Τετάρτη 28 Απριλίου 2021

ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ. ΤΩΝ ΕΝ ΑΡΑΠΙΤΣῌ ΝΑΟΥΣΗΣ ΝΕΟΜΑΡΤΥΡΩΝ ΑΚΟΛΟΥΘΙΑ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ

ΤΩΝ ΕΝ ΑΡΑΠΙΤΣῌ ΝΑΟΥΣΗΣ ΝΕΟΜΑΡΤΥΡΩΝ

ΝΕΑΝΙΔΩΝ ΤΕ ΜΗΤΕΡΩΝ ΚΑΙ ΠΑΙΔΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς δύο. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Φέρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος.

 

Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

 

Καὶ τῶν Ἁγίων δύο. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Θύματα πανίερα, Χριστοῦ γεγόνατε πίστεως, Νεομάρτυρες εὔφημοι, Ναούσης Νεάνιδες, εὐσταλεῖς Μητέρες, σὺν ὑμῶν τοῖς Τέκνοις, αἱ πορφυρώσασαι ῥοαῖς, τῆς Ἀραπίτσης ὑδάτων αἵμασιν, ὑμῶν καὶ συνηρίθμητε, τῶν Ἀθλοφόρων συντάγμασι· μεθ’ ὧν χαίρετε πάντοτε.

 

Μάρτυρες Νεάνιδες, τῆς παρθενίας αἱ φέρουσαι, τὸ λευκόχρουν ἱμάτιον, σαφῶς τῆς μολύνσεως, τοῦ ὑμῶν σαρκίου, ὑπ’ ἑσμοῦ ἀπίστων, Ναούσης κλέη ἱερά, κατακρημνίσεως εἰς τὰ ὕδατα, γενναῖαι προεκρίνατε, τῆς Ἀραπίτσης καὶ ὤφθητε, Ναουσαίων σεμνώματα, νεανίδων πολύτιμα.

 

Δόξα. Ἦχος β΄.

Τὴν ἀρνηθεῖσαν χορείαν ἐμπεσεῖν εἰς χεῖρας ἀπίστων, Νεανίδων καὶ Μητέρων σὺν τοῖς Παισὶν αὐτῶν ἐν Ναούσῃ, καὶ ἐθελουσίως κατακρημνισθεῖσαν εἰς Ἀραπίτσης ὕδατα, ἀξιοχρέως οἱ πιστοὶ μεγαλύνωμεν, καὶ ἐν εὐλαβείᾳ εἴπωμεν· Νεομάρτυρες πανεύφημοι, αἱ τῆς θηλείας φύσεως ἀνώτεραι ὀφθεῖσαι, καὶ καλλιμάρτυρας δείξασαι τὰ ὑμῶν τεκνίαν, μὴ παύσησθε σὺν αὐτοῖς Χριστὸν δυσωποῦσαι, ὑπὲρ τῶν τιμώντων ὑμῶν τὸ μαρτύριον.

 

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β΄.

 Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μάρτυρες εὐκλεεῖς, χορεία Νεανίδων, τῶν ἐν τῇ Ἀραπίτσῃ, ἀθλησασῶν Ναούσης, στεφάνοις κατεστέφθητε.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαῖρε σεπτὸς χορός, Μητέρων φιλοστόργων, ἐθελουσίως ἄρτι, τῶν ῥιφεισῶν Ναούσης, διὰ Χριστὸν εἰς ὕδατα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Παῖδες οἱ ταῖς χερσίν, ὑμῶν σεπτῶν Μητέρων, εἰς βάραθρον ῥιφέντες, Ναούσης κατάῤῥάκτου, προστᾶται παίδων πέλετε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὁ διὰ τῶν Μαρτύρων, σαφῶς ἐνδοξαζόμενος.

 

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, τῶν νεανίδων γέρας, ὡράϊσμα μητέρων, καὶ παίδων θεία σκέπη, εὐλογημένη Δέσποινα.

 

Νῦν ἀπολύεις.

Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Δεῦτε πάντες Ναούσης ἐγκωμιάσωμεν, Νεομαρτύρων χορείας, τῆς Ἀραπίτσης τὸν ῥοῦν, καθαγιασάσης αἵμασιν ὡς θύματα, πίστεως πάντιμον πληθύν, Νεανίδων εὐσθενῶν, Μητέρων ἅμα εὐστόργων, αὐτῶν Παισὶ σὺν ὀλβίοις, ὡς εὐσεβῶν φρουροὺς καὶ φύλακας.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.

Ἐσφραγισμένου τοῦ μνήματος ...

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’  καὶ ψάλλομεν Ἰδιόμελα στ’ τῆς Ἑορτῆς. Ἦχος α'. Ποίημα Ἰωάννου Μοναχοῦ

Τῶν θυρῶν κεκλεισμένων τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ, ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δούς, ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμός, καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι. (Δίς)

 

Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς· Εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ Ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας, ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δοὺς τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἦχος β'

Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

 

Τῶν θυρῶν κεκλεισμένων, ἐπιστὰς ὁ Ἰησοῦς τοῖς Μαθηταῖς ἀφοβίαν καὶ εἰρήνην ἐδίδου. Εἶτα λέγει τῷ Θωμᾷ· Τί μοι ἀπιστεῖς, ὅτι ἀνέστην ἐκ νεκρῶν; φέρε ὧδε τὴν χεῖρά σου, καί βάλε εἰς τὴν πλευράν μου, καὶ ἴδε· σοῦ γὰρ ἀπιστοῦντος, οἱ πάντες ἔμαθον τὰ πάθη καὶ τὴν Ἀνάστασίν μου, κράζειν μετὰ σοῦ· ὁ Κύριός μου καὶ ὁ Θεός μου δόξα σοι.

 

Καὶ γ’ τῶν Ἁγίων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ἐξ εὐλαβείας ἀχθείσας, πρὸς τὸ μαρτύριον, διὰ Χριστοῦ τὴν πίστιν, τὴν ἁγίαν ἐκθύμως, χορὸν τῶν Νεανίδων καὶ Γυναικῶν, τῆς Ναούσης τιμήσωμεν, σὺν τοῖς Παισὶ τοῖς πανάγνοις αὐτῶν ῥιφέν, Ἀραπίτσης εἰς τὰ ὕδατα.

 

Τῶν Νεανίδων Παρθένων, χορείαν μέλψωμεν, διὰ τιμὴν καὶ πιστίν, τοῦ Χριστοῦ τὴν ἁγίαν, προκρίνασαν τὴν ῥῖψιν εἰς ποταμοῦ, Ἀραπίτσης τὰ ὕδατα, τῆς εἰς τὰς χεῖρας τῆς πίστεως τῶν ἐχθρῶν, ἀσελγῶν καὶ φαύλων ῥίψεως.

 

Τὴν πανσεβάσμιον μνήμην πανηγυρίζοντες, Ναούσης νεοάθλων, εὐσεβῶν αἱ χορεῖαι, βοῶμεν ἐκ καρδίας· Παῖδες Χριστοῦ, Νεομάρτυρες ἅπαντας, σὺν Νεανίσι παγκάλοις καὶ τῷ χορῷ, τῶν ὑμῶν Μητέρων σκέπετε.

 

Δόξα... Ἦχος πλ. β'

Τὰ νεόδρεπτα κρίνα τῆς πίστεως, εὐωδιάσαντα ὀδμαῖς ἀριστείας καὶ ἐθελουσίου μαρτυρίου, οὐ μόνον Νάουσαν ἀλλὰ σύμπασαν τὴν οἰκουμένην, Νεανίδας Μητέρας καὶ Παῖδας εὐφημήσωμεν κράζοντες· Παρθενίας ἔκτυπα καὶ Μητέρες εὔστοργοι, σὺν τῷ χορῷ τῶν ὑμῶν Τέκνων, Μάρτυρες νεόαθλοι, οἱ ἐκ τῆς κατακρημνίσεως εἰς Ἀραπίτσης καταῤῥάκτας, ἀθλήσεως λαβόντες στεφάνους, ἔστε ἡμῶν ἀρωγοὶ καὶ φύλακας, τῶν ὑμνούντων ἐκθύμως ὑμῶν τὴν ἐνάθλησιν.

 

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)

Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄. Τῶν Ἁγίων.

Δεῦτε πάντες τὴν χορείαν, τῶν ἑκουσίως ἐν Ναούσῃ μαρτυρησάντων, Νεανίδων Μητέρων καὶ Παίδων ἐγκωμιάσωμεν, ὡς πίστεως νεόδρεπτα λείρια, ἐν εὐλαβείᾳ ψάλλοντες· Αἱ ἰδίαις χερσὶ κατακρημνισθεῖσαι, καὶ τὰ παιδία ὁδηγήσασαι εἰς Χριστοῦ ἀγκάλας, μὴ παύσησθε Αὐτὸν δυσωποῦσαι, ὑπὲρ τῶν τιμώντων ὑμῶν μνήμην τὴν ἀεισέβαστον.

 

Ἦχος β΄. Τῶν Ἁγίων.

Μὴ φεισάμεναι νεότητος κάλλους καὶ ἀκμῆς ἡλικίας, Νεάνιδες Ναούσης πανθαύμαστοι, προεκρίνατε μαρτύριον, τῆς ἐν δουλείᾳ σαρκὸς ἀτιμώσεως, καὶ Χριστοῦ ἀρνήσεως· ὅθεν ῥιφεῖσαι εἰς καταῤῥακτώδη Ἀραπίτσης ὕδατα, μετέστητε ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, Χριστῷ συνευφραίνεσθαι, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος

 

Ἦχος γ΄. Τῶν Ἁγίων.

Χριστὸν ὑπὲρ τέκνα ἀγαπήσασαι ὁλοθύμως, Μητέρες εὐλαβέσταται Ναούσης, ὑπὲρ Αὐτοῦ ἐθελουσίως ἠθλήσατε, καὶ τὰ Παιδία ὑμῶν ὠθήσατε πρὸς μαρτύριον· ὅθεν σὺν αὐτοῖς Χριστῷ συνόντες, χάριν μαρτυρικὴν εὕρατε Αὐτῷ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων ὑμῶν μνήμην τὴν ἀεισέβαστον.

 

Ἦχος δ΄. Τῶν Ἁγίων.

Παῖδες Ναούσης νεόαθλοι, οἱ διὰ μαρτυρίου Ἀγγέλοις συνευφραινόμενοι, ἡγιάσατε Ἀραπίτσης τὰ ὕδατα, ὑμῶν τοῖς πανάγνοις αἵμασιν· ἔχοντες οὖν παῤῥησίαν πρὸς Κύριον, μὴ παύσησθε Αὐτὸν ἱλεούμενοι, τοῖς χριστωνύμοις πᾶσι τῆς πόλεως, ὧν προστᾶται πέλετε ἀνύστακτοι

 

Ἦχος δ'. Τῆς Ἑορτῆς.

Κύριε, τῇ ἀστέκτῳ τῆς σῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν, τὴν πλευρὰν τραυμάτων σου χειρῶν καὶ ἐξεγύμνωσας, καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων, ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ, προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρί, τῆς σῆς διπλῆς οὐσίας, ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

Ἦχος πλ. δ'. Τῆς Ἑορτῆς.

Ἅψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

 

Δόξα... Τῶν Ἁγίων. Ἦχος δ΄.

Τὰς κρυπτούσας ἐν ἁπαλοῖς σώμασιν ἀνδρικὴν δύναμιν, καὶ διὰ Χριστὸν ἑαυτάς, ὁδηγησάσας πρὸς ἑκούσιον μαρτύριον, σὺν τοῖς Παισὶν αὐτῶν, Νεανίδας καὶ Μητέρας Ναούσης εὐφημήσωμεν, ὡς Νεομάρτυρας πίστεως οὕτως λέγοντες· Ἀμνάδες εὐπρεπέσταται Κυρίου, καὶ Παῖδες καλλίνικοι, οἱ Ἀγγέλοις συνευφραινόμενοι, ἐκτενῶς Χριστὸν δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν... Ἦχος πλ. δ' Ἀνατολίου. Τῆς Ἑορτῆς.

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

 

Εἰς τὸν Στίχον, Ἰδιόμελα. Τῆς Ἑορτῆς. Ἦχος δ'

Ὢ τοῦ παραδόξου θαύματος! ἀπιστία πίστιν βεβαίαν ἐγέννησεν· εἰπὼν γὰρ ὁ Θωμᾶς· Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, ψηλαφήσας δὲ τὴν πλευράν, ἐθεολόγει τὸν σαρκωθέντα, τὸν αὐτὸν Υἱὸν τοῦ Θεοῦ, ἐγνώρισεν ὡς πεπονθότα σαρκί, ἐκήρυξε τὸν ἀναστάντα Θεόν, καὶ ἐβόησε λαμπρᾷ τῇ φωνῇ, ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

Στίχ. Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Ὢ τοῦ παραδόξου θαύματος! τοῦ πυρὸς ὁ χόρτος ἁψάμενος σέσωσται· βαλὼν γὰρ ὁ Θωμᾶς ἐν τῇ πυρίνῃ πλευρᾷ τὴν χεῖρα, Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, οὐ κατεφλέχθη τῇ ψηλαφήσει· τῆς ψυχῆς γὰρ τὸ δυσπειθές, μετέβαλεν εἰς εὐπιστίαν θερμῶς, ἐκέκραξεν ἀπὸ βαθέων ψυχῆς· ὁ Δεσπότης σύ μου εἶ καὶ Θεός, ὁ ἐκ νεκρῶν ἐγηγερμένος, δόξα σοι.

 

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.

Ὢ τοῦ παραδόξου θαύματος! Ἰωάννης στήθει τοῦ Λόγου ἀνέπεσε, Θωμᾶς δὲ τὴν πλευρὰν προσψηλαφῆσαι κατηξιώθη· ἀλλ' ὁ μέν, ἐκεῖθεν φρικτῶς θεολογίας βυθὸν ἀνέλκει, τὴν οἰκονομίαν, ὁ δέ, ἠξίωται μυσταγωγῆσαι ἡμᾶς· παρίστησι γὰρ τὰς ἀποδείξεις τρανῶς τῆς Ἐγέρσεως αὐτοῦ, ἐκβοῶν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

Δόξα... Τῶν Ἁγίων. Ἦχος πλ. Δ΄΄.

Ἐνδεδυμέναι τὴν πανοπλίαν τῆς πίστεως, ὁμοθυμαδὸν προεκρίνατε θάνατον, τῆς ἀτιμωτικῆς δουλείας, καὶ τῆς τοῦ Κυρίου ἡμῶν ἀρνήσεως, Νεάνιδες καὶ Μητέρες τῆς Ναούσης, σὺν τοῖς ἡμῶν Βρέφοις καὶ Νηπίοις. Ψάλλουσαι οὖν ἐῤῥίφητε εἰς τὰ ἄγρια, τῆς Ἀραπίτσης ὕδατα, μετὰ τῶν νεοαθλῶν ὑμῶν βλαστῶν μακάριοι, ἵνα μαρτυρικοὺς λάβητε στεφάνους, καὶ χάριν πρεσβεύειν Κυρίῳ, δι’ Ὃν προθύμως ἠθλήσατε, ὑπὲρ τῶν τιμώντων ἡμῶν τὸ μαρτύριον.

Καὶ νῦν... Ἦχος πλ. α'. Τῆς Ἑορτῆς.

Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Νῦν ἀπολύεις.

Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Δεῦτε πάντες Ναούσης ἐγκωμιάσωμεν, Νεομαρτύρων χορείας, τῆς Ἀραπίτσης τὸν ῥοῦν, καθαγιασάσης αἵμασιν ὡς θύματα, πίστεως πάντιμον πληθύν, Νεανίδων εὐσθενῶν, Μητέρων ἅμα εὐστόργων, αὐτῶν Παισὶ σὺν ὀλβίοις, ὡς εὐσεβῶν φρουροὺς καὶ φύλακας.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.

Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Νεάνιδας μέλψωμεν, Ναούσης πανευλαβῶς, καὶ δῆμον νεόαθλον, Μητέρων πανευσθενῶν, σὺν τέκνοις εἰς ῥεύματα, ἅπαντας κρημνισθέντας, ποταμοῦ Ἀραπίτσης, ἵνα μὴ εἰς τὰς χεῖρας, τῶν τῆς Ἄγαρ ἐκγόνων, ἀπίστων ἀσελγῶν τε στυγνῶν, καὶ φαύλων πέσωσι.

Δόξα. Καὶ νῦν. Τοῦ Πεντηκοσταρίου. Ἦχ. α'. Τοῦ λίθου σφραγισθέντος.

Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων. Ἦχ. α'. Τὸν τάφον σου

Χορείαν εὐσεβῶν, νεανίδων Ναούσης, καὶ δῆμον εὐσταλῶς, φιλοστόργων Μητέρων σὺν Τέκνοις τιμήσωμεν, ταῖς αὐτῶν οἱ Χριστώνυμοι, ὅτι ἤθλησαν, ἐθελουσίως καὶ ῥεῖθρα, καθηγίασαν, τῆς Ἀραπίτσης αἱμάτων, αὐτῶν θείοις χεύμασι.

Δόξα. Καὶ νῦν. Τοῦ Πεντηκοσταρίου.

Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ' ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῶν Ἁγίων. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὰς Νεομάρτυρας, ἐν ὕμνοις μέλψωμεν, σεμνὰς Νεάνιδας, μαρτυρουπόλεως, Ναούσης σὺν σεπτῷ χορῷ Μητέρων μετὰ τῶν Τέκνων, ὧν αἱμάτων χεύματα καθηγίασαν ῥεύματα, Ἀραπίτσης πίστεως ὡς νεόδρεπτα λείρια, ἡδύναντα Χριστοῦ Ἐκκλησίαν ἄθλοις ἐθελουσίοις ἄρτι.

Δόξα. Καὶ νῦν. Τοῦ Πεντηκοσταρίου. Ἦχ. α'. Τὸν τάφον σου

Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀρρήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Προκείμενον. Ἦχος δ': Ἐπαίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

Στίχ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.

Ἡ Τάξις τοῦ Εὐαγγελίου με Ἀνάστασιν Χριστοῦ θεασάμενοι...

Δόξα... Ἦχος β': Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν... Θεοτοκίον: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Πεντηκοστάριον. Ἦχος β'. Στίχ. Ἐλέησόν με, ὁ Θεός…

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

 

Εἶτα οἱ Κανόνες· τοῦ Θωμᾶ μετὰ τῶν εἱρμῶν εἰς η΄, καὶ τῶν Ἁγίων εἰς στ΄, οὗ ἡ Ἀκροστιχίς: Γυναικῶν καὶ Παίδων Νεοάθλων, ᾆσμα. Χ. Μ. Μ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Γενναίων ὁμήγυριν, τῶν Νεανίδων τιμήσωμεν, Ναούσης καὶ ὅμιλον, Μητέρων πανευσταλῶν, σὺν τῷ τάγματι, αὐτῶν ἀκάκων Παίδων, ὧν αἵματα ἔχρωσαν, ῥοῦν τὸν ποτάμιον.

Ὑμνοῦντες ἐν ᾄσμασι, τὰς Ἀθληφόρους Νεάνιδας, Ναούσης εἰς ῥεύματα, ῥιφείσας τοῦ ποταμοῦ, διασχίζοντος, τὴν πόλιν Ἀραπίτσης, Χριστοῦ δι’ ἀγάπησιν, τοῦ Παντοκράτορος.

Ναούσης πανένδοξοι, Μητέρες Παῖδας αἱ φέρουσαι, ἐν κόλποις ἠθλήσατε, ὑπερφυῶς σὺν αὐτοῖς, ὑπὲρ πίστεως, ῥιφεῖσαι Ἀραπίτσης, εἰς ῥεῖθρα ἃ αἵμασι, κατεφοινίξατε.

Θεοτοκίον.

Ἁγνὴ ἀειπάρθενε, καὶ παναμώμητε Δέσποινα, ἡμῖν καθιλέωσαι, τὸν Σὸν Υἱὸν καὶ Θεόν, τοῖς ἐν ᾄσμασι, τιμῶσί Σε προθύμως, ἑκάστοτε ἄχραντε, Θεογεννήτρια.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ἰσχύϊ Θεοῦ δυναμωθεῖσαι, Ναούσης Νεάνιδες σεμναί, εἰς Ἀραπίτσης βάραθρον, καταῤῥακτώδη ἅπασαι, ἑκοῦσαι ἐκρημνίσθητε, πρὸ τῶν ἀπίστων τὰ ὄμματα.

Κιννάμωμα πίστεως εὐώδη, Παιδίας Ναούσης εὐανθοῦς, ὑμῶν δι’ ἐναθλήσεως, ἐκ τῶν Μητέρων ἄσπιλα, ὑμῶν τῶν κόλπων Κτίσαντος, εἰς τὰς ἀγκάλας ἐῤῥίφητε.

Ὡς νέων σεμνώματα Μαρτύρων, τιμῶμεν ὑμᾶς πανευλαβῶς, Μητέρες γενναιόταται, Ναούσης αἱ προκρίνασαι, Χριστοῦ τῆς ἀπαρνήσεως, τὴν εἰς τὸ βάραθρον κρήμνησιν.

Θεοτοκίον.

Ναὲ τοῦ Θεοῦ ἡγιασμένε, ναοὺς ἀγαθότητος ἡμᾶς, καὶ σωφροσύνης ἅπαντας, ἀνάδειξον τοὺς σπεύδοντας, ὑμνολογῆσαι πλῆθός Σου, τῶν θαυμασίων Μητρόθεε.

 

Ἡ Ὑπακοὴ τῆς Ἐορτῆς. Ἦχος πλ. β'

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.

 

Κοντάκιον, τῶν Ἁγίων. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.

Ναούσης πάνσεμνοι, Νεάνιδες καὶ εὔστοργοι, Μητέρες πίστει σὺν ὑμῶν Τέκνοις ἀθλήσασαι, ἑκουσίως εἰς τὰ ῥεύματα κρημνισθεῖσαι, Ἀραπίτσης σὺν Ἀγγέλοις ἐπαγάλλεσθε, στεφηφόροι ὡς καλλίνικοι νεόαθλοι· ὅθεν κράζομεν· Χαῖρε δῆμε πανάριστε.

Ὁ Οἱκος.

Ἄγγελοι καθορῶντες, ἄθλους ἐθελουσίους, ὑμῶν καὶ Ἀραπίτσης εἰς ῥεῖθρα, κατακρήμνισιν ἴων ᾠδαῖς, ὑμᾶς ἔστεψαν θεῖαι Νεάνιδες, Μητέρες σὺν Βλαστήμασιν, ὑμῶν· διὸ πιστῶς βοῶμεν·

Χαίρετε, κλέη τῶν Ναουσαίων·

χαίρετε, εὔχη Νεομαρτύρων.

Χαῖρε, Νεανίδων χορὸς θεοσύλλεκτος·

χαῖρε, Παίδων θείων χορεία πανόλβιος.

Χαῖρε, στέφος θεοκόσμητον φιλοστόργων Γυναικῶν·

χαῖρε, σμῆνος θεοτίμητον Νεανίδων εὐσθενῶν.

Χαῖρε, πλῆθος Ναούσης τῶν εὐτόλμων Μητέρων·

χαῖρε, δῆμος Νηπίων καὶ Βρεφῶν νεοάθλων.

Χαίρετε, πύργοι ἀνδρείας καὶ ἁγνείας Νεάνιδες·

χαίρετε, στῦλοι Μητέρες σταθηροί, τρισευδαίμονες.

Χαῖρε, Μητέρων καὶ Παίδων χορεία·

χαῖρε, Μαρτύρων κλεινῶν συστοιχία.

Χαίρε, δῆμε πανάριστε.

 

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Κλέη ὤφθητε Ναούσης, Ἀθληφόροι Νεάνιδες, αἱ τὴν παρθενίαν, προῖκα τῷ Νυμφίῳ καὶ Κτίσαντι, προσενεγκοῦσαι αἱμάτων σὺν τοῖς χεύμασιν, ἐκ τῆς ῥίψεως, ὑμῶν εἰς ῥεῦμα ποτάμιον.

Ἀπειρόκακα Παιδία, Βρέφη θεῖα καὶ Νήπια, τὰ χερσὶ Μητέρων, τῶν ὑμῶν ῥιφέντα εἰς ῥεύματα, τῆς Ἀραπίτσης ἐνδόξως παρελήφθητε, ὑπὸ Κτίσαντος, Θεοῦ ἀΰλοις Δυνάμεσι.

Ἱερεῖα ὥσπερ θεῖα, ἐν Ναούσῃ ἐτύθητε, ἀνυμνολογοῦσαι, τὸν Θεὸν Μητέρες νεόαθλοι, καὶ ἑαυτὰς εἰς τὸ ῥεῦμα ἀπεῤῥίψατε, τὸ ποτάμιον, τέκνων ὑμῶν μετ’ ἀπόῤῥίψιν.

Θεοτοκίον.

Παντευλόγητε Παρθένε, ὑπερύμνητε Δέσποινα, τῶν παθῶν μου ῥύπον, ῥυπτικαῖς εὐχαῖς Σου ἀπόπλυνον, πρὸς τὸν Υἱόν Σου Θεὸν τὸν πανευΐλατον, κόσμου αἴροντα, παντὸς δεινὰ ἁμαρτήματα.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἁγνείας κλεΐσματα, Νεάνιδες πανθαύμαστοι, πόλεως Ναούσης αἱ φυγοῦσαι, ἀπίστων μῆνιν, καὶ δι’ ἀγάπην Χριστοῦ, εἰς ῥοῦν Ἀραπίτσης ποταμοῦ, κρημνισθεῖσαι ὤφθητε, νεοάθλων ἀκρώρειαι.

Ἰδεῖν ἠξιώθητε, ὑμῶν μετὰ τὴν ἄθλησιν, πάνσεμναι Μητέρες τῆς Ναούσης, ὑμῶν τοὺς Παῖδας, εἰς τὰς ἀγκάλας Χριστοῦ, δι’ Οὗ τὴν ἀγάπην εἰς κρημνόν, ἑαυτὰς ἐῤῥίψατε, ἑκουσίως νεόαθλοι.

Δυνάμει τῇ κρείττονι, Θεοῦ τοῦ Παντοκράτορος, ἔνδοξοι Μητέρες τῆς Ναούσης, ὑμῶν σὺν Τέκνοις, εἰς Ἀραπίτσης τὸν ῥοῦν, ἐῤῥίφητε μέλπουσαι τρανῶς, πρὸ ἀπίστων Κύριον, δι’ Οὗ πίστιν ἠθλήσατε.

Θεοτοκίον.

Ὡς πάντων ὑπέρμαχον, πιστῶν Σὲ μεγαλύνομεν, κεχαριτωμένη Θεοτόκε, καὶ ἱκεσίας, τὰς Σὰς θερμὰς πρὸς Χριστόν, ἀφράστως Ὃν ἔτεκες ἁγνή, καὶ Δεσπότην Κύριον, εὐλαβῶς ἐξαιτούμεθα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Νεομαρτύρων κλεΐσματα, Μητέρες τῆς Ναούσης φιλόστοργοι, κατεκοσμήσατε, τὴν Ἐκκλησίαν τοῦ Κτίσαντος, ὑμῶν κατακρημνίσει, εἰς ῥοῦν ποτάμιον.

Ναούσης θεῖαι Νεάνιδες, νεότητος ὑμῶν μὴ φεισάμεναι, πρὸς κατακρήμνησιν, ἡρωϊκὴν ἐχωρήσατε, διὰ τιμὴν σαρκίου, καὶ πίστιν ἄμωμον.

Εὐκλείας θείας ἐτύχετε, Παιδία τῆς Ναούσης ἀμώμητα, ἅπερ προσήνεγκαν, ὑμῶν Μητέρες ὡς πάντιμα, δῶρα τῷ Ζωοδότῃ, δι’ ἐναθλήσεως.

Θεοτοκίον.

Ὁδήγει πάντας οἰκέτας Σου, πρὸς δόμους οὐρανῶν παντευλόγητε, Θεογεννήτρια, τοὺς ἀκλινῶς μεγαλύνοντας, Σὲ ἀπλανῆ ὡς πάντων, πιστῶν ἰθύντειραν.

Κοντάκιον. Τοῦ Θωμᾶ. Ἦχος πλ. δ'

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Ὁ Οἶκος

Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

 

Συναξάριον. Τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς:

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, ἑορτάζομεν τὴν τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν.

Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει,

Σὴν Σῶτερ ὁρμήν, κλεὶς θυρῶν πῶς κωλύσει;

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ναούσῃ Νεομαρτύρων, ἑκουσίως εἰς ῥεῖθρα Ἀραπίτσης κατακρημνισθέντων, Νεανίδων, Μητέρων, καὶ αὐτῶν Παίδων, διὰ Χριστοῦ τὴν πίστιν καὶ τὴν ἀποφυγὴν Αὐτοῦ ἀπαρνήσεως, ὡς καὶ τῆς ἐκ τῶν ἀπίστων μολύνσεως ψυχῶν καὶ σωμάτων.

Ῥοῦν, Νεάνιδες, ποταμοῦ ἐχρώσατε,

αἵμασι παρθενικοῖς, Ναούσης εὔχη.

Ζωῆς μὴ φεισάμεναι ὑμῶν Μητέρες,

εἰς ῥεῖθρα ἐκρημνίσθητε Ἀραπίτσης.

Ἄκακα Παιδία, ἐξ ἀγκαλῶν Μητέρων,

εἰς ἀγκάλας ἐῤῥίφητε Θεοῦ ζῶντος.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γεωργίου, Μανουήλ, Θεοδώρου, Γεωργίου & Μιχαὴλ τῶν ἐν Νέᾳ Μάκρῃ Ἀλεξανδρουπόλεως μαρτυρησάντων ἐν ἔτει 1835.

Χορὸν τὸν πεντάριθμον νέων Μαρτύρων,

Σαμοθράκη γεραίρε νῦν ἐπαξίως.

Ἕκτῃ, γενναίοις γ’ ἐφάνη βιότοιο τελευτή.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικήτα, τοῦ ἐν Σέῤῥαις

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Παντανάσσης ἐν Μυστρᾷ

Σεπτὴ Παντάνασσα Μυστρᾶ δόξα,

Ναὸς Παντανάσσης Ἀνάσσης δόξα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν ποιούμεθα, κατὰ κοινὴ τῶν Πατέρων διάθεσιν, τῆς παραδόξως γενομένης ἀποδράσεως τοῦ ἀλλοπίστου στρατοῦ, ἐκ τῶν περιβόλων τοῦ Ὄρους καὶ ἀπαλλαγῆς τῆς ἐκδεκαετοῦς ὡμωτάτης αὐτῶν καταδρομῆς.

Τέρας βεουργὸν εὐλογῶ τὴν Παρθένον,

ὡς στρατὸν τὸν ἔκφυλον φροῦδον δεικνύσαν.

Ταῖς τῶν Σῶν Ἁγίων, καὶ τοῦ Σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἀγγελόμορφαι, Νεάνιδες μὴ φέρουσαι, δουλείας ζόφωσιν, πρὸς Φωτοδότην Χριστόν, ἑδράμετε χαίρουσαι, διὰ κρημνίσεως, εἰς ποτάμια, τῆς Ἀραπίτσης ὕδατα, θαυμασταὶ ἐθελουσίως.

Θλῖψις εὔστοργοι, Μητέρες οὐ κατέλαβεν, ὑμᾶς νεόαθλοι, ὅτε τοὺς Παῖδας ὑμῶν, εἰς ἄγριον βάραθρον, κατεκρημνίσατε, πρὸ τῆς πτώσεως, ὑμῶν εἰς τοῦτον ἔνδοξοι, Νεομάρτυρες Ναούσης.

Λόγος εὔστοχος, οὐ καταγράψαι δύναται, τὴν γενναιότητα, καὶ εὐτολμίαν ὑμῶν, Μητέρες καλλίτεκνοι, Παῖδες καλλίνικοι, καὶ Νεάνιδες, Ναούσης καλλιπάρθενοι, Ἀθληταὶ τῆς Ἀραπίτσης.

Θεοτοκίον.

Ὡραιότητα, ὁ Γαβριὴλ Ἀρχάγγελος, τῆς παρθενίας Σου, καταπλαγεὶς ἀληθῶς, ἐβόα Σοι Δέσποινα· Ποῖον ἐγκώμιον, προσαγάγω Σοι, ἐπάξιον πανάχραντε, κεχαριτώμενη Μῆτερ.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Νάουσα σεμνύνεται ἀθλήσει, ὑμῶν Νεομάρτυρες πανθαύμαστοι, αἱ διὰ κρημνίσεως, ῥοῦν εἰς τὸν ποτάμιον, τῆς Ἀραπίτσης τρόπαια, Χριστοῦ ἐγείρασαι, καὶ νίκης αἰωνίου βραβεῖα, ἐξ Αὐτοῦ λαβοῦσαι, Νεάνιδες παρθένοι.

Ἄκακα Παιδία τῆς Ναούσης, αἱμάτων καταφοινίξαντα τὰ χεύματα, ῥεύματα ποτάμια, Ἀραπίτσης πέλετε, προστᾶται ἀντιλήπτορες, καὶ θεῖοι φύλακες, τῶν Παίδων καὶ Νηπίων Ναούσης, τῶν ἀξιοχρέως, ὑμᾶς ἀνευφημούντων.

Στέφεσιν ἐστέφθητε θεόθεν, ἀφθίτοις Μητέρες Παίδων Νεομάρτυρες, αἱ πρὸ τοῦ διλήμματος, τῆς Χριστοῦ ἀρνήσεως, καὶ τῆς σαρκὸς μολύνσεως, κατεκρημνίσθητε, εἰς ῥεύματα τὰ καταῤῥακτώδη, Ἀραπίτσης χρόνοις, ἐν δυσχειμέροις θεῖαι.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ ἡγιασμένη, ἀπέργασαι τὸν Υἱόν Σου τὸν εὐΐλατον, ἵλεων οἰκέταις Σου, ἅπασι δωρούμενον, πιστοῖς τὸ μέγα ἔλεος, ἰσχὺν καὶ δύναμιν, συντρίψαι τὰς ἐνέδρας τοῦ πλάνου, καὶ αὐτοῦ παγίδας, ἐχθροῦ τοῦ μισοκάλου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἄγγελοι ὑμῶν, ψυχῆς γενναιότητα, σαφῶς ἐθαύμασαν, εὐσταλεῖς Νεάνιδες, αἱ καθελοῦσαι, ἀπίστων φρύαγμα, καὶ ἑκουσίως θάνατον, καθυπομείνασαι, δι’ ἐνδόξου, ποταμοῦ εἰς ῥεύματα, Ἀραπίτσης σεμναὶ ἀποῤῥίψεως.

Χαίρετε σεπταί, Μητέρες βλαστήματα, ὑμῶν κρημνίσασαι, πρὸ κατακρημνίσεως, ἐθελουσίας, ὑμῶν εἰς βάραθρον, καταῤῥακτώδη ἄνωθεν, δι’ ἣν εἰλήφατε, ἀφθαρσίας, στέφη ἀμαράντινα, γυναικῶν Ναουσαίων σεμνώματα.

Μάρτυρες Χριστοῦ, Παιδία γεγόνατε, Ναούσης ἄκακα, ἃ χερσὶν ἐῤῥίφητε, ὑμῶν Μητέρων, εἰς τὰ ποτάμια, τῆς Ἀραπίτσης ὕδατα, ἐξ ὧν ὁ Κύριος, εἰς ἀγκάλας, τὰς Αὐτοῦ παρέλαβεν, ὑμᾶς θεῖα Αὐτῷ συναγάλλεσθαι.

Θεοτοκίον.

Μῆτερ ἀγαθή, ἀστείρευτε χείμαῤῥε, ἡμῶν δυνάμεως, ποταμὲ πολύῤῥευτε, ἰσχύος πάντων, μεγαλυνόντων Σε, καὶ ῥεῖθρον ἁγιάσματος, πιστῶν τοῖς δούλοις Σου, δὸς θεόθεν, νάματα σωτήρια, Θεοτόκε πιεῖν εὐσυμπάθητε.

 

Ἐξαποστειλάριον. Τοῦ Θωμᾶ. Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.

Τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.

Νεάνιδες ὑπέρκαλοι, Μητέρες εὐλαβέσταται, καὶ εὐσεβείας ταμεῖα, Παιδία κλέη Ναούσης, ἐθελουσίως ἤχθητε, εἰς ἔνδοξον μαρτύριον, διὰ κατακρημνίσεως, κατἆῤῥακτώδη εἰς ῥεῖθρα, τῆς Ἀραπίτσης ἀρτίως.

Ἕτερον τοῦ Θωμᾶ. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.

 

 

 

 

 

 

 

 

 

 

 

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Προσόμοια τοῦ Θωμᾶ. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος. (Δίς)

 

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

 

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

 

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄.

Νεομαρτύρων Γυναικῶν καὶ Παίδων Ναούσης, πανευλαβῶς τὴν μνήμην ἑορτάζοντες σήμερον, ὡς σεμνολογήματα πίστεως μεγαλύνωμεν, καὶ ἐν αγαλλιάσει αὐτοῖς εἴπωμεν· Νεάνιδες καλλίνικοι καὶ Μητέρες πανθαύμαστοι, αἱ ἐθελουσίως ὁδεύσασαι πρὸς μαρτύριον, σὺν ὑμῶν Βρέφοις καὶ Νηπίοις, νεοάθλων χορεῖαι, μὴ παύσησθε ὡς παῤῤησίαν ἔχουσαι πρὸς Κύριον, ἀπαύστως Αὐτοῦ δεόμεναι ὑπὲρ τῶν τιμώντων ὑμῶν τὸ μαρτύριον.

 

Καὶ νῦν. Τοῦ Θωμᾶ. Ἦχος πλ. β'

Μεθ' ἡμέρας ὀκτὼ τῆς Ἐγέρσεώς σου Ἰησοῦ βασιλεῦ, μονογενὲς Λόγε τοῦ Πατρός, ὤφθης τοῖς Μαθηταῖς σου, κεκλεισμένων τῶν θυρῶν, τὴν εἰρήνην σου παρεχόμενος, καὶ τῷ ἀπιστοῦντι Μαθητῇ τοὺς τύπους ἔδειξας. Δεῦρο ψηλάφησον τὰς χεῖρας, καὶ τοὺς πόδας, καὶ τὴν ἀκήρατόν μου πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.

Χαίροις Ναουσαίων στεῤῥὸς χορός, Νεανίδων θείων, καὶ Μητέρων πανευσθενῶν, σὺν αὐτῶν τοῖς Τέκνοις, ἑκὼν διὰ τὴν πίστιν, ὁ κρημνισθεὶς εἰς ῥεῖθρα, ἄρτι ποτάμια.

Παίδων νεοάθλων χαῖρε χορός, ὁ χερσὶ Μητέρων, φιλοστόργων αὐτῶν εἰς ῥοῦν, τὸν καταῤῥακτώδη, ῥιφεὶς τῆς Ἀραπίτσης, ἵνα ἐχθρῶν ἐκφύγῃς, πίστεως μήνιδος.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου