Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 13. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΣΤΡΑΤΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ 13!!
ΣΤΡΑΤΩΝ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Στράτωνα Μάρτυρα πάντες ἀνευφημήσωμεν, τῆς Βιθυνίας κλέος, Ἐκκλησίας τὸν κόσμον, στῦλον τῶν Μαρτύρων καὶ Ἀθλητῶν, βιαστῶν τὸ ὑπόδειγμα, διωκομένων προστάτην καὶ ἀρωγόν, Πρωτοτόκων τὸ ἀντίγραφον.

Τῶν Ἀθλητῶν αἱ χορεῖαι λαμπρῶς ἀγάλλονται, Στράτωνα καθορῶσαι, ἐκ Θεοῦ ἐστεμμένον, ᾄδοντα ἐνθέως ὕμνον καινόν, σὺν Ἀγγέλοις καὶ Μάρτυσιν, εἰς τὸν Πατέρα τῆς δόξης καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον.

Ἀγαλλιάσθω ἡ κτίσις κέδροις σκιρτάτωσαν, Στράτωνος γὰρ τὴν μνήμην, ἐν χαρᾷ Ἐκκλησίᾳ, σήμερον ἐκτελοῦσα καὶ τὸ αὐτοῦ, ἐν τοῖς κέδροις μαρτύριον, ἀνακηρύττουσα λόγοις πᾶσι πιστοῖς, ἀνυμνεῖ τὸν ὑπερένδοξον.

Τὴν πανσεβάσμιον μνήμην τοῦ θείου Στράτωνος, λόγοις ἐπευφημοῦμεν, φιλαγίων χορεία, οὗτος γὰρ ἐτύθη ὑπὲρ Χριστοῦ, ἐν τοῖς κέδροις ὡς σφάγιον, ἀναδειχθεὶς Πρωτοτόκων ἐν οὐρανοῖς, ἀδελφὸς θεομακάριστος.

Δόξα. Ἦχος β΄.
Δεῦτε φιλομαρτύρων ὁ δῆμος, τὸ τῆς Βιθυνίας κλέος, Στράτωνα τὸν ἐν κέδροις τελειωθέντα, εὐφήμοις ᾠδαῖς ἑορτίως καταστέψωμεν. Οὗτος γὰρ τὸν Ἐσταυρωμένον Κύριον, μανικῶς ἀγαπήσας, τῇ ὁμολογίᾳ καὶ τῷ μαρτυρίῳ λαμπρῶς ἐδόξασεν. Οὗ ταῖς λιταῖς Κύριε σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στράτωνος ἀδελφοί, τιμήσωμεν τὴν μνήμην, ἐν ὕμνοις ἐγκωμίων, Χριστὸν γὰρ ὡς Δεσπότην, ἐν αἵματι ἐκήρυξεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε οἱ γηγενεῖς, τοῦ Στράτωνος τοὺς ἄθλους, τιμήσωμεν ἐνθέως, ἐν κέδροις γὰρ ἐτύθη, ὡς σφάγιον πανάγιον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στράτων ὁ Ἀθλητής, τῆς Βιθυνίας κλέος, ἐν Πρωτοτόκοις χαίρει, πρεσβεύων τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τριαδικόν.
Πάτερ Πνεῦμα Υἱέ, Τριὰς μονὰς ἁγία, εἰρήνευσον τὸν κόσμον, τοῦ Στράτωνος πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων Σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα τοῦ παντός, Παρθένε Θεοτόκε, τῷ Σῷ Υἱῷ καὶ Λόγῳ, μεσίτευσον τοῦ σῶσαι, πιστοὺς τοὺς ἀνυμνοῦντάς Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν Μάρτυρα, τῆς Βιθυνίας, πάντες στέψωμεν, ἐν ἐγκωμίοις, ἀνυμνοῦντες τὴν αὐτοῦ θείαν ἄθλησιν, καταβαλὼν γὰρ ἀθέων φρυάγματα, διεμελίσθη ἐν κέδροις ὡς σφάγιον, Στράτων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος β΄.
Τὸν ζωοποιὸν Σταυρὸν τῆς Σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, Σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν Σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια στ΄ τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Στράτωνα τὸν ἔνδοξον, ἐν ἐγκωμίοις τιμήσωμεν, καὶ ᾠδαῖς μεγαλύνομεν, καὶ ἄθλους κηρύξωμεν, τὸν αὐτὸν τιμῶσιν, οὗτος γὰρ ἐμφρόνως, καθωμολόγησε Χριστόν, ἐν παῤῥησίᾳ καὶ σταθερότητι, διὸ καὶ εἰς μαρτύριον, ὁδηγηθεὶς φρικωδέστατον, διὰ κέδρων ὁ πάντιμος, διηρέθη ὡς σφάγιον. (Δίς)

Στράτωνα τὸν ἔνθεον, τῆς Βιθυνίας τὸ καύχημα, καὶ Μαρτύρων τὸ πρότυπον, ἐν ὕμνοις τιμήσωμεν, φιλαγίων δῆμος, οὗτος γὰρ εἰδώλων, καὶ διωκτῶν πλάνης οἰκτρᾶς, καταφρονήσας ὡς τέκνον χάριτος, Χριστὸν καθωμολόγησε, καὶ ὑπ’ Αὐτοῦ κατηξίωται, σὺν Ἁγίοις δοξάζεσθαι, Ἀθλητὴς ὡς καλλίνικος. (Δίς)

Στράτωνα τιμήσωμεν, τῆς Ἐκκλησίας τὸ καύχημα, τῶν πιστῶν δὲ ἀγλάϊσμα, Μαρτύρων ὁμόζηλον, Ἀθλητῶν τὸ κλέος, τῶν ὁμολογούντων, καὶ βιαστῶν τὸ ἀκριβές, πρότυπον ὄντως καὶ ἐγκαλλώπισμα, διὸ καὶ ὁ Θεάνθρωπος, μετὰ ἁγίων κατέταξε, καὶ στεφάνῳ ἐκόσμησεν, τῷ τῆς δόξης τὸν Μάρτυρα. (Δίς)

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τῶν πιστῶν ἡ ὁμήγυρις, εἰς ταὐτὸ εἰς ἐκκλησίαν συνελθοῦσα, τὴν τοῦ πανενδόξου Μάρτυρος Στράτωνος πανήγυριν, ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἐπιτελεῖ, βοῶσα πρὸς αὐτόν· Χαίροις, τῶν πιστῶν τὸ στήριγμα, καὶ τῶν βιαστῶν τὸ ἐγκαλλώπισμα· χαίροις, τῆς Ἐκκλησίας τὸ ἕδρασμα, καὶ τῆς Βιθυνίας τὸ μέγα χάρισμα· χαίροις, ὁ τῶν κέδρων στολισμός, καὶ τῶν ἐθνικῶν καταποντισμός. Πρέσβευε ἐκτενῶς πρὸς τὸν φιλάνθρωπον Θεόν, Μάρτυς πανθαύμαστε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τοῦ Σταυροῦ.
Σήμερον, ξύλον ἐφανερώθη. Σήμερον, γένος Ἑβραίων ἀπώλετο. Σήμερον, διὰ πιστῶν βασιλέων, ἡ πίστις φανεροῦται. Καὶ ὁ Ἀδὰμ διὰ τοῦ ξύλου ἐξέπεσε, καὶ πάλιν διὰ ξύλου δαίμονες ἔφριξαν. Παντοδύναμε Κύριε δόξα Σοι.



Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
Λιτή. Ἦχος α΄.
Πανήγυριν πνευματικήν, καὶ ἑορτὴν χαρμόσυνον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ πανενδόξῳ μνήμῃ τοῦ καλλινίκου Μάρτυρος Στράτωνος, σήμερον λαμπροφοροῦσα φαιδρῶς ἐπιτελεῖ. Οὗτος γὰρ παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ἀληθῆ, καὶ τοῦ κόσμου λυτρωτὴν ὁμολογήσας, ἐν κέδροις ὡς ἀρνίον προσδεθείς, φρικτῶς καὶ ἀπανθρώπως διεμερίσθη. Αὐτοῦ ταῖς λιταῖς, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Δεῦτε πιστοί, τὸ τῆς Βιθυνίας κλέος, τὸν πανεύφημον Ἀθλητὴν Στράτωνα, ἐγκωμίοις ᾄσμασιν εὐφημήσωμεν. Οὗτος γὰρ τὰ ἄνω ποθῶν, καὶ πρὸς τὴν Σιὼν τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἔχων ἐστραμμένους, τυράννου ἀπειλὰς γενναίως οὐκ ἔπτηξε, ἐν κέδροις ἀπανθρώπως διαμελισθείς, ὅθεν φωτὶ ἐστεμμένος, εἰς τὰ οὐράνια σκηνώματα εἰσῆλθε, δοξάζων ἀπαύστως Τριάδα τὴν ὁμοούσιον.

Ἦχος γ΄.
Ἡ ἐν οὐρανοῖς θριαμβεύουσα Ἐκκλησία, τῇ ἐπὶ γῆς στρατευομένη σήμερον συνεορτάζει καὶ συμπανηγυρίζει, ἐπὶ τῇ μνήμῃ τοῦ πανενδόξου Μάρτυρος Στράτωνος, ἡ μὲν τὴν μαρτυρικὴν αὐτοῦ ψυχήν, ἐν τῇ τῶν πρωτοτόκων χορείᾳ καθορῶσα, ἡ δὲ τὸ μαρτυρικὸν αὐτοῦ τέλος, ὡς εὐλογίαν καὶ πρότυπον ἔχουσα, ὡς μία δὲ Ἐκκλησία, Χριστὸν ἀπαύστως δοξολογεῖ, τὸν Αὐτοῦ Μάρτυρα ἀντιδοξάζοντα.

Ἦχος δ΄.
Ὡς θησαυρὸς ἄσυλος, καὶ πλοῦτος ἀδάπανος, ἡ τῶν Μαρτύρων τοῦ Χριστοῦ θυσία, καὶ χύσις τοῦ τετιμημένου αὐτῶν αἵματος, πᾶσι τοῖς πιστοῖς δεδώρηται, ὅθεν γηθοσύνως τὴν τοῦ καλλινίκου Μάρτυρος Στράτωνος ἑορτήν, οἱ φιλομάρτυρες ἐνθέοις ὕμνοις, φαιδρῶς πανηγυρίσωμεν, τιμῶντες αὐτοῦ τὴν πανσεβάσμιον ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πιστοί, κατίδωμεν μέγα καὶ φρικτὸν μαρτύριον, ἐν κέδροις τελεσιουργούμενον, ἐν τοῖς κλάδοις τούτων σκληρῶς, ὁ τῆς Βιθυνίας καρπός, Στράτων ὁ γενναιόψυχος προσδεθείς, φρικτῶς ὡς σφάγιον Θεοῦ διεμερίσθη, ὅθεν ὁ τῶν μαρτυρικῶν ἀγωνισμάτων ἀθλοθέτης Χριστός, ὁ δι’ ἡμᾶς σταυρωθείς, τὸν εἰς τέλος ὑπομείναντα πάντιμον Στράτωνα, στεφάνοις ἀμαράντοις καταστέψας, ἐν τῇ ἐπουρανίῳ Αὐτοῦ Βασιλείᾳ, αἰωνίως ἐδόξασεν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Στράτων κλεινὲ Ἀθλητά, τῆς Βιθυνίας τὸ σεπτὸν ἐγκαλλώπισμα, Μαρτύρων Χριστοῦ ἀκρότης, ὁμολογούντων κανών, βιαστῶν ἡ βάσις καὶ ὁ θέμεθλος, πιστῶν τὸ ὑπόδειγμα, Ἐκκλησίας τὸ καύχημα, τῶν ἀσεβούντων, ἐλεγκτὴς ἐν τοῖς πράγμασιν, καὶ τῆς πίστεως, τὸ πανθαύμαστον ἄγαλμα, χαίρων εἰς τὰ οὐράνια, εἰσῆλθες σκηνώματα, φέρων χερσὶ τὴν κιθάραν, καὶ ἀνυμνῶν τὸν Τρισάγιον, ὁμοῦ σὺν Ἀγγέλοις, καὶ Μαρτύρων ταῖς χορείαις, θεομακάριστε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Στράτων Χριστοῦ μιμητά, τῆς εὐσεβείας ἀληθὲς ἀκροθίνιον, τοῦ κόσμου ἡ εὐκοσμία, τῶν Ἀθλητῶν ὁδηγός, τῶν διωκομένων παραμύθιον, Μαρτύρων ὑπόδειγμα, δυσσεβούντων ὁ ἔλεγχος, αἰκιζομένων, παρακλήτωρ θεόσδοτος, καὶ τῆς πίστεως, πρὸς Θεὸν βάσις ἄσειστος, ὅθεν τὴν θεοδώρητον, τελοῦντες πανήγυριν, ᾄσμασι Στράτων ὑμνοῦμεν, σοῦ μαρτυρίου τὴν δύναμιν, τὴν σὴν ἐκζητοῦντες, πρὸς τὸν Κύριον πρεσβείαν, τὴν ἀκαταίσχυντον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Μάρτυς Χριστοῦ θαυμαστέ, ἐν μέσῳ κέδρων μελισθεὶς ὥσπερ σφάγιον, καὶ οὕτω καθαγιάσας, φύσιν φυτῶν καὶ τὴν γῆν, καὶ φιλομαρτύρων τὰ συστήματα, Τριάδος προσκύνησιν, καὶ τοῦ Λόγου τὴν σάρκωσιν, ῥοαῖς αἱμάτων, παῤῥησίᾳ ἐκήρυξας, καὶ κατέπτυσας, τῶν εἰδώλων δυσσέβειαν, ὅθεν εἰς τὴν ἀκήρατον, ζωὴν εἰσελήλυθας, ἅπασι Στράτων Ἁγίοις, συνευφραινόμενος ἔνδοξε, ὁρῶν τῆς Τριάδος, φῶς τὸ Ἄκτιστον καὶ δόξαν, Θεομακάριστε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ πανευφήμου Μάρτυρος Στράτωνος ἐπεδήμησεν ἑορτή, συγκαλοῦσα ἡμᾶς εἰς πνευματικὴν ἑστίασιν. Δεῦτε οὖν πάντες εὐωχηθῶμεν, καὶ πρὸς τὸν ἑστιάτορα Στράτωνα, λαμπρᾷ τῇ φωνῇ προσείπωμεν· Χαίροις, Μάρτυς τοῦ Χριστοῦ, ὁ τὴν Ἐκκλησίαν σοῖς παναγίοις αἵματι ἀρδεύσας, καὶ τοὺς πιστοὺς ἐν τῇ ἀληθεῖ πίστει στηρίξας· χαίροις, ὁ διὰ τοῦ σοῦ μαρτυρίου τὴν τῶν εἰδώλων πλάνην ἀνατρέψας, καὶ τὸν τῆς πίστεως δωρεοδότην, Θεάνθρωπον Κύριον δοξάσας. Αὐτὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος β΄.
Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ’ ἐχθρῶν, ὑπογραμμὸν δηλῶν νοερόν, ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ, ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν Μάρτυρα, τῆς Βιθυνίας, πάντες στέψωμεν, ἐν ἐγκωμίοις, ἀνυμνοῦντες τὴν αὐτοῦ θείαν ἄθλησιν, καταβαλὼν γὰρ ἀθέων φρυάγματα, διεμελίσθη ἐν κέδροις ὡς σφάγιον, Στράτων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος β΄.
Τὸν ζωοποιὸν Σταυρὸν τῆς Σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, Σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν Σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν Μαρτύρων τὸ κλέος, καὶ μέγα καύχημα, τῆς Βιθυνίας τὸν γόνον, καὶ Ἐκκλησίας Χριστοῦ, ἐγκαλλώπισμα πιστοὶ Στράτωνα ᾄσωμεν, ὅτι ἠρίστευσε λαμπρῶς, ἐν μαρτυρίῳ θαυμαστῷ, τυθεὶς πιστῶς τῷ Κυρίῳ, καθυπομείνας βασάνους, καὶ τελευτὴν ἐν κέδροις ὄντως φρικτήν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Στράτωνα πιστοί, ἀνυμνήσωμεν ὕμνοις, Χριστοῦ τὸν Ἀθλητήν, τὸν ἐν κέδροις τυθέντα, τοῖς πᾶσι κηρύττοντα, τὴν τοῦ Λόγου θεότητα, καὶ δυσσέβειαν, πολυθεΐαν εἰδώλων, διὸ ἔλαβε, παρὰ Κυρίου τὸ στέφος, ὡς Μάρτυς τῆς πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει τοὺς πιστούς, ὁ μελισμὸς τοῦ Ἀθλητοῦ, καὶ τοὺς νόας ἐξιστᾷ, ἡ διὰ κέδρων τελευτή, δι’ ἧς ἐδόξασε Λόγον τὸν σαρκωθέντα, πλάνην ἀσεβῶν ἐταπείνωσε, πίστιν εὐσεβῶν ἐπεστήριξε, καὶ εἰσελθὼν ὁ Στράτων εἰς τὴν χώραν, τῶν Πρωτοτόκων ἐκραύγαζε, μεγάλη ὄντως, Χριστοῦ ἡ δόξα, μένουσα εἰς αἰῶνας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.




Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον (τοῦ ὄρθρου τῆς ΚΣΤ΄ Ὀκτωβρίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τὸ τῆς Βιθυνίας κλέος, Στράτων ὁ ἔνδοξος βιαστὴς τῶν οὐρανίων πυλῶν, εἰς ἑορτὴν τοὺς φιλομάρτυρας συνήγειρεν. Δεῦτε οὖν καὶ ἡμεῖς, ἐν ἐγκωμίων ἄνθεσι καταστέφοντες αὐτόν, λαμπρᾷ τῇ φωνῇ προσείπωμεν· Χαίροις, Μαρτύρων τὸ ἄγαλμα, καὶ ἡμῶν τὸ ἐντρύφημα· χαίροις, πρωτοτόκων συνόμιλε, καὶ πιστῶν τὸ ὑπόδειγμα· χαίροις, τῶν Ἁγίων σύσκηνε, καὶ τῶν ἀγωνιζομένων θαυμαστὲ προστάτα. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἐκτενῶς ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ Κανόνες· τοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Στράτωνος μελισμὸν ἐν κέδροις γεραίρω. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν τοῦ Πνεύματος ἐκζητῶ, τοῦ Στράτωνος ᾆσαι, τὸ μαρτύριον τὸ φρικτόν, ὃ ὑπὲρ Χριστοῦ στεῤῥῶς ὑπέστη, διαιρεθεὶς ἐν τοῖς κέδροις ὡς σφάγιον.
Τιμήσωμεν ὕμνοις πανευλαβῶς, τοῦ Στράτωνος πάντες, τὴν θυσίαν ὑπὲρ Χριστοῦ, Ὃν καθικετεύει ἀεννάως, ὑπὲρ τιμώντων αὐτοῦ τὸ μαρτύριον.
ομφαίᾳ τοῦ λόγου καταβαλών, πλάνην τοῦ τυράννου, ἀνεκήρυξας εὐθαρσῶς, Θεάνθρωπον Στράτων ὡς Σωτῆρα, τῶν πεπτωκότων ἀνθρώπων καὶ Κύριον.
Θεοτοκίον.
γνὴ προστασία Σῶν ὑμνητῶν, Σὺ πέλεις Παρθένε, καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει Αὐτὸν Θεοκυῆτορ, ὑπὲρ ἡμῶν τῶν πιστῶς δεομένων Σου.










ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν τυράννων τὴν πλάνην καὶ δυσσεβὲς φρόνημα, Στράτων ὁ κλεινὸς καὶ γενναῖος, πάθει κατέβαλεν, ἀποδεχθεὶς ἐν χαρᾷ, τὸν μελισμὸν διὰ κέδρων, ὡς ἀρνίον ἄκακον, ὁ θεοδόξαστος.
ραΐσας τὸν νοῦν σου καὶ τὴν ψυχὴν ἔνδοξε, τῇ τοῦ Παρακλήτου ἐλλάμψει, ἄξιος γέγονας, ὁμολογίας Χριστοῦ, καὶ μαρτυρίου ἐνδόξου, Βιθυνίας καύχημα, Στράτων πολύαθλε.
Νικηφόρος εἰσῆλθες εἰς οὐρανοὺς ἔνδοξε, Στράτων τῶν Μαρτύρων τὸ κλέος, καὶ τὸ ἐντρύφημα, καθικετεύων Χριστόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς σὲ γεραίροντας.
 Θεοτοκίον.
λοψύχως βοῶ Σοι ἐκ τῶν δεσμῶν λύτρωσαι, τὴν ἐμὴν καρδίαν Παρθένε, καὶ περιφρούρησον, ὑπὸ τὴν σκέπην τὴν Σήν, τὴν ἀσθενοῦσαν ψυχήν μου, Σὺ γὰρ πέλεις ἄχραντε, ταμεῖον χάριτος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν Στράτωνα μέλψωμεν μετ’ ἐγκωμίων λαμπρῶς, καὶ πᾶσι κηρύξωμεν, τοῦ μαρτυρίου αὐτοῦ, ἐν κέδροις τελείωσιν, ᾔσχυνε τοῦ βελίαρ, ἀθεότητος πλάνην, Κύριον καὶ Δεσπότην, τὸν Χριστὸν ἐν τῷ πάθει, κηρύξας ἐν παῤῥησίᾳ, ὁ θεοτίμητος.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ὁ Σταυρός Σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας, Σταυρὸς ὑπάρχει, τοῦ κόσμου τὸ καύχημα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σαῖς πρεσβείαις πρὸς Κύριον, Βιθυνίας κλέος Στράτων διάσωσον, ἐκ βελῶν τοῦ πολεμήτορος, καὶ παθῶν δεινῶν τοὺς ἀνυμνοῦντάς σε.
Μακαρίζομεν ἅπαντες, τὴν ὁμολογίαν ὑπὲρ τῆς πίστεως, καὶ μαρτύριον τοῦ Στράτωνος, οὗ τὴν χάριν πόθῳ ἐξαιτούμεθα.
κκλησίας τὸ καύχημα, καὶ ὁμολογούντων τὸ ἐγκαλλώπισμα, ἀνεδείχθης Στράτων ἔνδοξε, καὶ τῆς Βιθυνίας πλοῦτος ἄσυλος.
Θεοτοκίον.
Λύπην κόσμου κατέπαυσας, Θεοτόκε πάναγνε ὡς πηγάσασα, τὴν χαρὰν τὴν ἀνεκλάλητον, Ἰησοῦν Σωτῆρα τῶν ὑμνούντων Σε.





ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ασιν ψυχῆς, ταῖς πρεσβείαις σου παράσχου μοι, τῆς Βιθυνίας Στράτων, Μάρτυς κλεινέ, καὶ τὴν εἰρήνην τὴν θείαν ἐπιδαψίλευσον.
Σῶσον τοὺς πιστῶς, ἀνυμνοῦντας τὴν σὴν ἄθλησιν, τῆς τῶν δαιμόνων Στράτων ἐπιβουλῆς, ταῖς σαῖς πρεσβείαις, καλλίνικε πρὸς τὸν Κύριον.
Μέμνησο ἡμῶν, εὐφημούντων σὸν μαρτύριον, ταῖς πρὸς Θεὸν λιταῖς σου Στράτων κλεινέ, ὅπως ἐν ἔργοις, τιμῶμεν Χριστοῦ τὸ ὄνομα.
Θεοτοκίον.
λον τὸν Θεόν, ἐν ἀγκάλαις Σου ἐβάστασας, Θεοκυῆτορ Μῆτερ τοῦ Ἰησοῦ, Ὃν ἐκδυσώπει, τοῦ δοῦναι ἡμῖν συγχώρησιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νενίκηκας, αἰκισμοὺς καὶ τύραννον, Στράτων χάριτος πλησθεὶς τοῦ Σωτῆρος, διὸ ζωῆς, τῆς ἀγήρω καὶ θείας, κατατρυφᾷς ἐς ἀεὶ παναοίδιμε, πρεσβεύων ὑπὲρ τῶν πιστῶς, αἰτουμένων λιτάς σου πρὸς Κύριον.
νίκησας, ἐν τοῖς κέδροις ἔνδοξε, τοῦ τυράννου τὴν ἀντίχριστον γνώμην, χαριτωθείς, Παρακλήτου δυνάμει, τοῦ Παραδείσου τὴν χώραν κατέλαβες, διὸ θερμῶς ἀντιβολῶ, σαῖς πρεσβείαις ῥυσθῆναι κολάσεως.
Νενίκηκας, τῆς σαρκὸς τὸ φρόνημα, καὶ κατέβαλες ἀθέων μανία, καὶ τὸν Χριστόν, διεκήρυξας ζήλῳ, ἐν μαρτυρίοις δεινοῖς ἐταζόμενος, ὦ Στράτων Μάρτυς τοῦ Χριστοῦ, τῶν πιστῶν ἀρωγὸς ἀκαταίσχυντος.
Θεοτοκίον.
Κραταίωσον, τὴν ψυχήν μου Δέσποινα, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πιστῶς, ἐν εἰκόνι Σου κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς, ἐκ παθῶν ἐνοχλούντων με σῶσόν με.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ καλλινίκου Ἀθλητοῦ φρικτὸν μαρτύριον, οἱ φιλομάρτυρες ἐν ζήλῳ μελετήσωμεν, ἀνυμνοῦντες αὐτὸν ὕμνοις καὶ ἐγκωμίοις, ἐν τοῖς κέδροις προσδεθεὶς ὡς θεῖον σφάγιον, διηρέθη ὡς Ναοῦ τὸ καταπέτασμα, πρὸς ὃν κράζομεν· Χαίροις Στράτων πανθαύμαστε.
Ὁ Οἶκος.
Ὁ τῆς ἀληθοῦς πίστεως Ἀθλητής, Στράτων ὁ πανεύφημος, παῤῥησίᾳ τὸν Τριαδικὸν Θεὸν ἐν Βιθυνίᾳ ὁμολογήσας, καὶ τὰς τοῦ τυράννου Λικινίου ἀπειλὰς μὴ πήξας, τὴν τῆς μαρτυρικῆς αὐτοῦ τελευτῆς ἀπόφασιν ἐν χαρᾷ ἀπεδέχθη. Οὕτω κλάδοις κέδρων κεκλιμένων εἰς γῆν προσδεθείς, ἀπολυθέντων τῶν κλάδων, ὡς σφάγιον διεμερίσθη, τὴν ἁγίαν αὐτοῦ ψυχήν, ταῖς ἀχράντοις χερσὶ τοῦ ἀθλοθέτου Χριστοῦ παραδούς. Πρὸς ὃν κράζομεν· Χαίροις Στράτων πανθαύμαστε.

Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Μάρτυς Στράτων, κέδροις προσδεθεὶς καὶ διαμεριθείς, τελειοῦται.
Kέδροις ὁ Mάρτυς προσδεθεὶς Στράτων δύω,
Eἷς ὢν τὸ σῶμα, δείκνυται μέρη δύω.
Έζησε στη Βιθυνία και συνελήφθη από τον εκεί άρχοντα και βασανίστηκε με διάφορα βασανιστήρια. Έπειτα έδεσαν τα χέρια του από τα κλαδιά δύο κέδρων, που λύγισαν μέχρι το έδαφος. Κατόπιν τους έλυσαν με αποτέλεσμα ο Άγιος να διαμελιστεί στα δύο. Αυτό συνέβη στα χρόνια του τυράννου Λικινίου (315 μ.Χ.).

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τῆς Ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Αναστάσεως.
Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,
ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Ζωῆς ἀπίστου Κορνήλιε ἐξάγεις,
Πιστῶν ἀπαρχὴν τῶν ἀπ’ ἐθνῶν Χριστέ μου.
Οὗτος ἐν τοῖς τῶν Ἁγίων Ἀποστόλων χρόνοις ὑπῆρχεν, ὅς βίον μετερχόμενος ἀνεπίληπτον, εἶδεν Ἄγγελον προτρεπόμενον αὐτῷ, τὸν Ἀπόστολον Πέτρον μετακαλέσασθαι, καὶ παρ’ αὐτοῦ ἀκοῦσαι ἅ δεῖ. Καὶ δὴ παραγενόμενος ὁ Πέτρος πρὸς αὐτόν, καὶ τὸν λόγον τοῦ Κυρίου τοῖς τε συνεληλυθόσι καὶ αὐτῷ προσειπών, κατηχήσας τε καὶ βαπτίσας, τὴν προστασίαν τῆς Σκέψεως πόλεως ἐγχειρίζει, ἥν εὑρὼν κατείδωλον, χάριτι Χριστοῦ πάντας ἐβάπτισε, καὶ αὐτὸν τὸν ἄρχοντα Δημήτριον πανοικὶ τῷ Χριστῷ πεπιστευκότα, ὅθεν ἀποστολικῶς τὸν βίον διανύσας, πρὸς Κύριον ἀπέρχεται.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Κρονίδης, Λεόντιος καὶ Σεραπίων, ἐν θαλάσσῃ βληθέντες τελειοῦνται.
Ὑπῆρξεν ἄθλος ἡ θάλασσα καὶ τάφος,
Σεραπίωνι Kρονίδῃ Λεοντίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Γορδιανός, Σέλευκος καὶ Μακρόβιος, θηρίοις ἐκδοθέντες, τελειοῦνται.
Tὸν Γορδιανὸν καὶ Σέλευκον θηρίοις,
Oἱ θηριώδεις ἐκδιδοῦσιν ἀγρίοις.
Ὁ Mακρόβιος τὸν μακρόν ποθῶν βίον,
Θηρῶν ὁδοῦσι τὸν βραχὺν λείπει βίον.

Σὺν Λουκιανῷ Ζωτικὸν στέφους ἔρως,
ἐρᾷν ἐποίει καὶ στεφανοῦντος ξίφους.
Λύπη παρῆλθεν ὁ πρὶν Ἠλεὶ τὸν βίον,
Ἠλεὶ δὲ μάρτυς σὺν χαρὰ θνήσκει ξίφει.

Oὐαλλέριος ἐκ πόθου τῶν Mαρτύρων,
Θνήσκει πρὸς αὐτῷ τῷ τάφῳ τῶν Mαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ τῆς Βιθυνίας, ἐν εἰρήνῃ τελειοῦται.
Ῥαγεὶς ὁ Πέτρος τῇ λύσει τοῦ σαρκίου,
Πρὸς αῤῥαγῆ μετῆλθε τὸν Θεὸν πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱεροθέου, τοῦ ἐκ Καλαμῶν μὲν τῆς Πελοποννήσου καταγομένου, ἐν δὲ τῇ κατ’ Ἄθῳ Ἱερᾷ Μονῇ τῶν Ἰβήρων ἀσκήσαντος, καὶ ὁσίως κοιμηθέντος ἐν ἔτει 1745.
Ἱερόθεε ἱερὸς Θεῷ ὤφθης,
Κτείνας τὰ πάθη ἐγκρατείας τοῖς πόνοις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀριστείδου.
Ἀριστεὺς ὀφθεὶς Ἀθλητῶν Ἀριστείδη,
Κλεινῶν Ἀθηνῶν ἐπορφύρωσας χθόνα.
Οὗτος ἧν Ἀθηναίος φιλόσοφος ἐνδόξου γένους καὶ ἤθλησεν ἐν τῇ πατρίδι αὐτοῦ ἐπὶ Ἀνδριανοῦ τῷ 120 μ. Χ. Ἐχρημάτισε μαθητὴς τοῦ Διονυσίου τοῦ Ἀρεοπαγίτου καὶ τοῦ Ἱεροθέου, μυηθεὶς ὑπ’ αὐτῶν τῇ εἰς Χριστὸν εὐσεβείᾳ. Ὑπεραμυνόμενος τῶν διωκομένων χριστιανῶν, συνέγραψεν ἀπολογίαν, ἥν ἀπέστειλε τῷ Ἀνδριανῷ. Κηρύττων παῤῥησίᾳ τὸν Κύριον, ὑπεβλήθη εἰς πλῆθος βασάνων καὶ ἐτελείωσε δι’ ἀγχόνης τὸ μαρτύριον κρεμασθεὶς ἐν τῇ ἀγορᾷ τῶν Ἀθηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μελετίου τοῦ Πηγά, πατριάρχου Ἀλεξανδρείας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς κειμένης ἐν τῇ Ἱ. Μ. Ῥοβελίστης Ἄρτης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.




ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
χθροῦ τοῦ ἀντιχρίστου ἀπειλὰς μαρτυρίου ἐν παῤῥησίᾳ πολλῇ, ἐνίκησας ἀνδρείως, φυλάσσων ἐκ παγίδων, τοὺς σὲ τιμῶντας καὶ ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δεσπότην Ζωοδότην ἀνεκήρυξε πάθει ὁ Βιθυνίας καρπός, Χριστὸν τὸν σαρκωθέντα, καὶ σώσαντα τὸν κόσμον, πρὸς Ὃν πίστει κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ημάτων τοῦ Κυρίου μνησθεὶς ὁ θεῖος Στράτων τῶν βιαστῶν τελευτήν, ἐπόθησεν ἐμφρόνως, ἐν Μάρτυσι χορεύων, καὶ βοῶν πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
πτικὸν τῆς καρδίας ἀποκάθαρον πάντων Θεοκυῆτορ σεμνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸ Βασιλέα.
ερωτάτως, ἐπιποθῶν τῶν Μαρτύρων, κλεινὸς Στράτων ζωὴν ἠξιώθη, Χριστὸν παῤῥησίᾳ, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Σ ἐκνικήσας, τὴν τῶν ἐθνῶν ἀθεΐαν, καλλίνικε Στράτων κηρύττεις, τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Γῆν τῶν πραέων, ἐπιποθήσας Στράτων, ἐν τοῖς κέδροις ἀπέπτη τοῦ κόσμου, ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, Χριστὸν εἰς τοὺς αἰῶνας.
 Θεοτοκίον.
Εὐγνωμονοῦμεν, τὴν Μαριὰμ ὡς τεκοῦσαν, τὸν Σωτῆρα τοῦ κόσμου ἐν χρόνῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
οῇ τῶν αἱμάτων, Στράτων σὺ ἀρδεύεις, τῆς Ἐκκλησίας τὸ δένδρον ὡς Μάρτυς Χριστοῦ, μεθοὗ ἀγάλλῃ ἀπαύστως εἰς τὸν Παράδεισον.
γγέλων αἱ δυνάμεις, Στράτων ἀνυμνοῦσι, λατρευτικῶς ὡς Δεσπότην Χριστὸν τὸν Θεόν, Ὃν ἀγαπήσας ἐμφρόνως ἠρνήθης γήϊνα.
κέτευε τὸν Λόγον, Στράτων ὑπὲρ πάντων, τῶν ἀνυμνούντων ἐκ πόθου τὴν σὴν τελευτήν, καὶ ἐν χαρᾷ μελετώντων τὰ σὰ θαυμάσια.
ιγῶ ὅλος Στράτων, ὁρῶν σε ἐν κέδροις, προσδεδεμένον ὡς θῦμα ὑπὲρ τοῦ Χριστοῦ, κατασφαττόμενον ὄντως ὡς θεῖον σφάγιον.
Θεοτοκίον.
Δέσποινα Λόγος, ἐκ Σοῦ ἐσαρκώθη, ἵνα λυτρώσηται γένος βροτῶν ἐκ παθῶν, καὶ ἐξαρπάσῃ Παρθένε πάντας ἐκ δράκοντος.


Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ Στράτωνος τιμήσωμεν, μαρτύριον πανθαύμαστον, τύραννον κέδροις νικήσας, Χριστὸν ἐκήρυξε πᾶσιν, Κύριον καὶ Θεάνθρωπον, Λυτρωτήν τε Φιλάνθρωπον, ῥύστην δὲ ἐκ τοῦ πτώματος, παθῶν θανάτου τε πλάνης, καὶ τῆς λατρείας εἰδώλων.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασα τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν, ζωῆς γὰρ γέγονε Μήτηρ, Τράπεζα ἄρτον φέρουσα, λυχνία φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει Θεοτόκος.

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στράτωνα τὸν ἔνδοξον, τῆς Βιθυνίας τὸν γόνον, ἐν ψαλμοῖς ὑμνήσωμεν, καὶ ἐν ἐγκωμίοις λαμπρῶς τιμήσωμεν, ἱερῶς ἤθλησε, προσδεθεὶς ἐν κέδροις, διηρέθη δὲ ὡς σφάγιον, Χριστοῦ καὶ ἔλαβεν, ἐν χαρᾷ τὴν δόξαν τοῦ Μάρτυρος, ἐν χώρᾳ ἀναπαύσεως, καὶ σαββατισμοῦ αἰωνίζοντος, μετὰ τῶν Μαρτύρων, ὁρῶν τὸν ὑπερούσιον Θεόν, Ὃν ἱκετεύει ὡς εὔσπλαγχνον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

Στράτωνα τὸν Μάρτυρα, τῆς Βιθυνίας τὸ τέκνον, τῶν πιστῶν ἀγλάϊσμα, ἐν ᾠδαῖς ὑμνήσωμεν καὶ τιμήσωμεν, καρτερῶς ἤνεγκε, μελισμὸν ἐν κέδροις, ὥσπερ σφάγιον θεόσδοτον, Μαρτύρων πρότυπον, καὶ τῶν βιαστῶν θεῖον ἄγαλμα, διὸ καὶ κατηξίωται, ζωῆς αἰωνίου καὶ κρείττονος, ὅθεν ὁ θεόφρων, ἐνδόξως ἐν Μαρτύρων τοῖς χοροῖς, συνυπηχεῖ τούτοις μέλπουσιν, ὕμνον τὸν τρισάγιον.

Στράτωνα καλλίνικον, φιλομαρτύρων ὁ δῆμος, ἐν χαρᾷ δοξάσωμεν, καὶ ἐν εὐφροσύνῃ ἀνευφημήσωμεν, τὸν σταυρὸν ἦρε γάρ, ἐν χαρᾷ καὶ ζήλῳ, καὶ Χριστὸν καθωμολόγησε, Θεὸν παντέλειον, καὶ Σωτῆρα κόσμου φιλάνθρωπον, αὐτοῦ ταῖς πρεσβείαις, Θεάνθρωπε τοῦ κόσμου Λυτρωτά, μετανοεῖν καθοδήγησον, τοὺς αὐτὸν γεραίροντας.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, τὴν τοῦ Αθλοφόρου Μάρτυρος Στράτωνος μνήμην, ἐν ᾠδαῖς πνευματικαῖς τιμήσωμεν, καὶ ἐν ἐγκωμίοις ᾄσμασιν εὐφημήσωμεν λέγοντες· Χαίροις Ἀθλητὰ τῆς πίστεως, καὶ τῆς Ἐκκλησίας ἁπάσης μέγα κλέος· χαίροις, βιαστὰ τοῦ οὐρανοῦ, καὶ τῶν πιστῶς ἀγωνιζομένων ἔνθεον ἕδρασμα· χαίροις, τῆς τῶν οὐρανῶν Βασιλείας ἄστρον πολύφωτον, καὶ τῆς γῆς πυρσὲ θείας χάριτος. Πρέσβευε δεόμεθα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ἦχος γ΄.
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν Σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, τοῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν. Ἀλλ’ οἰκτείρησον μόνε μακρόθυμε, τὸν ἐν περιστάσει λαόν Σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς παντοδύναμος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Βιθυνίας γόνος λαμπρός, καὶ τῆς Ἐκκλησίας θεοδώρητος πρεσβευτής χαίροις τῶν Μαρτύρων, κανὼν Στράτων καὶ κλέος, καὶ πάντων ἀθλουμένων, τὸ θεῖον πρότυπον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου