Πέμπτη 1 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 9. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΙΧΑΛΗ ΠΑΚΝΑΝΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΛΙΟΣ Θ΄
ΜΙΧΑΗΛ ΝΕΟΜΑΡΤΥΣ ΠΑΚΝΑΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀγγελώνυμον δεῦτε Κυρίου Μάρτυρα, τιμήσωμεν ἐν ὕμνοις, πρὸς αὐτὸν ἐκβοῶντες· Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Μιχαὴλ ἀξιάγαστε, τῶν Ἀθλοφόρων τῶν πάλαι ἰσοκλεής, καὶ ἐν πᾶσιν ἰσοστάσιος.

Τῇ καθαρᾷ σου καρδίᾳ τὸ πῦρ τὸ ἄϋλον, τῆς τοῦ Χριστοῦ ἀγάπης, Μιχαὴλ περιφέρων, ἠγώνισαι νομίμως ὑστέροις καιροῖς, ἐν ἀκμῇ τῆς νεότητος, καὶ τὸν ἀρχαῖον κατέβαλες πτερνιστήν, τῇ ἀθλήσει σου μακάριε.

Ἀπεριτρέπτῳ καρδίᾳ καὶ σταθερῷ λογισμῷ, ὑπέκλινας τῷ ξίφει, Μιχαὴλ τὸν αὐχένα, καὶ ῥείθροις τῶν αἱμάτων τῶν δυσσεβῶν, τὴν ἀπάτην κατέκλυσας, καὶ διαδήματι νίκης παρὰ Χριστοῦ, ἐπαξίως ἐστεφάνωσαι.

Τῶν Ἀθηναίων ἡ πόλις ὡς ἄνθος εὔοσμον, λαμπρῶς ἐξήνθησέ σε, Μιχαὴλ Νεομάρτυς, εὐφραῖνον τὰς αἰσθήσεις τῶν εὐσεβῶν, εὐωδίᾳ τῶν ἄθλων σου· διὸ καὶ χαίρει τὴν μνήμην σου τὴν σεπτήν, ἑορτάζουσα μακάριε.

Δόξα. Ἦχος δ΄.
Εὐσεβείας τοὺς καρπούς, πρακτικῶς γεωργήσας, ἐν εὐθυτάτῃ ψυχῇ, καὶ ἁπλότητι τρόπων, μαρτυρικῇ ἐνστάσει Χριστὸν ἐδόξασας, Μιχαὴλ ἀξιάγαστε. Σεαυτὸν γὰρ ἠρνήσω, διὰ τὴν πάντων ζωήν, καὶ ἀθλητικῷ τέλει ὑπέφηνας, τὴν ἐν σοὶ λαμπρότητα· διὸ ὁ πάντων Κύριος, ὡς οἰκεῖον Ἀθλητὴν δοξάζει σε, καὶ παρέχει διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄκακος καὶ ἁπλοῦς, ὑπάρχων νεανίας, καὶ πλήρης θείου φόβου, ὦ Μιχαὴλ θεόφρον, ὑπὲρ Χριστοῦ ἠγώνισαι.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μόνῳ τῷ Ἰησοῦ, ὡς Ποιητῇ τῶν ὅλων, λατρεύω ἀνεβόας, ὦ Μιχαὴλ θεόφρον, σύνετε ὦ παράνομοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ξίφει τὴν κεφαλήν, τμηθεὶς συνηριθμήθης, Μαρτύρων ταῖς χορείαις· μεθ’ ὧν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν μακάριε.

Δόξα. Τριαδικόν.
Ἔχων ἐν τῇ ψυχῇ, ἀγάπην Σου τὴν θείαν, Τρισήλιε Θεότης, ὁ Μιχαὴλ ὁ Μάρτυς, ἀθλητικῶς ἠγώνισται.

Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ἀνατεθείς, τῷ πόθῳ τοῦ Υἱοῦ Σου, ὁ Μιχαὴλ ὁ Μάρτυς, Παρθένε Θεοτόκε, κατήσχυνε τὸν δράκοντα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Νεότητι σώματος τὸν παλαμναῖον ἐχθρόν, ἀθλήσας κατέβαλες ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τμηθεὶς τὸν αὐχένα σου· ὅθεν τῶν Ἀθηναίων, ἡ περίδοξος πόλις, μέλπει τὴν ἄθλησίν σου, Μιχαὴλ Νεομάρτυς· ἐκ ταύτης γὰρ ὡς ἄνθος, εὐῶδες ἐβλάστησας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μαρτυρίου τὸ στάδιον, ἐν νεότητι σώματος, καὶ ψυχῆς στεῤῥότητι χαίρων ἤνυσας, καταβαλὼν τὸν πολέμιον, ὑστέροις ἐν ἔτεσι, Νεομάρτυς Μιχαήλ, καὶ τῆς δόξης τῆς κρείττονος, ὤφθης μέτοχος· διὰ τοῦτο τὴν μνήμην σου τελοῦντες, ἀνυμνοῦμεν τὸν Σωτῆρα, τὸν σὲ λαμπρῶς ἐνισχύσαντα.

Τῇ τῶν τρόπων ἁπλότητι, καὶ ἠθῶν τῇ σεμνότητι, τῆς ψυχῆς σου ἔδειξας τὴν λαμπρότητα, καὶ εὐσεβείας τὴν δύναμιν, δι’ ἧς καταβέβληκας, τὸν ἀρχέκακον ἐχθρόν, καὶ Χριστὸν ἐμεγάλυνας, τῇ ἀθλήσει σου, Μιχαὴλ τῶν Ἀγγέλων συμπολῖτα, καὶ τῶν πάλαι Ἀθλοφόρων, συγκοινωνὲ καὶ ἰσότιμε.

Ὡς ἀρνίον πραότατον, δυσσεβεῖς κατασχόντες σε, βίᾳ εἷλκον Ἅγιε πρὸς εὐσέβειαν, σὺ δὲ ἀνδρείῳ φρονήματι, οὐδόλως ὑπέκλινας, ἀπειλαῖς καὶ δωρεαῖς, καὶ τμηθεὶς τὸν αὐχένα σου, χαίρων ἔδραμες, Μιχαὴλ Νεομάρτυς πρὸς σκηνώσεις, οὐρανῶν καὶ τῶν Μαρτύρων, συνηριθμήθης τοῖς τάγμασι.

Οὐ φθαρτῶν ἡ ἀπόλαυσις, οὔτε ἄνθος νεότητος, οὐδὲ ἀπειλούμενα Μάρτυς βάσανα, τῆς σῆς ψυχῆς τὸ στερέμνιον, οὐδόλως ἐξίσχυσαν, ἀποστῆσαι τῆς Χριστοῦ, ἀῤῥαγοῦς ἀγαπήσεως, ᾧ ἑπόμενος, μαρτυρίου ἀγῶσι προσηνέχθης, Μιχαὴλ τῷ ἀθλοθέτῃ, ὡς ἱερεῖον ἀμώμητον.

Τοῦ Χριστοῦ τὸ ποτήριον, ἀγαλλόμενος ἔπιες, Μιχαὴλ μακάριε πόθῳ κρείττονι· ὑπὲρ Αὐτοῦ γὰρ εἰς θάνατον, προθύμως ἐκδέδωκας, σεαυτὸν ἀναβοῶν, τῷ δημίῳ· Κατήνεγκε, τῷ αὐχένι μου, τὴν πληγὴν τάχος ἵνα θείας δόξης, καὶ ζωῆς τῆς ἀθανάτου, κληρονομήσω τὴν ἔλλαμψιν.

Ἀθηναίων ἡ πόλις σε, ὥσπερ ῥόδον πανεύοσμον, Μιχαὴλ μακάριε ἀνεβλάστησε, καὶ τὴν ἁγίαν σου ἄθλησιν, ὡς μήτηρ καλλίτεκνος, μακαρίζει καὶ τιμᾷ, ὑπὲρ ἧς ἀεὶ πρέσβευε, τῷ Παντάνακτι, πάσης ῥύεσθαι ταύτην δυσπραγίας, καὶ ἡμῖν διδόναι Μάρτυς, ἁμαρτημάτων συγχώρησιν.






Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὁ Νεομάρτυς Μιχαήλ, ὡς νεοφανὴς ἀστὴρ τῇ Ἐκκλησίᾳ ἀνέτειλεν, ὑπὲρ Χριστοῦ στεῤῥῶς ἀθλήσας. Τὸν γὰρ ζόφον τῆς πλάνης, πίστεως φωτὶ σκεδάσας, τῆς ἐν Χριστῷ ἀθλήσεως ἐκφαίνει τὰς ἀμοιβάς, τοῖς βοῶσιν αὐτῷ· Χαίροις, ὁ ἐν νεότητος ὥρᾳ, πρεσβυτικὴν ἀνθήσας σύνεσιν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ὑπὲρ τὸ ζῆν προκρίνας, κατὰ Παῦλον τὸν μέγαν· χαίροις, ὁ ἐν ἁπλότητι ψυχῆς, καὶ θεολήπτῳ φρονήματι, ἀθλητικὴν ἐπιδειξάμενος ἔνστασιν· χαίροις, ἀγγελώνυμε Μάρτυς, Ἀθηνῶν ὡραῖον βλάστημα, καὶ τῶν πάλαι Μαρτύρων ἰσοστάσιε· μεθ’ ὧν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν,  προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας  Ἠσαΐου  τὸ  Ἀνάγνωσμα  (Ἠσ.  μγ’, 9 – 14).
Τάδε  λέγει  Κύριος. Πάντα  τὰ  ἔθνη  συνήχθησαν  ἅμα  καὶ συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τὰ  ἐξ  ἀρχῆς,  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τοὺς  μάρτυρας  αὐτῶν καὶ  δικαιωθήτωσαν  καὶ  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός  καὶ    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καὶ  πιστεύσητέ  μοι  καὶ  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  θεός  καὶ  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καὶ  ἔσωσα. Ὠνείδισα  καὶ  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καὶ  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καὶ  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.








Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καὶ  οὐ  μὴ  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καὶ  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καὶ    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καὶ  γὰρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καὶ  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καὶ  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καὶ  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καὶ  ἐν  καιρῷ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καὶ  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καὶ  κρατήσουσι  λαῶν  καὶ  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τοὺς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ Αὐτῷ συνήσουσιν  ἀλήθειαν  καὶ  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  Αὐτῷ, ὅτι  χάρις  καὶ  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καὶ  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  Αὐτοῦ.

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι  εἰς  τὸν  αἰῶνα  ζῶσι  καὶ  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καὶ    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τὸ  βασίλειον  τῆς  εὐπρεπείας  καὶ  τὸ  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῇ  δεξιᾶ  Αὐτοῦ  σκεπάσει  αὐτούς  καὶ  τῷ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τὸν  ζῆλον  Αὐτοῦ  καὶ  ὁπλοποιήσει  τὴν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καὶ  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  Αὐτῷ    κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καὶ  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπὶ  σκοπόν  ἁλοῦνται  καὶ  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως· ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καὶ  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καὶ  ἐρημώσει πᾶσαν  τὴν  γῆν  ἀνομία  καὶ    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καὶ  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καὶ  οἱ  γεγαυρωμένοι  ἐπὶ  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καὶ    δυναστεία  παρά  Ὑψίστου.









Λιτή. Ἦ­χος α´.
Εὐφραίνεται ἐνθέως, ἡ τῶν Ἀθηναίων πολύφημος πόλις, τῇ λαμπρᾷ ἀθλήσει σου, Μιχαὴλ μακάριε. Εὐσεβείας γὰρ τῷ γάλακτι, καλῶς σε ἐκθρέψασα, ὡς ἱερεῖον ἄμωμον, καὶ θυσίαν καθαράν, Χριστῷ σε προσήγαγε· ἀνδρείᾳ γὰρ ψυχῆς, ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐξέχεας, ἐν ἀσθενείᾳ φύσεως, τὸ ἐπηρμένον θράσος τοῦ ἐχθροῦ θριαμβεύσας. Καὶ νομίμως ἀθλήσας, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, ἐν μεθέξει θείᾳ θεούμενος. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β΄.
Νεανίας ἄκακος, καὶ πλήρης πίστεως ὑπάρχων, τὴν κακίαν τοῦ ἐχθροῦ κατηγωνίσω, μαρτυρικῇ ἐνστάσει, Νεομάρτυς Μιχαήλ. Τῇ γὰρ ἀπλάστῳ ψυχῇ σου, ἡ ἄνωθεν σοφία σκηνώσασα, δυνατόν σε εἰργάσατο, ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, ὡς ἔφη ὁ Σωτήρ· Οὐδόλως γὰρ κατέπτηξας, τῶν τυράννων τὰς ἀπειλάς, εὐτόλμως βοῶν τοῖς ἀναιροῦσί σε· οὐ πτοοῦμαι τὸν θάνατον, τὸν ζωῆς μοι ἀθανάτου πρόξενον· ὅτι Χριστὸς ἀοράτως μοι παρέστι, τῶν Μαρτύρων ὁ στέφανος.

Ἦχος γ’.
Τὸν τῆς ἀθλήσεως ἀγῶνα, ὑπελθὼν τελείῳ νοΐ, τὸν πολυμήχανον καθεῖλες ἐχθρόν, ἐν ἁπλότητι ψυχῆς, καὶ ἰσχύϊ θείᾳ, Μιχαὴλ Μάρτυς ἔνδοξε. Τὴν γὰρ σωτήριον κλῆσιν ἀναφωνῶν, τοὺς δυσσεβεῖς κατήσχυνας, καὶ πίστεως τῆς θείας, τὴν ἐν μυστηρίῳ κεκρυμμένην λαμπρότητα, ἐμφανῆ πεποίηκας, ἀπεριτρέπτῳ στάσει σου. Καὶ τῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς ἀπάτης σβέσας τὴν φλόγα, τῶν εὐσεβῶν τὰς ψυχὰς κατήρδευσας, εὐσεβείας ἀναθάλλειν τοὺς καρπούς, καὶ τῷ Σωτῆρι κράζειν· Κύριε, δόξα Σοι.

Δόξα. Ἦχος δ΄.
Στρατευσάμενος Χριστῷ, ἐν πίστει καὶ ἀγάπῃ, τοῖς πάλαι Μάρτυσιν ἐφάμιλλος ὤφθης, ἐν ἀρετῆς ἰσότητι, καὶ θεολήπτῳ ψυχῇ, καὶ ἀθλητικῇ καρτερίᾳ. Οὐδόλως γὰρ μακάριε, τοῦ ἐπελθόντος σοι ἐχθροῦ, τὰς ἐπινοίας ἐδειλίασας, ἀλλ’ ἀπτοήτῳ καρδίᾳ ἀπώσω, ἐπαγγελιῶν τὰς χορηγίας, καὶ ἀπειλῶν καὶ ἀλγηδόνων τὰς ἐπαγωγάς, ὡς πλήρης θείου φρονήματος, καὶ τῶν γηΐνων ὑπέρτερος. Καὶ νῦν Χριστοῦ τῆς δόξης κοινωνῶν, ἀπαύστως ἱκέτευε, Νεομάρτυς Μιχαήλ, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, συνεσχέθης ταῖς χερσί, Μάρτυς τῶν θελόντων συλῆσαι, τὸν τῆς ψυχῆς θησαυρόν, τότε γνώμῃ κρείττονι, καὶ ἀπτοήτῳ ψυχῇ, τὸν Χριστὸν ὡμολόγησας, πολλῇ παῤῥησίᾳ, καὶ ἀπλάστοις ἤθεσι, μὴ πτήξας βάσανα· ὅθεν, καὶ νομίμως ἀθλήσας, Μιχαὴλ Μαρτύρων τῆς δόξης, ὤφθης κοινωνὸς καὶ ἰσοστάσιος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅλην, τὴν διάνοιαν Χριστῷ, ἔχων ἀνενδότῳ ἐφέσει, οὐδόλως ἔφριξας, θράσος ἐπαιρόμενον, καὶ τὴν μανίαν ἐχθρῶν, Μιχαὴλ παναοίδιμε, ἀλλ’ ἄτρεπτος ἔστης, πίστει καὶ ἁπλότητι, βοῶν τοῖς τύπτουσι· Πλήξατε καιρίως τῷ ξίφει, ἵνα τὸ ταχύτερον φθάσω, οὗ ἡ Βασιλεία ἀδιάδοχος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, Νεομάρτυς Μιχαήλ, ἄνθος Ἀθηνῶν πανευῶδες, εὐωδιάζον πιστούς, πίστεως καὶ χάριτος, ὀσμῇ τῇ κρείττονι, ἡ πολλῇ ἐν ἁπλότητι, καὶ θείᾳ δυνάμει, τὸν ἐπιδραμόντα σοι ἑλὼν πολέμιον, πίστεως ἁγίας τοῖς ὅπλοις, καὶ ἀθλητικῇ εὐσθενείᾳ· ἔνθεν οὐρανίου δόξης ἔτυχες.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ἀσθενείᾳ φύσεως, τὸν ἰσχυρὸν ἐν κακίᾳ ἐχθρόν, ἐπελθόντα σοι δολίως, ἀθλητικῶς κατεπάλαισας, Μιχαὴλ ἀξιάγαστε· ἡ γὰρ δύναμις Χριστοῦ, Ὃν ὁλοψύχως ἠγάπησας, ἐν σοὶ ἄρτι ἐθριάμβευσεν, ἡ τοῖς πάλαι Μάρτυσιν, ἐργασαμένη παράδοξα. Μιμητὴς γὰρ αὐτῶν, ἐν ἄθλοις ἐδείχθης, σεαυτὸν ἀπαρνησάμενος. Καὶ νῦν σὺν αὐτοῖς, Χριστοῦ τῆς δόξης κατατρυφῶν, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Νεότητι σώματος τὸν παλαμναῖον ἐχθρόν, ἀθλήσας κατέβαλες ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τμηθεὶς τὸν αὐχένα σου· ὅθεν τῶν Ἀθηναίων, ἡ περίδοξος πόλις, μέλπει τὴν ἄθλησίν σου, Μιχαὴλ Νεομάρτυς· ἐκ ταύτης γὰρ ὡς ἄνθος, εὐῶδες ἐβλάστησας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.



























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν πίστιν τοῦ Χριστοῦ, ὡς ἀσύλητον ὄλβον, κατέχων ἀσφαλῶς, τῆς ψυχῆς τῷ ταμείῳ, ἀθλῆσαι προτετίμηκας, ὑπὲρ ταύτης μακάριε· ὅθεν ἤσχυνας, τὸν ἐπελθόνταν ἐχθρόν σοι, καὶ ἠρίθμησαι, ὦ Μιχαὴλ Νεομάρτυς, Μαρτύρων ταῖς τάξεσι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν πάντων Ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα σαρκί, Θεοτόκε Παρθένε, τὴν φύσιν τὴν ἀνθρώπινον, ἐκ φθορᾶς πρὸς τὴν ἄφθαρτον, δόξαν ὕψωσας, τῷ ὑπὲρ νοῦν τοκετῷ Σου· ὅθεν ὕψωσον, τὴν πεπτωκυῖαν ψυχήν μου, πρὸς θείαν ἀγάπησιν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τοῖς τρόποις καλλωπιζόμενος, καὶ ἁπλότητι Μάρτυς καὶ ἀκακία ψυχῆς, τὸν ἀγῶνα τὸν καλὸν νομίμως ἤνυσας, καὶ ἀνέτειλας ἡμῖν, ὡς ἀστὴρ νεοφανής, εὐφραίνων τῇ σῇ ἀθλήσει, ὦ Μιχαὴλ Νεομάρτυς, τῶν εὐσεβούντων τὰ συστήματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκ γαστρός Σου ἀχράντου ὁ πάντων Κύριος, ὁμοιωθεὶς δι’ ἀγάπην τῇ ἀνθρωπίνῃ μορφῇ, προελήλυθεν ἡμῖν θεοχαρίτωτε, μὴ δεξάμενος τροπήν, ἀλλὰ μείνας ὅπερ ἦν, καὶ ἔσωσε τῆς κατάρας, τοὺς ἀνυμνοῦντας Παρθένε, τὴν ἀκατάληπτόν σου γέννησιν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν ἁπλότητι τρόπων τὸ θεῖον πῦρ, τῆς ἀγάπης Κυρίου ὃ ἐν ψυχῇ, κατεῖχες μακάριε, ὑπεμφαίνων τρανότατα, ἀκλόνητος ἐδείχθης, ἐχθροῦ ἐπιθέσεσι, μηδόλως καταπτήξας τυράννων φρυάγματα· ὅθεν καὶ τῷ ξίφει, ἐκτμηθεὶς τὸν αὐχένα, Μαρτύρων ἠξίωσαι, τῆς εὐκλείας καὶ χάριτος, Μιχαὴλ ἀξιάγαστε· μεθ’ ὧν ἀεὶ δυσώπει Χριστόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ τὰ πάντα ποιήσας ἐκ μηδενός, καὶ πανσόφως συνέχων καὶ συντηρῶν, ἀφράστως σεσάρκωται, ἐξ ἀχράντων αἱμάτων Σου, καὶ νήπιον ὡράθη, καὶ ἄνθρωπος γέγονε, καὶ ἔσωσε τὸν κόσμον δι’ ἄφατον ἔλεος· ὅθεν Θεοτόκε, ὡς Θεοῦ Σε Μητέρα, ὁμοῦ καὶ παρθένον τε, πανακήρατον σέβομεν, καὶ ὑμνοῦντες βοῶμέν Σοι· χαῖρε τῶν ἀνθρώπων χαρά, καὶ Ἀγγέλων θεῖον ἀγαλλίαμα, καὶ ἡμῶν προστασία, καὶ πάντων βασίλισσα.




Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’  ἤχου.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, μαρτυρικόν· ζήτει τῷ τοῦ Ὄρ­θρου τῆς 23ης Ἀ­πρι­λί­ου.
Εἶ­τα ὁ Ν´.
Δό­ξα: Ταῖς του Ἀ­θλο­φό­ρου.­..
Καὶ νῦν: Ταῖς τῆς Θε­ο­τό­κου.­..
Ἰ­δι­ό­με­λον. Ἦ­χος πλ. β΄. Στίχ.: Ἐ­­λέ­η­σόν με ὁ Θε­ός.­..
Ἀθλητικῇ παῤῥησίᾳ ἤσχυνας, τὸν ἐν κακίᾳ φρυαττόμενον ἐχθρόν, Μιχαὴλ Μάρτυς ἀήττητε. Εὐσεβείᾳ γὰρ τραφείς, τὴν ταύτης ἔγνως δύναμιν, ἐν τῇ ἀπλάστῳ σου ζωῇ, καὶ τοῖς πᾶσιν ὑπέδειξας, ὅτι ἐν εὐθείαις ψυχαῖς, τὸ θεῖον Πνεῦμα οἰκεῖ, καὶ ἐνεργεῖ τοῖς ζῶσιν ἀμέμπτως. Ἀλλ’ ὡς Μαρτύρων συμμέτοχος, σὺν αὐτοῖς ἀεὶ πρέσβευε, δίδοσθαι ἡμῖν εἰρήνην, καὶ πταισμάτων ἄφεσιν.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μιχαὴλ μέλπω τὸν Ἀθηναῖον. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς τρισυπόστατε, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιε, Τριὰς ὁμοούσιε, λόγον μοι βράβευσον, Νεομάρτυρος, τοῦ Μιχαὴλ πρεσβείας, καὶ μέλψω γηθόμενος, τούτου τὴν ἄθλησιν.
σχύϊ τῆς πίστεως, κραταιωθεὶς χαίρων ἤνυσας, Μαρτύρων τὸ στάδιον, ὥρᾳ νεότητος, καὶ κατέβαλες, τὸν δράκοντα τὸν μέγαν, ἀθλήσεως σκάμμασι, Μιχαὴλ Ἅγιε.
Χριστὸν ἐν καρδίᾳ σου, φέρων ζωῆς καθαρότητι, ἁπάντων ἠλόγησας, τῶν ἐν τῷ κόσμῳ τερπνῶν, καὶ συμμέτοχος, τῆς ἄνω Βασιλείας, ἀθλήσας στεῤῥότατα, Μιχαὴλ γέγονας.
Θεοτοκίον.
σπόρως συνέλαβες, ἀδιαφθόρως δὲ τέτοκας, τὸν πάντων δεσπόζοντα, δι’ εὐσπλαγχνίαν πολλήν, ὕλῃ σώματος, Παρθένε Θεοτόκε· διὸ τῶν τοῦ σώματος, παθῶν με κάθαρον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
πόλις σε Μάρτυς Ἀθηναίων, γεραίρει ὡς ἔνθεον βλαστόν, καὶ Μάρτυρα ἀήττητον, Χριστοῦ τοῦ Παντοκράτορος, ὦ Μιχαὴλ ἐν ᾄσμασιν, ἐπιτελοῦσα τὴν μνήμην σου.
Λαμπρύνας τὸ ὄμμα τῆς ψυχῆς σου, ἀμέμπτῳ ζωῇ καὶ καθαρᾷ, ἀθλητικῶς ἐστράτευσαι, τῷ Βασιλεῖ τῆς κτίσεως, ὦ Μιχαὴλ καὶ τέθνηκας, ὑπὲρ Αὐτοῦ ἀγαλλόμενος.
Μαρτύρων τῶν πάλαι τὴν ἀνδρείαν, ζηλώσας θεόφρον Μιχαήλ, μαρτυρικῶς ἠγώνισαι, ἐν ἄνθει νεότητος, καὶ ἤσχυνας τοῖς ἄθλοις σου, τὸν παλαιὸν κοσμοκράτορα.
Θεοτοκίον.
τέχθη ἁγνῶν Σου ἐκ λαγόνων, μορφῇ βροτησίᾳ ὑπὲρ νοῦν, ὁ Ποιητὴς τῆς κτίσεως, ἡμᾶς ἀνακαλούμενος, πρὸς τὴν ἀρχαίαν εὔκλειαν, Θεογεννῆτορ πανάμωμε

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὑπῆλθες τὸ στάδιον τοῦ μαρτυρίου στεῤῥῶς, καὶ πλάνην κατήσχυνας τὴν τῶν ἀπίστων ἐχθρῶν, γενναίᾳ ἐνστάσει σου· ὅθεν σε Νεομάρτυς, Μιχαὴλ ὁ Δεσπότης, δόξης τῆς οὐρανίου, κληρονόμον δεικνύει, ὡς κοινωνὸν τοῦ πάθους αὐτοῦ δι’ ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑψίστου παλάτιον τοῦ προελθόντος ἐκ Σοῦ, καὶ θρόνος πυρίμορφος καὶ φωτοφόρος ναός, ἐδείχθης πανάχραντε· ὅθεν μου τὴν καρδίαν, ἀποκάθαρον Κόρη, πάσης ἀκαθαρσίας, καὶ ἀνάδειξον ταύτην, δοχεῖον Θεοτόκε, τῆς ἄνω λαμπρότητος.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Λάμπων ἐν ἁπλότητι Μάρτυς πολλῇ, τοῦ ἐχθροῦ τὸν δόλον διέγνωκας, σοφίᾳ θείᾳ, καὶ τὰς τούτου μηχανάς, ὦ Μιχαὴλ συνέτριψας, τῇ ἀπεριτρέπτῳ ἐνστάσει σου.
Πόνους ὑπερεῖδες τοὺς τῆς σαρκός, καὶ θυμὸν τυράννων τὸν ἄλογον, καὶ ἐβόας· Τοῦ Χριστοῦ δοῦλός εἰμι, ὑπὲρ οὗ καὶ τὸν θάνατον, ὡς ζωὴν ἀθάνατον δέχομαι.
φθης ἐν ὑστέροις χρόνοις σοφέ, Μάρτυς τοῦ Σωτῆρος ἀήττητος· ὅθεν ἡ πόλις, Ἀθηναίων Μιχαήλ, ἀνευφημεῖ τοὺς ἄθλους σου, τῇ σῇ καυχωμένη λαμπρότητι.
Θεοτοκίον.
Τὸν Σὸν ἀκατάληπτον τόκον ἁγνή, τάξεις ὑπερκόσμιοι μέλπουσι, δέει καὶ πίστει, καὶ ἀνθρώπων οἱ χοροί· ὅτι Θεὸν ἐκύησας, τὸν τὰ διεστῶτα συνάψαντα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
νοῦς σου ἁπλότητι, σοφὲ καλλωπιζόμενος, ἔσχηκε τὴν ἄνωθεν σοφίαν, χειραγωγοῦσαν ἐπὶ τὰ κρείττονα· ὅθεν καὶ πρὸς τρίβον ἀσφαλῆ, τῆς καλῆς ἀθλήσεως, ἁπλανῶς σε ὡδήγησε.
Νεότητι σώματος, τὴν ψυχικὴν στεῤῥότητα, ἄτρεπτον ὑπέδειξας τοῖς πᾶσι· καὶ τῷ ἀσάρκῳ μετὰ σαρκὸς συμπλακείς, τούτου κατηκόντισας εἰς γῆν, θράσος τὸ ὀλέθριον, Μιχαὴλ τῇ ἀθλήσει σου.
νώτερος πέφηνας, ὡς πλήρης θείας χάριτος, ἐπαγγελιῶν τῶν φθειρομένων, πρὸς τὰς ἀφθάρτους κατεπειγόμενος, Μάρτυς Μιχαὴλ διαμονάς, ὡς ἀξίως ἔτυχες, ἐκτελέσας τὸν δρόμον σου.
Θεοτοκίον.
Θεοῦ ἐνδιαίτημα, περιφανὲς καὶ πάμφωτον, τοῦ ἐκ Σοῦ τεχθέντος ἀποῤῥήτως, Θεογεννῆτορ Παρθένε γέγονας· ὅθεν κᾀμὲ δεῖξον τῆς αὐτοῦ, σκεῦος θείας χάριτος, διὰ βίου σεμνότητος

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
σχύνθη Μάρτυς καὶ πέπτωκεν, ὁ δράκων Μιχαὴλ τῇ ἀθλήσει σου, ἡ Ἐκκλησία δε, Χριστοῦ εὐφράνθη δοξάζουσα, τὸν ἄνωθεν ἰσχύν σοι, θείαν βραβεύσαντα.
Νέος ὡράθης ἐν Μάρτυσιν, ἀθλήσας ἐν ὑστέροις τοῖς ἔτεσι, στεῤῥῷ φρονήματι, καὶ ἴσων τούτοις ἐπέτυχες, ὦ Μιχαὴλ βραβείων, ἐκ τοῦ Παντάνακτος.
νθος νεότητος ἔλιπες, καὶ ἴχνεσι Χριστοῦ ἠκολούθησας, πόνοις ἀθλήσεως· ὅθεν τῆς ἀνω λαμπρότητος, ὦ Μιχαὴλ μετέσχες, φωτὸς πληρούμενος.
Θεοτοκίον.
σχύν μοι θείαν καὶ δύναμιν, χορήγει Θεοτόκε ἑκάστοτε, πατεῖν τοῦ ὄφεως τὰ πονηρὰ μηχανήματα· δι’ ὧν μοι ἐπιφέρει, φθορὰν καὶ ὄλεθρον.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐσεβείας ἤθεσι, κεκοσμημένος, μαρτυρίου ἤνυσας, τὸ θεῖον σκάμμα Μιχαήλ, καὶ ἐκ χειρὸς τοῦ Παντάνακτος, τὸν τῆς ἀθλήσεως στέφανον εἴληφας.
Ὁ Οἶκος.
Βίον ἔχων αὐτουργόν, καὶ ζῶν ἐν εὐσεβείᾳ, καὶ τὸν Θεὸν φοβούμενος, ὡς Ἄβελ ὁ κλεινός, καὶ λατρεύων αὐτῷ ἐν πίστει καὶ ἀληθείᾳ, πρὸς μαρτυρίου ἀνελήλυθας ἀκρότητα, ἀθλητικῶς ἀγωνισάμενος, Μιχαὴλ μακάριε· ὑπὸ τῶν υἱῶν γὰρ τῆς Ἄγαρ συσχεθείς, καὶ πρὸς ἐξόμοσιν ποικίλως ἐκβιασθείς, ἀμετακίνητος ὤφθης ἐκ τῆς εὐσεβοῦς ὁμολογίας, μὴ δελεασθεὶς δωρεῶν παροχαῖς, μηδὲ πτοηθεὶς βασάνων ἀπειλαῖς, ἀνώτερος πάντων γενόμενος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως. Καὶ τῶν πάλαι Ἀθλητῶν μιμητὴς ἀναφανείς, εὐτόλμως τὸν αὐχένα τέτμησαι, καὶ ἐκ χειρὸς τοῦ Παντάνακτος, τὸν τῆς ἀθλήσεως στέφανον εἴληφας.










Συναξάριον.
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μπακνανάς, ὁ Κηπουρός, ὁ ἐξ Ἀθηνῶν, ἐν Ἀθήναις, ἐν ἔτει 1771ῳ, ξίφει τελειοῦται.
Τι κατ’ ὀλίγον λαιμὸν ὦ σπαθηφόρε, τέμνεις;
Μιχαήλ, οὐ πτοεῖται τὴν σπάθην.
Ἑνάτῃ Μιχαὴλ κείρατο αὐχένα χαλκὸς ἀτειρής.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.
Ἑστῶτες εἰς τὸ σκάμμα τοῦ πυρός, Λόγε,
αὕραις ἀνεψύχοντο σαῖς ἄνδρες δύω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φωτίου, κτήτορος τῆς Μονῆς Ἀκαπνίου, τῆς ἐν τῇ Θεσσαλονίκῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Διονύσιου τοῦ ῥήτορος καὶ Μητροφάνους τοῦ πνευματικοῦ, τῶν Μικραγιαννανιτῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μεθόδιος, ἐπίσκοπος Λάμπης, ἐν ἔτει 1793ῳ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐνέδωκας ταῖς ἀπειλαῖς μακάριε καὶ ὑποσχέσεσι, τῶν ἀντιπάλων ἐχθρῶν, Χριστὸν ἔχων δύναμιν, καὶ πλοῦτον ἔσυλον, ὦ καὶ ἔψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νόμῳ κρείττονι τὸν νοῦν σου τειχιζόμενος Μιχαὴλ ἔνδοξε, τὰς τῶν ἀνόμων βουλάς, καὶ νοῦν τὸν ἀλάστορα, ἐμφρόνως ἤσχυνας, καὶ διήνυσας, ἀθλητικῇ στεῤῥότητι, τῆς ἀθλήσεως τὸν δρόμον.
Γέλως πρόκειται ὁ μέγας φυσιούμενος ἐχθρὸς ὁ δόλιος, ὡς ἡττηθεὶς τῇ στεῤῥᾷ, ἀθλήσει σου Ἅγιε, καὶ τῇ ἁπλότητι, τῇ τῶν λόγων σου, ἐχόντων θείαν δύναμιν, καὶ τὴν ἄνωθεν σοφίαν.
Θεοτοκίον.
λυτρώθημεν τῆς πάλαι παραβάσεως ἁγνὴ τῷ τόκῳ Σου· Σὺ γὰρ τὸν πάντων Θεόν, ἀφράστως ἐκύησας τὸν καταλύσαντα, τὴν ὀλέθριον, ὀφρῦν τοῦ πολεμήτορος, καὶ ζωὴν πᾶσι διδόντα.


ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
είθροις τῶν ἁγίων σου αἱμάτων, τῆς πλάνης τὰς ἀναβλύσεις ἀπεξήρανας, καὶ τὴν γῆν ἡγίασας, Ἀθηνῶν μακάριε, καὶ ἅπασαν ἐδρόσισας πιστῶν διάνοιαν· διό σε, Μιχαὴλ Νεομάρτυς, ὥσπερ ἀριστέα, Χριστοῦ ὑμνολογοῦμεν.
νω τῆς ψυχῆς ἔχων τὸ ὄμμα, καὶ σπεύδων ἐπὶ τὸ τέλος τὸ μακάριον, πλήρης θείας χάριτος, καὶ χαρᾶς τῆς κρείττονος, ἐφαίνου τοῖς ὁρῶσί σε Μιχαὴλ Ἅγιε, καὶ κλίνας, τὸν αὐχένα προθύμως, ἤρθης εὐφροσύνως, πρὸς δόξαν τὴν ἀγήρω.
Στήσας τῆς καρδίας σου τὰς βάσεις, ἑδραίως τῷ θεμελίῳ τῷ τῆς πίστεως, ἀκλινὴς διέμεινας, μάκαρ καὶ ἀκλόνητος, ταῖς χαλεπαῖς προσπνεύσεσι τοῦ πολεμήτορος, καὶ βάσις, καὶ ἑδραίωμα ὤφθης, τῶν κλονιζομένων, ταῖς τοῦ ἐχθροῦ ἀπάταις.
Θεοτοκίον.
να τῆς ἀρχαίας καταδίκης, λυτρώσηται ὁ Θεὸς ἁγνὴ τὸν ἄνθρωπον, ἄνθρωπος ἐγένετο, ἐξ ἁγνῶν αἱμάτων Σου, καὶ πρὸς ζωὴν ἀνήγαγεν ἐκ τῆς θανάτου φθορᾶς, τοὺς πίστει, ἀνυμνοῦντας Παρθένε, τῆς κυοφορίας, τῆς Σῆς τὸ μέγα θαῦμα.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Μάρτυς ἀληθής, ὑστέροις ἐν ἔτεσι τοῦ Παντοκράτορος, ὡς ἀθλήσας ἄριστα, καὶ καταλύσας ἐχθρῶν τὴν ἔπαρσιν, ἐδείχθης καὶ ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, Νεομάρτυς, Μιχαὴλ μακάριε· διὰ τοῦτο τιμᾷ σου τὴν ἄθλησιν.
νεοφανής, ὁπλίτης τῆς πίστεως, καὶ Μάρτυς ἔνθεος, τῶν παθῶν τοῦ Κτίσαντος, τῶν Ἀθηναίων τὸ θεῖον καύχημα, δίδου ἡμῖν πρεσβείαις σου εἰρήνην ἄνωθεν, εὐπραγίαν, καὶ τὸ θεῖον ἔλεος, τῇ Ἑλλάδι ἀεὶ ἐξαιτούμενος.
ψωσον Χριστῷ, τὰς χεῖράς σου Ἅγιε, ὑμῖν αἰτούμενος, τῶν παθῶν τὴν ἴασιν, καὶ τῶν πταισμάτων τὴν ἀπολύτρωσιν, τοῖς εὐλαβῶς τὴν μνήμην σου πανηγυρίζουσι, καὶ ὡς δῶρον, πρόσδεξαι τὸν ὕμνον μου, τὴν σὴν χάριν ἀεὶ ἐπορέγων μοι.
Θεοτοκίον.
Ὕψωσον ἡμᾶς, ἐκ λάκκου πανάχραντε, τῶν παραβάσεων, καὶ ἐν πέτρᾳ στήριξον, τῆς μετανοίας καὶ καθαρότητος, ὡς ἂν ζωὴν ἐνάρετον πολιτευσώμεθα, καὶ τῆς ἄνω, μέτοχοι γενώμεθα, αἰωνίου ζωῆς ταῖς πρεσβείαις Σου.






Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τοῦ μαρτυρίου ἤνυσας τὸν ἀγῶνα, καὶ τοῦ ἐχθροῦ καθεῖλες τὴν δυναστείαν, τῇ τοῦ Χριστοῦ δυνάμει τε καὶ χάριτι, ὦ Μιχαὴλ πανεύφημε· διό σε ἀνευφημοῦμεν, ὡς Ἀθλητὴν νικηφόρον.
Θεοτοκίον.
Τὸν σαρκωθέντα Λόγον ἀναλλοιώτως, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου Θεοτόκε, αἴτει ἀναλλοίωτον καὶ ἄτρεπτον, ἐχθροῦ τοῖς δελεάσμασι, τηρεῖσθαί μου τὴν καρδίαν, ἵνα ὑμνῶ Σε Παρθένε.

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Μιχαὴλ μακάριε, τῆς εὐσεβείας τὴν ἔλλαμψιν, ἐν τῇ καρδίᾳ σου, φέρων τῆς ἀπάτης, ἔλυσας τὸν σύνδεσμον, ἁπλότητι καὶ λόγων στεῤῥότητι, καλλωπιζόμενος· διὰ τοῦτο, σὲ ὁ Κύριος, αἰωνίου δόξης κατηξίωσε.

Ἀνδρείως ἀντέστης τοῖς ἐχθροῖς, καὶ Χριστοῦ τὸ ὄνομα, ἀθλητικαῖς σου ἐνστάσεσι, λαμπρῶς ἐδόξασας, Μιχαὴλ παμμάκαρ· τούτου γὰρ τὸν θάνατον, ἐζήλωσας σεαυτὸν ἀρνησάμενος, καὶ πρὸς ἀθάνατον, Βασιλείαν καὶ λαμπρότητα, εὐφροσύνως ἀνέδραμες Ἅγιε.

Τμηθεὶς τὸν αὐχένα Μιχαήλ, ἀνδρικῷ φρονήματι, πλάνης ἀκάνθας ἐξέτεμες, καὶ τοῖς σοῖς αἵμασι, τὰ τῆς Ἐκκλησίας, ἤρδευσας βλαστήματα, βλαστάνειν ἀληθείας τὰς χάριτας, καὶ συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς στρατεύμασι, ὡς ἐν πᾶσιν αὐτῶν ἰσοστάσιος.

Ὡς βλάστημα θεῖον καὶ τερπνόν, Ἀθηναίων πόλις σε, καὶ εὐκλεῆ Νεομάρτυρα, γεραίρει σήμερον, Μιχαὴλ θεόφρον, καὶ τὴν θείαν μνήμην σου, τελοῦσα ὁμοφώνως κραυγάζειν σοι· ἐξαίτει Ἅγιε, τῇ πατρίδι σου δωρήσασθαι, τὴν εἰρήνην καὶ τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. α΄
Εὐσεβείας τῷ φωτί, τὰς σὰς πορείας κατευθύνων, τὰ τοῦ σκότους σκάνδαλα πέφευγας, ἐν ἁπλότητι ψυχῆς, καὶ φρονήσει θεία, ἀγγελώνυμε Μάρτυς. Οὐδόλως γὰρ ἐκάμφθης ταῖς ἐπινοίαις τοῦ ἐχθροῦ, ἀλλ’ ἀνενδότῳ καρδίᾳ τὸν ὑπὲρ Χριστοῦ ἀνεδέξω ἀγῶνα, ἀποστὰς τῶν ἐν ὕλῃ. Καὶ τὸ σῶμα δεδωκὼς τοῖς διώκουσιν, ὡς ἱερεῖον ἄμωμον σαὐτὸν προσήγαγες, τῷ ἀθλοθέτῃ Κυρίῳ. Ἀλλ’ ὦ Νεομάρτυς Μιχαήλ, σὺν Ἀθληταῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.





Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθηναίων εὖχος σεμνόν, Μιχαὴλ θεόφρον, Νεομάρτυς τοῦ Ἰησοῦ· Ὃν ἀεὶν δυσώπει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν μνήμην σου τὴν θείαν, καὶ εὐφημούντων σε.





























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας ἀνενδότῳ καρδίᾳ, τῆς τῶν Μαρτύρων ἠξιώθης εὐκλείας, ὦ Νεομάρτυς Μιχαὴλ μακάριε· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, τοὺς τῇ σεπτῇ πρεσβείᾳ σου πιστῶς, προσερχομένους, καὶ πόθῳ τιμῶντάς σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μιχαήλ, ῥῦσαι ἡμᾶς κινδύνων. Γερασίμου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ἰσότιμος γεγονώς, Μιχαὴλ παμμάκαρ, καθικέτευε ἐκτενῶς, πταισμάτων ἡμῖν διδόναι λύσιν, καὶ εἰρηναίαν ἐν βίῳ κατάστασιν.
Ἰσχὺν ἡμῖν αἴτει παρὰ Χριστοῦ, ἐχθροῦ τοῦ σκοτίου, καταλύειν τὰς μηχανάς, Μιχαὴλ θεόφρον Νεομάρτυς, καὶ κατισχύειν δεινῶν περιστάσεων.
Χαρᾶς ἀνεκφράστου ὢν κοινωνός, Μιχαὴλ θεόφρον, πάσης λύπης ὀδυνηρᾶς, ῥῦσαι τοὺς πιστῶς σοι προσιόντας, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Ποιητήν, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ, τῆς τῶν παθῶν τυραννίδος ῥυσθῆναί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία πρὸς τὸν Χριστὸν Ἅγιε, τεῖχος ἀσφαλείας γενέσθω, ἡμῖν καὶ στήριγμα, ἀποδιώκουσα, πᾶσαν φθοράν τε καὶ βλάβην, ἀφ’ ἡμῶν ἑκάστοτε, τῶν εὐφημούντων σε.
Λαμπρυνόμενος φέγγει τῆς τριλαμποῦς λάμψεως, οἷα Νεομάρτυς Κυρίου, ἀξιοθαύμαστος, σκότους τῶν θλίψεων, καὶ ζοφερῶν παθημάτων, Μιχαὴλ ἀπάλλαξον, ἡμᾶς πρεσβείας σου.
Θεοτοκίον.
Ὑψηλότατος θρόνος καὶ φωταυγὲς σκήνωμα, τοῦ Παμβασιλέως τῆς δόξης, ὤφθης πανάχραντε, Τοῦτον κυήσασα, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων· Ὃν ἡμῖν ἱλέωσαι, τοῖς Σὲ δοξάζουσι.
Διάσωσον, ὦ Μιχαὴλ Νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας καλῶς ὡς νεανίας ἔνθεος, πολλῶν ἀμοιβῶν παρὰ Χριστοῦ ἠξίωσαι, ὦ πρέσβευε δεόμεθα, Μιχαὴλ Νεομάρτυς μακάριε, ἐπερχομένων λυτροῦσθαι δεινῶν, τοὺς πόθῳ τιμῶντάς σου τὴν ἄθλησιν.






ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συντριβέντα τοῖς πάθεσι, Μιχαὴλ παμμάκαρ ἡμᾶς θεράπευσον, μεσιτείαις σου πρὸς Κύριον· δι’ ὃν προθυμότατα ἐνήθλησας.
Ἀθηναίων ἡ πόλις σε, Μιχαὴλ γεραίρει ὡς θεῖον βλάστημα, ᾗ ἐξαίτει θεῖον ἔλεος, καὶ εἰρήνην Μάρτυς ἀστασίαστον.
Ἴδε Μάρτυς τοὺς σπεύδοντας, τῇ σῇ ἀντιλήψει ὡς ἱλαρώτατος, καὶ ἑκάστῳ δίδου ἄνωθεν, τῆς σῆς προστασίας τὰ δωρήματα.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον παρθένος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἵλεων μοι ἔργασαι ὃν ἔτεκες.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς ἀληθής, Μιχαὴλ ὤφθης τοῦ Κτίσαντος, καταισχύνας τὸν τοῦ ψεύδους εὑρετήν· οὗ τῆς πλάνης καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.
Αἵμασι τοῖς σοῖς, ἡγιάσθη γῆ ἡ πάτριος· διὸ αἴτει Μιχαὴλ ἁγιασμόν, καὶ χαρὰν τὴν ἀληθῆ τοῖς εὐφημοῦσί σε.
Σύντριψον ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν ἀεί, κατευθύνων Μιχαὴλ ἐπὶ τὰ κρείττονα.
Θεοτοκίον.
Κόπασον ἁγνή, τῶν παθῶν μου τὸ κλυδώνιον, καὶ ὁδήγησόν με Κόρη ἀσφαλῶς, πρὸς λιμένα θελημάτων τοῦ Παντάνακτος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰδού σοι, ἐν εὐλαβείᾳ προσῆλθον, Ἀθηναίων εὐσεβούντων χορεῖαι, καὶ τῇ σεπτῇ σου εἰκόνι ἑστῶτες, ἀπὸ ψυχῆς Μιχαὴλ ἐκβοῶσί σοι· ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Νεομάρτυς λιταῖς σου πρὸς Κύριον.
Νεκρώσας, τὸν νεκρωτὴν τὸν ἀρχαῖον, δι’ ἀγάπην νεκρωθεὶς τοῦ Σωτῆρος, νεκροποιῶν ἐννοιῶν καὶ ἀτόπων, τὰς διανοίας ἡμῶν ἀποκάθαρον, ἀθλητικῇ σου πρὸς Χριστόν, Μιχαὴλ παῤῥησίᾳ δεόμεθα.
Δύναμει, κραταιωθεὶς οὐρανίῳ, ἀπετμήθης τὸν αὐχένα ἀνδρείως· ὅθεν κἀμὲ ἐνδυνάμωσον Μάρτυς, καταπατεῖν τοῦ δολίου τὰ σκάνδαλα, καὶ ἐν ἀνδρείᾳ ψυχικῇ, διανύειν ὁδὸν τὴν σωτήριον.
Θεοτοκίον.
Ὑδάτων, τῆς ἀπωλείας με ῥῦσαι, εἰσρευσάντων τῇ ἀθλίᾳ ψυχῇ μου, καὶ πρὸς τὸ ὕδωρ ζωῆς τῆς ἁγίας, δι’ ἀληθοῦς μετανοίας με ἴθυνον, Παρθενομῆτορ Μαριάμ, τῶν ἀνθρώπων λιμὴν ὁ σωτήριος.
Διάσωσον, ὦ Μιχαὴλ Νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ἐν εὐσεβείᾳ ἀνύων τὸν βίον σου, μαρτυρικῆς ἠξιώθης λαμπρότητος· διὸ τῶν παθῶν μου τὴν ζόφωσιν, ταῖς σαῖς πρεσβείαις διάλυσον Ἅγιε, βραβεύων μοι χάριν καὶ ἔλεος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’  ἤχου.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δό­ξα: Ταῖς του Ἀ­θλο­φό­ρου.­..
Καὶ νῦν: Ταῖς τῆς Θε­ο­τό­κου.­..
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μάρτυς ἐνθεώτατος, τοῦ Βασιλέως τῆς δόξης, ἐν ὑστέροις ἔτεσιν, ἀθλήσας στεῤῥότατα ὤφθης Ἅγιε· διὸ νῦν πρέσβευε, τῷ σῷ ἀθλοθέτῃ, τυχεῖν θείας ἱλαρότητος, καὶ τῆς ἀφέσεως, τῶν ἁμαρτιῶν ὧν ἐπράξαμεν, καὶ φωτισμοῦ τῆς χάριτος, τοὺς εἰλικρινῶς σε γεραίροντας, Μιχαὴλ παμμάκαρ, τὸ ἄνθος τὸ εὐῶδες Ἀθηνῶν, τὸ διαπνέον τοῖς ἅπασι, τὴν ὀσμὴν τοῦ Πνεύματος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέος ὤφθης ὁπλίτης, Μιχαὴλ Νεομάρτυς τοῦ Παντοκράτορος· διὸ τῆς ἐξαπάτης, καὶ πάσης πονηρίας, τοῦ δεινοῦ κοσμοκράτορος, ῥύου ἡμᾶς εἰσαεί, θερμῇ σου ἀντιλήψει.
Ὡς θεόφρονι γνώμῃ ἐναθλῆσαι προείλου πόθῳ τοῦ Κτίστου σου, νοῦν σώφρονα ἐν πᾶσι, καὶ καθαρὰν καρδίαν, ἐν σεμνοῖς Μάρτυς ἤθεσι, δίδου ἰσχὺν γεωργεῖν, ἡμῖν τοῖς σὲ τιμῶσι.
Ναὸν θεῖόν σοι Μάρτυς εὐσεβοῦντες εἰς δόξαν σὴν καθιέρωσαν, ἐν ᾧ οἱ προσιόντες, χαρᾶς καὶ εὐφροσύνης, οὐρανίου πληρούμεθα, ἐπιφοιτήσει τῆς σῆς, χάριτος Ἀθλοφόρε.
Θεοτοκίον.
Γλυκασμὸν σωτηρίας τῷ δεινῶς πληγωθέντι ἰῷ τοῦ ὄφεως, παράσχοι μοι Παρθένε, καὶ τῆς ψυχῆς μου πᾶσαν, ἡδυπάθειαν νέκρωσον, ἵνα σωθεὶς διὰ Σοῦ, ὑμνῶ Σε Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην, ὡς Ἀθλητὴς παῤῥησίαν, πρὸς τὸν Κύριον ὦ Μιχαὴλ δυσώπει, πάσης δυσχερείας, ἡμᾶς ἀεὶ λυτροῦσθαι.
Ῥείθροις αἱμάτων, τὴν Ἐκκλησίαν ἀρδεύσας, βλῦσον ἅπασι τῆς θείας εὐσπλαγχνίας, ταῖς σαῖς ἱκεσίαις, ὦ Μιχαὴλ τὰ ῥεῖθρα.
Ἄνωθεν ἴδε, ὡς συμπαθὴς Νεομάρτυς, τοὺς προσπίπτοντες τῇ θείᾳ σου πρεσβείᾳ, Μιχαὴλ καὶ πλήρου, τὰς τῶν πιστῶν αἰτήσεις.
Θεοτοκίον.
Σάρκα φορέσας, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ὁ τὰ σύμπαντα παραγαγὼν Παρθένε, ἔσωσε τὸν κόσμον, τῆς πάλαι καταδίκης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος πάσης ῥῦσαι, Μιχαὴλ θεόφρον, ἐπιφορῶν ὀλεθρίων τοῦ ὄφεως, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.
Μονὰς τὰς οὐρανίους, ἤδη κατοικήσας, μὴ διαλίπῃς ἐκεῖθεν μακάριε, τοῦ ἐποπτεύειν τοὺς πόθῳ σε μακαρίζοντας.
Ὁ νέος Χριστοῦ Μάρτυς, Μιχαὴλ τρισμάκαρ, τῶν Ἀθηνῶν τὸ τερπνότατον βλάστημα, τὴν σὴν πατρίδα ἐκ πάσης φύλαττε θλίψεως.
Θεοτοκίον.
Ὑλώδους προσπαθείας, κάθαρον τὸν νοῦν μου, καὶ τῇ ἀγάπῃ με Κόρη καρδίωσον, τοῦ προελθόντος ἀφράστως ἐκ τῶν αἱμάτων Σου.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Πόλις Ἀθηναίων ἡ εὐκλεής, ἤνεγκε σε Μάρτυς, ὥσπερ κρίνον πανευθαλές· ἔνθεν εὐσεβείας, ὀσμὴν τὴν οὐρανίαν, ἀθλήσας διαπνέεις, Μιχαὴλ ἅπασι.
Νέος ὢν τῷ σώματι Ἀθλητά, ἁπλοῦς δὲ τὸν τρόπον, καὶ τοῖς ἤθεσιν εὐπρεπής, τὴν ὀφρὺν καθεῖλες, ἐχθροῦ τοῦ παλαμναίου, ὦ Μιχαὴλ θεόφρον, ἀθλήσας ἄριστα.
Γνώμῃ ἀπτοήτῳ καὶ σταθερᾷ, τὰς βουλὰς αἰσχύνας, καὶ τὸ θράσος τῶν δυσσεβῶν, ἱδρυμένος πέτρᾳ, στεῤῥῶς τῆς εὐσεβείας, ὦ Μιχαὴλ καὶ πόνους, Μαρτύρων ἤνεγκας.
Λόγους τε καὶ δῶρα καὶ ἀπειλάς, καὶ πικρὰς βασάνους, ὑπερέδραμες Μιχαήλ, καὶ τμηθεὶς τὴν κάραν, ὑπὲρ Χριστοῦ ἀνδρείως· Μαρτύρων ἐκοσμήθης, τῷ διαδήματι.
Ἄνθος τῆς νεότητος παριδών, ἤθλησας νομίμως, δι’ ἀγάπην τοῦ Ἰησοῦ, Ὃν ἀεὶ δυσώπει, δοῦναι ἡμῖν εἰρήνην, καὶ πᾶσαν εὐλογίαν, Μιχαὴλ ἄνωθεν.
Δόξης ἀπολαύων θεαρχικῆς, Μιχαὴλ θεόφρον, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, τελούντων σου τὴν μνήμην, διδόναι ἡμῖν χάριν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς γεραίροντας πιστῶς, Μάρτυς τοὺς ἁγίους ἀγῶνας, τῆς σῆς ἀθλήσεως, πάσης περιστάσεως καὶ πάσης θλίψεως, ἀνωτέρους διάσωζε, Μιχαὴλ παμμάκαρ, ταῖς πρὸς τὸν Παντάνακτα, θερμαῖς πρεσβείαις σου, δίδου δὲ χαρὰν καὶ εἰρήνην, καὶ παντὸς καλοῦ ἀφθονίαν, τοῖς τῷ σῷ ναῷ θερμῶς προστρέχουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου