+ ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.
ΑΠΟΣΤΟΛΟΣ ΝΕΟΜΑΡΤΥΣ
ΠΗΛΙΟΥ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς τῆς Θεοτόκου γ΄.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν·
Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς
Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν
παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ
παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν
Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσί, γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου Πατρὸς
ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ
πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι
ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, βασιλέα
βαστάσασα, τάφῳ κατατίθεται, καὶ ἀγγέλων δῆμοι, σὺν τοῖς ἀποστόλοις, φόβῳ
κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς
οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Χριστῷ τῷ
Θεῷ καὶ Βασιλεῖ, τῶν ἁπάντων ᾄσμασι, πιστῶς ἐκ πόθου λατρεύομεν, νῦν
ἀνακράζοντες· Θεὲ τῶν ἁπάντων, λιταῖς τοῦ Σοῦ Μάρτυρος, Σοὺς δούλους ἐκ
κινδύνων ἀπάλλαξον, καὶ Βασιλείας Σου, τῆς ἐνθέου καταξίωσον, ὡς οἰκτίρμων καὶ
μόνος φιλάνθρωπος.
Ἀγγέλων
στρατεύματα λαμπρῶς, Μάρτυς σὲ ἐδέξαντο, ἐν οὐρανίοις σκηνώμασιν, αἰνοῦντα
ἔνδοξε, Θεὸν τὸν ἐν δόξῃ, στέψαντά σε πάντιμε, στεφάνῳ τῆς ἀθλήσεως λάμποντα,
ῥοαῖς αἱμάτων σου, ὦ Ἀπόστολε πανάριστε, ὑπὲρ πάντων τὸν Θεὸν ἱκέτευε.
Πατρίς σου
πανένδοξε φαιδρῶς, ἐκτελεῖ Ἀπόστολε, τὴν ἱεράν σου πανήγυριν, καὶ πόθῳ κράζει
σε, Μάρτυς τοῦ Κυρίου, τὸν λαόν σου τάχιστα, ἐπηρειῶν παντοίων ἀπάλλαξον, ταῖς
πρὸς τὸν Κύριον, ἱκεσίαις σου ἀοίδιμε, ἵνα πίστει τιμῶμέν σε Ἅγιε.
Δόξα. Ἦχος α΄.
Τὸν
νοερὸν ἀδάμαντα τῆς καρτερίας οἱ πιστοί, Ἀπόστολον τὸν ἔνδοξον, ἐν τῷ σεπτῷ αὐτοῦ
συναθροισθέντες τεμένει, εὐσεβῶς μακαρίσωμεν. Χαίροις, ἀναβοῶντες, Ἀθλητὰ
θαυμάσιε, ὁ τὴν κάραν τοῦ δυσμενοῦς καὶ ἀοράτου δράκοντος, γενναίως συνθλάσας
καὶ τοὺς αὐτοῦ θεράποντας ἀσεβεῖς, εἰς τέλος κατήσχυνας. Χαίροις, Θετταλίας τὸ
καύχημα, καὶ τῆς ἐνεγκούσης σε σεμνολόγημα. Ἐκτενῶς ἱκέτευε τὴν Ἁγίαν Τριάδα, ὑπὲρ
τῶν πίστει ἐκτελοῦντων, τὴν μακαρίαν σου ἄθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἔπρεπε
τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, την Κοίμησιν
ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ
Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι.
Διόπερ πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν
ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς
προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει
Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς
ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ
πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ
μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα
καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ
Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος·
ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς,
ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Πανένδοξε
Μάρτυς Ἀπόστολε ἀοίδιμε, ἀδελφικῇ συνδούμενος στοργῇ, εἰς πόλιν ὑπάρχων
βασιλεύουσαν. Ἐξελέσθαι ποθῶν συμπολίτας τοὺς σούς, τῆς τῶν δυσμενῶν
δυσφορωτάτης κακώσεως, ἔνθα μαρτυρικοῦ ἠξιώθης τέλους, Ἀπόστολε παμμακάριστε.
Διὸ παῤῥησίαν πρὸς Κύριον κεκτημένος, πρέσβευε ὑπὲρ αῶν ψυχῶν ἡμῶν.
Ἡ
κώμη τοῦ ἱεροῦ Λαυρεντίου ἐν γῇ σε ἐβλάστησεν, ἡ πόλις δὲ ἡ οὐράνιος παμφαῶς σε
προσήκατο, τῷ κάλλει καταυγασθέντα τῆς ἀθλήσεως. Ἐν οὐρανοῖς οὖν μετὰ τῶν Ἀσωμάτων
συναγαλλόμενος, πρέσβευε ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Πάσα
πνοή, τὴν παναγίαν πιστῶς ὑμνήσατε Τριάδα, ἐν κόσμῳ ἡμῖν τὸν πανένδοξον ἀναδείξασαν
Μάρτυρα, Ἀπόστολον τὸν ἀοίδιμον, ἐκτενῶς πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος β΄.
Ἀγαλλιάσθω
ὁ οὐρανὸς σήμερον, καὶ ἡ γῆ σκιρτάτω ἐν εὐφροσύνῃ, ἐπὶ τῇ παμφαεῖ τοῦ Ἀθλοφόρου
ἑορτῇ Ἀποστόλου τοῦ γενναιόφρονος. Τὴν τῶν δυσμενῶν γὰρ καταπαλαίσας ὀφρύν, παῤῥησίᾳ
τὸν Χριστὸν ἀληθῆ ἀνεκήρυξε Θεόν, ὑπὲρ οὗ θανεῖν ὁλοψύχως εἵλετο. Σὺν Αὐτῷ οὖν ἐν
οὐρανοῖς βασιλεύων, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ
τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως
τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη,
ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ
πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Λάμψας
ἀπαυγάσμασι, τοῦ μαρτυρίου πανόλβιε, τοὺς πιστοὺς κατηγλάϊσας, Ἀπόστολε ἔνδοξε·
διὸ φωτισθέντες, ἐν ἀγαλλιάσει, μνήμην τὴν σὴν πανευσεβῶς, ἐπιτελοῦντες πίστει
κραυγάζομεν· κινδύνων ἡμᾶς λύτρωσαι, καὶ τῆς πανώλους κακώσεως, ταῖς πρὸς
Κύριον Ἅγιε, ἱκεσίαις σου τάχυνον.
Στ.:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὄλβον
ὡς ἀκένωτον, πατρὶς τιμίας σου ἔνδοξε, τὴν σὴν κάραν πλουτίσασα, ἐλαύνει
πανένδοξε, δι’ αὐτῆς τὰς νόσους, καὶ τὰς ἐναντίας, τῶν δυσμενῶν ἐπιφοράς, καὶ εὐφροσύνως
κράζει σοι Ἅγιε· Σὺ πέλεις μοι ἀντίληψις, εὔκλεια πλοῦτος καὶ καύχημα, καὶ ταῖς
θείαις Ἀπόστολε, ἱκεσίαις σου σώζομαι.
Στ.:
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς
τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Πᾶσαν
καταβέβληκας, τῶν δυσμενῶν ματαιότητα, ἐναθλήσας στεῤῥότατα, Ἀπόστολε ἔνδοξε·
διὸ καὶ ἐβόας· οὐδείς με χωρίσει, Χριστοῦ ἀγάπης τῆς στεῤῥᾶς, οὐ πῦρ οὐ ξίφος οὔτε
ὁ θάνατος. Ἑκὼν γὰρ σφαγιάζομαι, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἀεὶ καθικέτευε,
ὑπὲρ πάντων ἀείμνηστε.
Δόξα. Ἦχος γ΄.
Πάντα
τῆς γῆς τὰ πέρατα σήμερον, ἡ κώμη τοῦ ἱεροῦ Λαυρεντίου συγκαλεῖται χαίρουσα. Εὐῶδες
γὰρ βλαστήσασα ἄνθος, τοὺς πιστοὺς εὐωδίασε, καρπὸς εὐκλεὴς διὰ τοῦ μαρτυρίου
γεγονώς, ἀποθήκαις ἐντεθησαύρισται ταῖς ἐπουρανίαις, Ἀπόστολος ὁ ἀξιάγαστος. Ἀλλὰ
καὶ νῦν, τὴν σεβάσμιον αὐτοῦ κάραν ἀπολαῦσαι ἀξιωθεῖσα, γεραίρει αἰτουμένη τὸν ἐν
οὐρανοῖς συναγαλλόμενον ἀγγελικαῖς χοροστασίαις, πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν ἐν
πίστει ἐκτελούντων, τὴν ἱερὰν αὐτοῦ καὶ φωτοφόρον πανήγυριν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε
ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν· ἐν
χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο· ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῆς,
ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων,
καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος γ’. Θείας
πίστεως.
Θεῖον
βλάστημα τῆς Θεσσαλίας, νέον καύχημα τῆς Ἐκκλησίας, ἀνεδείχθης Νεομάρτυς Ἀπόστολε,
ὑπὲρ Χριστοῦ γὰρ ἀθλήσας στεῤῥότατα, τῆς εὐσέβειας τὴν δόξαν ἐτράνωσας. Ἄλλα
πρέσβευε Κυρίω τῷ Σὲ δοξάσαντι, δωρήσασθαι ἤμιν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Ἐν
τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε.
Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς
λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀπόστολε
Χριστοῦ, Ἀθλητῶν ὡραιότης, ὑπήνεγκας στεῤῥῶς, αἰκισμοὺς καὶ κακώσεις, εἱρκτάς
τε καὶ θάνατον, εὐφροσύνως ἀείμνηστε, πᾶσαν ἔφοδον, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης· ὅθεν
σήμερον, τὴν μακαρίαν σου μνήμην, τελοῦμεν ἐν ᾄσμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ
πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως,
τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ
πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐν
σταδίῳ τὸν Χριστόν, ὁμολογήσας ἐμφανῶς, κατεπάλαισας στεῤῥῶς, πᾶσαν ὀφρὺν τῶν
δυσμενῶν, καταθελγόντων ἀφάτῳ μηχανουργίᾳ, εἴθ’ οὕτως ἀκλινές, τὸ πρὸς Κύριον, ὁρῶντές
σου εὐθύς, πρὸς τὴν δριμύτητα, τιμωριῶν ἐτράπησαν καὶ φόνον, ἃ ὡς οὐδὲν ἡγησάμενος,
Μάρτυς ὡράθης, τῆς ἀληθείας, ὦ Ἀπόστολε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀναβόησον
Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς
θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς
ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες
καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὰ ἄνω βασίλεια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς.
Καταβαλὼν
τῶν ἐναντίων τὰς ἐπάρσεις, εὐσεβεστάτῃ τοῦ Χριστοῦ ὁμολογίᾳ, τὴν ὀφρὺν τῶν
τυράννων γενναίως καθεῖλες, μανίαν τε τῶν ἀθέων ἀγαρηνῶν, ἀθλήσας ὑπὲρ τῆς
πίστεως ἀνδρικῶς, ὦ Ἀπόστολε ἔνδοξε· δι’ ὃ καὶ πόθῳ τὴν σήν, τελοῦμεν νῦν
πανήγυριν, ἀνυμνοῦντες τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Παρθενομῆτορ
Μαριὰμ εὐλογημένη, δοξολογοῦντές σε πιστῶς ἅπαντες Κόρη, τῆς κακίας λυτροῦται
τοῦ ἀνθρωποκτόνου, καὶ πάσης κακεντρεχείας τῶν δυσμενῶν, χαρίτων καταξιοῦνται τῶν
παρὰ σοῦ, Παναγία Θεόνυμε, εὐχαριστίας σοι ᾠδάς, προσάγοντες πανάχραντε, ἀνυμνοῦντες
τὸν τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ
ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.:
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς
τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-19): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν
ἀνθρώπων…
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Πάντοτε
δεόμενος πρὸς Κύριον, ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον
βοήθειαν, μὴ διαλίπῃς πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ, παμμακάριστε Ἀπόστολε, ὑπὲρ
τῶν σὲ ἀνυμνούντων, καὶ προσκυνούντων τὴν ἁγίαν κάραν σου.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Πάντας σε Μάρτυς, τοὺς γεραίροντας φίλει.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω ταὸ στόμα μου.
Παντοίοις
χαρίσμασι, σὲ κατεκόσμησεν ἔνδοξε, τῆς δόξης ὁ Κύριος, στεῤῥῶς ἀθλήσαντα, καὶ
στεφάνῳ σε, ἐστέψατω ὡραίῳ, Ἀπόστολε τίμιε· ὅθεν τιμῶμέν σε.
Ἁπάντων
κατέπτυσας, τῶν δυσμενῶν τὴν κακόνοιαν, κηρύξας τὸν Κύριον, ἐν παῤῥησίᾳ δι’ ὅ,
καὶ ζέοντι πόθῳ σου, τὴν μνήμην ἐκτελοῦμεν, Ἀπόστολε ἔνδοξε, ἡμῶν τὸ καύχημα.
Νικήσας
τὸν δόλιον, τῇ πανοπλίᾳ τοῦ Πνεύματος, τὸ τρόπαιον ἔστησας, κατεναντίον αὐτοῦ· ὅθεν
κράζομεν, τῆς τούτου κακουργίας, ἡμᾶς τοὺς τιμῶντάς σε, Μάρτυς ἀπάλλαξον.
Θεοτοκίον.
Ταχεῖα
ἀντίληψις, ἡμῶν ὑπάρχεις Θεόνυμφε, καὶ μέγα κραταίωμα, τῶν ἀνυμνούντων Σε· δι’ ὃ
κράζομεν· Παρθένε Παναγία, κινδύνων καὶ θλίψεων, πάντας ἀπάλλαξον.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἁπάντων
Θεός τε καὶ Δεσπότης, Χριστὸς τῶν αἰώνων Βασιλεύς, τῆς γῆς σε ἀφελόμενος, εἰς οὐρανοὺς
ἀνήγαγε, καθωραΐσας αἵματι, τοῦ μαρτυρίου Ἀπόστολε.
Σὲ
μάκαρ Ἀπόστολε προστάτην, πατρίς σου πλουτοῦσα εὐσεβῶς, τὴν θείαν σου
πανήγυριν, ἐπιτελοῦσα κράζει σοι· σύ μοι ὑπάρχεις καύχημα, καὶ ἀντιλήπτωρ
πανόλβιε.
Σωζόμενοι
Μάρτυς ταῖς λιταῖς σου, ὑμνοῦμεν Χριστὸν τὸν λυτρωτήν, λίαν σε ἐνισχύσαντα, νικῆσαι
τὸν ἀλάστορα, καὶ τοὺς αὐτοῦ θεράποντας, μάκαρ Ἀπόστολε ἔνδοξε.
Θεοτοκίον.
Ἐλπὶς
καὶ βεβαία προστασία, ὑπάρχεις πανάχραντε σεμνή, ἡμῶν θεοχαρίτωτε, παντοίας
περιστάσεως, καὶ δυσμενῶν κακώσεων, ἡμᾶς ἀπάλλαξον Δέσποινα.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Μαρτύρων
χαρμονή, εὐσεβῶν τε λαμπρότης, ὡράθης φαεινέ, διὰ τοῦ μαρτυρίου, ὀφρὺν καὶ
κακόνοιαν, καθελὼν τοῦ ἀλάστορος, πάντας ἤγειρας, ὑμνολογεῖν τὸν Σωτῆρα, τὸν σὲ
δείξαντα, ἐν τοῖς ἐσχάτοις αἰῶσι, πανένδοξον Μάρτυρα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος
χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά
σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη,
τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μακαρίως σὺ τὸν
βίον Ἀθλοφόρε διήνυσας, λάμψας ἐν τῷ κόσμῳ, ταῖς τοῦ μαρτυρίου λαμπρότησι· δι’
ὃ τελοῦντες τὴν μνήμην κραυγάζομεν· ῥῦσαι ἅπαντας, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.
Ἀποστόλων
διατάξεις καὶ τὰ τούτων κηρύγματα, εὐσεβῶς δοξάζων, ἴχνεσι τῶν τούτων Ἀπόστολε,
ἔπεσθαι μάκαρ ἐνδόξως κατηξίωσας· μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν ἀξιάγαστε.
Ῥωμαλέος ἐν
τοῖς ἄθλοις ὤφθης μάκαρ Ἀπόστολε, πάσας τῶν τυράννων, τὰς ἐρεσχελίας θαυμάσιε,
καὶ ὑποσχέσεις ἀνδρείως ἐμυκτήρισας· δι’ ὃ πάντες σε, πόθῳ τιμῶμεν θαυμάσιε.
Θεοτοκίον.
Τεῖχος
πέλεις τῶν παρθένων Παναγία θεόνυμφε, φύλαξ τῶν ἐν πίστει, ἀνυμνολογούντων Σε
ἄχραντε· δι’ ὃ τοὺς πόθῳ τιμῶντάς σε περίσωζε, πάσης θλίψεως, καὶ ὀδυνῶν καὶ
κακώσεων.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦντάς σε
ἔνδοξε, καὶ ἐκτελοῦντας πόθῳ σου, ἄθλησιν τὴν ἔνθεον παμμάκαρ, καὶ τὸν Σωτῆρα
φόβῳ δοξάζοντας, ῥῦσαι ταῖς πρεσβείαις σου παντός, ἐναντίου πτώματος, ὦ
Ἀπόστολε τάχιον.
Σιὼν ἡ
οὐράνιος, λαμπρῶς σε ὑπεδέξατο, φέγγει διαλάμποντα τῶν ἄθλων, καὶ μαρτυρίου
καλλωπιζόμενον, στίγμασιν ἐν πίστει ἀκλινεῖ· ὅθεν σε δοξάζομεν, ὦ Ἀπόστολε
ἔνδοξε.
Τὰ τάγματα
Ἅγιε, τῶν Ἀσωμάτων ὕμνησαν, πόθῳ τε καὶ δέει τὸν Δεσπότην, ἐν τοῖς ἀγῶσι τὸν ἐνισχύσαντα,
σὲ καταβαλεῖν τῶν δυσμενῶν, μηχανὰς καὶ ἔνεδρα, ὡς ἀθύρματα ἔνδοξε.
Ὁ Λόγος
πανένδοξε, Θεοῦ ὁ ὑπερούσιος, εἰδὼς τῆς ψυχῆς σου τὸ ὡραῖον, σὲ ἐκ τοῦ κόσμου
πρὸς τὰ οὐράνια, ἀνήγαγε Μάρτυς θαυμαστῶς, διὰ τῆς ἀθλήσεως, ὦ Ἀπόστολε ἔνδοξε.
Θεοτοκίον.
Ὑμνοῦντά Σε
πάντιμε, εὐλογημένη Δέσποινα, Τάγματα Ἀγγέλων γηθοσύνως, ἀναβοῶσι· χαῖρε
Θεόνυμφε, μόνη τὸν Θεὸν ὑπερφυῶς, τέξασα πανάσπιλε, Παρθενομῆτορ θεόνυμφε.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Σοφίαν λόγον
καὶ δύναμιν, ὑμνῶν πανευσεβῶς τοῦ Θεοῦ ἡμῶν, μάκαρ Ἀπόστολε, ἀνεπτερώθης πρὸς
ἄληκτον, καὶ μακαρίαν λῆξιν, διὰ τοῦ αἵματος.
Γεραίρει ἔνδοξε
ἅπασα, χορεία τῶν πιστῶν τοὺς ἀγῶνάς σου, μάκαρ Ἀπόστολε, καὶ εὐσεβῶς ἀνακράζει
σοι· ταῖς πρὸς Χριστὸν λιταῖς σου, πάντας περίσωζε.
Ἔστη
οὐράνιος ἔλλαμψις, ἀθλήσαντι νομίμως Ἀπόστολε, σταυροῦ ἐν σχήματι, λαμπρῶς τοῖς
πᾶσι δεικνύουσα, τὴν εἰς τὰ ἄνω μάκαρ, δόξαν σοι ἄληκτον.
Θεοτοκίον.
Ῥυσθέντες
Κόρη τῷ τόκῳ Σου, ὑμνοῦμέν Σε ἀπαύστως θεόνυμφε, πίστει κραυγάζοντες, καὶ τῶν
δεινῶν νῦν ἀπάλλαξον, ἅπαντας Παναγία, ἡ μόνη ἄχραντος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτὴν
τὴν εὔσημον, τοῦ Ἀποστόλου, ἐκτελοῦσα βόησον, πατρὶς αὐτοῦ χαρμονικῶς· σὲ ἀνυμνῶ
τὸν Σωτῆρά μου, καράν αὐτοῦ νῦν ἡμῖν
δωρησάμενον.
Ὁ Οἶκος.
Λατρείαν
πᾶσαν εὐσεβῶς, προσκύνησίν τε ἐν πίστει, μετὰ δέους εἰλικρινῶς, ἐκ μυχοῦ τῆς
καρδίας τὰ στίφη πάντα τῶν πιστῶν, τῷ μόνῳ προσοίσωμεν πρυτάνει Θεῷ, ἐν τοῖς ἐσχάτοις
αἰῶσι, Μάρτυρα ἀναδείξαντα, Ἀπόστολον τὸν ἔνδοξον, πάσας τὰς τῶν τυράννων
καθελόντα ἐπάρσεις, εὐπαῤῥησιάστως δὲ τὴν εἰλικρινῆ τοῦ Χριστοῦ κηρύξαντα
πίστιν, καὶ στέφει ἐν οὐρανοῖς παρὰ Θεοῦ στεφθέντα, σὺν ᾠδαῖς κραυγάζοντες, ἐν
πίστει δοξάζομεν σὲ τὸν μόνον κραταιόν, κάραν
αὐτοῦ νῦν ἡμῖν δωρησάμενον.
Συναξάριον.
Τῇ ΙΣΤ΄ Αὐγούστου, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς
κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686.
Ἀπῆρας ὄντως εἰς μονὰς τῶν Ἀγγέλων,
Πτεροῖς ἀγώνων φαίδιμος λίαν μάκαρ.
Εἰς Οὔλυμπον ἄειραν ἴφθιμον νέον
φαέθοντα.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ,
καὶ προστάτου Κεφαλληνίας.
Γέρα πρέπουσι Γερασίμῳ τῷ Νέῳ.
Τῷ τοῖς γέρασι τῶν παλαιῶν
στεφθέντι.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.
Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ
κάρας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων
μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, πυρὶ τελειοῦται.
Ἀλκιβιάδου σάρκα πῦρ κατεσθίει
Μωσῆς ἄν εἶπε θεῖος ὡσεὶ καλάμην.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν
ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στερρὸς στρατός τε καὶ συνασπισμὸς
μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων
πρέπει.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου
Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν
πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ
μου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ
μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ'
αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου,
καὶ ἀειπαρθένου Μαρίας.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις
τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν
ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ'
ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς
τῆς μονῆς τοῦ Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου,
καὶ κτίτορος τῆς Ἱ. Μ. Πεντέλης.
Τῇ αὐτῇ
ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου
τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν ἔτει ᾳφνα΄ (1551).
Τί δαί συ Νικόδημε; Εἰπέ σον πάθος.
Τεθανάτωμαι δι’ ἀγάπην Κυρίου
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ
ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ᾳχπ΄ (1680) ξίφει τελειοῦται.
Ὁ Σταμάτιος εὗρε τῶν κάτω στάσιν,
ἀεικίνητον δ’ εὗρε τῶν ἄνω δρόμον.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων
τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου,
Βασιλείου, καὶ Σαράντου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου (Φαρκαδόνα)
καταγόμενος, καὶ ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ
τελειοῦται.
Ἐκ Τσιοτίου ἀπῆλθες θεοφόρε,
Καὶ ἐν τῷ βράχῳ ἀνῆλθες θεηγόρε,
Ταῖς τῶν Ἁγίων σου
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἄνω
ἔνδοξε τοῦ θαλαττίου ῥεύματος τὸ σὸν διήγετο, σαρκίον Μάρτυς Χριστοῦ, ἐμφαῖνον τὴν
ἄνω σοι χάριν Ἀπόστολε· δι’ ἧς ἅπαντας, διατηρεῖς τοὺς ᾄδοντας, ὁ Θεὸς εὐλογητὸς
εἶ.
Ἱκεσίας
τῶν ὑμνούντων σε Ἀπόστολε, πρόσδεξαι Ἅγιε, παρέχων Μάρτυς σοφέ, πιστοῖς τὰ αἰτήματα,
καὶ ἀνακράζουσιν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥήσεις
ἔνδοξε, καὶ δόγματα τὰ ἔνθεα, τιμῶν θεόληπτε, τῶν Ἀποστόλων Χριστοῦ, τῆς τούτων
ἠξίωσαι μακαριότητος, κράζων Ἅγιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὁ
τῶν ὅλων Ποιητὴς πανάχραντε Σὲ ἐξελέξατο, τῶν γενεῶν ἁπασῶν, μητέρα δεξάμενος Αὐτοῦ
πανέντιμε, ᾯ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νόες
σε ἐδέξαντο παμμάκαρ, ἐν ὕψει τῶν οὐρανῶν κλεινὲ Ἀπόστολε, κάλλει διαλάμποντα, τῷ
τοῦ μαρτυρίου σου, καὶ εὐχαρίστως κράζοντα ἐν εὐφροσύνῃ ψυχῆς· τὸν Κύριον, ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τάγματα
Μαρτύρων ἐν ὑψίστοις, σὲ μάκαρ ὑψούμενον ἠσπάσαντο, ὡς αὐτῶν συνόμιλον, δρόμον τὸν
οὐράνιον, τετελευκότα Ἅγιε, καὶ ἀνακράζοντα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ἅπασα
πατρίς σου ἡ τιμία, ἐνθέως πανηγυρίζουσα νυνί, συγκαλεῖται ἅπαντας, πρὸς τὴν σὴν
πανήγυριν, ὑμνοῦντας ὡς ἀήττητον σὲ παναοίδιμε, καὶ κράζοντας· τὸν Κτίστην ἀνυμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥῆξον
τοὺς χειμάῤῥους τῶν παθῶν μου, καρδίαν τὴν ταπεινήν μου κατακλύζοντας· θεῖον πρὸς
λιμένα με, ὅρμισον πανάμωμε, ἵνα ὑμνῶ Σε πάντοτε τὴν ὑπερύμνητον, καὶ χαῖρέ
Σοι, κραυγάζω ἐν πίστει· δι’ ἧς κατηυγάσθη, τὸ γένος τῶν ἀνθρώπων.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Φέγγει
τῶν σεπτῶν, ἀγώνων σου ἔνδοξε τὴν βασιλεύουσαν, ἔλαμψας Ἀπόστολε, κενώσας αἷμα τὸ
σὸν θαυμάσιε, ἐν τῷ ἐδάφει τὸ εὔγεων αὐτῆς πανάριστε, ἁγιάσας, ταύτην τῇ ἀθλήσει
σου, τιμᾷ δε σου αὐτὴ τὸ μαρτύριον.
Ἵνα
σου πιστοί, τιμῶμεν τὴν ἄθλησιν Μάρτυς Ἀπόστολε, σῷζε πάντας νῦν ἡμᾶς, παντοίας
βλάβης καὶ περιστάσεως, τῆς οὐρανίου ἔνδοξε καταξιῶν χαρμονῆς, ἀνυμνοῦντας,
Χριστὸν τὸν φιλάνθρωπον, Ὃν ἀεὶ ὑπὲρ πάντων ἱκέτευε.
Λίαν
σὲ Χριστοῦ, ὡς Μάρτυρα ἔνδοξον ὑμνῶ δεόμενος, τόδε μοι ἐφύμνιον, πρόσδεξαι
Μάρτυς ἀντιπαρέχων μοι, ἁμαρτημάτων ἄφεσιν ταῖς ἱκεσίαις σου, ἀφαρπάζων, τῆς ἐκεῖ
κολάσεως, καὶ δεινῶν αἰωνίων Ἀπόστολε.
Θεοτοκίον.
Εἵλκυσεν
ἡ Σή, λαμπρότης πανύμνητε ἡ ὑπερύμνητος, σάρκα παρὰ Σοῦ λαβεῖν, Θεὸν τῶν ὅλων
Κόρη πανάχραντε, τοῦ σῶσαι τὸ ἀνθρώπινον τῶν παραπτώσεων· δι’ ὃ πάντες, Σὲ ὑμνοῦμεν
Δέσποινα, ὡς Μητέρα Θεοῦ παναμώμητον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πιστῶν
πορεία ἅπασα, τεμένει τῷ τοῦ Μάρτυρος, ἐνθέως συναθροισθεῖσα, ἀγῶνας τοῦ Ἀθλοφόρου,
θεασαμένη βόησον, Χριστὲ ἁπάντων λύτρωσις, λιταῖς τοῦ Ἀποστόλου Σου, τοῦ σὲ
κηρύξαντος κόσμῳ, πάντας διάσωσον Λόγε.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀπόστολοι
ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἐν
τῷ σταδίῳ παμμάκαρ πόθῳ ἐκραύγαζες, Χριστὸς ὑπάρχει μόνος, ὁ Θεὸς τῶν ἁπάντων,
Πατρὶ σὺν τῷ ἀνάρχῳ καὶ τοῦ αὐτοῦ, συναΐδίῳ τε Πνεύματι, οὗ τῇ ἰσχύϊ ῥωννύμενος
ὡς οὐδέν, τὴν ἡμῶν ἡγοῦμαι δύναμιν.
Τῷ
ὄντι μία ὑπάρχει πίστις ἡ ἔνθεος, Χριστιανῶν ἐβόας, ὦ Ἀπόστολε πόθῳ, ἥνπερ νῦν
κηρύττων Ἀγαρηνοί, καὶ φαιδρῶς σφαγιάζομαι, ὑπὲρ αὐτῆς καὶ ἐπίγνωσιν ἀληθῆ, ἣν ὡς
μόνην προσκυνήσατε.
Ἡ
Κωνσταντίνου ἀγάλλου πόλις ἐν ᾅσμασιν, ὑμνοῦσα τὸν Σωτῆρα, ἐνισχύσαντα πάνυ, τὸν
νέον Ἀθλοφόρον καταβαλεῖν, δυσμενῶν τὰ φρυάγματα, καὶ ἐναθλῆσαι προθύμως ὑπὲρ αὐτοῦ,
τὸν Ἀπόστολον τὸν ἔνδοξον.
Τοῦ
Λαυρεντίου ἡ κώμη λίαν εὐφράνθητι, πατρὶς ἡ τοῦ Ἁγίου, εὐσεβῶς Ἀποστόλου, πλουτοῦσα
τὸν ἐκ ταύτης θεοπρεπῶς, ἀνατείλαντα Μάρτυρα, πρὸς τὸν Θεὸν τῶν ἁπάντων πρέσβυν
θερμόν, ὃν τιμῶντες ἑορτάζομεν.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν
ἀριστέα τοῦ Χριστοῦ, Ἀπόστολον τὸν ἀοίδιμον, ἐν ὄψεσι τυράννων ἀσεβῶν, τὸ
πανσέβαστον τοῦ Δεσπότου, ἐν τῇ τῶν πόλεων ἀνάσσῃ κηρύξαντα ὄνομα. Νομίμως τε ὑπὲρ
αὐτοῦ ἀθλήσαντα, καὶ ἐν οὐρανοῖς ἐνθέως στεφθέντα, χειρὶ τοῦ παντάνακτος· ὑμνήσωμεν
συμωφώνως ἐν ᾄσμασι, παῤῥησίαν γὰρ πρὸς Κύριον κεκτημένος, πρεσβεύει ὑπὲρ ἡμῶν,
τῶν πιστῶς ἐκτελούντων, τὴν ἱερὰν αὐτοῦ καὶ φωτοφόρον πανήγυριν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε
λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς
ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ
πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἐκκλησίας νέος ἀστήρ, καὶ τῆς Λαυρεντίου, κωμοπόλεως ἀῤῥωγός· χαίροις ὁ τὸ αἷμα,
ὑπὲρ Χριστοῦ ἐκχέας, Ἀπόστολε παμμάκαρ, πιστῶν βοήθεια.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος,
βεβυθισμένοι κράζοντες αὐτῷ ἐκτενῶς· ἔνδοξε Ἀπόστολε, τὸν Θεὸν τῶν σῶν δούλων,
τῶν ἀνευφημούντων σε, ἐκ ψυχῆς Ἀθλοφόρε, ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι,
θερμαῖς ἱκεσίαις σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε
Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς
συνεχόμενος πειρασμοῖς, καὶ σοὶ προσδραμόντα, ἐλευθέρωσον Ἀθλητά, ἐμὲ τὸν ἱκέτην
σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος Ἀπόστολε.
Παθῶν μὲ ἐκύκλωσαν
προσβολαί, ὦ μεγαλομάρτυς, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τάχος κράζω
Μάρτυς, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.
Νοσοῦντά με
πάθεσι χαλεποῖς, Ἀπόστολε Μάρτυς, τῶν φαρμάκων σῶν πρεσβειῶν, ἴασαι τὸν ἄθλιον
νοσούντων, ὁ ἰατρὸς δυσωπῶ ο ὀξύτατος.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν
Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνων,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις
σου θείαις ὦ Ἀθλητά ῥῦσαί με, κείμενον ἐν νόσοις καὶ παντοίαις κακώσεσι, καὶ γὰρ
σὲ κέκτημαι, μετὰ Θεὸν προστασίαν, ὁ θερμὸς τῆς σκέπης σου πρόσφυξ γενόμενος.
Ἱκετεύω
σε πόθῳ τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας Μάρτυς ἰάσασθαι, σὺ γὰρ
τὸν αἴροντα, τὰς ἀσθενείας τοῦ κόσμου, Ἀθλητὰ ἐκήρυξας μόνον φιλάνθρωπον.
Χαλεπαῖς
ἀῤῥωστίαις καὶ λυπηροῖς πάθεσιν, ὅλον με κακῶς Ἀθλοφόρε κατατρυχόμενον, ταῖς πρὸς
τὸν Κύριον, σαῖς ἀκοιμήτοις πρεσβείαις, Ἀθλητὰ θεράπευσον ὅπως γεραίρω σε.
Θεοτοκίον.
Εὐεργέτην
τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα
γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα θεομακάριστε.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς εἰς σὲ
καταφεύγομεν, ὡς μέγιστον πρέσβυν πρὸς τὸν Θεόν, ὦ Ἀπόστολε.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς
καὶ φρουρὸς ἀκαταίσχυντος, ὑπάρχων σοφὲ τῶν πίστει ἀνυμνούντων σε, ἐκ ψυχῆς βοῶμέν
σοι· Ἀπόστολε μακάριε τάχυνον, καὶ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ
περιπτυσσομένους τὴν ἁγίας κάραν σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν
βόρβορον, καὶ κηλῖδας πάσας σὺ ἀποκάθαρον, θεραπεύσας ταῖς πρὸς Κύριον, ὦ μεγαλομάρτυς
ἱκεσίαις σου.
Ἀπολαύοντες
πάντοτε, σῶν Μάρτυς θαυμάτων τῶν ἐκ τῆς κάρας σου, τὸν χαρίσμασι κοσμήσαντα,
ταύτην καὶ Θεὸν μεγαλύνομεν.
Ἐπὶ κλίνης με
κείμενον, συμφορῶν παντοίων ὦ Ἀπόστολε ἔγειρον, ταῖς πρὸς Κύριον πρεσβείαις
σου, τεταρταῖον Λάζαρον τὸν ἀνεγείραντα.
Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν
ἄβυσσον, ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα
πάντων τῶν ὑμνούντων σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς
καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῇ
κάρᾳ σου ἀξιάγαστε.
Λύτρωσον ἡμᾶς, Ἀθλητὰ
ταῖς ἱκεσίαις σου, λιμοῦ λιμοῦ παντοίας θλίψεως, καὶ ἀῤῥωστίας ὅπως πίστει εὐφημῶμέν
σε.
Ἴασαι ψυχῶν, καὶ
σωμάτων πάθη πάμπολλα, ὦ Νεομάρτυς ἀξιοθαύμαστε, τῶν νῦν προσελθόντων, τῇ σεπτῇ
σου κάρᾳ μετὰ πίστεως.
Θεοτοκίον.
Λύσον τὴν ἀχλύν,
τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τὸ
θεῖον καὶ προαιώνιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου, καὶ
συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνος παντοίας, ὦ Ἀθλητά, τοὺς τῇ θείᾳ σου
κάρᾳ, ἐν κατανύξει ψυχῆς πλησιάζοντας, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν
περιστάσεων.
Ὡς ὅπλον, ἐν
πειρασμοῖς ἀήττητον, τὴν πρεσβείαν σου πλουτοῦντες τὴν θείαν, τῶν λυπηρῶν ἐκλυτρούμεθα
τάχος, καὶ σὲ σωτῆρα καὶ ῥύστην ἀκοίμητον, μετὰ Θεὸν ὦ Ἀθλητά, ἐκ ψυχῆς ὀνομάζομεν
μέγιστον.
Ἐν κλίνῃ, τῶν
νοσημάτων πάντοτε, κατακείμενος Ἀπόστολε μάκαρ, παρακαλῶ ἀπ’ ἐμοῦ τὴν σεπτήν
σου, μὴ ἀντανέλῃς καὶ θείαν ἀντίληψιν, ἀλλ’ οἴκτειρόν με συμπαθῶς, καὶ
λοιμώδους νοσήματος λύτρωσον.
Θεοτοκίον.
Προστάτιν Σε, τῆς
ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μυ
ῥυσθῆναί με.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς εἰς σὲ
καταφεύγομεν, ὡς μέγιστον πρέσβυν πρὸς τὸν Θεόν, ὦ Ἀπόστολε.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν
πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Θεὸν ἀκαταίσχυντος, μὴ παρίδῃς δέησιν τῶν
δούλων σου θερμήν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς
περιπτύσσουσι, κάραν σου τὴν ἁγίαν, τὴν πάνσεπτον καὶ τιμίαν, σὺ γὰρ προστάτης Ἀθλητά,
τυγχάνεις τῶν τιμώντων σε.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν
τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.:
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς
αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.
Τῷ καιρῷ
ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν
αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν
νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς
λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε
δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε,
λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς
καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα:
Ταῖς
τοῦ Ἀθλοφόρου...
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Στῆσόν μου
πανάριστε, τὰς τῶν παθῶν διαχύσεις, καὶ ῥοὰς ἀνάστειλον, τὰς τῆς ἁμαρτίας μου καὶ
χειμάῤῥους μου, τῶν παθῶν ξήρανον, ἱκετεύω γάρ σε, καὶ προσπίπτω καὶ κραυγάζω
σοι· ἴασαι Ἅγιε, τὴν πεπωρωμένην καρδίαν μου, πηγάς μοι κατανύξεως, καὶ δακρύων
ὄμβρους παρέχων μοι, ἵνα τάς τε χεῖρας, καὶ ὅλον μου τὸ σῶμα ῥυπωθέν, τούτοις ἐκπλύνω
τὸ ἔλεος, Θεοῦ ἐπισπάσωμαι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ὀργὴν τοῦ Ὑψίστου,
εἰς γαλήνην παμμάκαρ σὺ μεταποίησον, πρεσβείᾳ σου τῇ θείᾳ, Αὐτὸν καθιλαρύνων, ὑπὲρ
ἡμῶν τῶν βοώντων Αὐτῷ· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θελητὴν τοῦ ἐλέους,
ἐν σταδίῳ τυράννων ἐκήρυξας Ἅγιε, Χριστὸν τὸν ζωοδότη, ᾧ πάντων ὑπερεύχου, τῶν ἐν
πίστει βοώντων σοι, ἐν ἀναγκῶν χαλεπῶν, ῥῦσαι ἡμᾶς Ἀθλητά.
Σωμάτων ἰατῆρα,
καὶ ψυχῶν τε σωτῆρα πάντες κεκτήμεθα, σοφὲ Μεγαλομάρτυς, διάσωσον οὖν πάντας, Ἀθλητὰ
τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θησαυρὸν
σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν
μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσφοιτῶντας,
νυνὶ τῇ πάνσεπτῳ σου κάρᾳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀπόστολε
τρισμάκαρ.
Τῶν πειρασμῶν
σύ, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν Ζωοδότην, σὺ τῶν Ἀθλοφόρων,
Ἀπόστολε ἡ δόξα.
Τῶν νοσημάτων, σὺ
ἰατρεία τελεία, ἀνεδείχθης Μάρτυς τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας
μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα Σὲ δοξάζω, τὴν
κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν
δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην ὅπως πάντα βόρβορον, τῶν νοσημάτων
μου πλύνω, θεῖε Ἀπόστολε.
Χαρᾶς αἰωνιζούσης,
Μάρτυς σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ
θλίψεων.
Ἡ πάνσεπτός σου
κάρα, ἰατρεῖον πέλει, ὦ Ἀθλητὰ ἐν αὐτῇ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων
ἀπολυτρούμεθα.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι,
λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ
καταγγέλλοντας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν
μεγαλομάρτυρα τοῦ Χριστοῦ, καὶ τῆς Λαυρεντίου, κωμοπόλεως βοηθόν, φύλακα καὶ ῥύστην,
τῶν νῦν προσερχομένων, Ἀπόστολον τὸν θεῖον ὕμνοις τιμήσωμεν.
Τὸν φωστῆρα
πάντες τὸν εὐκλεῆ, τὸν ἐκ Μαγνησίας, ἀπαστράψαντα φαεινῶς, τὴν δόξαν τῶν
Μαρτύρων, καὶ κλέος τῶν δικαίων, Ἀπόστολον τὸν νέον ὕμνοις τιμήσωμεν.
Τὴν σεπτήν σου
κάραν ὡς θησαυρόν, μέγιστον πλουτοῦντες, συμπολῖταί σου οἱ πιστοί, ἀπολυτροῦνται
νόσων, καὶ πάσης ἄλλης βλάβης, καυχώμενοι οὖν ταύτῃ ὕμνους προσφέρουσι.
Δεῦτε ἀσπασώμεθα
οἱ πιστοί, κάραν τὴν ἁγίαν, Ἀποστόλου τοῦ Ἀθλητοῦ, τὴν τὰς ἀνηκέστους, καὶ ὀχληρὰς
παθήσεις, τῶν σοὶ προσερχομένων πίστει διώκουσαν.
Ὢ Τριὰς Ἁγία τοὺς
δούλους Σου, ἡμᾶς τοὺς τιμῶντας τὴν σεβάσμιον κεφαλήν, τὴν ἐν τοῖς ἐσχάτοις,
καιροῖς ἀποτμηθεῖσαν, τοῦ θείου Ἀποστόλου τοῦ σὲ δοξάσαντος.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό
λιτανευτικόν· Κύριε
ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν
Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου