντεῦθεν νόες,
τῷ μαρτυρίου αἵματι κοσμουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.
Λέων κατὰ θάλασσαν ἀθλήσας κάτω,
θάλασσαν εὗρεν ἀγαθῶν ἐν τῷ πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.
Ὁ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου»,
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας.
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Βαρνάβα, Σωφρονίου καὶ Χριστοφόρου, κτητόρων τῆς Μονῆς Σουμελᾶς Πόντου
Τὴν γῆν λιπόντες, ἐν τάχει πρὸς τὸν Πόλον,
ἔβητε Σωφρόνιε, σύ τε Βαρνάβα.
Χριστοῦ ὁ Μύστης ἐν μοναῖς ἀκηράτοις,
Χαίρων ἀνῆλθε, τῶν πόνων λαβεῖν γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Σωφρονίου τοῦ Ἁγιορείτου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Κωνσταντῖνος, ὁ ἐκ Καππούας, ἐν ἔτει 1610ῳ, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ματθαῖος, ὁ ἐκ Γερακαρίου Κρήτης, ἐν Ῥεθύμνῃ, ἐν ἔτει 1697ῳ, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νέος Ἱερομάρτυς Ἀγάπιος, ὁ ἐκ Γαλατίστης, ἐν ἔτει 1752ῳ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων, τοῦ Ὁσίου Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων.
Ἁγίων Ἀρσένιε τὸν βίον ζήσας,
Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Τοὺς ἐν καμίνῳ.
νδρειοτάτη ἤνυσας ψυχῇ, σοφὲ τὸ μαρτύριον καθελὼν τὸν δυσμενῆ, καὶ τῶν Μαρτύρων μιμητὴς τῶν πάλαι ὤφθης, τῇ στεῤῥᾷ ἐνστάσει σου· μεθ’ ὧν δυσώπει ἀεί, ὑπὲρ ἡμῶν Ἀθλητά.
ώμης ψυχῆς σου Μάρτυς τὴν λαμπράν, οἱ σὲ ἀικιζόμενοι ἔπτηξαν ὡς ἀληθῶς· ὅτι ὡς ἄσαρκος ὑπέστης τὰς στρεβλώσεις, ἐκβοῶν Δημήτριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Δρόσον ζωῆς δεχόμενος σοφέ, φλογώσεις ὑπέμεινας τοῦ χρωτός σου καρτερῶς, καὶ τῷ πυρὶ τῶν ἱερῶν σου παλαισμάτων, πᾶσαν ὕλην ἔφλεξας, τῆς δυσσεβείας στεῤῥέ, ὡς στρατιώτης Χριστοῦ.
ταμωτάτῳ γνώμῃ προσβαλών, ἐχθρός σου ὁ δόλιος συνετρίβη ὁλικῶς, τῇ ἀνενδότῃ τῆς ψυχῆς σου καρτερίᾳ, καὶ Χριστὸς δεδόξασται, ὁ σὲ δοξάσας σοφέ, θαυμάτων ταῇ δωρεᾷ.
Θεοτοκίον.
θλητικὸν ἀγῶνα ἐναθλῶν, ὁ θεῖος Δημήτριος Ἄνασσάν Σε οὐρανῶν, ὁμολογεῖ πρὸ τῶν ἀπίστων Θεοτόκε, καὶ πιστῶς ἐβόα Σοι· Χαῖρε Παρθένε ἁγνή, τῶν Ἀθλητῶν ἡ ἰσχύς.

ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.
Γνωρίσασα θεῖόν σε, πυρσὸν καὶ φαεινόν, νυκτὶ τῆς δουλώσεως, τιμᾷ χαρμονικῶς, Δημήτριε Μάρτυς, τὴν μνήμην τὴν σήν, Θεσσαλία πᾶσα, Χριστὸν δοξολογοῦσα.
ν τοίχῳ συγκέκλεισαι, σφοδρῶς συμπιεσθείς, παμμάκαρ Δημήτριε, μανίᾳ τοῦ ἐχθροῦ, καὶ χαίρων μετέστης, πρὸς τὴν ἄνω ζωήν, καὶ τῆς Ἐκκλησίας, τὸ πλήρωμα τειχίζεις.
οαῖς ταῖς τῶν λόγων σου, φλεγόμεναι ψυχαί, δουλείας τοῖς ἄνθραξιν, ἠρδεύθησαν σοφέ, φωτὶ δὲ τῶν ἄθλων, ηὐγάσθη τῶν σῶν, ἡ τῶν Ὀρθοδόξων, τιμῶσά σε χορεία.
Θεοτοκίον.
θλῶν ὁ Δημήτριος, ἀγῶσι καρτεροῖς, θερμῶς ἀνεβόα Σοι, ἐκ βάθους τῆς ψυχῆς· Βασίλισσα πάντων, Θεοτόκε ἁγνή, βοήθει μοι ὅπως, τελέσω τὸν ἀγῶνα.

ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Σεσοβημένος ὡράθη ὁ τύραννος, Ὁσιομάρτυς τῇ σῇ καρτερότητι, καὶ οἱ ἀντικείμενοι, ἅπαντες ἐξέστησαν, τὴν ὑπὲρ φύσιν ἀνδρείαν τῆς ψυχῆς σου· δι’ ἧς λαμπρῶς ἐδοξάσθης Δημήτριε.
χνεσι θείοις τῶν πάλαι ἑπόμενος, θεοειδῶν Ἀθλοφόρε Δημήτριε, τούτοις ἐκοινώνησας, τῶν ἀγώνων Ἅγιε, καὶ τῆς εὐκλείας ἰσότιμος ἐδείχθης, μεγαλυνθεὶς τῇ τοῦ Πνεύματος χάριτι.
Μνήμην τῆς σῆς μακαρίας ἀθλήσεως, ἡ σὴ πατρὶς Σαμαρίνα Δημήτριε, ἑορτάζει χαίρουσα, καὶ φαιδρῶς κραυγάζει σοι· Μὴ διαλίπῃς φρουρεῖν καὶ περιέπειν, ἐκ πάσης βλάβης με θεῖόν μου βλάστημα.
τῶν Ὁσίων πλουτήσας τὴν ἔλλαμψιν, και δοξασθεὶς μαρτυρίου τοῖς στίγμασι, τὴν ψυχήν μου κάθαρον, στιγμάτων τοῦ χείρονος, καὶ ὡς εὐῶδες θυμίαμα καὶ δῶρον, δέξαι τὸν ὕμνον μου τοῦτον Δημήτριε.
Θεοτοκίον.
δατος ζῶντος πηγὴ χαριτόβρυτε, ἡ τὴν πηγὴν τῆς ζωῆς κόσμῳ βλύσασα, τὴν ψυχήν μου ζώωσον, νεκρωθεῖσαν δήγμασι, τῆς ἁμαρτίας Παρθένε Θεοτόκε, καὶ μετανοίας τὴν τρίβον μου γνώρισον.







Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ Σαμαρίνης γόνος, καὶ τῶν Μαρτύρων κοινωνός, Δημήτριε Νεομάρτυς, τῆς Θεσσαλίας δαδοῦχε, καὶ τῆς Ἠπείρου λαμπρότης, ὑπὲρ ἡμῶν ἐκδυσώπει.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθλητὴν τοῦ Σωτῆρος θεῖον Δημήτριον, τὸν ἐν ὑστέροις χρόνοις, καθελόντα τὸν ὄφιν, καμάτοις εὐσεβείας καὶ ἱεροῖς, μαρτυρίου παλαίσμασιν, ἀνευφημήσωμεν πάντες ὡς τῶν πιστῶν, ἀντιλήπτορα καὶ πρόμαχον.

Τῶν Ἀποστόλων τῷ ζήλῳ κατακοσμούμενος, Δημήτριε διῆλθες, Θεσσαλίας τὰς χώρας, τῆς χάριτος τῷ λόγῳ στηρίζων σοφῶς, εὐσεβῶν τὰ συστήματα, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ, τοὺς τῆς Ἄγαρ υἱοὺς ἤσχυνας.

Ἡ Σαμαρίνα χορεύει ἡ σὲ βλαστήσασα, τὴν μνήμην σου τελοῦσα, τὴν φαιδρὰν Νεομάρτυς, ἀλλὰ καὶ Θεσσαλία ὕμνοις τιμᾷ, τὴν ἁγίαν σου ἄθλησιν, ὡς στηριχθεῖσα ταῖς θείαις σου διδαχαῖς, εὐσεβείας εἰς ἐπίγνωσιν.

Ταῖς τῶν Μαρτύρων χορείαις συνὼν Δημήτριε, καὶ τῆς ζωῆς τοῦ ξύλου, ἀπολαύων ἀμέσως, ἱκέτευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, ἵνα ῥυσθῶμεν κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων περιστάσεων.

Δόξα. Ἦχος α’.
Τῆς ἀληθείας τὸν λόγον, εὐαγγελικῶς καλλιεργήσας, μισθὸν τοῦ καμάτου ἐκομίσω, τὴν τῶν Μαρτύρων εὔκλειαν. Τὸ γὰρ θανεῖν ὑπὲρ Χριστοῦ, προθύμως ἑλόμενος, τυραννικὴν ἐφαύλισας ὀφρῦν, καὶ πολυτρόποις αἰκισμοῖς, ὡς χρυσὸς ἐν χωνευτηρίῳ ἐδοκιμάσθης, καὶ ὑπὲρ ἥλιον ἔλαμψας, καλῶς ἀγωνισάμενος. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, ὑπὲρ ἡμῶν τῇ Τριάδι πρέσβευε, Ὁσιομάρτυς Δημήτριε, τῶν πιστῶς τιμώντων σε.





Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός· χαίροις Θεσσαλίας, λαμπαδοῦχος ὁ φαεινός· χαίροις ὁ ἀθλήσας, στεῤῥῶς ὑπὲρ Κυρίου· Ὁσιομάρτυς χαῖρε, Χριστοῦ Δημήτριε.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου