Σάββατο 6 Ιουλίου 2019

ΑΥΓΟΥΣΤΟΣ 10. ΑΓΙΟΣ ΛΑΥΡΕΝΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ Ι ΄.

ΛΑΥΡΕΝΤΙΟΣ ΑΡΧΙΔΙΑΚΟΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’  καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πρῶτε, διακόνων εὐκλεές, μεταμορφωθέντος ἐν ὄρει, τῷ Θαβωρίῳ Χριστοῦ, καὶ Μαρτύρων ἄριστε, ὡς ὁλοκάρπωμα, λογικὸν προσενήνεξαι, Αὐτῷ καὶ εὐῶδες, Ἀθλητὰ Λαυρέντιε, στεῤῥὲ θυμίαμα, πάντας, κατευφραῖνον ὁρῶντας, φλέγοντά σε πλάνην εἰδώλων, καὶ ὀδμὰς ἀνδρείας ἀποπνέοντα.

 

Πλοῦτον, τοῦ ναοῦ συναγαγών, καὶ προσαγαγὼν τῇ χορείᾳ, τῶν ἐν τῇ Ῥώμῃ πτωχῶν, ἔδωκας Λαυρέντιε, σεπτὲ διάκονε, δεομένοις τὸν ἄρτον σου, καὶ πλοῦτον ψυχῆς σου· ὅθεν πρὸς μαρτύριον, ἑκὼν ἐχώρησας, ἔνθα, διαπρέψας στεφάνους, νίκης ἀφθαρσίας ἐδέξω, Ἀθλητὴς ὀφθεὶς πανιερώτατος.

 

Σίξτῳ, τῷ σοφῷ ἀρχιερεῦ, ἔνδοξε Λαυρέντιε Μάρτυς, διακονῶν εὐπειθῶς, τρίβοις ἠκολούθησας, αὐτοῦ ἀθλήσεως, ῥωμαλέῳ φρονήματι, καὶ δρόσῳ τῆς θείας, χάριτος κατέσβεσας, πυρὸς τοὺς ἄνθρακας, ὡς ἐν Βαβυλώνι τρεῖς παῖδες, τὸν Χριστὸν ὑμνῶν ἀσιγήτως· Ὃν ὑμνοῦσι πάσης γῆς τα ὰ πέρατα.

 

Μάρτυς, ὡς χρυσὸς δοκιμασθείς, ἐν καμίνῳ θῦμα τῷ Κτίστῃ, καὶ Λυτρωτῇ ἐκλεκτόν, σεαυτὸν παρέδωκας, καὶ κόσμος γέγονας, Ἀθλοφόρε Λαυρέντιε, τῆς τῶν πρωτοτόκων, Ἐκκλησίας· ὅθεν σου, τὰ θεῖα σκάμματα, σήμερον τιμῶμεν ἀξίως, καὶ τὴν ἐπ’ ἐσχάρας θανήν σου, τῆς πεπυρωμένης ὕμνοις ᾄδομεν.

 

Δόξα. Ἦχος β΄.

Τὸν μύστην τῶν ἀποῤῥήτων, στεῤῥὸν Ἀθλοφόρων Λαυρέντιον, τὸν πρῶτον διάκονον τῆς ἐν Ῥώμῃ Ἐκκλησίας, δεῦτε πάντες μακαρίσωμεν. Οὗτος γὰρ μὴ πεισθεὶς θῦσαι τοῖς ἀψύχοις εἰδώλοις, ἑαυτὸν παρέδωκεν ὁλοκάρπωμα θεῖον, τῷ μεταμορφωθέντι ἐν δόξῃ Κυρίῳ. Καὶ νῦν οὐ μόνον σὺν τοῖς προκρίτοις τῶν μαθητῶν, ἀλλὰ σὺν πᾶσι τοῖς Ἁγίοις θεώμενος Αὐτοῦ τὴν δόξαν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Λαύρας τῶν οὐρανῶν, οἰκήτωρ ὤφθης θεῖος, ὡς διακόνων πρῶτος, Λαυρέντιε καὶ Μάρτυς, Κυρίου ἀκατάβλητος.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Πρέσβευε τῷ Χριστῷ, σὺν θείῳ Ἱππολύτῳ, καὶ τῷ πανσόφῳ Σίξτῳ, Λαυρέντιε διδόναι, ἡμῖν πταισμάτων ἄφεσιν.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Φλέξας εἰδωλικήν, ὡς ἄνθρακα τὴν πλάνην, παμμάκαρ ἐπ’ ἀνθράκων, ὀπτώμενος στεφάνους, Λαυρέντιε ἀπείληφας.

 

Δόξα. Τριαδικόν.

Δέδωκας ὦ Τριάς, τῷ θείῳ Λαυρεντίῳ, ἰσχὺν καταπατῆσαι, ὀφρῦν τὴν ἐπηρμένην, τῶν προσκυνούντων εἴδωλα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Τὴν ὡραιότητα.

Τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, ὡς ἄνθραξ ἔφλεξας, πλάνης τὴν ἄκανθαν, Ἀρχιδιάκονε Χριστοῦ, Λαυρέντιε Ἀθλοφόρε, ὅθεν ὡς θυμίαμα, λογικὸν ὁλοκαύτωσαι, τῷ σὲ μεγαλύναντι, τῷ πυρὶ τελειούμενος, διό τούς σὲ τιμώντας θεόφρον, σκέπε ἐκ πάσης ἐπήρειας.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς Ἦχος δ' Ἔδωκας σημείωσιν

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ Γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Ἅπαν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῷ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Προσόμοια τοῦ Ἁγίου Μάρτυρος Ἦχος δ' Ἔδωκας σημείωσιν

Ἄνθρακά σοι ἔδωκε, Μάρτυς πυρὸς εἰς βοήθειαν, ὁ Δεσπότης καὶ Κύριος, ὑφ' οὗ πυρακτούμενος, τὸ γεῶδες σκῆνος, θᾶττον ἐξεδύσω, καὶ τὴν ἀθάνατον ζωήν, καὶ βασιλείαν ἐκληρονόμησας· διό σου τὴν χαρμόσυνον, χαρμονικῶς ἑορτάζομεν, ἑορτὴν παμμακάριστε στεφηφόρε Λαυρέντιε.

Ἄνθρακας ἐμάρανας, πλάνας εἰδώλων μακάριε, ἐπ' ἀνθράκων ὀπτώμενος, ὑφ' ὧν λεπτυνόμενος, τὸ παχὺ σαρκίον, ὡς βαρὺ φορτίον, ἀπετινάξω καὶ τὸν χοῦν, τῆς τῶν προγόνων ἡμῶν νεκρώσεως· ἐντεῦθεν ἀκατάσβεστος, ἄνθραξ ἡμῖν ἐχρημάτισας, καταυγάζων φαιδρότητι, τοὺς τιμῶντας τὴν μνήμην σου.

Ἄνθρακι ἀνήφθησαν, ἀπὸ Θεοῦ οἷα φαίνοντες, οἱ ἀήττητοι Μάρτυρες, τῇ αἴγλῃ τοῦ Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, καὶ τῆς ἀθεΐας, καταδιώκοντες θερμῶς, καὶ εὐσεβείας πυρσὸν ἀνάπτοντες, ἐν οἷς καὶ ὁ Λαυρέντιος, ὁ ἀληθὴς καὶ σεβάσμιος, τοῦ Σωτῆρος διάκονος, διαπρέπει τοῖς θαύμασιν.

 

 

 

Δόξα. Ἦχος δ΄.

Τῷ τοῦ Πνεύματος πυρὶ ἀναλώσας πᾶν γεῶδες φρόνημα, πυρὸς ἀνάλωμα ἐγένου καλλιμάρτυς Λαυρέντιε· ἐναρέτοις γὰρ ἔργοις καλλωπιζόμενος, τοῖς οἰκείοις αἵμασιν ἐσφράγισας, τὴν εὐπειθῆ διακονίαν σου. Καὶ νῦν σὺν Χριστῷ ἀγαλλιώμενος, ἐν θείοις δόμοις ἀξιάγαστε, πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, Λαυρέντιον τὸν πανένδοξον ἀρχιδιάκονον πλουτοῦσα. Οὗτος γὰρ ἔργῳ καὶ λόγῳ διατρανοῖ τὰ τῆς πίστεως ἀληθείας, καὶ παιδεύει πάντας τῷ ἰδίῳ παραδείγματι· ἀξιωθεὶς οὖν ἐν τέλει ἀθλητικῶν ἐπάθλων, Χριστῷ πρεσβεύει ὑπὲρ τῶν τιμώντων, αὐτοῦ τὸ μαρτύριον.

 

Ἦχος β΄.

Τοῦ ἀρχιποίμενος καὶ ἀριστέως τοῦ σταδίου, Σίξτου ἐπισκόπου Ῥώμης, ἀκολουθῶν ταῖς τρίβοις Λαυρέντιε μάκαρ, θῦμα σεαυτὸν λογικὸν προσεσήνοχας τῷ Κυρίῳ· τὴν καλὴν ὅθεν ὁμολογίαν ὁμολογήσας, καὶ ὡς χρυσὸς ἐν τῷ πυρὶ τῶν βασάνων δοκιμασθείς, σύμμορφος γέγονας τῆς δόξης, τοῦ μεταμορφωθέντος ἐν τῷ Θαβωρίῳ.

 

Ἦχος γ΄.

Ὡς Δανιὴλ ἐν καμίνῳ καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, οὕτω καὶ σὺ Λαυρέντιε ὄλβιε, πυρὸς κατέσβεσας τοὺς πεπυρωμένους ἄνθρακας, δρόσῳ τῆς θείας χάριτος· διὸ καὶ τῆς ἐσχάρας τὸ καῦμα οὐκ ἐπτόησέ σε, ἀλλὰ στεντορείᾳ τῇ φωνῇ ἐπ’ αὐτῆς ἁπλούμενος, ὕμνεις τὸν Κύριον, τὸν ὑπερυψούμενον εἰς πάντας τοὺς αἰῶνας.

 

Δόξα. Ἦχος δ΄.

Τὸν πλοῦτον τῆς Ἐκκλησίας διανείμας τοῖς πένησι, καὶ χρείαν ἔχουσι, πλοῦτον ἄφθαρτον συνήγαγες ἐν τῷ πόλῳ, διάκονε θεῖε Λαυρέντιε. Διαπρέψας οὖν φιλανθρωπίᾳ καὶ λόγοις, τὴν Ἐκκλησίαν ἐν τέλει ἐφαίδρυνας, θαύμασι στεῤῥᾷ ἐνστάσει καὶ ἀθλήσει σου, Μάρτυς παναοίδιμε· ἀνελθὼν οὖν εἰς πόλον, μὴ παύσῃ δεόμενος τοῦ Κυρίου, δοῦναι καὶ ἡμῖν τοῖς τιμῶσι τὴν μνήμην σου, τὸ δηνάριον τῆς οὐρανίου Βασιλείας.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πρὸ τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν διακόνων κρηπίς, ὁ ἱερώτατος καὶ πλήρης χρηστότητος, δι’ ἔργων τῶν ἐναρέτων, ἀνακουφίσας πτωχούς, καὶ θαυμάτων χάριν, κομισάμενος· πολλοὺς γὰρ ἰάτρευσας, ἐν εἱρκτῇ ἐπισκέπτας σου, τίμιε Μάρτυς, Ἀθλοφόρε Λαυρέντιε, τῇ τοῦ Πνεύματος, ἐπιπνοίᾳ καὶ χάριτι· ὅθεν καὶ τῆς ἀθλήσεως, ἀνύσας τὸ στάδιον, πρὸς οὐρανίους σκηνώσεις, χαρμονικῶς ἀνελήλυθας, Χριστὸν ἱκετεύων, ὑπὲρ πάντων τῶν ὑμνούντων, τὸ σὸν μαρτύριον.

 

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Χαίροις, ὁ Ἐκκλησία Χριστοῦ, διακονήσας ὡς ἐπίγειος ἄγγελος, καὶ λάμψας ὡς ἄστρον μέγα, ἐν νοητῷ τῷ αὐτῆς, Μάρτυς καρτερόφρον, στερεώματι, ἀθλήσεως σκάμμασι, παναρίστου Λαυρέντιε, σημειοφόρε, γενναιότητος πρότυπον, σκεῦος εὔχρηστον, ἱερῶν ἀναβάσεων, δένδρον καρποὺς χρηστότητος, τὸ φέρον καὶ χάριτος, κέδρε ἡδύπνους ὁ πάντας, εὐωδιάζων στεῤῥότητι, καρδίας καὶ θάῤῥους, Σίξτου θείου ἐπισκόπου, σεμνὲ διάκονε.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Χαίροις, ὁ τοῦ ναοῦ τιμαλφῆ, καὶ πάντα πλοῦτον διανείμας τοῖς πένησι, Καλλίνικον τὸν τριβοῦνον, τὸν ἐπιστάτη τῆς σῆς, φυλακῆς βαπτίσας καὶ φρυάγματα, Δεκίου τοῦ ἄφρονος, τοῦ εἰς λίθους πιστεύοντος, πατήσας πάντα, καὶ αὐτοῖς μὴ πειθόμενος, θῦσαι πάνδεινον, ὑπομείνας μαρτύριον· πρώτε Χριστοῦ διάκονε, παμμάκαρ Λαυρέντιε, ἐπὶ ἐσχάρας ἡπλώθης, πεπειρωμένης καὶ πνεῦμά σου, παρέδωκας Μάρτυς, ἐπ’ αὐτῆς Χριστῷ σοι δόξης, τὸ στέφος νείμαντι.

 

 

 

 

 

 

 

Δόξα. Ἦχος δ'

Στομωθεὶς τῇ ἀγάπῃ, τοῦ μεταμορφωθέντος ἐν δόξῃ Κυρίου, ἀθλήσεως σκάμματα εὐσθενῶς διήνυσας, ἀλκίφρον Λαυρέντιε. Σὺ γὰρ εἰδωλολατρῶν μὴ πτήξας μανίαν, ἐν ἀνδρείᾳ ψυχῆς ἠγωνίσω, καὶ διὰ πυρὸς πρὸς τὸν ἀπείρου κάλλους, Κύριον ἀπῆλθες. Καὶ νῦν ἐν τῇ ἀγήρῳ μακαριότητι Χριστῷ συνὼν πρέσβευε, δοθῆναι πᾶσιν ἡμῖν εἰρήνην ἀστασίαστον, καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα· ἧς καὶ ἡμᾶς, ὁ Θεὸς ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος γ’. Τὴν ὡραιότητα.

Τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, ὡς ἄνθραξ ἔφλεξας, πλάνης τὴν ἄκανθαν, Ἀρχιδιάκονε Χριστοῦ, Λαυρέντιε Ἀθλοφόρε, ὅθεν ὡς θυμίαμα, λογικὸν ὁλοκαύτωσαι, τῷ σὲ μεγαλύναντι, τῷ πυρὶ τελειούμενος, διό τούς σὲ τιμώντας θεόφρον, σκέπε ἐκ πάσης ἐπήρειας.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Ὡς φωστῆρα παμφαῆ, τὸν διαλάμψαντα ἐν γῇ, Ἐκκλησίας τοῦ Χριστοῦ, πρῶτον διάκονον πιστοί, ἐγκωμιάσωμεν πάντες φαιδροῖς ἐν ὕμνοις, Ῥώμης τὸν φανόν, λαμπρὸν Λαυρέντιον, Σίξτου ταῖς ὁδοῖς, ἀκολουθήσαντα, καὶ γεραρὸν Ἱππόλυτον, πρὸς μαρτυρίου ἀγῶνας ἑλκύσαντα, βοῶντες πόθῳ· ἀνδρείας βάθρον, χαῖρε Μάρτυς πανάριστε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Μετεμορφώθης Ἰησοῦ, ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῇ δόξῃ σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Λόγε Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ

Τὸν διάκονον Χριστοῦ, πυρὶ φλεχθέντα θεϊκῷ, καὶ εἰς τέλος τῶν παθῶν, ἀποτεφρώσαντα τὸ πῦρ, τὸν κατασβέσαντα δρόσῳ τοῦ Παρακλήτου, ἄνθρακας πυρός, τοὺς τρεῖς μιμούμενος, παῖδας τοὺς ποτέ, καμίνου σβέσαντας, τὸ πῦρ καὶ ἐφαπλούμενον, ἐπὶ ἐσχάρας βοῶντα γηθόμενον, πεπυρωμένης· ἀπαύστως αἴνει, πᾶσα κτίσις τὸν Κύριον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος, νεφέλη δὲ φωτός συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Διακονίας σου, στολὴν ἐκόσμησας, παντίμων ἄθλων σου, τοῖς θείοις στίγμασι, καὶ ὑπουργῆσαι τῷ ναῷ τῆς δόξης τῆς οὐρανίου, χαίρων ἀνελήλυθας· ὅθεν πάντες τιμῶμέν σου, μνήμην τὴν ἀκήρατον, εὐλαβῶς ἀνακράζομεν· Χριστὸν ὑπὲρ ἡμῶν ἐκδυσώπει, Μάρτυς Λαυρέντιε γενναῖε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου….

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Εὐαρεστήσας Κυρίῳ ὡς πρῶτος τῶν διακόνων, ἀθλητικῶς πρὸς Αὐτὸν ἐξεδήμησας, Λαυρέντιε πάνσοφε. Καὶ νῦν τὸ ἀμήχανον κάλλος τοῦ Κυρίου θεώμενος, καὶ θέσει θεούμενος, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Λαυρέντιον κράτιστον ὑμνῶ προφρόνως.

ᾨδὴ α' Ἦχος δ' Τριστάτας κραταιούς

Λειμῶνι τῆς τρυφῆς, ὡς Χριστοῦ στρατιώτης, ἐπαξίως ἐντρυφῶν, καὶ ταῖς ἀγγελικαῖς, συγχορεύων Δυνάμεσιν, ἔλλαμψίν μοι φωτοφόρον, δωρηθῆναι δυσώπησον, ἀνυμνοῦντί σε Μάκαρ Λαυρέντιε.

γῶνας ὑποδύς, τοῦ σεπτοῦ μαρτυρίου, νικηφόρος ἀθλητής, στεῤῥότητι ψυχῆς, ἀνεδείχθης Λαυρέντιε, στέφανον δικαιοσύνης, εὐπρεπῶς ἐνδυσάμενος, καὶ διάδημα ἐπινίκιον.

Υἱὸς ὡς πεφυκώς, καὶ φωτὸς καὶ ἡμέρας, παραδόξως ἐκ δυσμῶν, ὡς ἥλιος ἡμῖν, αἰσθητὸς ἀνατέταλκας, αἴγλῃ τῇ φαεινοτάτῃ, καταυγάζων τὰ πέρατα, παναοίδιμε Μάρτυς Λαυρέντιε.

Θεοτοκίον

υσθέντες τῷ σεπτῷ, τοκετῷ σου Παρθένε, τῶν τοῦ ᾍδου καὶ φθορᾶς δεσμῶν, καὶ κοσμικῆς κατακρίσεως ἄχραντε· Χαῖρε κεχαριτωμένη, εὐχαρίστως βοῶμέν σοι· ἡ σωτήριος πύλη τῆς χάριτος.

ᾨδὴ γ', Τόξον δυνατῶν ἠσθένησε

χων τοῦ Σταυροῦ τὸ τρόπαιον, πρὸς τοὺς ἀντιπάλους, ῥωμαλέως ἐχώρησας, καὶ νικήσας στεφανηφόρος, ἀνεδείχθης ἀξιάγαστε.

Νόμῳ τοῦ Χριστοῦ φραξάμενος, τῇ νομοθεσίᾳ τῶν δυσσεβῶν ὡς ἀήττητος, ἀντετάξω γενναιοτάτῃ, καρτερίᾳ παμμακάριστε.

Τόνῳ θεϊκῷ νευρούμενος, τῆς πολυθεΐας, τὴν ἀσθένειαν ἔλυσας, τοῦ Χριστοῦ δὲ τὴν πρὸ αἰώνων, διετράνωσας Θεότητα.

Θεοτοκίον

σος τῷ Πατρὶ καὶ Πνεύματι, φύσει καὶ οὐσίᾳ, καὶ Θεότητι γέγονε, τοῖς ἀνθρώποις ἴσος ὁ Λόγος, σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε.

 

Κάθισμα τοῦ Μάρτυρος Ἦχος πλ. δ' Τὴν Σοφίαν

Τὸν οὐράνιον πλοῦτον συναγαγών, καὶ τοῖς πένησι τοῦτον προσαγαγών, ἐσκόρπισας ἔδωκας, δεομένοις τὸν ἄρτον σου, καὶ δι' αὐτοῦ κτησάμενος, ζωὴν τὴν ἀκήρατον, ἐν τῷ Χριστοῦ μαρτυρίῳ, διέπρεψας ἔνδοξε· ὅθεν ἀριστεύσας, καὶ νομίμως ἀθλήσας, τὸν στέφανον εἴληφας, ἐκ Θεοῦ τῶν καμάτων σου, Ἀθλοφόρε Λαυρέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος δ' Ἐπεφάνης σήμερον

Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ ἐποψόμενοι.

 

 

 

ᾨδὴ δ', Ὁ καθήμενος ἐν δόξῃ

διάκονος τοῦ Λόγου, καὶ τῷ λόγῳ κοσμούμενος, τῷ τοῦ Λόγου πόθῳ, γνώμῃ τῆς ψυχῆς σφαγιάζεται, καὶ σὺν τῷ Λόγῳ δικαίως βασιλεύει νῦν, εὐφροσύνης, καὶ δόξης αὐτοῦ ἐμφορούμενος.

Νυσταγμὸν τῆς ἀσεβείας, εὐσεβῶς οὐκ ἐνύσταξας, ἐγρηγόρσει θείᾳ τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἀπὸ βλεφάρων τὸν ὕπνον τὸν εἰς θάνατον, ἀπωσάμενος, Μάρτυς Χριστοῦ ἱερώτατε.

Κατὰ τῆς τῶν πλανωμένων, δυσσεβοῦς ὑπολήψεως, ἀληθείας ὅπλοις, καὶ θεοσεβείας φραξάμενος, ταύτης εἰς τέλος καθεῖλες τὸ μνημόσυνον, διὰ πίστεως, καὶ γνωμικῆς διαθέσεως.

Θεοτοκίον

ύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, ἐκ τοῦ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν μεγαλύνομεν.

ᾨδὴ ε', Ἀσεβεῖς οὐκ ὄψονται

κλινεῖ τῷ βλέμματι, ταῖς θείαις καλλοναῖς, ἐνορῶν πάντων τῶν τερπνῶν, τῶν ἐν γῇ Λαυρέντιε καταπεφρόνηκας, καὶ δεινῶν τοῦ σώματος, ἀλγηδόνων ἀξιάγαστε.

Τὸν Χριστὸν διάκονον, γενόμενον ἡμῖν, δωρεῶν τῶν ἐκ τοῦ Πατρός, ἐπιγνοὺς διάκονος τούτου γεγένησαι, πρὸς αὐτὸν δι' αἵματος, ἐκδημήσας Παμμακάριστε.

ερὸν ἀνάθημα, καὶ κόσμος εὐπρεπής, τῷ Χριστῷ μάκαρ προσαχθείς, τὴν σκηνὴν ἐφαίδρυνας τὴν ἐπουράνιον, ἔνθα νῦν γενόμενος, ἀπολαύεις τῆς ἐλλάμψεως.

Θεοτοκίον

Συμφυὴς καὶ σύμμορφος, ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονε θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

ᾨδὴ ς', Ἦλθον εἰς τὰ βάθη

Τὸ ἄϋλον πῦρ σε κατοπτῆσαν, τῷ Βασιλεῖ τῶν ὅλων, κατεσκεύασεν ἥδιστον βρῶμα, τῷ τὴν ἡμῶν, σωτηρίαν στέργοντι, καὶ πεινῶντι Παναοίδιμε.

λῳ τῷ φωτὶ προσομιλήσας, τῆς ἀρχικῆς Τριάδος, ὡς Διάκονος ταύτης ὑπάρχων, φωτοειδής, Ἀθλοφόρε γέγονας, καταυγάζων τοὺς ὑμνοῦντάς σε.

Νευρούμενος θείᾳ δυναστείᾳ, ταῖς τοῦ πυρὸς ἐσχάραις, ἐπικείμενος ἔφερες Μάρτυς, πόθῳ Χριστοῦ, τὴν ψυχὴν πυρούμενος, καὶ τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.

Θεοτοκίον

πῆρξας Θεοῦ Παρθενομῆτορ, χωρητικὸν δοχεῖον, θρόνος ἔμψυχος, ἅγιον ὄρος, καὶ κιβωτός, καὶ σκηνὴ θεότευκτος, καὶ λυχνία χρυσαυγίζουσα.

Κοντάκιον τοῦ Ἁγίου Μάρτυρος Ἦχος β' Τὰ ἄνω ζητῶν

Πυρὶ θεϊκῷ, φλεχθεὶς τὴν καρδίαν σου, τὸ πῦρ τῶν παθῶν, εἰς τέλος ἀπετέφρωσας, ἀθλητῶν ἑδραίωμα, θεοφόρε Μάρτυς Λαυρέντιε, καὶ ἀθλῶν ἐβόας πιστῶς· Οὐδεὶς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.

Ὁ Οἶκος

Τὸν διαλάμψαντα ὡς φωστῆρα ἀπλανῆ ἐν τῷ κόσμω, συνελθόντες πιστοί, ἐν ᾠδαῖς ᾀσμάτων τιμήσωμεν, Λαυρέντιον τὸν ἀθλοφόρον, καὶ μύστην τῶν ἀποῤῥήτων, ὅπως ταῖς αὐτοῦ πρεσβείαις, ῥυσθῶμεν πταισμάτων δεινῶν, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα καθαρθέντες, κατίδωμεν Χριστόν, τὸν τοῦτον ὑπερδοξάσαντα, κραταιῶς ἐναθλοῦντα καὶ λέγοντα· Οὐδεὶς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.

Συναξάριον.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Λαυρεντίου Ἀρχιδιακόνου, Ξύστου Πάπα Ῥώμης καὶ Ἱππολύτου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Ὁ διασώσας ἐν πυρὶ

Μυσταγωγῆσαι προκριθείς, καὶ διακονῆσαι τῷ λόγῳ σκεῦος ἐδείχθης ἱερόν, οὐρανίου ναοῦ καὶ ἀνάθημα, μελῳδῶν τῷ ποιήσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Νόμῳ ζωῆς τῆς ἐν Χριστῷ, περιτειχιζόμενος Μάρτυς, τοῖς τοῦ θανάτου καὶ φθορᾶς, νομοθέταις τὸν νοῦν οὐχ ὑπέκλινας, ἀναμέλπων Λαυρέντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ς τις ἀνάλγητος σαφῶς, σῶμα περικείμενος Μάρτυς, γενναιοτάτῳ λογισμῷ, τοῦ παμφάγου πυρὸς κατετόλμησας, ἀνακράζων πανόλβιε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

Πύλη ἐδείχθης νοητή, τῆς ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ τῆς γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.

ᾨδὴ η', Λυτρωτὰ τοῦ παντὸς

ωμαλέῳ φρονήματι γέγονας, τῆς ἀστέκτου φλογὸς εὐτονώτερος, καὶ ὡς ἐν ἄλλῳ σώματι, πυρακτούμενος Μάκαρ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ἐβόας τὸν Κύριον.

τοὺς Παῖδας τοὺς τρεῖς ἐκμιμούμενος, καὶ πυρὸς κατασβέσας τοὺς ἄνθρακας, δρόσῳ τῆς θείας χάριτος, ἀνακράζει καὶ μέλπει· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Φωτισμὸς ὁ Χριστὸς σοι γενόμενος, τὴν αὐτοῦ σε ἰσχὺν περιέζωσε, καὶ πρὸς αὐτὸν ἀνήγαγεν εὐσεβῶς μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

ίζης τοῦ Ἱεσσαὶ ῥάβδος πέφυκας, καὶ Χριστὸν τὸν Θεόν μου καὶ Κύριον, ὑπερφυῶς ἐξήνθησας, τῆς Θεότητος ἄνθος, πάντα τὰ ἔργα· διὰ τοῦτο ὑμνοῦμέν σε Δέσποτα.

 

ᾨδὴ θ', Εὔα μὲν τῷ τῆς παρακοῆς

λόκληρον θῦμα καὶ δεκτὸν θυμίαμα, τῷ Δεσπότῃ προσενήνεξαι, ὥσπερ χρυσίον ἐν καμίνῳ, πυρὶ δοκιμασθεὶς τῆς ἀθλήσεως, καὶ κόσμος τῆς Ἐκκλησίας γενόμενος, τῶν πρωτοτόκων ἀξιάγαστε.

Νεύσει ἀκλινεῖ πρὸς τὸν Θεὸν θεούμενος, καὶ ἑνώσει τῇ ἀμείνονι, λόγῳ καὶ θείᾳ θεωρίᾳ, φωτὶ τῷ ἀκροτάτῳ Λαυρέντιε, κραθῆναί σοι τηλαυγῶς ἐξεγένετο· ὅθεν σε πάντες μακαρίζομεν.

ς ἥλιος Μάκαρ ἐκ δυσμῶν ἀνέτειλας, θαῦμα μέγα καὶ παράδοξον, πᾶσαν φωτίζων Ἐκκλησίαν, ταῖς σαῖς μαρμαρυγαῖς ἀξιάγαστε, καὶ θάλπων πάντας τῇ ζέσει τῆς πίστεως· ὅθεν σε πάντες μεγαλύνομεν.

Θεοτοκίον

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες, ἐκ θείας ἐπιπνοίας τοῦ Πνεύματος, καὶ κόσμῳ διαπρυσίως ἐκήρυξαν, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν.

 

Ἐξαποστειλάριον τοῦ Μάρτυρος Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν

Ἀγγελικαῖς δυνάμεσι, καὶ Μαρτύρων χορείαις, Μεγαλομάρτυς ἔνδοξε, συγχορεύων τῷ θρόνῳ, τῆς ὑπερφώτου Τριάδος, καὶ λαμπραῖς ταῖς ἐκεῖθεν, αὐγαῖς περιχεόμενος, αἴτει φῶς καὶ εἰρήνην, τοῖς εὐσεβῶς, ἐκτελοῦσι μνήμην σου τὴν φωσφόρον, καὶ σὲ φαιδρῶς δοξάζουσιν, ὦ Λαυρέντιε Μάκαρ.

Ἐξαποστειλάριον τῆς ἑορτῆς

Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τούς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ’ ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Καθοπλισθεὶς τῇ δυνάμει τοῦ Παντοκράτορος, ᾯ εὐλαβῶς ἐν Ῥώμῃ, διηκόνεις καθεῖλες, Λαυρέντιε ἀψύχων λίθων ναούς, τῇ μαχαίρᾳ τῆς πίστεως, καὶ τοῦ ἐν δόξῃ ἀστράψαντος ἐν  Θαβώρ, Ἐκκλησίαν ἐμεγάλυνας.

 

Τῆς Ἐκκλησίας τὸν πλοῦτον πτωχοῖς διένειμας, καὶ προσαχθεὶς Δεκίῳ, ὡμολόγησας πίστιν, ἁγίαν τοῦ Κυρίου· ὅθεν σφοδρῶς, κατετύφθης Λαυρέντιε, καὶ φυλακῇ ἐνεκλείσθης εἰς ἣν πιστῶς, τὰ νοσήματα ἰάτρευσας.

 

Ὁ τῆς εἱρκτῆς ἐπιστάτης τριβοῦνος Ἅγιε, ὁρῶν τῶν θαυμασίων, ἃ ἐτέλεις τὸ πλῆθος, Καλλίνικος ἠσπάσθη πίστιν ἡμῶν, τὴν ἁγίαν Λαυρέντιε, καὶ ἐβαπτίσθη κηρύττων τὴν τοῦ Χριστοῦ, παῤῥησίᾳ θείαν δύναμιν.

 

Ξοάνοις θῦσαι οὐ θέλων στεῤῥὲ Λαυρέντιε, καὶ ἀψηφῶν βασάνους, ἐπὶ πεπυρωμένης, ἐσχάρας ἐφηπλώθης καὶ ὡς δεκτόν, τῷ Δεσπότῃ θυμίαμα, προσήχθης· ὅθεν Ἱπόλλυτος εὐλαβῶς, τὸ σὸν σκήνωμα ἐκήδευσε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῇ Ἐκκλησίᾳ Χριστοῦ καλῶς διακονήσας, καὶ τῆς ἀθλήσεως στάδιον ἀνενδότῳ γνώμῃ τελέσας, τῆς αἰωνίου ζωῆς τὸ γέρας, ἐπαξίως ἐκομίσω παρὰ Κυρίου, διάκονε πρῶτε Λαυρέντιε· διὸ καὶ νῦν Αὐτοῦ θεωρῶν τὴν δόξαν, τοῦ ἐνώπιον τῶν προκρίτων μαθητῶν μεταμορφωθέντος, ἐν Θαβωρίῳ τῷ ὄρει, μὴ παύσῃ δεόμενος ῥύεσθαι, πάντας σκανδάλων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.

 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις διακόνων ὁ φρυκτωρός, ὁ μηνύσας πᾶσι, ἀληθείας τὰς τοῦ Χριστοῦ, καὶ ῥοαῖς αἱμάτων, οἰκείων ἐν τῇ Ῥώμῃ, ὁ φοινιχθεὶς ἀλκίφρον, Μάρτυς Λαυρέντιε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου