ΑΥΓΟΥΣΤΟΣ ΚΔ΄.
ΕΥΤΥΧΗΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν,
Λόγοις πυρσευόμενος, καὶ θεοφθόγγοις διδάγμασιν, Ἰωάννου τοῦ μάκαρος, Εὐτυχῆ θεόληπτε, θείου Ἀποστόλου, τούτου τὴν ἀγάπην, τὴν πρὸς Χριστὸν θερμῇ ψυχῇ, σαφῶς ἐκτήσω ἀξιοθαύμαστε, καὶ ὅλος ἐνθεώτατος, καὶ πλήρης χάριτος πέφηνας, καὶ νομίμως ἐνήθλησας, δι’ ἀγάπην τοῦ Κτίστου σου.
Πίστιν τὴν σωτήριον, ὁμολογῶν θείῳ στόματι, καὶ κηρύττων τρανώτατα, πρὸς τὴν γνῶσιν εἵλκυσας, ταύτης ψυχὰς πλείστας, καὶ τοῦ μαρτυρίου, καλῶς ἀνύσας τὴν ὁδόν, τῆς εὐσεβείας πᾶσιν ὑπέδειξας, τοῖς ἄθλοις σου τὴν δύναμιν, καὶ ἐπαξίως δεδόξασαι, πρὸς Χριστοῦ τοῦ παντάνακτος, Εὐτυχῆ παμμακάριστε.
Πλείστους πόνους ἤνεγκας, καὶ ἀλγηδόνας τοῦ σώματος, ὡς ἀσώματος ἔνδοξε, καὶ πᾶσαν κατήσχυνας, τὴν ὀφρὺν τῆς πλάνης, καὶ θαύμασι θείοις, καταπαλαίσας τὸν ἐχθρόν, πρὸς Βασιλείαν τὴν ὑπερκόσμιον, ἐπήρθης ἀγαλλόμενος, καὶ τοῖς Ἀγγέλοις ἠρίθμησαι, Εὐτυχῆ παναοίδιμε, ὡς Χριστοῦ Μάρτυς ἔνθεος.
Πάντας τοὺς τιμῶντάς σε, καὶ τὴν ἁγίαν σου ἄθλησιν, ἐν ναῷ τῷ ἁγίῳ σου, Εὐτυχῆ γεραίροντας, καὶ ἐπιτελοῦντας, ἐν ᾠδαῖς καὶ ὕμνοις, λύτρωσαι πάσης συνοχῆς, καὶ ἐπηρείας καὶ περιστάσεως, καὶ δίδου τούτοις ἄνωθεν, τῆς θαυμαστῆς προστασίας σου, τὰ δωρήματα Ἅγιε, ὡς ἡμῶν θεῖος ἔφορος.
Δόξα. Ἦχος α’
Τῆς εὐσεβείας μυηθεὶς τὴν λαμπρότητα, ἀξίως τὴν ζωὴν διήγαγες, ὡς τῶν ἄνω ἐραστής, καὶ τοῦ Σωτῆρος μαθητής, Εὐτυχῆ παμμακάριστε. Καὶ τὴν κλῆσιν ἀληθεύουσαν δείξας, εὐτυχίας τῆς κρείττονος, ἐκφαίνεις τὰς χάριτας, τοῖς ἐνθέοις τρόποις σου. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου, ὡς Ἀποστόλων ὁμότροπος.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μύστης θεοειδής, καὶ ὁπαδὸς ἐγένου, τοῦ θείου Ἀποστόλου, ὦ Εὐτυχῆ θεόφρον, καὶ δόξης θείας ἔτυχες.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤνεγκας καρτερῶς, ἀθλήσεως τοὺς πόνους, καὶ ἔδειξας τοῖς πᾶσιν, ὦ Εὐτυχῆ θεόφρον, τῆς πίστεως τὰς χάριτας.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ, τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην σου τὴν σεπτήν, φαιδρῶς ἐπιτελοῦντας, βοῶμέν σοι παμμάκαρ, πλήρου ἀπαύστως, ὦ Εὐτυχῆ πᾶν αἴτημα.
Δόξα. Τριαδικόν.
Μίαν ὁμολογῶν, τρισὶν ἐν χαρακτῆρσι, θεότητα θεόφρων, Τριάδα τὴν Ἁγίαν, μαρτυρικῶς ἠγώνισαι.
Καὶ νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Πατρός, σωματικῶς τεκοῦσα, ὑπερφυῶς Παρθένε, τὴν φύσιν τῶν ἀνθρώπων, πρὸς οὐρανοὺς ἀνήγαγες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, δοχεῖον ὤφθης, θείας χάριτος, τοῦ Θεολόγου, κοινωνήσας Εὐτυχῆ ἀξιάγαστε· καὶ μαρτυρίου ἀνύσας τὸν δίαυλον, μαρτυρικῆς ἠξιώθης λαμπρότητος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ το· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Προσόμοια τοῦ Ἁγίου Ἱερομάρτυρος Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Μάρτυς
Εὐτυχῆ μακάριε, μαθητευθεὶς ἱερῶς, τῷ τοῦ Λόγου σεπτῷ μαθητῇ, Θεολόγῳ κήρυκι,
πρὸς αὐτοῦ πᾶσαν μύησιν, ἱερωτάτην ἤδη μεμύησαι, καὶ φῶς ὡράθης, φωτίζων χάριτι,
πᾶσαν διάνοιαν, ταῖς θεολογίαις σου ταῖς ἱεραῖς· ὅθεν τὴν ἁγίαν σου, μνήμην
γεραίρομεν.
Πλάνης
καθεῖλες ὀχύρωμα, ἀναμοχλεύσει στεῤῥᾶς, καρτερίας πανόλβιε, καὶ δεσμὰ ὑπήνεγκας,
καὶ ἀοίδιμον θάνατον· ἀθανασίας ὅθεν ἐπέτυχες, χοροῖς Μαρτύρων, Ἀγγέλων τάξεσι,
συναυλιζόμενος, καὶ μεθέξει κρείττονι θεοπρεπῶς, κάλλιστα θεούμενος, καὶ τελεώτατα.
Ἐν τῇ φρουρᾷ κεκλεισμένος ὤν, ἄρτον ἐδέξω ζωῆς, οὐρανόθεν ἀοίδιμε, ἐμβληθεὶς εἰς φλόγα δέ, ἀδιάφλεκτος ἔμεινας, πληγὰς ὑπέστης, δεινῶς ξεόμενος, ὁρμὰς θηρίων, εὐχαῖς ἐπράϋνας, ξίφει τὴν κάραν σου, ἀπετμήθης αἵματι πρὸς οὐρανόν, ἀνακουφιζόμενος, ὡς θείῳ ἅρματι.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς τοῦ λόγου τῆς χάριτος, δεδεγμένος τὴν ἔλλαμψιν, Εὐτυχῆ μακάριε θείῳ Πνεύματι, τῷ Μαθητῇ ὡς προσέδραμες, ἀκορέστῳ ἔρωτι, Ἰωάννῃ τῷ κλεινῷ, Θεολόγῳ τῆς πίστεως, κῆρυξ ἔνθεος, καὶ φωστὴρ ἀνεδείχθης τῶν ἀῤῥήτων, καὶ ἐνήθλησας νομίμως, ὑπὲρ Χριστοῦ τοῦ παντάνακτος.
Πολυτρόποις κολάσεσιν, ὁμιλήσας στεῤῥότατα, τὸ τῆς πλάνης φρύαγμα κατεπάτησας, τῇ ἀνενδότῳ ἐνστάσει σου, Εὐτυχῆ μακάριε, τὰς στρεβλώσεις γὰρ σοφέ, ὡς ἀσώματος ἤνεγκας, καὶ τελέσας σου, ἀκλινῶς τὸν ἀγῶνα Ἀσωμάτων, ταῖς χορείαις ἠριθμήθης, δόξης ἀῤῥήτου πληρούμενος.
Τὸν ναόν σου τὸν ἅγιον, ὡς ἁγίασμα ἔνθεον, καὶ λιμένα ἄκλυστον καὶ σωτήριον, πεπλουτηκότες προστρέχομεν, αὐτῷ μετὰ πίστεως, καὶ τὴν ἄθλησιν τὴν σήν, χαρμοσύνως γεραίρομεν, καὶ βοῶμέν σοι· ὡς ἡμῶν Εὐτυχῆ θερμὸς προστάτης, πάσης βλάβης ἡμᾶς ῥύου, καὶ ἀναγκῶν τε καὶ θλίψεων.
Δόξα. Ἦχος β΄.
Τῷ Θεολόγῳ Ἰωάννῃ μεμαθητευμένος, διανοίᾳ καθαρᾷ, τῆς εὐσεβείας τὸ μέγα μυστήριον, ἀκριβῶς μεμυσταγώγησαι, Εὐτυχῆ θεομάκαρ. Καὶ πᾶσι χαίρειν εἰπὼν τοῖς προσύλοις, τῶν ἀγαθῶν ὧν ἐτρύφησας, ἔσπευσας μεταδοῦναι τοῖς ἐν ἀγνωσίᾳ καθεύδουσι. Καὶ πολλοὺς Χριστῷ προσαγαγών, μαρτυρικῶν ἀγώνων διήνυσας στάδιον, καὶ ἐπαξίων ἐπάθλων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Λιτή. Τοῦ Ἁγίου τῆς Μονῆς ἢ τοῦ Ναοῦ.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος δ’.
Τὸν ἐν ζήλῳ Ἀποστόλων διαπρέψαντα, καὶ ἐν ἀγῶσι Μαρτύρων, δοκιμώτατον φανέντα, Εὐτυχῆ τὸν μέγα Ἱερομάρτυρα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Τῆς ἐν Χριστῷ γὰρ εὐτυχίας, φερωνύμως μετεσχηκώς, πάντας διεγείρει πρὸς μετοχὴν αὐτῆς, τῷ θείῳ κηρύγματι. Καὶ μαρτυρικῶν καμάτων δίαυλον τελέσας, ἐπαξίων ἐπάθλων ἠξίωται, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τοῦ Χριστοῦ τῷ Μαθητῇ, τῷ ἠγαπημένῳ προσῆλθες, καθαρωτάτῃ ψυχῇ, τότε τῇ ἐγγύτητι τούτου πεπλήρωσαι, Εὐτυχῆ ἀξιάγαστε, γνώσεως ἁγίας, καὶ τῆς ὑπὲρ ἔννοιαν, θείας ἐλλάμψεως· ὅθεν, τὴν ἁγίαν σου μνήμην, ἐν ἀγαλλιάσει τελοῦντες, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, μαρτυρίου τὴν ὁδόν, πόθου τοῦ Χριστοῦ καὶ ἀγάπῃ, διῆλθες Ἅγιε, τότε ὡς ἀσώματος, πλείστας ὑπέμεινας, ἀλγηδόνας καὶ μάστιγας, καὶ τῶν παρανόμων, ᾔσχυνας τὸ φρύαγμα, τῇ καρτερίᾳ σου· ἔξω γὰρ σαρκὸς καὶ τοῦ κόσμου, ὤφθης Εὐτυχῆ Ἀθλοφόρε, καὶ πολλοῖς ἐν θαύμασι δεδόξασαι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ, τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Μάρτυς Εὐτυχῆ θεοφόρε, τῷ σῷ ἁγίῳ ναῷ, καὶ πανηγυρίζοντας, τὴν θείαν μνήμην σου, πάσης βλάβης καὶ θλίψεως, ἀτρώτους συντήρει, ταῖς σαῖς παρακλήσεσι, πρὸς τὸν Σωτῆρα Χριστόν· θεῖος γὰρ προστάτης τυγχάνεις, καὶ πρὸς τὸν Δεσπότην μεσίτης, πάντων τῶν πιστῶς μακαριζόντων σε.
Δόξα. Ἦχος πλ. δ΄.
Φοιτητὴς καὶ ὁμόσκηνος, τῷ ἠγαπημένῳ Μαθητῇ τοῦ Χριστοῦ ἐγένου, καταλιπὼν τὰ φθειρόμενα, οὐρανίῳ Εὐτυχῆ φρονήματι. Καὶ τῷ θεηγόρῳ Παύλῳ διακονήσας, τῆς πλάνης τοῦ ἐχθροῦ ἀπήλλαξας, τοὺς δεξαμένους τὸν λόγον σου. Καὶ νῦν σὺν αὐτοῖς, ἐν οὐρανίοις θαλάμοις οἰκῶν, καὶ τὰ γέρα τῶν πόνων κομιζόμενος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείου Πνεύματος, δοχεῖον ὤφθης, θείας χάριτος, τοῦ Θεολόγου, κοινωνήσας Εὐτυχῆ ἀξιάγαστε· καὶ μαρτυρίου ἀνύσας τὸν δίαυλον, μαρτυρικῆς ἠξιώθης λαμπρότητος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν λόγον τοῦ Χριστοῦ, εὐσεβῶς δεδεγμένος, ἐκήρυξας σοφέ, θεολόγῳ σου γλώσσῃ, τὸ μέγα μυστήριον, τῆς αὐτοῦ σωματώσεως· δι’ οὗ ἤρθημεν, ἐξ ἧς πεπτώκαμεν δόξης, οἱ γεραίροντες, ὦ Εὐτυχῆ θεοφόρε, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀφράστως τὸν Θεόν, ἐν γαστρί συλλαβοῦσα, καὶ τέξασα Αὐτόν, ἐν μορφῇ τῇ βροτείᾳ, ἡμᾶς ἀνακαλούμενον, πρὸς τὴν πρώτην λαμπρότητα, ὤφθης πάναγνε, ἁμαρτωλῶν σωτηρίαν, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, ἡμῶν τῶν ὑμνούντων σε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μαθητὴς καὶ συνήθης Εὐτυχῆ πέφηνας, τοῦ Μαθητοῦ τοῦ Σωτῆρος, καὶ Θεολόγου σοφοῦ, παρ’ αὐτοῦ δὲ μυηθεὶς τὰ ὑπὲρ ἔννοιαν, μυσταγωγὸς καὶ ὁδηγός, σωτηρίας πρὸς ὁδόν, ἐδείχθης τοῖς πλανωμένοις, καὶ ἱκετεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σαρκωθεὶς ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, ἐξ ἁγνῶν Σου αἱμάτων, ὑπὲρ κατάληψιν, καταφύγιον ἡμῶν μέγα Σε ἔδειξε, καὶ σωτηρίας ἀπαρχήν, καὶ προστάτην ἀσφαλῆ, πανύμνητε Θεοτόκε· ὅτι ὁσῶραι Παρθένε, τῇ Σῇ πρεσβείᾳ καταφεύγομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἱερεὺς θεόληπτος, Εὐτυχῆ ὤφθης, καὶ οἰκείοις αἵμασι, τὴν σὴν ἐφοίνιξας στολήν, καὶ τῷ Χριστῷ προσενήνεξαι, ὡς ἱερώτατον θῦμα μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν τῶν ὅλων Κύριον, σαρκὶ τεκοῦσα, τῆς σαρκός μου νέκρωσον, Παρθενομῆτορ τὰς ὁρμάς, καὶ τῇ ψυχῇ μου ἐμφύτευσον, τὸν θεῖον φόβον, θερμῶς ἱκετεύω Σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ, τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπε ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς… Ζήτει τῇ Τετάρτῃ τῆς Γ’ Ἑβδομάδος Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῆς εὐσεβείας τῷ φωτί, τὴν ζωὴν φαιδρύνας, πρὸς τὴν ἄνω δόξαν, ὁλοσχερῶς ἠτένισας, Ἱερομάρτυς Εὐτυχῆ· καὶ τὸ δοθέν σοι τάλαντον αὐξήσας, τῆς τῶν δικαίων χαρᾶς ἠξίωσαι, τελέσας τὸν δρόμον. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, οἱ τιμῶντες τὴν μνήμην σου, δεόμεθά σου Ἅγιε.
Ὁ Κανὼν τοῦ Ἁγίου Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τὴν Εὐτυχοῦς μέλψωμεν ἔνθεον χάριν. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραώ.
Τῶν Ἀποστόλων καὶ Μαρτύρων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, ἑορτὴν ἐκτελοῦντας, φωτὸς μετόχους ἀνάδειξον, Μάρτυς Εὐτυχῆ ἀξιάγαστε.
Ἠγαπημένῳ μαθητῇ μακάριε, μαθητευθεὶς εὐσεβῶς, καὶ τοὺς αὐτοῦ τρόπους, ἄγαν μιμησάμενος, τὸν Κύριον ἠγάπησας, τοὺς αὐτοῦ θείους νόμους, πληρώσας καὶ τὰ παθήματα, Τούτου Εὐτυχῆ μιμησάμενος.
Νόμῳ τῷ θείῳ εὐσεβῶς πειθόμενος, σάρκα ἐνέκρωσας, ἀσκητικοῖς πόνοις, κόσμου μακρυνόμενος, καὶ ὄρεσιν ἀοίδιμε, διαιτώμενος Μάρτυς, καὶ τὴν ψυχὴν καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος.
Θεοτοκίον
Ἐν σοὶ Παρθένε
τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, ἁμαρτιῶν ῥύπου, ὅλον με ἀπόπλυνον, καὶ
καθαρὸν ἀπέργασαι, τῷ Υἱῷ Σου ἀρίστως, εὐαρεστοῦντα καὶ πράττοντα, Τούτου τὸ
πανάγιον θέλημα.
ᾨδὴ γ' Ὁ στερεώσας κατ' ἀρχάς
Ὑπεραστράπτοντα φωτί, κηρύγματος τοῦ πανσόφου, ὥσπερ ἥλιον εὑράμενος Παῦλον, συμπεπόρευσαι αὐτῷ, ἀστὴρ καθάπερ μέγιστος, φωταγωγῶν καρδίας, μάκαρ θεόφρον ἐν Πνεύματι.
Τῶν θεολόγων ἡ κρηπίς, τῶν Μαθητῶν ἡ ἀκρότης, Ἰωάννης ὁ στερέμνιος φίλος, τοῦ Σωτῆρος ἀπὸ γῆς, ἐνθέως μεθιστάμενος, σοὶ τοῦ Θεοῦ τὴν ποίμνην, μάκαρ ποιμαίνειν παρέθετο.
Ὑπερκαλλὴς καὶ φωταυγής, καὶ πλήρης Πνεύματος θείου, τῷ δικάζοντι ἀνόμως παρέστης, διελέγχων τὴν αὐτοῦ, δυσσέβειαν πανόλβιε, καὶ τοῦ Χριστοῦ τὴν θείαν, ὁμολογῶν ἐνανθρώπησιν.
Θεοτοκίον
Χαῖρε ἡ μόνη
τὴν χαράν, ἀνερμηνεύτως τεκοῦσα, χαῖρε ἅρμα καὶ νεφέλη τοῦ Λόγου, χαῖρε θρόνε
τοῦ Θεοῦ, Παρθένε ἀπειρόγαμε, χαῖρε Ὁσίων δόξα, χαῖρε μαρτύρων στεφάνωμα.
Κάθισμα Ἦχος γ' Θείας πίστεως
Φέγγος ἤστραψας θεογνωσίας, σκότος ἔλυσας πολυθεΐας, μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἰαμάτων πηγάζων χαρίσματα, τῶν προσιόντων καθαίρεις νοσήματα, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας
σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα,
τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον,
πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
ᾨδὴ δ', Σύ μου ἰσχύς, Κύριε
Ὅλῳ νοΐ, ἀποδημῶν πρὸς τὸν Κύριον, οὐκ ᾐσθάνου, πάντοθεν τυπτόμενος, καὶ σπαραττόμενος χαλεπῶς, οἷα δὲ εὐῶδες, θυμίαμα ἀξιάγαστε, ὀσμῆς τοὺς παρεστῶτας, ἀπεπλήρωσας θείας, ἐνεργείᾳ θεόφρον τοῦ Πνεύματος.
Ὑπὸ Θεοῦ, Μάρτυς θεόφρον φρουρούμενος, ἐν φρουρᾷ τε, δέσμιος καθήμενος, ἄρτον οὐράνιον ὁρατῶς, χαίρων ὑπεδέξω, Θεοῦ σε παραθαῤῥύνοντος, τοῦ μόνου ἀθλοθέτου, Εὐτυχῆ ἀθλοφόρε, οὗ τὸ πάθος τὸ θεῖον ἐζήλωσας.
Σοῦ τὸ σεπτόν, στόμα ἀνοίξας ἐν Πνεύματι, πρὸ βημάτων, πάνσοφε ἱστάμενος, δικαστικῶν τὴν ἀληθινήν, πίστιν τῆς Τριάδος, ἐτράνωσας ἐμφανέστατα, εἰδώλων δὲ τὴν πλάνην, ἐστηλίτευσας μάκαρ, καὶ τυράννων ἀθέων φρονήματα.
Μετὰ πολλάς, ἄλλας αἰκίας τοῦ σώματος, θείῳ πόθῳ, μάκαρ πυρπολούμενος, τὴν ἐξαφθεῖσαν φλόγα πυρός, χαίρων ὑπεισῆλθες, ἀποτομίᾳ δικάζοντος, ἐφλέχθης δὲ οὐδόλως· ἡ γὰρ θεία σε δρόσος, Εὐτυχῆ οὐρανόθεν ἐδρόσιζεν
Θεοτοκίον
Ἐν γυναιξί, μόνη Παρθένος διέμεινας, καὶ πρὸ τόκου, καὶ μετὰ τὴν γέννησιν· Θεὸς γὰρ ἦν ὁ καινοτομῶν, φύσεις ὑπὲρ λόγον, ἐκ σοῦ ἀῤῥήτως σαρκούμενος, ὁ ἄνω πρὸ αἰώνων, καὶ ἐν γῇ εἰς τὰ τέλη, γεννηθεὶς τῶν αἰώνων πανάμωμε.
ᾨδὴ ε', Ἵνα τί με ἀπώσω
Λόγον θεῖον πλουτήσας, ἅπασι τοῖς χρῄζουσι μάκαρ μετέδωκας, καὶ Χριστοῦ τὴν ποίμνην, ἱερεὺς δεδεγμένος ἐποίμανας, νουθετῶν διδάσκων, καθοδηγῶν πρὸς σωτηρίαν, Εὐτυχῆ Ἀθλοφόρε πολύαθλε.
Ψυχολέτειραν πλάνην, σθένει θείου Πνεύματος ἀποσεισάμενος, τῷ Χριστῷ προσῆλθες, καὶ πληθὺν τούτῳ Μάρτυς προσήγαγες, σῳζομένων πίστει, σοῦ ταῖς σεπταῖς θεηγορίαις, Εὐτυχῆ Ἀθλητῶν ἐγκαλλώπισμα.
Ὡς ὡραῖοι οἱ πόδες σου, μακαριώτατε τρίβον ὁδεύσαντες, μαρτυρίου θείου, καὶ ἐν τούτῳ καλῶς βηματίσαντες, καὶ πρὸς πλάτος μέγα, τῆς οὐρανίου Βασιλείας, καταντήσαντες Μάρτυς ἀοίδιμε.
Θεοτοκίον
Μητροπάρθενε
Κόρη, ἡ τὸν ἀπερίληπτον Λόγον κυήσασα, τῶν Ἀγγέλων δόξα, καὶ δαιμόνων τὸ τραῦμα
Θεόνυμφε, τὴν ἐμὴν καρδίαν, τραυματισθεῖσαν ἁμαρτίαις, θεραπείας ἐνθέου ἀξίωσον.
ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτήρ
Ἐφέσει κατασχεθείς, τῆς ἐν Χριστῷ τελειώσεως, ἐξ Ἐφεσίων σοφέ, δεσμώτης ἐξώρμησας, καὶ πρὸς τὴν πατρίδα σου, Σεβαστὴν τοῖς ἄθλοις, ἐγκοσμούμενος κατέπαυσας.
Ναὸς ὑπάρχων Θεοῦ, ὡραῖος καὶ καθαρώτατος, ναοὺς εἰδώλων αἰσχρούς, κατέστρεψας χάριτι, καὶ πρὸς ἐπουράνιον, ναὸν ἀνηνέχθης, Εὐτυχῆ Θεῷ παρίστασθαι.
Ἐνίσχυσέ σε ὁδῷ, βαδίζοντα θεῖος Ἄγγελος, προλέγων σοι ἐμφανῶς, τὸ μέλλον τρανότατα, Εὐτυχῆ πανόλβιε, ἰσαγγέλῳ ὄντι, καὶ σαρκὸς ἔξω ἐν Πνεύματι.
Θεοτοκίον
Νοός μου τὰς ἐκτροπάς, καὶ τῆς ψυχῆς τὰ κινήματα, τὰ ἐμπαθῆ καὶ δεινά, Παρθένε διόρθωσον, καὶ σῶσόν με φύλαξον, ἐκ τῶν καθ' ἑκάστην, ἀφειδῶς ἐπεμβαινόντων μοι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐτυχίας κρείττονος, κατατρυφήσας, Εὐτυχῆ μακάριε, ὡς ἱερεὺς καὶ ἀθλητής, Χριστὸν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν πίστει, τιμώντων τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τῶν ἐπιγείων καὶ φθαρτῶν, σαὐτὸν ἀποχωρίσας, τῇ ἀγαπήσει τοῦ Χριστοῦ προσῆλθες μετὰ πόθου, ὡς ἐνωτίσθης τῆς φωνῆς, τοῦ Ἰωάννου τοῦ κλεινοῦ καὶ θείου Ἀποστόλου. Αὐτῷ γὰρ θερμῶς προσεκολλήθης, καὶ εἰσεδέξω παρ’ αὐτοῦ, τῆς ἄνω σοφίας τὰ θεῖα διδάγματα. Καὶ μυστηρίων θείων ἐν μεθέξει γενόμενος, Εὐτυχῆ μακάριε, μαρτυρικῶς Χριστὸν ἐδόξασας, καὶ πρὸς Αὐτὸν χαίρων ἐνέδραμες, ἐκτενῶς καθικετεύων, ὑπὲρ τῶν πίστει, τιμώντων τὴν μνήμην σου.
Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Θεοῦ συγκατάβασιν
Θεοῦ ἐπινεύσεσι, τὸ πῦρ ἐσβέσθη τὸ εἰς ἀπώλειαν, ἐξαφθέν σοι θεόφρον· ἐξ οὐρανοῦ γὰρ βροντὴ ἠκούετο, καὶ χιονώδεις σταγόνες ἐπέμποντο, τοὺς ἀγνοοῦντας αὐτόν κατακαλύπτουσαι.
Εὐτόνως ξεόμενος, εὐώδη μύρα Μάρτυς ἀπέπεμπες, εἰς ὀσμὴν παθημάτων· τοῦ κενωθέντος καὶ γὰρ ἐπέδραμες, Λόγου καὶ Κτίστου, πρὸς ὃν ἀνεκραύγαζες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ βίος σου ἄμωμος, ἡ μαρτυρία σοφὲ πανθαύμαστος, καὶ σωτήριος πᾶσι, τοῖς προσιοῦσιν ἡ τῶν λειψάνων σου, ἁγία θήκη, ἰάσεις πηγάζουσα, καὶ μολυσμοῦ τῶν παθῶν πολλοὺς ἐξαίρουσα.
Θεοτοκίον
Νοήσαντες πόῤῥωθεν,
σεπτοῖς Προφῆται τοῦ μυστηρίου σου, τὸ ἀπόῤῥητον βάθος, ποικιλοτρόπως πᾶσιν ἐτράνωσαν,
τὴν σὴν λοχείαν Παρθένε κραυγάζοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η', Ἑπταπλασίως κάμινον
Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀλογωτάτως βλέπων σε, ὑπ' ἀνόμων κρινόμενον, θὴρ ὁ πρὸς τὴν σήν, εὐτρεπισθεὶς ἀπώλειαν, τρανῶς ἀποφθέγγεται, παντοδυνάμῳ νεύματι, καὶ τὰ μεγαλεῖα, τοῦ Σωτῆρος κηρύττει, ἐκπλήττων τοὺς βοῶντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥώμῃ Θεοῦ καὶ χάριτι, τὸν ἀγῶνα τὸν μέγιστον, Μάρτυς διανύσας, τῶν στεφάνων ἔτυχες, τῆς νίκης γηθόμενος, καὶ τοῖς χοροῖς ἠρίθμησαι, πάντων Ἀποστόλων, καὶ Ἁγίων Μαρτύρων· μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰχνηλατῶν πανεύφημε, τοῦ Χριστοῦ τὰ παθήματα, ἤθλησας νομίμως, ὡς Χριστοῦ διάκονος, καὶ χλαῖναν ἐφοίνιξας, μαρτυρικοῦ ἐξ αἵματος, ἥν περ στολισθείς, βασιλικῶς εἰς τὰ ἄνω, βασίλεια μετέστης, ἐν χαρᾷ ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Νενεκρωμένην δήγματι, τὴν ψυχήν μου τοῦ ὄφεως, μόνη προφανῶς, ἡ τὴν ζωὴν κυήσασα, πανάμωμε ζώωσον, καὶ ἐνεργεῖν εὐόδωσον, τὰ τοῦ δι' ἡμᾶς, ἐκ σοῦ τεχθέντος Παρθένε, θελήματα, βοῶσαν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ', Ἐξέστη ἐπὶ τούτῳ
Ἰάσεις ἀναβλύζεις παντοδαπάς, καὶ νοσήματα παύεις βαρύτατα, πρὸ τοῦ Χριστοῦ, χάριν κομισάμενος ἀληθῆ, καλῶς ἀγωνισάμενος, καὶ καταπαλαίσας τοὺς δυσμενεῖς, θεόφρον Ἀθλοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ τῶν Μαρτύρων ἀκροθίνιον.
Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ἣν Ἰησοῦς κατέστεψε, νίκης διαδήματι εὐπρεπεῖ, φωστὴρ τῆς Ἐκκλησίας, κραταίωμα καὶ κλέος, τῶν εὐσεβῶς μακαριζόντων σε.
Συνέτριψας τὸ κράτος τοῦ πονηροῦ, Εὐτυχῆ Ἀθλοφόρε πανεύφημε, καὶ κατ' αὐτοῦ τρόπαιον ἐστήσω νεανικῶς, καὶ νικητὴς πανάριστος, ἤδη χρηματίζεις ἐν οὐρανοῖς, τῷ θρόνῳ τῆς Τριάδος, πολλῇ σὺν παῤῥησίᾳ, λελαμπρυσμένος παριστάμενος.
Ἡ μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον πάσιν ἐξέλαμψε, φωτιστικαῖς, λάμψεσι φωτίζουσα τοὺς πιστῶς, καὶ εὐσεβῶς ἑκάστοτε, ταύτην ἑορτάζοντας Εὐτυχῆ· ἐν ᾗ σε δυσωποῦμεν, ὡς ἔχων παῤῥησίαν, τὴν σωτηρίαν ἡμῶν αἴτησαι.
Θεοτοκίον
Φωνήν σοι προσφωνοῦμεν τοῦ Γαβριήλ· Χαῖρε γῆ ἐκλεκτή, Χαῖρε τράπεζα, χρυσοειδής, Χαῖρε τῶν ἀνθρώπων καταφυγή, Χαῖρε Μαρτύρων καύχημα, Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, Ἁγία Θεοτόκε, κραταίωμα τῶν πίστει, εἰλικρινῶς μακαριζόντων σε
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθλητικοῖς παλαίσμασι, τὴν σὴν ζωὴν ἐλάμπρυνας, καὶ τῶν τυράννων τὰ θράση, τῇ ἀνενδότῳ σου στάσει, εἰς τέλος καταβέβληκας, καὶ τοῦ Χριστοῦ τῷ βήματι, παρέστης ἀγαλλόμενος, ὦ Εὐτυχῆ ἱκετεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Θεοτοκίον
Χριστὸν τὸν ὑπεράγαθον, καὶ Ποιητὴν τῆς κτίσεως, προήγαγες ὑπὲρ φύσιν, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, Παρθένε παναμώμητε, ἡμᾶς ἀνακαινίζοντα· διὸ κἀμὲ ἐκκάθαρον, ἁμαρτιῶν πολυτρόπων, τῇ σῇ πολλῇ συμπαθείᾳ.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὴν χάριν καὶ τὴν λαμπρότητα, τῷ λόγῳ θησαυρίσας, Θεολόγου τοῦ πάνυ, ἐξέλαμψας ἐν κόσμῳ ὡς λαμπηδών, Εὐτυχῆ οὐρανόφωτος, καταφωτίζων τοὺς πίστει εἰλικρινεῖ, τοὺς προσιόντας σοι μακάριε.
Μαρτυρικαῖς ἀριστείαις τὴν πλάνην ἤλεγξας, καὶ ᾔσχυνας εἰς τέλος, τὴν ὀφρὺν τῶν ἀνόμων· ὡς ἄσαρκος γὰρ ἤνεγκας Εὐτυχῆ, τὰ φρικτὰ κολαστήρια, καὶ κληρονόμος ἐδείχθης ἐν οὐρανοῖς, ἀγαθῶν τῶν ὑπὲρ ἔννοιαν.
Ἐξ οὐρανοῦ ἀπαντάς σοι ἅγιος Ἄγγελος, τροφήν σοι προσκομίζει, Εὐτυχῆ θεοφόρε, καὶ θὴρ ὁ εἰς ἀπώλειαν σὴν ἀφεθείς, λογικὸς ὥσπερ ἄνθρωπος, φωνὴν ἀφῆκε κηρύττων σου τὴν πολλήν, πρὸς Θεὸν μάκαρ οἰκείωσιν.
Τοὺς τῷ ἁγίῳ ναῷ σου πιστῶς προστρέχοντας, καὶ πόθῳ ἐκτελοῦντας, τὴν ἁγίαν σου μνήμην, ἐξ ἐπηρείας τοῦ δυσμενοῦς, Εὐτυχῆ ἀπολύτρωσαι, καὶ τὸν Σωτῆρα δυσώπει δοῦναι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.
Δόξα. Ἦχος πλ. α’.
Μαρτυρικοῖς καμάτοις, τῆς ἀφθαρσίας ἐταμιεύσω τὴν λαμπρότητα, Ἱερομάρτυς Εὐτυχῆ ἀξιάγαστε· ὅλον γὰρ τὸν βίον, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ ἠνάλωσας, παριδὼν τὰ σφαλλόμενα. Καὶ ἐν ἀθλήσει ἀήττητος ὀφθείς, ἣν ἔσχηκας θεόθεν ἐπίνοιαν σαφῶς ἐξέφηνας, ὡς Ἀποστόλων ὁμότροπος. Μεθ’ ὧν Χριστῷ παρεστώς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Σύμπονος καὶ σύμπνους ἀναδειχθείς, Εὐτυχῆ θεόφρον, Ἀποστόλων τοῦ Χριστοῦ, μέγιστον ἀξίως, εἰσεποιήσω κλέος, καὶ τῶν παθῶν Κυρίου, Μάρτυς γεγένησαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου