Κυριακή 28 Ιουλίου 2019

ΙΟΥΛΙΟΣ 4΄. ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΥ 4!!
ΑΝΔΡΕΑΣ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν.
Τί σὲ νῦν Ἀνδρέα καλέσωμεν; ἀσκητήν, τῶν παθημάτων, ἀμαυροῦντα τὰς ὁρμάς, λειτουργὸν ἱερουργοῦντα Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελωδοῦσαν τὰ τοῦ Πνεύματος, κινύραν, καταθέλγουσαν τὰ σύμπαντα, νέον Δαυΐδ γνωριζόμενον, τῆς κιβωτοῦ προσκιρτήσαντα, τῆς χάριτος, καὶ τῆς νέας διαθήκης σοφέ.

Τί σὲ νῦν Ἀνδρέα προσείπωμεν; μιμητὴν τῶν ἀνδρικῶς, ἠγωνισμένων ἐκλεκτῶν, ἐπαινέτην τῶν Μαρτύρων, τῶν ἁγίων ἀψευδῆ, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάλειψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβεστατον, δογματιστὴν ἀληθέστατον· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σὲ νῦν Ἀνδρέα προσφθέγξωμαι; τῶν ἁγίων Ἱεροσολύμων, βλάστημα τερπνόν, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κρήτης, Ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, Ἀνατολῆς ἐξορμώμενον, φωτίζοντα τὰ Ἐσπέρια· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ὀρθοδοξίας ἐμπρέπων θείοις ὑψώμασιν, ἀρχιερέων κλέος, τῇ λυχνία ἐτέθης, ἄξιος ἐργάτης μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος· καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω παμμακάριστε.

Ὁ μυστηπόλος τῆς κάτω φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίῳ, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον, καὶ θείαν ἀύλως ἀεί, ἐποπτεύων ἡμᾶς ταῖς αὐτοῦ, πρὸς τὴν Ἁγίαν Τριάδα πρεσβευτικαῖς, ἱκεσίαις ὁ μακάριος.

Τῷ Βασιλεῖ τῶν αἰώνων Ἀνδρέα Κρήτης σοφέ, νῦν παρεστὼς δυσώπει, ὑπὲρ τῶν ἱκετῶν σου, ῥυσθῆναι πάσης βλάβης καὶ πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, καὶ νοσημάτων παντοίων καὶ πρὸς ζωήν, τὴν ἀνέσπερον ὁδήγησον.


Δόξα. Ἦχος πλ. δ´.
Δεῦτε φιλέορτοι πάντες, πνευματικὴν χορείαν συστησάμενοι, Ἀνδρέαν τὸν πάνσοφον ἑορτάσωμεν τὸν πλήρη γνώσεως καὶ σοφίας, τὸν πιστὸν ἱεράρχην τοῦ Χριστοῦ, τὸν πύργον τῆς εὐσεβείας καὶ τῆς ἐν Κρήτη Ἐκκλησίας τὸν φαεινότατον ἀστέρα. Οὗτος γὰρ ἀποστολικαῖς ἠγλαϊσμένος χάρισι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἐνδεδυμένος τοῦ Ἁγίου Πνεύματος, κατὰ τῶν ἀκαθάρτων πνευμάτων τὸ κράτος ἐκτήσατο καὶ ταῦτα πόῤῥω τῆς Κρήτης ἐδίωξε, χάριν ἐξαίρετον εἰληφὼς παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα

Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν σοφῶν ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστραφήσεται. Ζυγὸς δόλιος, βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαον, δεκτὸν αὐτῷ ἐστίν. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ σοφῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς. Οὐκ ωφελήσουσιν ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Ἀποθανὼν δίκαιος, ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδοὺς, ἀσεβείᾳ ἑαυτῶν ἀλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπὶς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας εκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ άσεβής. Ἐν στόματι παρανόμων παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν τὰ Ἰδιόμελα. Ἦχος δ´.
Ἐνατενίσας ἀκλινῶς, τῷ ὕψει τῆς γνώσεως καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτησας, πάτερἈνδρέα· ὑπὲρ ἡμῶν Χριστὸν δυσώπει, Κρήτης Ἱεράρχα.

Ἦχος πλ. δ´.
Δαυϊτικοῖς ᾄσμασι τὸν πνευματικὸν ἀσματογράφον, εὐφημήσωμεν λεγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ἀνδρέα πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφούσα ἡμῖν μέλη τὰ σωτηρία, δι᾿ ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον ἀσματικῶς δοξολογεῖν διδασκόμεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος γ´.
Ἡ μεγάλη τῆς ἀληθείας σάλπιγξ, ὁ σοφώτατος Ἀνδρέας, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν Ἐκκλησίαν, φαιδρῶς πάντες πιστοὶ πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς πρεσβείαις αὐτοῦ λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Εἰς τὸν Στίχον· Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὰς ἡδονὰς τοῦ γεώδους μισὴσας σώματος, καθαρωτὰτῃ γνῶμῃ, καὶ καρδίᾳ Ἀνδρέα, Κυρίῳ ᾠκειώθης πάτερ σοφέ, καὶ θεόπνευστον ὄργανον, τοῦ Παρακλήτου ἐδείχθης μέλος ἡμῖν, κελαδήσας τὸ σωτήριον.

Στ.: Οἱ Ἱερεῖς σοῦ Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Τὴν τοῦ Κυρίου Μητέρα εὑρὼν ὑπόθεσιν, μεγίστων ἐγκωμίων, μελιῤῥύτοις σοῦ λόγοις, ἀνύμνησας Ἀνδρέα τῶν ἱερῶν Ἀποστόλων Μαρτύρων τε, τοὺς μακαρίους συλλόγους μεθ ὧν ἡμῶν, τῶν τιμώντων σὲ μνημόνευε.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ὀρθοδοξίας σὲ στήλην πάτερ γιγνώσκομεν, εἰκόνα σωφροσύνης, καὶ πραότητος τύπον, καὶ θεῖον ὑμνογράφον τὰς τοῦ Χριστοῦ, Ἐκκλησίας φαιδρύνοντα, ἱερομύστα Ἀνδρέα· ὅθεν τὴν σήν, ἑορτάζομεν πανήγυριν.

Δόξα. Ἦχος πλ. β´.
Ἱεραρχῶν τὴν καλλονήν, Κρητῶν τὸ μέγα κλέος, τὴν βρύσιν τῶν ᾀσμάτων, ὑμνῳδιῶν τὴν πηγὴν τὴν μελίῤῥυτον, συνελθόντες ὦ φιλέορτοι, ἀσματικοῖς ἐγκωμίοις καταστέψωμεν λέγοντες· Χαίροις τῶν θεσπεσίων ᾠδῶν κιθάρα λιγυρά, Ἀνδρέα πατὴρ ἡμῶν· χαίροις τὸ τερπνότατον ἄκουσμα τῆς θείας Ἐκκλησίας καὶ ἐντρύφημα ἥδιστον· χαίροις ἡ ἐναρμόνιος λύρα καὶ εὔρυθμος θεοτερπνῶν ᾀσμάτων. Ἀλλ᾿ ὦ πάτερ τρισόλβιε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν ἐκ πόθου τιμώντων τὸ ἱερὸν σοῦ μνημόσυνον.


Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, Ἱεραρχῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Ἀνδρέα σοφέ, Κρήτης τὸ καύχημα, κῆρυξ τῆς χάριτος. Ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.





















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἥλιος λαμπρὸς, ὡς ἀστὴρ ἑωσφόρος, ἡ μνήμη σου σοφέ, Ἱεράρχα Ἀνδρέα, ἐπέλαμψε τοῖς πέρασι, καὶ πιστῶν τὴν διάνοιαν, κατεφώτισε, ταῖς τῶν θαυμάτων ἀκτῖσι, καὶ κατηύγασε, τῶν σὲ τιμώντων ἐκ πόθου, καρδίας ἀοίδιμε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία ἡ τὰς τρεῖς, ἀνηκούστους ἑνώσεις, ἐνώσασα φρικτῶς, παρθενίαν καὶ τόκον, Θεόν τε καὶ ἄνθρωπον, πίστιν τε καὶ πιστεύουσαν, τοῖς φρικώδεσι, τούτοις καρδία ἀνθρώπου, ἡμᾶς ἐνωσον, τῇ τοῦ Υἱοῦ σου ἀγάπη, καὶ σῶσον Πανύμνητε.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὥσπερ ἄστρον ἄδυτον, καὶ μετά πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῆς Κρήτης πάσης τὸ πλήρωμα, Ἀνδρέα πάτερ, ὁ κῆρυξ τῆς χάριτος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐπληγώθην πάθεσιν, ἰάτρευσον με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα, τῶν νόσων Πανύμνητε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός.
Ἐξ Ἑῴας ἔλαμψας, Ἀνδρέα πάτερ, καὶ τὴν Κρήτην ἅπασαν, καταφωτίζεις νοητῶς, βολαῖς τῶν θείων δογμάτων σου, καὶ ἰαμάτων, ταῖς χάρισιν ἔνδοξε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σε, ἀπὸ κινδύνων μὲ λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. : Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην, Νοεμβρίου 13.
Ὁ Ν´ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...



Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλέησον μὲ ὁ Θεός.... 
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ἀνδρέα πάτερ, καὶ γέγονας ποιμὴν τῆς τῶν Κρητῶν Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα πιστεύειν εἰς Τριάδα ὁμοούσιον ἐν μιᾷ Θεότητι.

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, ποίημα τοῦ Ἁγίου Ἀνδρέου.
ᾨδὴ α´. Ἦχος πλ. α´. Ἴππον καὶ ἀναβάτην.
Ψάλλειν ἀδιαλείπτως, σοὶ χρεωστοῦμεν Ἁγνή, καὶ τὴν σὴν προστασίαν, ἐπικαλεῖσθαι πάντοτε, ἣν πέμψαι σπλαγχνίσθητι, σοῖς ἱκέταις, ὅπως ἀπαλλαγῶμεν τοῦ πολεμήτορος.
Ὕδωρ τῇ κεφαλῇ μου, τίς δώσει Πάναγνε; εἰ μὴ σὺ τῶν βλεφάρων, ἀποκενώσῃς δάκρυα, καὶ δὼῃς μοι κλαύσασθαι, τὴν ψυχήν μου ἥνπερ, ἐξειργασάμην νεκρὰν τοῖς πταίσμασι.
Λόγῳ τῶν ζῴων πάντων, μόνος ἐγὼ τιμηθείς τῇ προνοίᾳ τοῦ Κτίστου, ἀλόγως καθυπέκυψα, Πανύμνητε πάθεσι, ψυχοφθόροις· ὅθεν, ἐξωμοιώθην ἀλόγοις κτήνεσι.
Κλῖμαξ οὐρανομήκης, τῶν ἀρετῶν ἡ ὁδός, ἀναφέρουσα λόγῳ, ψυχὰς πρὸς τὰ οὐράνια, ἧς βαίνειν μὲ ποίησον, τὰς βαθμίδας πράξει, καὶ θεωρίᾳ Θεοχαρίτωτε.

Καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς· Ὕμνοις κροτῶμεν ἀνδρικοῖς τὸν Ἀνδρέαν. Ποίημα Θεοφάνους.
ᾨδὴ α´. Ἦχος πλ. α´. Ἵππον καὶ ἀναβάτην.
πνον ἀπὸ βλεφάρων, ἐκτιναξάμενος, σεαυτὸν τῷ Δεσπότῃ, δι᾿ ἀρετῆς ἡτοίμασας, φαιδρὸν καταγώγιον, θεοφάντορ Ὅσιε· ὅθεν ὤφθης Θεοῦ ἐνδιαίτημα.
Μέλει παναρμονίῳ, τὴν σὴν κινύραν κινῶν, τὴν Χριστοῦ Ἐκκλησίαν, ὑμνολογῶν ἐφαίδρυνας, Ἀνδρέα θεσπέσιε, τοῦ Ἁγίου Πνεύματος, ἐνηχούμενος θείᾳ χάριτι.
Νόμῳ τῷ θεογράφῳ, σοφῶς πειθόμενος, τὰ τοῦ σώματος πάθη, ἀσκητικῶς ἐνέκρωσας, τὸν νοῦν δὲ ἐπτέρωσας, τῷ σφοδρῷ σου ἔρωτι, ᾄδων ᾄσματα θεῖα πάνσοφε.
Θεοτοκίον.
λος ἐπιθυμία, καὶ ἄχραντος γλυκασμός, ὁ Υἱὸς καὶ Θεός σου, τῶν ἀγαθῶν τὸ πλήρωμα, ὑπάρχει Πανάμωμε· ὃν δυσώπει ῥύσασθαι, τοὺς ἐν πίστει νῦν σοι προστρέχοντας.







ᾨδὴ γ´. Τῆς Θεοτόκου. Ὁ πήξας ἐπ᾿ οὐδενός.
Σοφίας ἐνυποστάτου Μήτηρ γεγένησαι, τοῦ Θεοῦ καὶ Λόγου Μαρία Ἄχραντε · ὅνπερ ἐκδυσώπησον Ἁγνή, ῥανίδα θείου φόβου, ἐναποστάξαι τῇ καρδίᾳ μου, ὅπως ἐμπλησθῶ θείας γνώσεως.
Ψεκάδες τοῦ ὑετοῦ τὴν γῆν ἐκπιαίνουσι, καὶ καρπὸν βλαστάνειν Ἁγνὴ παρέχουσιν· ὄμβροι δὲ δακρύων τὴν ψυχήν, ἀρδεύουσιν, ἐγὼ δέ, σκληρὰν καρδίαν καὶ ἀνάλγητον, ἔχων οὐδαμῶς κατανύσσομαι.
Ἀΰλως τοῖς νοεροῖς ὁ νοῦς συγγινόμενος, ὡς λιβάδας ἕλκει δακρύων χεύματα· ἐμοῦ Θεομῆτορ δὲ ὁ νοῦς, τη γῇ προσηλωμένος, πολυσχιδεῖς ἐννοίας κέκτηται, καὶ ὡς τὸ εἰκὸς ἀπαμβλύνεται.
Τὸ μῦρον τῆς ἀρετῆς ἐν εἴδεσι τέσσαρσι, Θεομῆτορ ἄριστα συσκευάζεται· φρονήσει ἀνδρείᾳ ψυχικῇ, δικαιοσύνῃ θείᾳ, καὶ σωφροσύνης καθαρότητι, τούτων δὲ ἐγὼ ἀπεστέρημαι.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
θύνας δι᾿ ἀρετῆς τὸν βίον σου Ὅσιε, καὶ τῷ θείῳ πόθῳ Θεῷ ἑνούμενος, ὄργανον ἐδείχθης λογικόν, πᾶσαν τὴν οἰκουμένην, καταλαμπρύνων μελῳδήμασι, θείων θησαυρῶν ἀρυόμενος.
Σοφίας τῆς οὐρανίου γέγονας ἔμπλεως· τῆς ψυχῆς γὰρ τὸ στόμα πλατύνας Ὅσιε, πᾶσαν εἰσεδέξω προφανῶς, αἴγλην τὴν φωτοφόρον, τοῦ τρισηλίου ἀμαρύγματος, ὡς ἱερουργὸς ἱερώτατος.
Κρατύνας τὰς ψυχικὰς δυνάμεις σου Ὅσιε, καὶ σαρκὸς κρατήσας ἀσκήσει γέγονας, ὅλος φαεινότατος ἀστήρ, τέρπων τὴν Ἐκκλησίαν, τοῖς ὀρθοδόξοις σου διδάγμασι, καὶ ἁρμονικοῖς μελῳδήμασι.
Θεοτοκίον.
υσθῆναι τῶν παθημάτων αἰχμαλωσίας με, δυσωπῶ σε Μῆτερ Θεοῦ πανάμωμε, καὶ τῆς ἁμαρτίας τὰς οὐλάς, πάσας ἐξαλειφθῆναι, τὴν ἁμαρτίαν ἡ τὸν αἴροντα, κόσμου παραδόξως κυήσασα.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, ἐξηρεύξω δογμάτων φωτοειδῆ, μακάριε λόγια, καὶ τὸν κόσμον ἐφώτισας· γεγονὼς δὲ θεῖον, τοῦ Πνεύματος ὄργανον, ἡδυτάτοις φθόγγοις, ἡδύνεις ἑκάστοτε, πάντων τὰς καρδίας, ἀνυμνῶν τὴν Τριάδα, Ἁγίων τὰ τάγματα, καὶ Παρθένον τὴν ἄχραντον, ὦ Ἀνδρέα πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου Ἄχραντε.

ᾨδὴ δ´. Τῆς Θεοτόκου. Τὴν θείαν ἐννοήσας σου.
Ῥᾳδίως πρὸς τὰ πάθη καθέλκομαι, σῆς βοηθείας γυμνωθείς, Παρθενομῆτορ Θεόνυμφε· διὸ σπλαγχνίσθητι ῥῦσαι, τοῦ πάθους τῆς κακῆς συνηθείας με.
Ξηρᾶναι τῆς σαρκὸς τὰ κινήματα, τῷ λογισμῷ μὲ πρακτικῶς, Θεοκυῆτορ ἀξίωσον, καὶ τοῦ νοός τῇ κινήσει, ταῖς ἄνω διατρίβειν εὐόδωσον.
Υἱοὶ Θεοῦ μεθέξει γενόμεθα, ὅσοι ἐλάβομεν Χριστόν, ἐγὼ δὲ πάλιν ἀντέστραμμαι, διὰ κακίαν Παρθένε, υἱὸς τῆς ἁμαρτίας γενόμενος.
Ὁδὸν τῆς σωτηρίας οὐχ εὕρηκα, τῇ ἀγνωσίᾳ τῆς ψυχῆς, ὁδὸν ζωῆς ἡ κυήσασα, Θεοκυῆτορ Μαρία, ὁδός μοι σωτηρίας γενήθητι.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
 λόγος σου τῷ βίῳ κοσμούμενος, θεολογίας ἀκριβοῦς, κανὼν ἐδείχθη θεσπέσιε, τῆς πανυμνήτου Τριάδος, τὴν δόξαν σαφηνίζων τρανότατα.
Τὴν πρᾶξιν θεωρίας ἐπίβασιν, ἐπιδειξάμενος σοφέ, καὶ θεωρίᾳ χρησάμενος, τῆς πολιτείας σφραγῖδι, Ἀνδρέα θεηγόρε διέπρεψας.
ς θεῖος Ἱεράρχης πανόλβιε, ποιμαντικῶς προπολεμῶν, τῆς Ἐκκλησίας ἀπήλασας, τὰς τῶν λεόντων ἐφόδους, Ἀνδρέα τῆς ἀνδρείας φερώνυμε.
Μεγίστων ἐγκωμίων ὑπόθεσιν, τὴν Θεοτόκον εὑρηκώς, σπουδὴν ἐδείκνυς κατάλληλον, τὴν ὑπερτέραν ἐπαίνων, ἐπαίνοις πολυτρόποις γεραίρων σοφέ.
Θεοτοκίον.
κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, πρὶν ὠδινῆσαι δὲ τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ᾨδὴ ε´ . Τῆς Θεοτόκου. Ὁ ἀναβαλλόμενος.
Μόνην σὲ ἐπίσταμαι, Θεογεννήτρια, ἁμαρτανόντων τὴν προστασίαν, καὶ πρὸς σὲ κατέφυγον, μὴ μὲ ἀποῤῥίψῃς, τὸν ὑπὲρ πάντας πταίσαντα.
Ἵνα τὸ ἀνεικαστον, τῆς εὐσπλαγχνίας σου, ἐν ἐμοὶ δείξῃς Παρθενομῆτορ, ἔγειρόν με κείμενον, καὶ τῆς ἀπαθείας τὰς τρίβους καθυπόδειξον.
Τῶν παθῶν τὰ κύματα, συνταρασσόμενα, ὑπὸ δαιμόνων σφοδρῶν πνευμάτων, Ἁγνὴ συγκαλύπτουσι, τῆς ἐμῆς ἀθλίας, ψυχῆς τὸ ἐφολκάδιον.
Ἱλαρῶς μοι φάνηθι, Θεογεννήτρια, ἐν τῇ ἐξόδῳ ἡνίκα μέλλῃ ἡ ψυχὴ χωρίζεσθαι, τοῦ ἀθλίου σκήνους, καὶ σῶσόν με τὸν δοῦλόν σου.
Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
Νῦν οἱ σεμνυνόμενοι, τοῖς σοῖς διδάγμασι, καὶ μελῳδίαις ταῖς θεοπνεύστοις, ἱερῶς ἡδόμενοι,Ἀνδρέα παμμάκαρ, τὴν μνήμην σου γεραίρομεν.
Αἴγλῃ λαμπρυνόμενος, τοῦ θείου Πνεύματος, τὰς τῶν Ἁγίων χοροστασίας, παναγίως ᾔνεσας· μεθ᾿ ὧν νῦν ἀγάλλῃ, Ἀνδρέα παμμακάριστε.
Νῦν οὐ δι᾿ αἰσθήσεων, φθαρτῶν τοῦ σώματος, οὐ φαντασίαις ὁρᾷς τὰ θεῖα· νοερῶς δὲ πάνσοφε, ψυχῆς ἐνεργείαις, ἑνούμενος τῷ κρείττονι.
Θεοτοκίον.
Δάκρυσι προσπίπτω σοι, σφοδρῶς δεόμενος, ἐμῶν πταισμάτων νῦν λυτρωθῆναι, διὰ σοῦ Πανάμωμε, καὶ τῆς αἰωνίου, χαρᾶς γενέσθαι ἄξιον.

ᾨδὴ στ´. Τῆς Θεοτόκου. Μαινομένην κλύδωνι.
Πειρασμῶν νιφάδες μοι, ἐπελθοῦσαι Κόρη χαλεπαί, τῆς ψυχῆς κατέπτωσαν τὸ οἴκημα· διὸ θρηνῶν, τῇ σκέπῃ, τῇ σῇ προσέρχομαι.
Λογισμῶν ματαίων με, ψυχοφθόρων λύτρωσαι Ἁγνή, λογισμοὺς λαβεῖν δὲ τοὺς τῆς κρίσεως, καὶ τῆς ἐκεῖ ἀξίωσον καταστάσεως.
Θεϊκῆς ἐξέπεσον, εὐφροσύνης Μῆτερ τοῦ Θεοῦ, καὶ θρηνεῖν ἀπάρχομαι ὁ ἄθλιος, ὅπως ἐκεῖ, τῆς θρηνῳδίας ῥυσθήσωμαι.
Ἰαμάτων κρήνην σε, κεκτημένοι Δέσποινα ἁγνή, οἱ νοσοῦντες δίψει παραπτώσεων, προστρέχομεν, καὶ σωτηρίαν λαμβάνομεν.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
ητορεύων ἤλεγξας, τοὺς ἀθέους στόματι λαμπρῷ· τῶν σεπτῶν Εἰκόνων γὰρ ἐτράνωσας, παναληθῶς, ἱερομύστα προσκύνησιν.
ερῶς ἐκόσμησας, τὴν σὴν Πάτερ ἔνδοξε ζωήν· τῶν παθῶν γὰρ τάραχον κατέσβεσας, καὶ πρὸς ζωήν, τῆς ἀπαθείας προσώρμισαι.
Καλλοναῖς τῶν λόγων σου, καὶ δογμάτων πάντες οἱ πιστοί, εὐσεβῶς ἡδόμενοι ἀγάλλονται, αἱρετικῶν, τὰς γλωσσαλγίας τρεπόμενοι.
Θεοτοκίον.
λικῶς ἑνοῦταί μοι, ὁ ἀνάρχως λάμψας ἐκ Πατρός, διὰ τῆς σαρκώσεως πανάμωμε, τῆς διὰ σοῦ, γεγενημένης Θεόνυμφε.

Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν,
Σαλπίσας τρανῶς, τὰ θεία μελωδήματα, ἐδείχθης φωστήρ, τῷ κόσμῳ τηλαυγέστατος, τῷ φωτὶ λαμπόμενος, τῆς Τριάδος Ἀνδρέα ὅσιε· ὅθεν πάντες βοῶμέν σοι· Μὴ παύσῃ, πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τῇ οἰκουμένη, ἥλιος ὤφθης, ἐκ παστάδος ἁγίας τῆς νηδύος τῆς σὲ τεκούσης ἐκπορευόμενος· ἀμαυρῶν πᾶσαν γλωσσαλγίαν τῶν τοῦ Χριστοῦ ἀθετούντων τὴν Θείαν Εἰκόνα καὶ τῆς αὐτοῦ ἁγίας Μητρὸς καὶ πάντων ὁμοῦ τῶν ἀθλησάντων ἐν δόξῃ, ἁγίων αὐτοῦ, ὁσίων τε καὶ ἱεραρχῶν, μεθ᾿ ὧν πάντες κραυγάζοντες μέλπομεν· Μὴ παύσῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἉγίουἈνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Τῆς Θεοτόκου. Ὁ ὑπερυψούμενος.
Τίς ἄλλος ἐξήμαρτεν, ὡς ἐγὼ Πανύμνητε; τὸν νοῦν κατηχρείωσα, τὴν σάρκα ἐμόλυνα, καὶ πάσας τὰς αἰσθήσεις, ἀπημαύρωσα ὁ τάλας.
Ἐμὲ τὸν πανάσωτον, ἐμὲ τὸν πανάθλιον, οἰκτείρησον Δέσποινα, καὶ δός μοι συγχώρησιν, τῶν πρῴην ἐγκλημάτων, ἵνα πόθῳ σὲ δοξάζω.
Ὀνείρων φαντάσμασιν, ἐχθρὸς Θεονύμφευτε, πλανᾶν με ἐπείγεται, πρὸς πτῶσιν οἰήσεως· αὐτοῦ τῆς πανουργίας, Θεοτόκε λύτρωσαί με.
Ῥάβδῳ συμπαθείας σου, βακτηρίᾳ σκέπης σου, κἀμὲ παρακάλεσον, Ἁγνὴ καὶ ἐλέῳ σου, τῆς θείας εὐσπλαγχνίας, λίπανον τὴν κεφαλήν μου.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
να τὴν λαμπρότητα, τῶν Ἁγίων Ὅσιε, θεάσῃ ἐν πνεύματι, τοῖς ἔργοις ἐλάμπρυνας, τὸν βίον σου κραυγάζων· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Σῶμα περικείμενος, ἀσωμάτων τάγματα, ἐζήλωσας Ὅσιε, ἐν οἷς ἀγαλλόμενος, συμφώνως ἀναμέλπεις· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Τὰ Ἱεροσόλυμα, νῦν λαμπρῶς εὐφραίνεται, φωστῆρα πολύφωτον, τῷ κόσμῳ ἐκπέμψαντα, σὲ μάκαρ μελῳδοῦντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
 πρὶν μὲν ἀσώματος, σωματοῦται Πάναγνε, δι᾿ οἶκτον ἀμέτρητον, ἐκ μήτρας ἁγίας σου, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Τῆς Θεοτόκου. Σοὶ τῷ παντουργῷ.
Χάριν εἰληφώς, υἱοθεσίας θείας, τῷ θείῳ βαπτίσματι, ταύτην ἀπώλεσα, πράξας ἀθέσμους, ἐν βίῳ ἁμαρτίας· ὅθεν δυσωπῶ σε, Παρθένε οἴκτειρόν με.
Ῥίζης ἀναιδοῦς, τῆς φιλαυτίας κλάδοι, Παρθένε πεφύκασι, κόρος καὶ ἄνεσις· ὅθεν ἐκφύει, ἐσμὸς παθῶν ποικίλων, σὲ οὖν δυσωποῦμεν, τὴν ῥίζαν ξηρανθῆναι.
Αἴρω τὴν φωνήν, μετὰ κλαυθμοῦ σοι κράζων, οἶνον κατανύξεως, Ἁγνή με πότισον, ἄρτου δακρύων, ἐνταῦθα ἔμπλησόν με, ἵνα μὴ ἐκεῖσε, πεινάσω καὶ διψήσω.
Μόνος ἀποστάς, τῆς θείας θεωρίας, κτηνώδης γεγένημαι, καὶ τεθηρίωμαι, μόνη τὸν Κτίστην; ἀφράστως τετοκυΐα, λύτρωσαί με Κόρη, τῆς ἐν φλογὶ γεέννης.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
Νέας κιβωτοῦ, τῆς Ἐκκλησίας Πάτερ, φαιδρῶς προεσκίρτησας, χοροὺς στησάμενος· Πάντα τὰ ἔργα, Χριστὸν βοῶν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
σμα τὸ καινόν, ἐν Ἐκκλησίᾳ Πάτερ, Ὁσίων ἐκραύγαζες, τῷ Παντοκράτορι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νέμων ἀρετῇ, θεοπρεπῶς τὰ ἔργα, τοὺς ἄθλους ἀνύμνησας,  Ἀνδρέα πάνσοφε, πάντων Ἁγίων, τῶν πρὶν θαυμαστωθέντων, καὶ τελειωθέντων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεῦτε τὴν ἁγνήν, καὶ Θεοτόκον Κόρην, ὑμνήσωμεν λέγοντες, ἐνθέοις ᾄσμασι· Χαῖρε Παρθένε, δι᾿ ἧς χαρὰ ἐδόθη, φύσει τῶν ἀνθρώπων, ὑπερευλογημένη.

ᾨδὴ θ´. Τῆς Θεοτόκου. Ἡσαΐα χόρευε.
Νοερὰν τὴν αἴσθησιν, τῇ ψυχῇ μου δώρησαι Ἁγνή, νεκρῶσαι τὰς ἀπρεπεῖς, πρῴην ἡδονάς, ἂς τίκτειν εἰώθασιν, αἱ αἰσθήσεις, αἱ σωματικαί, ὅπως γεννήσωμαι, οἰκητήριον τοῦ Πνεύματος.
Οὐδαμῶς ἀνέλιπον, Θεομῆτορ πράττων τὰ αἰσχρά, ἐκ βρέφους ἀναδειχθείς, οἶκος τῶν παθῶν, κἂν νῦν ἐν τῷ γήρᾳ μου, μεταγνῶναι, δὸς μοι λογισμόν, ἴσως ἐκφύγοιμι, τὰς κολάσεις τὰς μελλούσας με.
Κρημνῷ παραπτώσεων, ὀλισθήσας πέπτωκα δεινῶς, ἐξ ὕψους τῶν ἀρετῶν, Δέσποινα ἁγνή· σὺ οὖν ἡ ἀντίληψις, τῶν ἀσθενῶν, καὶ ἁμαρτωλῶν, χεῖρά μοι πάρασχε, βοηθείας τῷ ἱκέτῃ σου.
Φοβεῖ με κριτήριον, Θεομῆτορ τὸ δεσποτικόν, καὶ δέδοικα ὡς πολλῶν, ἔμπλεως κακῶν, πλὴν εἰς σὲ κατέφυγον, καταφυγή, τῶν ἁμαρτωλῶν, καὶ μὴ ἀπώσῃ μέ, ἀλλὰ σῶσον τῷ ἐλέει σου.

Καὶ τοῦ Ἁγίου. Ὅμοιος.
ημάτων ὁ φθόγγος σου, διὰ πάσης ἔδραμε τῆς γῆς, δογμάτων τε τὸ τερπνόν, καὶ εἰλικρινές, Ἀνδρέα μακάριε· διὸ Χριστός, ὁ παμβασιλεύς, σὲ ἐστεφάνωσεν, εὐπρεπείας διαδήματι.
ν ἑνώσει κρείττονι, ἀπολαύων αἴγλης τριλαμποῦς, Ἀνδρέα μυσταγωγέ, τῶν ὑπερφυῶν, τοὺς πόθῳ τελοῦντάς σου, τὴν ἱεράν, μνήμην ἱερῶς, νῦν ταῖς πρεσβείαις σου, ἐκ κινδύνων διαφύλαττε.
σωμάτων τάξεσι, συνευφραίνῃ νῦν ἐν οὐρανοῖς, τὸν τούτων ἐπὶ τῆς γῆς, βίον ἀκλινῶς, ὡς πολιτευσάμενος, καὶ τῆς ὀρθῆς, πίστεως φανείς, κῆρυξ πανάριστος, θεοῤῥῆμον ἀξιάγαστε.
Θεοτοκίον.
Νεμομένην ἔστησας, τοῦ θανάτου ἄσχετον ὁρμήν, τεκοῦσα σωματικῶς, ὄντως ὑπὲρ νοῦν, ζωὴν τὴν αἰώνιον, ᾗ προσβαλών, στόματι πικρῷ, ᾍδης κατήργηται, Θεοτόκε Μητροπάρθενε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀρχιερέων κλέος, καὶ τῶν πιστῶν προασπιστής, σὺ ἀνεδείχθης Ἀνδρέα, πάτερ καὶ στήλη ἀρετῶν διὸ μνημόνευε πάντων, τῶν ἀνυμνούντων σὲ πόθῳ.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων;

Αἶνοι. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, τῶν παθῶν καθηράμενος, τοῦ Ἁγίου Πνεύματος οἶκος γέγονας καὶ ἱερέων ἐν χρίσματι, σαυτὸν κατεκόσμησας, παραστάτης δεξιός, χρηματίσαςἈνδρέα τε, καὶ συνόμιλος, τῶν ἁγίων Ἀγγέλων καὶ τῆς δόξης, τοῦ Κυρίου κληρονόμος, καὶ Κρήτης μέγας ὑπέρμαχος.

Ἀληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γιγνώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τὸ σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος, καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, ἈνδρέαΚρήτης θεόπνευστε.

Ἀποστόλων διάδοχον, ὑμνογράφων τὸν μέγιστον, ἀσκητῶν ὁμόζηλον εὐφημοῦμέν σε, καὶ διδασκάλων ἐκσφράγισμα, καὶ θεῖον ἐκτύπωμα, καὶ Χριστοῦ μυσταγωγόν, ἈνδρέαΚρήτης μακάριε, καὶ θεόῤῥυτον, ποταμὸν ἰαμάτων τὰς ἀνόμους, καὶ βλασφήμους διανοίας, κατακαλύπτοντα πάνσοφε.

Τῆς σοφίας τὸ τάλαντον, πλεονάσας πανόλβιε, τῆς χαρᾶς ἠξίωσαι τοῦ Κυρίου σου, πεποικιλμένος τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, καὶ τῇ αἴγλῃ νοητῶς, ἀποστίλβων τοῦ Πνεύματος, νῦν παρίστασαι, δεξιᾷ ζωηφόρῳ λαμπηδόσιν, οὐρανίοις ἀενάως καταστραπτόμενος ἔνδοξε.



Δόξα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ ἡ μεγαλόνησος Κρήτη, ἀπόδυσαι τὸν πενθήρη σάκκον, καὶ χιτῶνα εὐφροσύνης περίζωσαι· εἰ γὰρ καὶ θρόνος τοῦ Σατανᾶ γεγένησαι πρότερον κατὰ τὸ γεγραμμένον, καὶ τὸ σκότος πάλαι ἔφερες τῆς ἀσεβείας, ἀλλ᾿ ἰδοὺ νῦν πολιοῦχον πλουτεῖς θαυμαστόν, Ἀνδρέαν τὸν λαμπρὸν Ἱεράρχην καὶ πάνσοφον, ἀντίπαλον τῆς ἀσεβείας, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, ἰατρὸν ἀδάπανον ψυχῶν τε καὶ σωμάτων, καὶ ἀεὶ πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας θεῖος αὐλός, ἈνδρέαΠαμμάκαρ, καὶ τοῦ Πνεύματος θησαυρός. Χαίροις ὁ τῆς Κρήτης, ποιμὴν ὁ θεηγόρος, καὶ ἡμῶν προστάτης, καὶ ἡ ἀντίληψις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου