Δευτέρα 29 Ιουλίου 2019

ΙΟΥΛΙΟΣ 5. ΑΘΑΝΑΣΙΟΣ ΑΘΩΝΙΤΗΣ ΟΣΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΛΙΟΣ Ε΄.
ΑΘΑΝΑΣΙΟΣ ΟΣΙΟΣ ΑΘΩΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐξελέξω νουνεχῶς, Πάτερ τὴν τοῦ Λόγου πτωχείαν, ὡς θησαυρὸν ἀληθῆ, τότε τὸν φθειρόμενον, πλοῦτον ἐμίσησας, καὶ ἐν ὥρᾳ νεότητος, τῶν θείων ῥημάτων, ὄλβον τὸν ἀσύλητον ἐκαρποφόρησας· ὅθεν, ὡς ἀδάμας ἐκλάμψας, ἐν τῷ Βυζαντίῳ φαιδρύνεις, τοὺς σοὶ προσιόντας Ἀθανάσιε.

Ὅτε, ὡς ἀμνὸς τῷ Μιχαήλ, οἷάπερ ποιμένι θεόφρον, κατηκολούθησας, τότε πρὸς θεόφυτον λειμῶνα ἔφθασας, Κυμινᾶν τὸν περίβλεπτον, καὶ ἤρθης πρὸς μέτρον, ἡλικίας κρείττονος ταῖς ἀρεταῖς ἐκτραφείς· ὅθεν, ἱερῶς διαπρέψας, ὤφθης ταπεινώσεως ὄρος, καὶ φιλοσοφίας ἐνδιαίτημα.

Ὅτε, ὥσπερ ἥλιος λαμπρός, Πάτερ ἐξ Ἑώας ἐν Ἄθῳ, ἐξανατέταλκας, τότε κατεφώτισας ἐνθέοις πράξεσι, μοναστῶν τὰ πληρώματα, καὶ τούτων τὸν βίον, Πνεύματι ἐῤῥύθμισας, ὡς θεῖον ὄργανον· ὅθεν, νομοθέτης ἐδείχθης, καὶ θεοειδέστατος γνώμων, τῶν τελειοτάτων ἀναβάσεων.

Ὅτε, ᾠκοδόμησας Θεῷ, τὴν σὴν περιβόητον Μάνδραν, ὥσπερ λειμῶνα τερπνόν, τότε κατεφύτευσας ἐν ταύτῃ Ὅσιε, φοιτητῶν σου τὸ σύστημα, ὡς ἄνθη εὐώδη, βίου καθαρότητα, Θεῷ προσφέροντα· ὅθεν, συγχορεύων Ἀγγέλοις, μέμνησο ἡμῶν τῶν τελούντων, τὴν λαμπράν σου μνήμην Ἀθανάσιε.

Δόξα. Ἦχος α’.
Τὴν ἀθανασίαν τὴν κλῆσιν πλουτήσας, ταύτης δι’ ἔργων ἐν μεθέξει, ἔσπευσας γενέσθαι. Τὸ γὰρ θνητὸν ἀποβαλὼν φρόνημα, τῆς σοφίας ταὴν ἔλλαμψιν, χειραγωγὸν ἔσχηκας πρὸς ὁδὸν δικαιοσύνης· ὅθεν, τῆς σῆς ἐφέσεως τυχών, τὴν ἀθάνατον δόξαν, ὡς ἀγαλλιάσεως ἔνδυμα, ἀνελάβου Ἀθανάσιε. Ἀλλὰ καὶ ἡμᾶς τὰ τέκνα σου, σκέπασον ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.




Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγας ὡς ἀληθῶς, ἐδείχθης ἐν Ὁσίοις, ὡς ἐραστὴς τῆς ἄνω, τοῦ Λόγου Βασιλείας, τρισμάκαρ Ἀθανάσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἤρθης ὡς ὁ Μωσῆς, πρὸς γνόφον θεωρίας, ἐντεῦθεν ἐκομίσω, ἀσκήσεως τοὺς νόμους, θεόφρον Ἀθανάσιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἄμπελον εὐθαλῆ, τοῖς ἱεροῖς σου πόνοις, τὸν Ἄθω ἀπειργάσω, ὡς κλήματα τὰ στίφη, τῶν φοιτητῶν σου φέρουσαν.

Δόξα. Τριαδικόν.
Φύσις ἡ τριλαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ταῖς τοῦ Ἀθανασίου, ἐνθέοις μεσιτείαις, ἐλέησον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.
Οἶκόν Σοι εὐαγῆ, ἐδείματο ἐν Ἄθῳ, ὁ Σὸς κλεινὸς θεράπων, Παρθένε Θεοτόκε, δι’ οὗ ἡμᾶς οἰκτείρησον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ' Τὴν ὡραιότητα
Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου. Ἦχος β' Ποίοις εὐφημιῶν
Ποίων εὐφημιῶν ἔπαινον, προσενέγκωμεν Ἀθανασίῳ; τῷ πεποικιλμένῳ ταῖς πράξεσι, καὶ εὐθηνουμένῳ ταῖς χάρισιν, τῆς θεολαμποῦς φωτοχυσίας, τῷ ξίφει, τῷ διατέμνοντι παθῶν τὰς ὁρμάς, τῷ στύλῳ, τῷ θεωρίᾳ ἀπαστράπτοντι, τῆς ἐγκρατείας τῷ λύχνῳ, τῷ ἐν τῇ λυχνίᾳ αὐγάζοντι τῆς ψυχῆς, Θεοῦ τὰ προστάγματα, τοῦ πᾶσι ζωὴν παρέχοντος.

Ποίοις οἱ εὐτελεῖς στέμμασιν, Ἀθανάσιον στέψωμεν λόγων, τὸν αἰθεροδρόμον ἱέρακα, τὸν οὐρανοφοίτως αἰρόμενον, τῶν θεωριῶν πτέρυξι θείαις, τὸν πύργον, τῆς ταπεινώσεως τὸν ἄῤῥηκτον, τὸ τεῖχος, τῆς διακρίσεως τὸ ἄσειστον, τῆς τῶν ἠθῶν εὐκοσμίας, τὴν σεμνὴν εὐπρέπειαν, τὸν ὑπὲρ τῶν τέκνων αὐτοῦ, Χριστὸν τὸν Θεόν, ἐκδυσωποῦντα τὸν μόνον εὔσπλαγχον.

Ὄρθρος ἀειφανὴς Ὅσιε, ἀνεδείχθης πυρσῷ χαρισμάτων, τοὺς παθῶν ἀχλύϊ τυφλώττοντας, ἕλκων πρὸς αὐγὴν τὴν ἀνέσπερον, Πάτερ Ἀθανάσιε θεόφρον· διὸ περ, ὡς ἐπαυξήσαντα, τὸ τάλαντον, ψυχῶν σε, θεραπευτὴν Χριστὸς ἀνέδειξε, τῶν ἀνιάτων μωλώπων, σηπεδόνας ξίφει, τῷ τῶν λόγων τέμνοντα, καὶ ῥῶσιν σωτήριον, παρέχοντα τοῖς προσιοῦσί σοι.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸ τοῦ Πνεύματος σκήνωμα, τῆς σοφίας τὸν τρόφιμον, τὸν λαμπρὸν ἐκφάντορα τῆς ἀσκήσεως, ἀθανασίας τὸν φοίνικα, τὸν πάντας ἐκτρέφοντα, οὐρανίαις δωρεαῖς, Ἀθανάσιον μέλψωμεν, θείοις ᾄσμασι, μοναστῶν αἱ ἀγέλαι κατὰ χρέος, ὡς ἡμῶν καθηγεμόνα, καὶ ὁδηγὸν ἐνθεώτατον.

Ἀσκητῶν ὑποτύπωσις, μοναστῶν χειραγώγησις, καὶ ἡσυχαζόντων ἔμψυχον ἄγαλμα, ὡς ἀληθῶς ἐχρημάτισεν, ὁ ἔνθεος βίος σου· σὺ γὰρ Πάτερ διελθών, διὰ πάντων ἐν Πνεύματι, ἀναδέδειξαι, βραβευτὴς χαρακτὴρ καὶ ὑπολείπτης, τῆς ἑκάστου πολιτείας, Ἄθω φωστὴρ Ἀθανάσιε.

Ὡς ἀνεσπέρον ἥλιον, ἐξ Ἑώας ἀστράψαντα, καὶ τὸν Ἄθω ἅπαντα καταυγάζοντα, ὡς ποταμὸν πολυχεύμονα, ᾀεὶ κατευφραίνοντα, τὴν διάνοιαν ἡμῶν, τοῖς τοῦ Πνεύματος νάμασι, καὶ καθαίροντα, μολυνθείσας καρδίας ἀγνωσίᾳ, εὐφημοῦμέν σε συμφώνως, Πάτερ σοφὲ Ἀθανάσιε
Δόξα. Τοῦ Ὁσίου Ἀθανασίου. Ἦχος πλ. β'
Ὡς ἔνθεος ἡ ζωή σου, καὶ πανίερόν σου τὸ τέλος, Πάτερ Ἀθανάσιε· ἐν αὐτῷ γὰρ πᾶσα ἡ τοῦ Ὄρους πληθὺς συναχθεῖσα, ὡς ἔβλεψεν ἄπνουν ἐν κλίνῃ σε ῥήμασι γοεροῖς ἀνεβόα· Δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε, δίδαξον, ποῦ καταλείπεις τὰ τέκνα σου Πάτερ, ἃ ᾤκτειρας ὡς Πατήρ, ὄντως συμπαθὴς καὶ φιλόστοργος. Ὅμως κἂν ὧδε τῷ τάφῳ καλύπτῃ, ἄνω σε πάντες πλουτοῦμεν προστάτην καὶ πρεσβευτὴν πρὸς Θεόν, οἱ πόθῳ τιμῶντές σε.

Καὶ νῦν. Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενὴς ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.Τοὺς φωστῆρας τοὺς μεγάλους
Τὸν ἀνέσπερον φωστῆρα τῆς οἰκουμένης μέλψωμεν Ὅσιον Ἀθανάσιον· ὑπὲρ ἥλιον γὰρ ἔλαμψεν ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ πιστῶν ταῖς φρυκτωρίαις τὰ συστήματα, πρὸς ἀρετὴν ἐχειραγώγησε, τὸ μέν, θεοπνεύστοις διδαχαῖς, καὶ σωτηρίων ῥημάτων εἰσηγήσεσιν, ἅσπερ, ἀφθονωτάτους οἷα κρουνούς, ἀπὸ χειλέων ἐπήγαζε· τὸ δέ, τῇ πράξει τῇ θαυμαστῇ, καὶ ἰσαγγέλῳ πολιτείᾳ, πρὸς ζῆλον ἐφελκόμενος, καὶ ἀμφότερα, βίον καὶ λόγον ὑπέρλαμπρον, ὡς παιδοτρίβης ἄριστος θεοπρεπῶς ἐπιδεικνύμενος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τήνδε τὴν ποίμνην φρούρησον, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον ὡς φιλάνθρωπος.

Ἦχος β' Τὸν υἱὸν τῆς βροντῆς
Τὸν Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀθανασίας, τὸν ἀληθῆ μύστην τοῦ Σωτῆρος, καὶ κλέος καὶ καύχημα, τῶν μονοτρόπων πάντων καὶ ποδηγέτην, τὸν ἡγιασμένον ἀπὸ τοῦ βρέφους τῷ Κυρίῳ, χοροὶ Πατέρων συνελθόντες εὐφημήσωμεν. Οὗτος γὰρ ἔρωτα θεῖον ἐν ἑαυτῷ συλλαβών, τὴν μὲν τοῦ κόσμου ἔλιπεν ἀπάτην, ἦρε δὲ τόν ζυγὸν τοῦ Χριστοῦ ἐπωμάδιον· καὶ τὰ στίφη τῶν δαιμόνων ἐτρέψατο ἀνδρείως, δεικνὺς ἡμῖν πρακτικῶς, τῆς θείας ἀγάπης τὸν ἄριστον δρόμον· τὸν αὐτὸν γὰρ καὶ αὐτὸς διαδραμών, ἐν σπουδῇ πέφθακε, τὸ φῶς τὸ ἀληθές, τῆς Τριάδος τῆς παντουργοῦ. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος θεοπρεποῦς! ὅτι γήϊνος ὢν ἐν τῇ φύσει, ἴσος γέγονε ταῖς νοεραῖς οὐσίαις, δόξαν καὶ τιμὴν θεόθεν ἄπλετον λαμβάνων, καὶ πρεσβευτὴς ἡμῖν γίνεται, ὡς ἂν τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἦχος δ' Ἐξέλθετε ἔθνη
Ἐξέστησε νόας, ἐξέπληξε καὶ βροτούς, τὰ πανθαύμαστα σκάμματα τῆς ἐν ἀσκήσει σου βιοτῆς· ὥσπερ γὰρ ἄσαρκος σχεδόν, ἐν σαρκίῳ γεηρῷ, ἐχθροῖς τοῖς ἀοράτοις προσεπάλαισας. Γενεαὶ γοῦν σε πᾶσαι μέλπουσι τῶν εὐσεβῶν, ἐξαιρέτως δὲ ἡ σὴ τιμία ποίμνη, τὸ λαμπρόν σου τῶν πόνων στηλογράφημα, ἣν ἀνέδειξας ὡς πόλιν ἐν ἐρήμῳ τερπνὴν ἣν οἰκητήριον στίφους μοναζόντων εὐπρεπὲς κατέστησας· ἣ καθάπερ ἐν ἐνδύμασι πολυτίμοις, τοῖς σοῖς καθωραΐζεται θαυμασίοις, καὶ τοῖς γενναίοις σου ἄθλοις, καὶ σαῖς λιταῖς Ἀθανάσιε, καὶ πρεσβείαις ἐξαιτεῖται, πρὸς Χριστοῦ περιφρουρεῖσθαι, τοῦ ἔχοντος τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· ἡ χάρις γὰρ τοῦ Πνεύματος, πάσης σάλπιγγος εὐηχέστερον, πάντας πρὸς ὕμνον συγκαλεῖ τοῦ θεοφόρου Πατρός, Βασιλεῖς καὶ ἄρχοντες θαυμαζέτωσαν, τοῦ παμβασιλέως τὸν γνήσιον οἰκέτην, τὸν τοῦ κοσμοκράτορος τὰς ἀρχὰς καὶ ἐξουσίας, Πνεύματος θείου πανοπλίᾳ τροπωσάμενον. Ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς ἀρίστης ὄντως κανόνα τε καὶ τύπον, ποιμασίας εὐφημήσωμεν· τὸν ἐν δόγμασιν ἀκραιφνῆ, τὸν ἐν τῇ πίστει γενναῖον, τὸν ἐν θεωρίαις ὑψίνουν, ἐν πράξεσιν ὑπερνεφῆ, ἐν διδάγμασι τῆς τρυφῆς χειμάρρουν, τὸν ποδηγέτην τῶν πλανωμένων· τὸν ἑδραστῆρα τῶν κλονουμένων· τὸν πᾶσι τοῖς ἀσθενοῦσι συμπαθέστατον, Ἄθω τὸ μέγα κλέος, ἐγκωμιάζοντες πάντες εἴπωμεν· Πατέρων κορωνὶς Ἀθανάσιε, πρόστηθι τῶν σῶν οἰκετῶν, διὰ παντὸς ἡμῶν Πάτερ, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν... Θεοτοκίον
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἐμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις Ἀθανάσιε Ὅσιε· τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρότητος, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενος, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίροις τῶν Ἀσκητῶν ἀρχηγός, γεγενημένος, καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ τεμὼν τὰς ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως, Ἀθανάσιε, αὐτῶν ἐθριάμβευσας, τὴν ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν, ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Στῦλος φωτοειδὴς ἀρετῶν, ἐστηριγμένος, καὶ νεφέλη σκιάζουσα, σὺ ὤφθης τῶν ἐν τῷ Ἄθῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς, τῶν Θεὸν ὁρώντων προηγούμενος, Σταυροῦ βακτηρίᾳ, τὴν τῶν παθῶν ῥήξας θάλασσαν· τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμπόδιστον, τὴν οὐράνιον ἄνοδον, εὗρες θεομακάριστε, καὶ κλῆρον ἀκήρατον, σύν, Ἀσωμάτοις τῷ θρόνῳ, περιχαρῶς παριστάμενος, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'
Τὴν τῶν Πατέρων καλλονήν, τῶν ἀσκητῶν τὸ κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ πρὸς θεὸν πρεσβευτὴν ἀκαταίσχυντον, συνδραμόντες, ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν, λέγοντες· Χαίροις ὁ τοῦ μονήρους βίου κανὼν καὶ χαρακτήρ, καὶ τύπος ἀκριβέστατος· Χαίροις φωστὴρ τηλαυγέστατε, ὁ δᾳδουχῶν τὴν σύμπασαν, ἀρετῶν τοῖς πυρσεύμασι· Χαίροις τῶν ἐν ὀδύναις ὁ μέγας παρακλήτωρ, καὶ θερμὸς προστάτης τῶν περιστατουμένων· Σὺ τοιγαροῦν Ἀθανάσιε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῆς ποίμνης σου ταύτης, καὶ πάντων πιστῶν, τῶν τιμώντων σου τὴν σεβάσμιον κοίμησιν.


Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ' Τὴν ὡραιότητα
Τὴν ἐν σαρκὶ ζωήν, σοῦ κατεπλάγησαν, Ἀγγέλων τάγματα, πῶς μετὰ σώματος, πρὸς ἀοράτους συμπλοκάς, ἐχώρησας πανεύφημε, καὶ κατετραυμάτισας, τῶν δαιμόνων, τὰς φάλαγγας· ὅθεν Ἀθανάσιε, ὁ Χριστὸς σε ἠμείψατο, πλουσίαις δωρεαῖς· Διὸ Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἐπὶ τῶν ὤμων τὸν Σταυρόν, ἀναλαβὼν τὸν τοῦ Χριστοῦ, ἠκολούθησας αὐτῷ, διὰ τῶν ἔργων εὐσεβῶς, τῶν τῆς ἀσκήσεως ὅσιε Ἀθανάσιε, καὶ πᾶσι μονασταῖς, ἐνασκουμενοις σεμνῶς, γεγένησαι κανών, καὶ τύπος ἔνδοξε. Ἀλλὰ τοῖς θείοις σκάμμασι, τὰ ἄνω ἀπολαβὼν νῦν βασίλεια, μὴ διαλίπῃς, καθικετεύων, τοῦ σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Μὴ εἰσέλθῃς μέτ' ἐμοῦ, ὡς ὁ Προφήτης σοι βοῶ εἰς κριτήριον Χριστέ· ἐγὼ γὰρ οἶδα τὰ ἐμά, κατηγοροῦντά με πταίσματα, καὶ σοὶ κραυγάζω· Ἐλέησον εὐχαῖς τῆς τεκούσης σε, ἐμὲ τὸν ταπεινὸν καὶ ἀνάξιον, ὡς τὸν Λῃστὴν καὶ Πόρνην καὶ τόν, Ἄσωτον, καὶ τὸν Τελώνην φιλάνθρωπε· οὐ γὰρ δικαίους, ἦλθες τοῦ σῶσαι, ἀλλὰ μᾶλλον τοὺς πταίσαντας.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ἐπεφάνης σήμερον
Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν ἀσωμάτων, σοφὲ Ἀθανάσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.

Κάθισμα. Ἦχος πλ. δ΄. Ταὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν τοῦ Λόγου ἀναλαβών, ἀπεβάλου τὸν ὄγκον τῶν γεηρῶν· ἐντεῦθεν οὐράνιον, πολιτείαν ἀπήστραψας, ἀσκητικῶς νεκρώσας σαρκὸς τὴν εὐπάθειαν, καὶ τὴν ψυχὴν δοχεῖον, φωτὸς ἐργασάμενος· ὅθεν ἀθανάτων, ἀμοιβῶν ἠξιώθης, ἀλείπτης γενόμενος, μοναστῶν καὶ διδάσκαλος, Ἀθανάσιε Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἡ τῆς Σῆς προμηθείας μαρμαρυγή, ὡς λαμπὰς ἀπαστράπτει θεοφεγγής, Παρθένε πανάμωμε, νοερῶς ἐν τῷ κλήρῳ σου, καὶ μοναστῶν ἰθύνει, ἀεὶ τὴν διάνοιαν, πρὸς ἐποπτείαν Κόρη, τῆς Σῆς ὡραιότητος. Ταύτης οὖν τὸ φέγγος, ὁ κλεινός Σου θεράπων, κατέχων ἀνέλαμψε, καὶ ταὸν Ἄθω ἐφαίδρυνε, διὰ λόγου καὶ πράξεως. Αὐτοῦ ταῖς ἱκεσίαις ἁγνή, τὴν εἰρήνην δώρησαι τοῖς δούλοις Σου, καὶ παράσχου πλουσίως, ἡμῖν τὰ ἐλέη Σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου…
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὸν τῆς ἀθανασίας ἐπώνυμον, ἅπαντες εὐφημήσωμεν, τὸν ἐν τῷ Ἄθῳ ἀνδρικῶς καὶ γενναίως ἀσκήσαντα. Ὃς καὶ τὴν ποίμνην συνήγαγε ταύτην, καὶ οἶκον Κυρίῳ ἀνήγειρε πόθῳ, καὶ τῇ Μητρὶ τοῦ Θεοῦ ἀνέθετο. ᾟ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

Ὁ Κανὼν τοῦ Ὁσίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχίς: Ἀθανάσιον ὑμνῶν, ἀρετὴν ἐπαινέσω. Ἀμήν.
ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ
θανασίας γεγονὼς ἐπώνυμος, ἔτι ἐν βίῳ τελῶν, τῆς ἀληθοῦς ὤφθης Πάτερ Ἀθανάσιε, ἀθανασίας μέτοχος, μεταστὰς τῶν προσκαίρων· Ἀλλὰ Χριστῷ παριστάμενος, μέμνησο ἡμῶν μεμνημένων σου.
Θεοσεβῆ ἐξ ἁπαλῶν γενόμενον, ὀνύχων Ὅσιε, πρὸς ἀρετῆς κτῆσιν, γεννητόρων στέρησις, σὲ οὐδαμῶς ἑκώλυσεν, ἀλλὰ πάντα τὸν πόθον, ὁλοσχερῶς καὶ τὴν ἔφεσιν, ἔτρεψας πρὸς μόνον τὸν Κτίσαντα.
πὸ χειλέων ῥυπαρῶν τὴν αἴνεσιν, τολμήσας ᾄδω σοι, τῷ περὶ σὲ πόθῳ, κάτοχος γενόμενος, καὶ τῇ ἀγάπῃ δέσμιος. Ἀλλὰ Πάτερ συγγνώμων, γενοῦ καὶ δὸς κατ' ἀξίαν σοι, τοῦτον προσκομίσαι τὸν ἔπαινον.
Θεοτοκίον
Νέον παιδίον ὑπὲρ λόγον τέτοκας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐν γῇ τρίβους, ἀρετῆς δεικνύμενον, οὗ ὁ κλεινὸς θεράπων σου, Ἀθανάσιος Κόρη, τῷ ἔρωτι τιτρωσκόμενος, τοῦτόν σοι τὸν οἶκον ἐδείματο.










ᾨδὴ γ', Ὁ στερεώσας κατ' ἀρχάς
πὸ παιδὸς τῇ πρὸς Θεόν, ἀγάπῃ συνειλημμένος, τοὺς ὁμήλικας τῶν παίδων ἀθροίζων, καὶ χορείαν συνιστῶν, πνευματικῶς ἐῤῥύθμιζες, τῶν παιδικῶν πανσόφως, τούτους ἐθῶν ἐξαιρούμενος.
Σοφίας ἔρωτι βληθείς, πρὸς τὴν εὐδαίμονα πόλιν, Κωνσταντίνου παραγίνῃ θεόφρον· καὶ ὡς μέλιττα σοφή, καὶ μελουργὸς τὰ καίρια, τῶν λόγων συναθροίσας, τὰ περιττὰ καταλέλοιπας.
στίῳ Πάτερ τοῦ Σταυροῦ, τὴν ψυχικήν σου ὁλκάδα, κυβερνήσας εὐσταλῶς τε καὶ κούφως, τὴν τοῦ βίου χαλεπήν, ποντοπορίαν ἤνυσας, καὶ πρὸς γαλήνης θείους, ἤχθης λιμένας μακάριε.
Θεοτοκίον
πρὸ αἰώνων γεννηθείς, ἐκ τοῦ Πατρὸς ἀποῤῥήτως, ἐπ' ἐσχάτων ἐκ γαστρός σου προῆλθε, καὶ ἐθέωσεν ἡμῶν, τὴν φύσιν Μητροπάρθενε, τοὺς τῶν Ὁσίων δήμους, περιφανῶς ἐπαγόμενος.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ἐκ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ' ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

ᾨδὴ δ', τοῦ Ὁσίου Ἀθανασίου Σύ μου ἰσχὺς Κύριε
Νοῦν τῶν παθῶν, καθηγεμόνα ποιούμενος, καὶ ἐνθέοις, ἔργοις ποδηγούμενος, σὺ τὴν καλήν, ἤνυσας ὁδόν, καὶ τὰς τῶν δαιμόνων, ἐνέδρας καὶ πανουργεύματα, καὶ τὰς ῥαδιουργίας, εὐσεβῶς ἀπεκρούσω, ὡς ἐχέφρων τὸ κρεῖττον ἑλόμενος.
πεισελθών, τὸν ἐλαφρὸν τοῦ Κυρίου ζυγόν, καὶ τῷ θείω, φόβῳ στοιχειούμενος, καὶ καθαρθείς, σῶμα καὶ ψυχήν, γέγονας ἁγνείας, καὶ σωφροσύνης ὑπόθεσις, καὶ ὄρος ἐγκρατείας, καὶ σφραγὶς ἀπαθείας, καὶ ἀγάπης εἰκὼν Ἀθανάσιε.
Μετεσχηκώς, τῆς καθ' ἡμᾶς καὶ τῆς θύραθεν, σὺ παιδείας, ἐμφιλοσοφώτατα, τὸ προσφυὲς καὶ λυσιτελοῦν, ἑκάστης διεῖλες, δικαιοσύνῃ φραττόμενος, φρονήσει ταπεινώσει, συνέσει καὶ ἀνδρείᾳ, καὶ τοῖς ἄλλοις ἐμπρέπων χαρίσμασι.
Θεοτοκίον
Νώτοις φρικτῶς, χερουβικοῖς ἐποχούμενος, ὁ Δεσπότης, θρόνον ὥσπερ πύρινον, τὴν σὴν Ἁγνή, ᾤκησε νηδύν, καὶ σαρκὸς προσλήψει, τὴν ἀνθρωπίνην ἐθέωσεν, οὐσίαν ὡς διδάσκει, ὁ κλεινὸς ἐν Ὁσίοις, Ἀθανάσιος μόνη πανύμνητε.

ᾨδὴ ε', τοῦ Ὁσίου Ἀθανασίου Ἴνα τί με ἀπώσω
φθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον.
Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει ἀοίδιμε.
ρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος.
Θεοτοκίον
ητορεῦον οὐ σθένει, στόμα κατ' ἀξίαν σὲ μέλπειν πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως· διὸ σὺν τῷ θείῳ, Ἀθανασίῳ τὸν Δεσπότην, ὑπέρ πάντων ἡμῶν καθικέτευε.

ᾨδὴ ς', τοῦ Ὁσίου Ἀθανασίου Ἱλάσθητί μοι Σωτήρ
νέκρωσας σαρκικάς, ἐπιθυμίας τοῖς πόνοις σου, ἐσταύρωσας σεαυτόν, κόσμῳ καὶ τοῖς πάθεσι, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ ὕμνοις, ἀνενδότοις προσεδρεύων Θεῷ.
Τῶν μοναστῶν ἀρχηγός, τῶν ἐν τῷ ὄρει τοῦ Ἄθωνος, καὶ τύπος καὶ χαρακτήρ, ἐναρέτων πράξεων, ὑπάρχων ἐκόσμησας, τὰ ἐκεῖσε πάντα, τῶν ἀζύγων καταγώγια.
δὺς εὐθὺς καὶ χρηστός, ἐπιεικής τε καὶ μέτριος, εὐπρόσιτος προσηνής, ἐλεήμων πέφυκας, συμπαθὴς καὶ εὔσπλαγχνος, ἱλαρὸς τοῖς τρόποις, χριστομίμητος τοῖς ἤθεσι.
Θεοτοκίον
Νέος καθάπερ Μωσῆς, ἀναφανεὶς κατεσκεύασας, οἷὰ περ ἄλλην σκηνήν, μάνδραν πανσεβάσμιε, ἣν καὶ ὑπερηύξησας, πόνοις καὶ ἱδρῶσι, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Θεοῦ.





Κοντάκιον τοῦ Ὁσίου Ἀθανασίου Ἦχος πλ. δ' Τῇ ὑπερμάχῳ
Ὡς τῶν ἀΰλων οὐσιῶν θεωρὸν ἄριστον, καὶ πρακτικὸν ὑφηγητὴν παναληθέστατον, εὐφημοῦμέν σε ἡ ποίμνη σου, καὶ βοῶμεν· Μὴ ἐλλίπῃς ἱκετεύειν πρὸς τὸν Κύριον, λυτρωθῆναι πειρασμῶν καὶ περιστάσεων, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ, Ἀθανάσιε.
Ὁ Οἶκος
Ἄνωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος· διὸ σε εὐφημοῦμεν Πάτερ.
Χαίροις, φαιδρὸν μοναζόντων κλέος,
χαίροις, λαμπρὰ σωφροσύνης στήλη.
Χαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα,
χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις.
Χαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς,
χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς.
Χαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀποῤῥήτων,
χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας.
Χαίροις, δι' οὗ ᾐσχύνθησαν δαίμονες,
χαίροις, δι' οὗ πᾶν πάθος νενέκρωται.
Χαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου,
χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων.
Χαίροις, Πάτερ Ἀθανάσιε.

Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ, καὶ τῶν σὺν αὐτῷ ἀποκτανθέντων ἓξ μαθητῶν αὐτοῦ.
Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων.
Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος.
Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι,
Ναοὶ λύονται σωμάτων ναοῦ λύσει.
Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαμπαδοῦ.
Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα
Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Στεφάνου, Μητροπολίτου Ῥηγίου τῆς Καλαβρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Σεργίου τοῦ Ῥάντονεζ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Modwena, τῆς Ἱρλανδής.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Κυπριανός, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐν ἔτει 1679ῳ, ξίφει τελειοῦται.
Ὁ Κυπριανὸς ἀγάπῃ πεφλεγμένος,
ἡγεῖτο πάντως ὡς τρυφὰς τὰς βασάνους.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τοῦ Ὁσίου Ἀθανασίου Θεοῦ συγκατάβασιν
Εἰς πᾶσαν διέδραμε, σχεδὸν τὴν κτίσιν τῆς πολιτείας σου, καὶ τῶν κατορθωμάτων ὁ φθόγγος Πάτερ, καὶ εἰς περίδοξον, ἔφθασας ὕψος Θεοῦ σε δοξάσαντος, καὶ περιβόητόν σε πᾶσι ποιήσαντος.
Πενήτων προμήθεια, χηρῶν προστάτης, προνοητὴς ὀρφανῶν, λυπουμένων ταχεῖα παραμυθία, κινδυνευόντων λιμήν, ἀδικουμένων ἀντίληψις γέγονας, τὸν σὸν μιμούμενος Πάτερ διδάσκαλον.
στέρα παγκόσμιον, καὶ μοναζόντων φωστῆρα ἄδυτον, βοηθὸν ἐν ἀνάγκαις, ἁμαρτανόντων μέγα προσφύγιον, εἰδὼς μεσίτην καὶ πρέσβυν προβάλλομαι, πρὸς τὸν Δεσπότην Χριστόν σε πανσεβάσμιε.
Θεοτοκίον
δεῖν ἐφιέμενος, ὁ σὸς θεράπων τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὴν ἀπόῤῥητον δόξαν Θεογεννῆτορ, τούτου τὸν τίμιον Σταυρὸν λαβὼν ἠκολούθησε, τοῖς ζωηφόροις αὐτοῦ καὶ θείοις ἴχνεσιν.


ᾨδὴ η', τοῦ Ὁσίου Ἀθανασίου Ἑπταπλασίως κάμινον
Νεανικῶς τροπούμενος, τὰς ἀρχὰς Ἀθανάσιε, καὶ τὰς ἐξουσίας, τὰς τοῦ σκότους μέγιστος, διδάσκαλος πέφυκας, καὶ ὁδηγὸς σωτήριος, τὰς ἐπιβουλάς, καὶ τὰς ἐνέδρας καὶ δόλους, αὐτῶν ἀνακαλύπτων, καὶ τὴν ποίμνην σου πάσης, δαιμόνων κακουργίας, ἀποίμαντον φυλάττων.
πὶ τῆς γῆς ὡς ἄνθρωπος, περιὼν τὸ πολίτευμα, ἐν τοῖς οὐρανοῖς, ὡς ἀληθῶς ἐκέκτησο, Ἀγγέλοις ἐφάμιλλος, ἀναφανεὶς τὴν διαγωγήν, καὶ τὴν πολιτείαν, ἐκτελῶν τὴν ἐκείνων· μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σὲ συνελθόντες σήμερον, ἐπαξίως γεραίρομεν, καὶ τὴν τῶν λειψάνων σου, τιμῶμεν λάρνακα, παθῶν ἀπολύτρωσιν, ἁμαρτημάτων ἄφεσιν, πάσης συμφορᾶς, καὶ περιστάσεως λύσιν, αἰτούμενοι εὐχαῖς σου, τὴν ἁγίαν σου μνήμην, πιστῶς καὶ χαρμοσύνως, τελοῦντες εἰς αἰῶνας.
Θεοτοκίον
ς Ἠλιοὺ τὸ πρότερον, τὸ Καρμήλιον ᾤκησεν, οὕτω καὶ αὐτός, τῷ Ὄρει τῷ τοῦ Ἄθωνος, σχολάζων ἐπόθησας καθ' ἑαυτὸν συνεῖναι Θεῷ, καὶ θεαρχικαῖς καταυγασθεὶς θεωρίαις, θεράπων ἀνεδείχθης, τῆς ἁγνῆς Θεοτόκου, βοῶν αὐτῇ τὸ Χαῖρε, μετὰ τοῦ Ἀρχαγγέλου.



ᾨδὴ θ', τοῦ Ὁσίου Ἀθανασίου Ἐξέστη ἐπὶ τούτῳ
γνείαν σωφροσύνην καὶ καθαράν, πολιτείαν καὶ βίον ἀκίβδηλον, καὶ ἀγωγήν, ἄσαρκος καθάπερ ἐπὶ τῆς γῆς, τετελεκὼς ἀνέδραμες, πρὸς τὰς οὐρανίους διατριβάς, καὶ πᾶσι συναγάλλῃ, ὁσίοις καὶ δικαίοις, καθικετεύων ὑπὲρ πάντων Χριστόν.
Μεγάλως μεγαλύνας ἐπὶ τῆς γῆς, τὸν οἰκεῖον Δεσπότην καὶ μέλεσι, τοῖς σεαυτοῦ, διὰ θεωρίας καὶ πρακτικῆς, τοῦτον δοξάσας ἔνδοξος, ὤφθης καὶ περίβλεπτος πανταχοῦ, ἐγένου θεοφόρε· τὴν ἀρετὴν γὰρ οἶδεν, ὄντως αἰδεῖσθαι καὶ πολέμιος.
νώθης Ἀσωμάτων ταῖς στρατιαῖς, καὶ Ὁσίων χοροῖς συνηρίθμησαι, καὶ ἐκλεκτοῖς, πᾶσι συγχορεύεις μετεσχηκώς, τῆς ἀληθοῦς θεώσεως, καὶ τῆς ἀθανάτου Πάτερ ζωῆς· μεθ' ὧν ὑπὲρ τῆς ποίμνης, τῆς σῆς ἀδιαλείπτως, τὸν σὸν Δεσπότην καθικέτευε.
Θεοτοκίον
Ναὸς ἡγιασμένος χωρητικός, τοῦ ἑνὸς τῆς Τριάδος ὑπάρχουσα, ναὸν ὁ σός, Δέσποινα θεράπων καὶ εὐαγές, σεμνεῖον Ἀθανάσιος, ἥγειρεν εἰς δόξαν σου καὶ τιμήν, ἐν ᾧ ἀκαταπαύστως, μὴ παύσῃ δωρουμένη, τὴν συμμαχίαν ταῖς πρεσβείαις σου.

Ἐξαποστειλάριον. Ἦχος β'. Τῶν Μαθητῶν ὁρώντων σε
Ὡς τηλαυγὴς ἀνέτειλας ἐκ κλιμάτων, Ἑῴας φαεσφόρος καὶ Ἑσπερίων, μέρη, Ἀθανάσιε ἐφώτισας, σῶν ἀρετῶν λαμπρότησιν, ἀλλὰ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τοῦ κόσμου Κυρίῳ.
Θεοτοκίον
Πανευαγὴς Παντάνασσα ἱκεσίαις, τοῦ σοῦ τιμιωτάτου Ἀθανασίου, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος, διαπαντὸς σε ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου.

Αἶνοι. Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Τίμιος ὄντως ὁ θάνατος, τοῦ σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκεν· ἰδοὺ γὰρ ἀνέβλυσεν, ἐκ ποδὸς ὁ θεράπων σου, πηγὴν αἱμάτων καὶ μετὰ θάνατον, παντοίας νόσους ἀποδιώκουσαν, καὶ φυγαδεύουσαν, πονηρίας πνεύματα, οἷς ἔτι ζῶν, ἀντιπαρετάξατο, καὶ μέχρις αἵματος.

Πηγὴν θαυμάτων ἀνέδειξε, καὶ ποταμὸν δωρεῶν, τὴν σορὸν τῶν λειψάνων σου, τοῖς βροτοῖς ὁ Κύριος, Ἀθανάσιε πάνσοφε· τυφλοῖς τὸ βλέπειν αὕτη δεδώρηται· ἐλεφαντίδα λέπραν ἐκάθηρε, συνεχομένους τε ἀκαθάρτοις πνεύμασιν, ἐκ τῆς αὐτῶν, ἐξουσίας ῥύεται, καὶ σωφρονοῦντας ποιεῖ.




Χαίροις ἀσκητῶν ἀγλάϊσμα, τῶν μοναζόντων ἀστήρ, τῶν ποιμένων, τὸ καύχημα, Πάτερ Ἀθανάσιε, τῶν Ὁσίων ὁμόσκηνε, χαῖρε ἀγάπης καὶ σωφροσύνης πηγή, χαῖρε Τριάδος τὸ καταγώγιον, χαῖρε λαμπρότατε, λύχνε διακρίσεως, χαῖρε κανών, ἀρετῶν εὐθύτατε, καὶ στήλη ἔμψυχε.

Πάτερ σοφὲ Ἀθανάσιε, ἀπὸ παιδὸς ταῷ Χριστῷ, σεαυτὸν ἀναθέμενος, τοῦ Ἁγίου Πνεύματος, ἀναδέδειξαι ὄργανον, βίῳ καὶ λόγῳ καλλωπιζόμενος, καὶ μοναζόντων φωστὴρ δεικνύμενος· ὢ τις ἰσχύσει σου! ἐξειπεῖν ταὰ σκάμματα καὶ ταὰς πολλάς, ἀμοιβὰς καὶ χάριτας, δι’ ὧν ἐξήστραψας.

Δόξα. Ἦχος πλ. β' Πρὸς τό, Χριστοῦ τὸν Ἱεράρχην
Τὸν τῆς Ἀθανασίας ἐπώνυμον, ἅπαντες εὐφημήσωμεν, τὸν ἐν τῷ Ἄθῳ, ἀνδρικῶς καὶ γενναίως ἀσκήσαντα, ὃς καὶ τὴν ποίμνην συνήγαγε ταύτην, καὶ οἶκον Κυρίῳ ἀνήγειρε πόθῳ, καὶ τῇ Μητρί του Θεοῦ ἀνέθετο· ᾗ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις μοναζόντων θεῖον πυρσόν, καὶ τῶν ἐν τῷ Ἄθῳ, μοναζόντων καθηγητήν, τὸν τὰς πανουργίας, ἐχθροῦ νενικηκότα, ὑμνήσωμεν συμφώνως, νῦν Ἀθανάσιον.














ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν ἐν Ἄθῳ χαρακτὴρ καὶ ἀκρότης, καὶ τῶν ἐν θλίψεσι θερμὸς ἀντιλήπτωρ, καὶ αὐτουργὸς θαυμάτων Ἀθανάσιε, φύλαττε τὰ τέκνα σου, ἀπὸ πάσης ἀνάγκης, ἴθυνον τὴν ποίμνην σου, πρὸς νομὰς ζωηφόρους· σὲ γὰρ φρουρὸν καὶ θεῖον ἀρωγόν, καὶ προμηθέα, κεκτήμεθα μέγιστον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Φύλαττε ἡμᾶς, Ἀθανάσιε Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὸς ἀθανάτου κατατρυφῶν, παθῶν τὴν ὁμίχλην, τὴν καλύπτουσαν χαλεπῶς, τῆς ψυχῆς τὰς κόρας θεόφορε, φωτιστικαῖς σου πρεσβείαις διάλυσον.
Ὑφάπλωσον Πάτερ ὡς συμπαθής, τῆς σῆς προμηθείας, οἷα πτέρυγας τὴν ῥοπήν, καὶ σκέπασον πάντας τοὺς υἱούς σου, ἐκ τῶν βελῶν τοῦ δεινοῦ πολεμήτορος.
Λεόντων τὰς μύλας τῶν νοητῶν, τῶν ὠρυομένων, Ἀθανάσιε καθ’ ἡμῶν, κατάβαλε ῥάβδῳ τῶν εὐχῶν σου, καὶ ἐν γαλήνῃ ἡμᾶς περιφρούρησον.
Θεοτοκίον.
Ἁγνείας δοχεῖον περιφανές, ἁγνόν με συντήρει, καὶ αἰσθήσει τε καὶ ψυχῇ, καὶ κάθαρον πάσης με ἐννοίας, ἡδυπαθοῦς Θεοτόκε πανάμωμε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς χαρᾶς τοῦ Κυρίου ὡς μετασχὼν Ὅσιε, λύπης καὶ δεινῆς ἀθυμίας, ἡμᾶς ἀπάλλαξον, καὶ χαροποίησον, τὰς τεθλιμμένας καρδίας, καὶ πένθος χαρμόσυνον, ἡμῖν πρυτάνευσον.
Τῶν δαιμόνων τὰ τόξα τὰ καθ’ ἡμῶν σύντριψον, καὶ τῶν πειρασμῶν τὰς νιφάδας, Πάτερ ἀφάνισον, καὶ πρὸς εὐθείας ὁδούς, τῶν προσταγμάτων τοῦ Λόγου, βαίνειν ἐνδυνάμωσον, ἡμᾶς ἑκάστοτε.
Ἐγυμνώθη ὁ τάλας τῆς τοῦ Θεοῦ χάριτος, καὶ τὸν ᾑμαγμένον χιτῶνα, παθῶν ἐνδέδυμαι· σὺ οὖν διάῤῥηξον, τὸν τῆς ὀδύνης μου σάκκον, καὶ τῇ μετανοίᾳ με, Πάτερ ἀμφίασον.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη ἡ τὸν Θὲον τέξασα, ὕλῃ ἑνωθέντα βροτείᾳ, ὑπὲρ κατάληψιν, Αὐτὸν δυσώπησον, υἱοθετῆσαί με αὖθις, ἐκ δουλείας ἥκοντα, τοῦ κοσμοκράτορος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν καὶ φύλαξ ἀπροσμάχητος, καὶ πύργος στεῤῥός, καὶ κυβερνήτης ἄριστος, ὑπάρχεις Ἀθανάσιε, ὡς θεράπων Θεοῦ γνησιώτατος· διὸ ἐκ βάθους βοῶμέν σοι ψυχῆς· ὑπὲρ ἡμῶν ἐκτενῶς Πάτερ ἱκέτευε.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μετανοίας ὑπάνοιξον, τοῖς πεπλανημένοις Πάτερ τὴν εἴσοδον, καὶ τῷ Λόγῳ καθοδήγησον, τοὺς ἐξ ἀγνωσίας ἐπιστρέφοντας.
Ἀσθενοῦσιν ἀνάῤῥωσις, καὶ συντετριμμένοις Πάτερ ἀνόρθωσις, καὶ τοῖς πάσχουσιν ἀνάψυξις, γένοιτο Κυρίῳ ἡ πρεσβεία σου.
Συμπαθείᾳ κοσμούμενος, εὐμενῶς ἐπίβλεψον Ἀθανάσιε, ἐπ’ ἐμὲ καὶ κατοικτείρησον, τὴν ταπεινωθεῖσάν μου διάνοιαν.
Θεοτοκίον.
Ἀπειράνδρως κυήσασα, τὸν Δημιουργὸν τῶν ὅλων καὶ πρύτανιν, πειρασμῶν με Κόρη λύτρωσαι, καὶ τῶν συνθλιβουσῶν με προλήψεων.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ὀφρύν, τοῦ δολίου πολεμήτορος, καὶ ἀνύψωσον τὸ κέρας τῶν πιστῶν, Ἀθανάσιε Ὁσίων ἀκροθίνιον.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, τοῖς ἱκέταις σου πρυτάνευσον σοφέ, καὶ πταισμάτων ἡμῖν δώρησαι τὴν ἄφεσιν.
Νόμοις ἱεροῖς, τὴν ψυχήν μου θρέψον Ὅσιε, τὴν ἐν πράξεσι λιμώττουσαν δειναῖς· σὺ γὰρ πέλεις νομοθέτης ἡμῶν ἄριστος.
Θεοτοκίον.
Ἅγιος Ναός, τοῦ τὰ πάντα ἁγιάζοντος, Παναγία χρηματίσασα λαμπρῶς, ἐναγῶν με λογισμῶν ἀπελευθέρωσον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων σε, καὶ ψυχῶν ἀκέστορα, καὶ πνευμάτων ἀκαθάρτων διώκτην, ὁ σὲ δοξάσας ἀνέδειξε Πάτερ· ὅθεν ἡμᾶς θεοδέκτοις πρεσβείαις σου, σωματικῶν καὶ ψυχικῶν, ἀλγηδόνων ταχέως ἀπάλλαξον.
Ἱλέῳ σου, οὐρανόθεν ὄμματι, Ἀθανάσιε Πατέρων ἀκρότης, ἐπὶ τὰ τέκνα σου βλέψον παμμάκαρ, καὶ πειρασμῶν τὸ κλυδώνιον κόπασον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.
Ἐπόμβρισον, τῇ ψυχῇ μου Ὅσιε, τῆς ἀφέσεως θεόθεν τὰ ῥεῖθρα, καὶ τῆς σαρκός μου ἐκπλύνας τοὺς ῥύπους, κεκαθαρμένον με ὅλον ἀνάδειξον, ἵνα σωζόμενος ὑμνῶ, τὴν πολλὴν πρὸς ἐμέ σου προμήθειαν.
Θεοτοκίον.
Παράδεισος, ζωηφόρος γέγονας, γεωργήσασα ἁγνὴ ἀνηρότως, καθάπερ ἄνθος τερπνὸν καὶ εὐῶδες, τὸν διατρέφοντα πάντα χρηστότητι, καὶ τὴν ὀσμὴν τῆς ἑαυτοῦ, ἐπιγνώσεως κόσμῳ δωρούμενον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες τῇ ἀντιλήψει σου καταφεύγομεν· μὴ οὖν ἡμᾶς ἀποῤῥίψῃς τῆς σῆς εὐνοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίας τῆς πρὸς ἡμᾶς σου τὸ μέγεθος, μὴ ἀποστήσῃς ἀφ’ ἡμῶν Ἀθανάσιε· σὺ γὰρ ὑπέρμαχος ἡμῶν καὶ ποιμὴν ἀληθινός· διὸ πρόφθασον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ τὸν τάραχον στόρεσον, θλίψεων ἐνεστώτων, καὶ νόσων ἐπερχομένων, καὶ πρὸς εἰρήνην ἀληθῆ, χειραγώγησον τοὺς δούλους σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔχων τῆς χρηστότητος, τῆς θεϊκῆς ὑπὲρ λόγον, ὡς Χριστοῦ ἀκόλουθος, θησαυρὸν τὸν ἔνθεον Ἀθανάσιε, εὐμενῶς πρόστηθι, καὶ εὐσπλάγχνως ἴδε, τὴν ἀσθένειαν τῶν δούλων σου, δι’ ἧς προσκούομεν, πάντοτε τοῖς θείοις ἐντάλμασι, καὶ τῆς σαρκὸς τὸ θέλημα, γνώμῃ πονηρᾷ διανύομεν, καὶ σύγγνωθι Πάτερ, καὶ ἐξ ἀναισθησίας χαλεπῆς, πρὸς μετανοίας ἐγρήγορσιν, ἡμᾶς διαῤῥύθμισον.







ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀθανάτου εὐκλείας καὶ τρυφῆς ἀνωλέθρου Πάτερ λαβόμενος, παγίδων ἐκ θανάτου, καὶ τῶν πυλῶν τοῦ ᾏδου, τοὺς βοῶντας ἐξάρπασον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν ἀΰλων χαρίτων φωτοφόρον δοχεῖον Πάτερ γενόμενος, χαρίτωσον τὰς φρένας, ἡμῶν καὶ τὰς καρδίας, καὶ συνέτισον ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐπομβρίαις ἐνθέοις τῶν παθῶν μου τὴν κάμινον σβέσον Ὅσιε, καὶ φέγγει προθυμίας, τὸν ἐσβεσμένον λύχνον, τῆς ψυχῆς μου διάναψον, ἵνα φωτὸς τὴν ὁδόν, ὁδεύσω ἀπροσκόπτως.
Θεοτοκίον.
Ῥυπωθεὶς τῇ κακίᾳ τὴν εἰκόνα τοῦ Κτίστου φεῦ κατεμόλυνα· Σὺ οὖν Παρθενομῆτορ, τοῖς ῥυπτικοῖς Σου ῥείθροις, τῆς φαυλότητος πλῦνόν με, καὶ κοινωνὸν φωτισμοῦ, δεῖξόν με ἀνεσπέρου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ παμμάκαρ, καταφυγὴ ἐν ἀνάγκαις, καὶ βοήθεια ἐν θλίψεσι ποικίλαις, τοῖς ἀνευφημοῦσι, τοὺς ἱερούς σου πόνους.
Ἐκ πολυπλόκων καὶ ψυχοφθόρων σκνδάλων, διατήρησον ἀλώβητον τὸν βίον, τῶν ὑμνολογούντων, τοὺς ἱερούς σου πόνους.
Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν ἀναβλύζεις, ὁ πολύολβος καὶ ἱερός σου τάφος, καὶ ἐνθάπτει Πάτερ, παθῶν ἐπαναστάσεις.
Θεοτοκίον.
Ἀΰλου δόξης, φωτοειδέστατος οἶκος, ἀναδέδειξαι ὦ κεχαριτωμένη· ὅθεν κἀμὲ ῥῦσαι, τῶν ὑλικῶν φροντίδων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σταγόσι τῶν σῶν πόνων, ἄρδευσον πλουσίως, τὰς ψυχικὰς ἡμῶν αὔλακας Ὅσιε, ἵνα ζωὴν αἰωνίαν καρποφορήσωμεν.
Ἰάτρευσον παμμάκαρ, ἡμῶν τὰς διανοίας, τραυματισθείσας ἀπάτῃ τοῦ ὄφεως, καὶ πρὸς ἀνάβασιν θείαν ἡμᾶς ἱκάνωσον.
Μεγίστης εύκληρίας, λαμπρῶς ἠξιωμένος, τῆς τῶν παθῶν δυστυχίας ἐκλύτρωσαι, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.
Οὐδόλως ἀνανεύων, τῆς σχέσεως τοῦ πλάνου, τὴν πατρικήν σου αἰτοῦμαι βοήθειαν, τὴν πώρωσίν μου θεόφρον, λῦσον καὶ σῶσόν με.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, παθῶν αἰχμαλωσίας, τῇ κραταιᾷ Σου δυνάμει ἀνάδειξον, ἡ τῶν βροτῶν ἀνακαίνισις παναμώμητε.





Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν τῆς ἡσυχίας θεῖον πυρσόν, καὶ τὸν ἐν τῷ Ἄθῳ, μοναζόντων καθηγητήν, τὸν τὰς πανουργίας, ἐχθροῦ νενικηκότα, ὑμνήσωμεν συμφώνως, νῦν Ἀθανάσιον.
Χαίροις μοναζόντων θεία κρηπίς· χαίροις τῶν Ὁσίων, τῶν τοῦ Ἄθω ἡ κορωνίς· χαίροις καὶ τῆς Λαύρας, ὁ κτίτωρ καὶ ὁ φύλαξ, καὶ πάντων ὁ προστάτης, ὦ Ἀθανάσιε.
Πάτερ Ἀθανάσιε πρεσβευτά, ἐπάκουσον πάντας, ὑπηκόους καὶ ὑμνητάς, σῶν θαυμάτων πλῆθος, καὶ πάντων παλαισμάτων, ὧν ᾖρας κατὰ πάντων, τῶν πολεμίων σου.
Ὤφθης τῶν Ὁσίων ὑφηγητής, καὶ τῶν ἐν τῷ Ἄθῳ, ποδηγέτης καὶ ἀπαρχή· ὅθεν σοι βοῶμεν· ὁδήγησον ὑψόθεν, πρὸς τρίβον σωτηρίας, ἡμᾶς μακάριε.
Χαίροις ἐγκρατείας σκεῦος λαμπρόν, καὶ ἡσυχαζόντων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις τῶν ποιμένων, ἡ θεία νομοστάθμη, καὶ τῶν σῶν τέκνων φύλαξ, καὶ καταφύγιον.
Χάριν κεκτημένος παρὰ Θεοῦ, δαίμονας διώκειν, καὶ ἰάσθαι πάθη δεινά, θεράπευσον Πάτερ, ἡμῶν τὰς ἀσθενείας, καὶ ῥῦσαι σοφισμάτων, τοῦ πολεμήτορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, ἀντιλήπτωρ καὶ φρουρός, καὶ καταφυγὴ καὶ προστάτης, καὶ θεῖος ἔφορος, πέλεις Ἀθανάσιε τῶν ἀφορώντων σοι· διὰ τοῦτο βοῶμέν σοι· ἐκ πάσης ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων καὶ περιστάσεων, ῥύου, τῶν πιστῶς σε τιμῶντας, καὶ ἁμαρτημάτων κηλῖδος, κάθαρον ἡμᾶς ταῖς ἱκεσίαις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου