ΣΕΠΤΕΜΒΡΙΟΣ Β΄!!
ΜΑΜΑΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐκ ῥίζης βλαστήσας εὐκλεοῦς, Μάμα παμμακάριστε, οἷάπερ φοίνιξ ὑψίκομος, καρποὺς ἐξήνεγκας, τοὺς τῆς εὐσεβείας, μαρτυρίου σκάμμασιν, ἐκτρέφοντας ἡμῶν τὴν διάνοιαν, τῶν εὐφημούντων σου, τοὺς ἀγῶνας τῆς ἀθλήσεως, καὶ τελούντων τὴν ἔνδοξον μνήμην σου.
Νεότητι σώματος σοφέ, τὸν ἀρχαῖον δράκοντα, μαρτυρικῶς καταβέβληκας, τῇ δεδομένῃ σοι, ἄνωθεν ἰσχύϊ, Μάμα παναοίδιμε, καὶ χαίρων τὸν Χριστὸν ὡμολόγησας, τὸν σὲ δοξάσαντα, ἐν σημείοις καὶ δυνάμεσι, καὶ ποικίλοις Ἀθλοφόρε θαύμασι.
Ῥυσθεὶς τῆς ὁρμῆς τῶν διωκτῶν, προμηθείᾳ κρείττονι, ἔνδον σπηλαίου κατώκησας, ἔνθα τρεφόμενος, γάλακτι ἐλάφου, θαυμαστῶς μακάριε, πρὸς μείζονας ἀγῶνας ἀθλήσεως, σαὐτὸν ἡτοίμασας, οὓς διήνυσας ὡς ἄσαρκος, καὶ πλουσίαις δωρεαῖς δεδόξασαι.
Τρωθείς σου τὰ σπλάγχνα διαμπάξ, τὴν καρδία ἔτρωσας, λόγχῃ σοφὲ τῆς ἀνδρείας σου, τοῦ πολεμήτορος, καὶ τροπαιοφόρος, πρὸς Χριστὸν ἀνέδραμες, παρ’ οὗ τὰ τῶν ἀγώνων σου ἔπαθλα, λαμπρῶς ἀπείληφας, ἱκετεύων Μάμα πάντοτε, ὑπὲρ πάντων τῶν ὑμνολογούντων σε.
Δόξα. Ἦχος δ΄.
Τὴν θείαν ἐνδεδυμένος δύναμιν, ἐν ἀσθενείᾳ σαρκὸς ἠνδραγάθησας, ὡς στρατιώτης Χριστοῦ ἀήττητος, Μάμα ἀξιάγαστε· καὶ τὸν κάλλιστον ἀγῶνα καλῶς τελέσας, τῶν κατ’ ἀξίαν βραβείων ἔτυχες, καὶ ἀντιλήπτωρ θερμὸς καὶ πρόμαχος, τοῖς εὐσεβέσιν ὤφθης· διό σου τὴν ἐτήσιον μνήμην ἑορτάζομεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βλάστημα εὐκλεές, Μαρτύρων Μάμα πέλων, τοῖς ἴχνεσι τοῖς τούτων, ἀξίως ἐπορεύθης, καὶ θαυμαστῶς ἠγώνισαι.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἄθλους ὑπερφυεῖς, ἀνύσας Ἀθλοφόρε, ἐξέπληξας τοὺς πάντας, τοῖς θαύμασί σου Μάμα, χρεωστικῶς γεραίρομεν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἅπασιν ἐναργής, ἡμῖν τῆς σῆς εὐνοίας, ἡ χάρις καθορᾶται· διό σε Μάρτυς Μάμα, χρεωστικῶς γεραίρομεν.
Δόξα. Τριαδικόν.
Σθένει τριαδικῷ, θεόφρον ἀριστεύων, Τριάδα τὴν Ἁγίαν, ἕνα Θεὸν τῶν ὅλων, Μάμα λαμπρῶς ἐκήρυξας.
Καὶ νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Θεοῦ, ἐκ Σοῦ σάρκα λαβόντα, ἐκύησας ἀφράστως, καὶ πύλη σωτηρίας, Παρθένε κόσμῳ γέγονας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ταχὺ προκατάλαβε.
Ὡς ἔνθεον βλάστημα θεοειδῶν Ἀθλητῶν, ἀγῶσιν ἀθλήσεως ἀνδραγαθεὶς ἱερῶς, ἰσχύϊ τῆς πίστεως· ἄθλοις γὰρ ὑπὲρ φύσιν, καὶ ἐν θαύμασι πλείστοις, Μάμα μεγαλομάρτυς, τὸν Σωτῆρα δοξάζεις· ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς´ καὶ ψάλλομεν Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Θῆρας τὸ πρὶν τροπωσάμενος, τῶν ἀκαθέκτων παθῶν, Ἀθλοφόρε ἀοίδιμε, τῶν λεόντων χάσματα, καὶ θηρῶν τὰ ὁρμήματα, ἐντεύξει θείᾳ, σὺ ἐχαλίνωσας, τῆς τούτων βλάβης μείνας ἀμέτοχος· πῦρ οὐ κατέπτηξας, οὐ θυμὸν δικάζοντος· τῆς γὰρ Χριστοῦ, Μάκαρ ἀγαπήσεως, οὐδὲν προέκρινας.
Νέῳ ἐν σώματι ἔνδοξε, τὸν παλαιὸν πτερνιστήν, ἐτροπώσω τὰ
στίγματα, τοῦ Χριστοῦ μακάριε, τῇ σαρκί σου δεξάμενος· καὶ νῦν Μαρτύρων,
συναγελάζῃ χοροῖς, στεφανηφόρος Μάμα πανεύφημε, φέγγει λαμπόμενος, τρισηλίῳ
πάντοτε, τῶν ἐφετῶν, βλέπων τὸ ἀκρότατον, καθαρωτάτῳ νοΐ.
Τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, καὶ διὰ πάθους Σταυροῦ, καθελόντος τὸν τύραννον, ζωηφόροις ἴχνεσιν, ἀθλοφόρε ἑπόμενος, Μαρτύρων χαίρων, ὑπῆλθες στάδιον, καὶ ταῖς αἰκίαις κατατεινόμενος, τὸν καυχησάμενον, ἐξαλείφειν θάλασσαν, μετὰ σαρκός, Μάρτυς κατηδάφισας, καὶ ἐτραυμάτισας.
Ἔτερα. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ ἀπὸ ῥίζης ἀνθήσας μακαρίας, ὅτε οἱ τεκόντες σε, ἀγωνιζόμενοι, τὸ θεῖον σκάμμα τῆς πίστεως, καθάπερ ἄνθος, πανευθαλές σε κόσμῳ προήγαγον, τότε τὴν οὐράνιον πᾶσι διέπνευσας, τῆς εὐσεβείας ἐν Πνεύματι, ὀσμὴν τὴν θείαν, ὑπερφυέσιν ἄθλοις καὶ θαύμασι, καὶ ἀηττήτοις ἀγωνίσμασι, μεγαλύνας Χριστὸν Μάμα ἔνδοξε· Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐν ἀγῶσιν Ἁγίοις ἀριστεύσας, ἰσχυϊ τοῦ Πνεύματος ἐνδυναμούμενος, τῶν ῥαβδισμῶν τὸ ἐπώδυνον, καὶ τὰς αἰκίας, καὶ ἀλγηδόνας πάσας τοῦ σώματος, ἀνδρείως ὑπέμεινας, στεῤῥῷ φρονήματι, ὡς Ἀθλητὴς ἀκατάπληκτος, καὶ στρατιώτης, τοῦ Βασιλέως τῆς δόξης ἄριστος· καὶ ἐν πυρί τε καὶ ἐν ὕδασι, τοῦ Σωτῆρος ἐκφήνας τὴν δύναμιν, θαυμαστῶς ἐδοξάσθης, Μάρτυς Μάμα θεοδόξαστε.
Ὁ ἐν τῷ ὄρει οἰκήσας θείᾳ νεύσει, ἐλάφων τῷ γάλακτι ἐτράφης Ἅγιε, τῇ προμηθείᾳ τῇ ἄνωθεν, πρὸς τοὺς ἀγῶνας, τοὺς μετὰ ταῦτα ἐκγυμναζόμενος· ἐντεῦθεν ἀπτόητος τοῖς ἐκζητοῦσί σε, ἐπέστης Μάμα καὶ ἤλεγξας, τούτων τὴν πλάνην, λόγων σοφίᾳ καὶ ἔργων χάριτι, καὶ νίκης ἄρας μέγα τρόπαιον, νικηφόρος Χριστῷ ἀνελήλυθας· Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος β´. Βυζαντίου
Νέον φυτὸν καθάπερ ἐλαίας, τῇ τοῦ Θεοῦ τραπέζῃ γεγένησαι, ὡς υἱὸς τῶν πορευθέντων τὴν τοῦ Κυρίου ὁδόν· διὰ γὰρ μαρτυρίου εὐλόγησέ σε Κύριος, καὶ βλέπεις τὰ ἀγαθὰ τῆς ἄνω Σιών, κατατρυφῶν τῆς θείας ἀγαλλιάσεως, σὺν τοῖς γονεῦσι διὰ παντός, Μάμα ἀξιάγαστε· ὧν κοινωνοὺς ἡμᾶς ταῖς ἱκεσίαις σου, γενέσθαι ποίησον.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὡς θαυμαστή σου ἡ ἄθλησις, καὶ ἡ παρὰ Χριστοῦ δοθεῖσά σοι χάρις, Μάρτυς Μάμα πανθαύμαστε· ἀξίως γὰρ τῶν ὠδίνων, ἀναστραφεὶς ἐν τῷ κόσμῳ, θαυμαστὰ καὶ παράδοξα, ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ ἐνήργησας. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κατατρυφῶν, θέσει λαμπρᾷ θεούμενος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει βοώντων· Κύριε δόξα Σοι.
Ἦχος β΄.
Τὸν ἐν Μάρτυσι περίδοξον, καὶ πανταχοῦ περιβόητον, ὡς ταχὺν ἐν προστασίαις, Μάμαντα τὸν μέγαν, μαρτυρικῶς ὑμνήσωμεν· ἐξ ἁπαλῶν γὰρ ὀνύχων, ἀκολουθήσας Χριστῷ, τούτου τὰ στίγματα, τῷ σώματι ἐβάστασε, τῶν παθῶν Αὐτοῦ μιμητὴς γενόμενος· αθλητικῶς γὰρ ἠγωνίσατο, ἀλογήσας τῆς σαρκός, καὶ τὸν ἐχθρὸν ἐξενεύρισε, τῇ ἀτρέπτῳ ἐνστάσει· πᾶσι δὲ ἡμῖν αἰτεῖται ἴασιν παθῶν καὶ κινδύνων ἀπαλλαγήν, καὶ σωτηρίαν αἰώνιον.
Ἦχος γ΄.
Μαρτυρικῶς ἀγωνιζόμενος, ἔξω κόσμου καὶ σαρκὸς ἐδείχθης, τῇ μιμήσει τῶν παθῶν τοῦ Σωτῆρος, Μάμα μακάριε· τῇ γὰρ θείᾳ ἐλλάμψει πτερωθείς, ὥσπερ ἄλλου πάσχοντος, ταῖς ἀλγηδόσιν ἐνεκαρτέρησας· ὅθεν θῆρές σε ᾐδέσθησαν, πῦρ σοι ὑπεχώρησε, θάλασσα βατή σοι γέγονε, καὶ οἱ νουνεχῶς ὁρῶντες, τὴν ἐν σοὶ τοῦ Σταυροῦ θριαμβεύουσαν δύναμιν, μεγαλοφώνως ἔκραζον· Κύριε δόξα Σοι.
Ἦχος δ΄.
Τὴν πανοπλίαν τοῦ φωτὸς περιζωσάμενος, τὸν ἄρχοντα τοῦ σκότους κατηγωνίσω, ἀθλητικοῖς παλαίσμασι, Μάμα ἀξιάγαστε· τῇ γὰρ θείᾳ ἀγάπῃ, ἀκλινῶς ἐρηρεισμένος, στῦλος εὐσεβείας ἀκλόνητος, ἐν τῷ καιρῷ τῶν διωγμῶν, καὶ Ἐκκλησίας βάσις ἄσειστος, ἀληθῶς ἐχρημάτισας· ποικιλοτρόπως γὰρ δοκιμασθείς, τῶν ἀντικειμένων τὰς ἐπινοίας εἷλες, καὶ τὴν ὁμολογίαν τῆς πίστεως, τοῖς τιμίοις σου πάθεσιν, ἐδόξασας κράζων· Κύριε δόξα Σοι.
Δόξα. Ἦχος πλ. α΄.
Φωτοφανὴς ἐν Πνεύματι τῷ Ἁγίῳ ὤφθης, λαμπρυνθεὶς τὴν διάνοιαν, ὡς ὁ Μωϋσῆς ἐν τῷ ὄρει· δι’ ἀρετῆς γὰρ δεδόξασαι, καὶ τῆς θείας δόξης τοὺς χαρακτῆρας, ἔργῳ καὶ λόγῳ πᾶσιν ὑπέδειξας, ἐν ἀσθενείᾳ φύσεως, ὑπερφυῶς ἀνδραγαθήσας· παρ’ οὐδὲν γὰρ λελόγισαι, τὰς ἐναντίας φύσεις, καὶ ἐν τῷ τέμνεσθαι πικρῶς, τὴν θείαν ἤνθεις εὐπρέπειαν, καὶ ψυχῇ καὶ σώματι. Ἀλλ’ ὦ Μάμα Μάρτυς θαυματουργέ, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἀπεῤῥίφης ἀπηνῶς, Μάρτυς εἰς θαλάσσης τὰ βάθη, τῇ τοῦ διώκτου βουλῇ, πᾶσαν κατεβύθισας, τούτου τὴν ἔπαρσιν, καὶ ἐκεῖθεν ἀλώβητος, δυνάμει τῇ θείᾳ, Μάμα ἐξελήλυθας, ὡς Ἀθλοφόρος τοῦ Χριστοῦ· τούτου γὰρ τὸ πάθος δοξάσας, χάρισι καὶ θαύμασι πλείστοις, παρ’ Αὐτοῦ δεδόξασαι μακάριε.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, ἐν τῷ ὄρει ἀνελθών, Μάμα παραδόξως ἐτράφης, ἐλάφων γάλακτι, τότε πᾶσιν ἔδειξας, διαφανέστατα, ἀρετῆς τὴν ἀντίδοσιν, καὶ τὴν σὴν μεγίστην, χάριν καὶ οἰκείωσιν, πρὸς τὸν Σωτῆρα Χριστόν· ὅθεν, ἐναθλήσας νομίμως, βρύεις θεϊκῇ χορηγίᾳ, ἰαμάτων νάματα τοῖς χρήζουσι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε, ἐν καμίνῳ τοῦ πυρός, ὡς οἱ πάλαι τρεῖς Νεανίαι, ἐβλήθης Ἅγιε, τότε ἀκατάφλεκτος, δρόσῳ τοῦ Πνεύματος, παραδόξως διέμεινας, καὶ πᾶσαν τὴν πλάνην, ἄνθραξι τῶν ἄθλων σου, Μάμα κατέφλεξας· νῦν δέ, τῶν πιστῶν τὰς καρδίας, θέρμανον πρὸς θείαν ἀγάπην, θέρμῃ τῶν θερμῶν σου παρακλήσεων.
Δόξα. Ἦχος δ′
Δεῦτε συμφώνως οἱ πιστοί, μνήμην τελέσωμεν Μάμαντος Μάρτυρος· οὗτος γὰρ νέος, Ἄβελ ἀνεδείχθη ἡμῖν· ὥσπερ γὰρ ἐκεῖνος ποιμὴν προβάτων γεγονώς, ἀμνὸν εἰς θυσίαν πρῶτος προσήγαγε, καὶ στέφανον ἀθλήσεως, πρῶτος ἐκομίσατο, οὕτω καὶ ὁ ἔνδοξος, Ἀθλοφόρος, θρεμματικοῖς ποιμνίοις ἐνδιαπρέψας, ἑαυτὸν θῦμα εὐπρόσδεκτον τῷ Χριστῷ, προσήγαγε διὰ τοῦ μαρτυρίου· καὶ παρρησίαν ἔχων πρὸς αὐτόν, τὴν εἰρήνην τῷ κόσμῳ αἰτεῖται, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς ἔνθεον βλάστημα θεοειδῶν Ἀθλητῶν, ἀγῶσιν ἀθλήσεως ἀνδραγαθεὶς ἱερῶς, ἰσχύϊ τῆς πίστεως· ἄθλοις γὰρ ὑπὲρ φύσιν, καὶ ἐν θαύμασι πλείστοις, Μάμα μεγαλομάρτυς, τὸν Σωτῆρα δοξάζεις· ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου σοφέ, τὴν ἁγίαν τελοῦντες, συνήλθομεν φαιδρῶς, τῷ πανσέπτῳ ναῷ σου, ὑμνοῦντες τοὺς ἀγῶνάς σου, καὶ τὴν χάριν τὴν ἄφθονον, ἣν ἑκάστοτε, παρέχεις Μάμα πλουσίως, τοῖς προστρέχουσι, τῇ ἀντιλήψει σου Μάρτυς, καὶ σὲ μακαρίζουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, ἀνύψωσας ἡμῶν, τὴν πεσοῦσαν οὐσίαν, τῷ τόκῳ Σου πανάμωμε, καὶ ἐχθρὸν ἐταπείνωσας· ὅθεν ὕψωσον, κἀμοῦ τὸν νοῦν τῶν προσύλων, πρὸς ἀγάπησιν, τοῦ προελθόντος ἀφράστως, ἁγνὴ ἐκ νηδύος Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἄνθος νεότητος, εὐφρόνως ἔλιπες, καὶ ἠκολούθησας, Χριστοῦ τοῖς πάθεσιν, ἀπαρνησάμενος σαὐτόν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ· ἔνθεν προσεχώρησας, πρὸς τὰ μέγιστα σκάμματα, καὶ κατεπολέμησας, τῶν ἐχθρῶν τὰ συστήματα, τῇ σῇ ἀπεριτρέπτῳ ἐνστάσει, Μάμα Μαρτύρων ὡραιότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος πυρίμορφος, ὤφθης τοῦ Κτίσαντος, ἐν ταῖς ἀγκάλαις Σου, φέρουσα πάναγνε, τὸν πανσθενῶς ἐν τῇ δρακί, κρατοῦντα πᾶσαν τὴν κτίσιν· ὅθεν τοῦ ἀλάστορος, τῶν χειρῶν με ἀπάλλαξον, καὶ πρὸς εὐαρέστησιν, τοῦ Υἱοῦ Σου τὴν κρείττονα, κυβέρνησον ἁγνὴ τὴν ζωήν μου, ἵνα θερμῶς Σε μεγαλύνω.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τὴν σήν, ὁρῶντες Μάρτυς ἀληθῶς, καρτερίαν θαυμαστήν, καὶ τῶν θαυμάτων τὴν πληθύν, οἱ αἰκιζόμενοι σῶμα τὸ ἁπαλόν σου· πῦρ γὰρ καὶ ξεσμούς, ἀνδρείως ἤνεγκας, καὶ στόματα θηρῶν, ἄπρακτα ἔδειξας, καὶ λογχευθεὶς τὰ σπλάγχνα διαμπάξ, ἀθλητικῶς τετελείωσαι· καὶ νῦν τῆς ἄνω, ζωῆς μετέχων, μέμνησο τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Δεσπότην τοῦ παντός, κυοφορήσασα σαρκί, διασώζοντα ἡμᾶς, ἐκ καταδίκης τῆς πικρᾶς, Χριστιανῶν προστασία θερμὴ ἐδείχθης· ὅθεν τῆς ἐχθροῦ, δεσποτείας με, καὶ πάσης τῶν παθῶν, χαλεπότητος, τῇ Σῇ χρηστότητι ῥῦσαι καὶ σῶσόν με, τὸν πεποιθότα Σοι πάναγνε, καὶ τῶν πολλῶν μου Κόρη πταισμάτων, δίδου τὴν ἄφεσιν δέομαι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Μαρτυρικόν, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου ἀνύσας τὸν δρόμον, τὰς τοῦ ἐχθροῦ ἀτάκτους πορείας, ἐστένωσας ἔνδοξε· καὶ νικηφόρος πρὸς Χριστὸν ἀναλύσας, τῆς αἰωνίου Βασιλείας τὴν ἀπόλαυσιν, μεγαλοπρεπῶς ἐκομίσω. Αὐτῆς καὶ ἡμᾶς καταξίωσον, ταῖς θεοδέκτοις πρεσβείαις σου, Μάμα παμμάκαρ, Μάρτυς ἠγλαϊσμένε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Μάρτυρος δύο.
Ὁ α’ Κανών. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Τοὺς οὐρανοὺς περιπολῶν ὡς ἄριστος, μάρτυς γενόμενος, καὶ τριφεγγοῦς αἴγλης, ἔνδοξε πληρούμενος, τοὺς ἐπὶ γῆς τιμῶντάς σου, τὴν σεπτὴν καὶ φωσφόρον, ἡμέραν τῆς τελειώσεως, θείου φωτισμοῦ καταξίωσον.
Τὸ εὐγενὲς καὶ κατὰ πάντα τέλειον, τῆς διανοίας σου, ὁ προειδὼς Λόγος, Μάμα ἐκ σπαργάνων σε, συνέσεως ἐπλήρωσε, καὶ καλῶν ταῖς ἰδέαις, πολυειδῶς κατεκόσμησε, μάρτυς ἀθλοφόρε πανεύφημε.
Οἱ σοὶ γενέται ἀμωμήτου πίστεως, προκινδυνεύοντες, ἐν διωγμῷ πλάνης, καὶ ἐγκαθειργνύμενοι, ἔνθα καὶ τελευτήσαντες, ὑπὲρ τοῦ θείου πόθου, βλαστάνουσι σὲ τὸν λύσαντα, τῆς πολυθεΐας τὸν σύνδεσμον.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάμαν Μάρτυρα, ὕμνοις δεῦτε μέλψωμεν.
ᾨδὴ α . Ἦχος πλ. δ΄ ᾌσωμεν τῷ Κυρίῳ.
Μάμαντος νικηφόρου, ὕμνοις γηθοσύνως ἀνυμνήσωμεν, τὴν ἐτήσιον μνήμην, τὴν γὰρ πλάνην τῇ πίστει κατήσχυνε.
Ἅπαντα τὰ ἐν βίῳ, καταλελοιπὼς ὁ παμμακάριστος, Ἀθλοφόρος Σου Μάμας, τῇ προστάξει Σου Σῶτερ ἐπείθετο.
Μάμας Σοὶ πειθαρχήσας, Σῶτερ ἐν τῷ ὄρει ἀνελήλυθε, καὶ ἐλλάμψεων θείων, ἐντρυφᾶν ἠξιώθη τοῦ Πνεύματος.
Ἄριστον πολιτείαν, ἐν τῷ ὄρει Μάμα ἐνδειξάμενος, ὑπὲρ φύσιν τὰ ζῷα, τιθασσεύει τοῖς θείοις σου δόγμασιν.
Νέος τῇ ἡλικίᾳ, Μάμα σὺ ὑπάρχων κατεπάτησας, τῶν εἰδώλων τὴν πλάνην, καὶ ἐγένου Ἀγγέλων συνόμιλος.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν Σε.
ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
Φωταυγῆ ὡς ἀστέρα, τὸν ἀθλητὴν Μάμαντα, ἔθετο Χριστὸς ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας αὐτοῦ, ἄθλων λαμπρότησι, καὶ παραδόξων θαυμάτων, πᾶσαν τὴν ὑφήλιον καταλαμπρύνοντα.
Ἀνελθὼν ἐν τῷ ὄρει, τῆς ἀληθοῦς γνώσεως, καὶ καταστραφθεὶς θεωρίαις, νοῦ καθαρότητι, φύσιν τὴν ἄλογον, πρὸς λογικὴν ὑμνῳδίαν, θεϊκαῖς προστάξεσι Μάρτυς διήγειρας.
Νεανίας ὡραῖος, περικαλὴς πέφηνας· ὅθεν τοῖς ἀνόμως ζητοῦσι, τοῦ συλλαβέσθαι σε, ὤφθης ἀπρόσιτος, ἐθελοντὶ πρὸς τὸ πάθος, ὡς ὁ πάντων Κύριος παραγενόμενος.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων ἁπάσης, φύσει θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα πᾶσιν ἀνέδειξεν.
Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Μάμα παμμακάριστε, ἐξ οὐρανόθεν σὺ εἴληφας, ὥσπερ Μωσῆς, ῥάβδον κληρουχίας, καὶ γεραίρεις τὸν Κτίστην σου.
Ἄνω ἀνατείνας σου, ὦ παμμακάριστε ἔνδοξε, τὸ τῆς ψυχῆς, ὄμμα ἠξιώθης, χαρισμάτων τοῦ Πνεύματος.
Ῥάβδῳ ὡς ἐπάταξας, τὴν γῆν καθὼς Μωσῆς θάλασσαν, Μάμα σοφέ, παραδόξως δέλτος, ἐξελήλυθε λόγων Χριστοῦ.
Θεοτοκίον
Σὲ
πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, χριστιανοί, Σὲ δοξολογοῦμεν, ἀσιγήτως
Θεόνυμφε.
Κάθισμα τοῦ Μάρτυρος. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
ᾨδὴ δ'. Σύ μου ἰσχὺς Κύριε.
Αὐτοθελῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ἀπτοήτῳ, Ἔνδοξε φρονήματι· τὸν γὰρ Χριστόν, εἶχες συνεργόν, θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ Μάρτυρα δεικνύντα, τῶν αὐτοῦ παθημάτων, καὶ τῆς ἄνω λαμπρότητος μέτοχον.
Ὡς συνεργός, ὁ ἐκ Θεοῦ συνοδίτης σοι, καθυπείκει, οἷα λογικώτατος, ἄγριος θήρ· θείᾳ γὰρ στοργῇ, σὺ καθυποτάξας, τὰ πάθη τὰ ἀλογώτατα, ὡραῖος ἀπεφάνθης, λογισμῷ σοφωτάτῳ, ἀλογίαν ἐχθρῶν τροπωσάμενος.
Δικαστικῶν, σὺ πρὸ βημάτων παρίστασο, τὴν τοῦ Λόγου, σάρκωσιν Μακάριε, διαπρυσίως ἀναφωνῶν, καὶ τῆς ἀθεΐας ἀπομαραίνων τὸ φρύαγμα· καὶ πάντας ἀδιστάκτως, μελῳδεῖν ἐκδιδάσκων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Τῷ τοκετῷ, τῆς ὑπὲρ φύσιν λοχείας σου, τῶν ὠδίνων, λέλυται τὸ
ἔγκλημα, καὶ τῆς ἀρᾶς ἡ τῶν γηγενῶν, φύσις ἀπηλλάγη, Θεοκυῆτορ πανάμωμε, καὶ
ἤνοικται τοῖς κάτω, διὰ σοῦ τὰ τῶν ἄνω, καὶ Ἀγγέλοις βροτοὶ συγχορεύουσι.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Τὴν τῶν ζώων ὁ τύραννος, ἀκούσας τιθάσσευσον κατεπείγετο, τὸν πανόλβιον τῷ βήματι, παραστῆναι Μάμαν ὡς ὑπεύθυνον.
Ὑπηντήθης τοῖς σπεύδουσι, πρὸς τυράννου βήματι παραστῆσαί σε, καὶ σαυτὸν Μάμα παρέδωκας, λέγων· Ὁ ζητούμενος ἰδοὺ πάρειμι.
Ῥωμαλέῳ φρονήματι, σεαυτὸν παρέδωκας Μάρτυς ἔνδοξε, τοῖς ἀθέοις παραστῆσαί σε, τῷ τυράννῳ ὥσπερ μιμητὴν τοῦ Χριστοῦ.
Θεοτοκίον
Τὸν Θεὸν Ὃν ἐκύησας, ἄχραντε Παρθένε Αὐτὸν ἱκέτευε, ἀπὸ πάσης περιστάσεως, λυτρωθῆναι πάντας τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ ε΄. Ἴνα τί με ἀπώσω.
Ξεομένου οὐδόλως, σώματος ὁ ἔνδοξος Μάμας ἐφρόντισε, τῆς φθορᾶς τὸ πάχος, τῷ σπαράττεσθαι ἀποβαλλόμενος, καὶ τοὺς δερματίνους, ἀποδυόμενος χιτῶνας, καὶ στολὴν ἀφθαρσίας δεχόμενος.
Χαριστήριον αἶνον, ἔμελπες τῷ Κτίστῃ σου ἐξορυττόμενος, τὰς πλευρὰς Παμμάκαρ, καὶ φωνὴν οὐρανόθεν ἀκήκοας, βεβαιοῦσαν μᾶλλον, τὸν λογισμόν σου πρὸς τὸ κρεῖττον, καὶ τῶν πόνων τὸ ἄχθος κουφίζουσαν.
Ἐν εἱρκτῇ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι ἐπικομίζουσα, παραδόξῳ θέᾳ, Ἀθλοφόρε παμμάκαρ πολύαθλε, βρῶσιν ἀφθαρσίας, περιστερὰ ὡραιοτάτη· τῆς φθορᾶς γάρ τοὺς ὅρους ἐκβέβηκας.
Θεοτοκίον
Σωματώσεως θείας, καὶ καταλλαγῆς ἀνεκφράστου, γέγονας πρόξενος, ἡ τὸν πρὸ ἡλίου, ἐκ Πατρὸς γεννηθέντα κυήσασα· διὰ σοῦ γὰρ φύσις, ἡ τῶν βροτῶν Θεῷ συνήφθη, καὶ ἐν θρόνῳ τῆς δόξης καθίδρυται.
Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Ὑπέλαβον οἱ τύραννοι Μάμαντα, εἶναι πλάνον, φαρμακὸν καὶ γόητα· ἀλλ’ οὖν αὐτοὶ κατησχύνθησαν.
Μαγείας οὐκ ἐπίσταμαι ἔλεγες, τῷ τυράννῳ, Μάμα ἀλλ’ ὡς ἔνοικον, Χριστὸ ἐμφέρω τοῖς στέρνοις μου.
Νομίσας σε ὁ ἄθεος τύραννος, Μάμα πείθειν, τῇ τύχῃ τοῦ Καίσαρος, μᾶλλον ὀμνύει ᾐσχύνετο.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε, Θεοτόκε, Σὺ γὰρ τὸν Θεὸν Λόγον,
σαρκὶ τῷ κόσμῳ ἐκύησας.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.
Τῷ ζήλῳ τῷ πρὸς Θεόν, πυρούμενος ἱερώτατε, τῆς ὑφαπτούσης πυρᾶς, οὐδόλως ἐφρόντισας, θείῳ δροσιζόμενος, οὐρανόθεν ὄμβρῳ, ἀθλοφόρε γενναιότατε.
Ὁ νεανίαις τρισί, μεταποιήσας τὴν κάμινον, εἰς δρόσον φωτοφανῶς, θεόφρον πανόλβιε, φλογὸς ἐξαρπάζει σε, καὶ πυρὸς δεικνύει, παραδόξως δυνατώτερον.
Μεγίστοις ἐγκαρτερῶν, ἀγῶσιν ὤφθης παμμέγιστος, ἐν ἀθληταῖς θαυμαστός, ἐν Μάρτυσι δόκιμος· διὸ καὶ μεγίστων σε, ὁ ἀγωνοθετης, ἀντιδόσεων ἠξίωσε.
Θεοτοκίον
Γεγόναμεν κοινωνοί, τῆς θείας φύσεως Ἄχραντε, τῷ θείῳ σου τοκετῷ, καὶ λῆξιν οὐράνιον σὺν Ἀγγέλων τάξεσιν, οἱ σὲ εὐφημοῦντες, ἐν Χριστῷ ἐκληρωσάμεθα.
Ἕτερος. Χιτῶνά μοι παράσχου φωτεινόν.
Ὁ ἄνομος παμμάκαρ Ἀθλητά, ταῖς θωπείαις ἔσπευδε, Μάμα ποιῆσαί σε, τὸν Δεσπότην Σου Χριστὸν ἀπαρνήσασθαι.
Ἰκρίῳ σε παγῆναι Ἀθλητά, καὶ τοῖς λώροις τείνεσθαι, ὥσπερ κατάδικον, ὁ ἀλάστωρ ἡγεμὼν κατεδίκαζε.
Συνέσεως ὁ Μάρτυς ἐμπλησθείς, τῷ τυράννῳ ἔλεγε· Σφάττε βασάνιζε, ὦ παράνομε ἐμὸν σῶμα γήϊνον.
Θεοτοκίον
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐν τῇ ῥάβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους· θῆρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων· ὅτι πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.
Ὁ Οἶκος
Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.
Καμίνου τὸ εἶδός σοι, θαλάμου ὥσπερ χρείαν ἐπλήρωσεν· εἰς ἡμέρας γὰρ πλείους, ἐν ταύτῃ Μάκαρ κατακλειόμενος, οὐ κατεφλέχθης, βοῶν τῷ ποιήσαντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἀγγέλους συλλήπτορας, συγχορευτὰς καὶ συγκοινωνοῦντάς σοι, ἀπορρήτων ᾀσμάτων, φλογὸς ἐν μέσῳ, Μάρτυς ἐκέκτησο, μεθ᾿ ὧν τῷ πάντων Δεσπότῃ ἐκραύγαζες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ῥόδον ἀμάραντον, ὡς ἐκ παστάδος νυμφίος πρόεισιν, ὡραιότατος ὄντως, ἐκ τῆς καμίνου φλέξας τοὺς ἄφρονας, καὶ τοὺς ὁρῶντας φωτίσας κραυγάζοντας· Εὐλογητός ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰδοὺ νῦν πεπλήρωται, τοῦ θεηγόρου ἡ προαγόρευσις· ἐν γαστρὶ γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες καὶ τέτοκας, τὸν ζωοδότην, ᾧ πάντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἕτερος. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Δεῦτε τοῦ Μάμαντος τῇ μνήμῃ, δυσωπήσωμεν ἐν ὕμνοις τὸν Σωτῆρα, ἱλασμὸν πταισμάτων, δωρήσασθαι πλουσίως, καὶ ἐκ κινδύνων ῥύσασθαι, τοὺς πιστοὺς εἰς τοὺς αἰῶνας.
Ἔστερξας Μάρτυς Ἀθλοφόρε, τὰς βασάνους τοῦ ἀθέου ἡγεμόνος, τοῦ Σταυροῦ τῷ ὅπλῳ, φρουρούμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὕπουλος ὁ τύραννος τὸν Μάμαν, ἐφενάκιζεν εὔτονος ταῖς αἰκίαις· ἀλλ’ αὐτὸς αἰσχυνθείς, ἐστέφετο ὁ Μάρτυς, εὐλογητὸς κράζων, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τρόπαια ἤγειρεν ὁ Μάμας, λαμπροφόρα καταισχύνας τὴν ἀπάτην, τοῦ ἐχθροῦ καὶ μέλπει, γηθόμενος ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔνιοι μάκαρ παρεστῶτες, καὶ φωνῆς ἀκηκοότες οὐρανόθεν, ἐν σοὶ τῷ φόβῳ, γενόμενοι ἐβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τριαδικόν.
Τρεῖς μὲν ὁρῶντες ὑποστάσεις, ἀπερίγραπτον δοξάσωμεν οὐσίαν, τὸν Πατέρα Λόγον, σὺν Πνεύματι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Πρέσβευε ἄχραντε Παρθένε, τῷ Υἱῷ καὶ Θεῷ ἡμῶν ἀπαύστως, τοῦ λυτρώσασθαι, φθορᾶς τοὺς μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Ὡς Δανιὴλ τὰ χάσματα, τῶν θηρίων ἐφίμωσας, θείᾳ τοῦ Δεσπότου ἐπικλήσει ἔνδοξε, τὸν ὄφιν ἐνέκρωσας· τοὺς δυσσεβεῖς κατῄσχυνας· καὶ ὡς νικητής, τοὺς οὐρανούς ἀναμέλπων, οἰκεῖς ἐν εὐφροσύνῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λιθολευστοῦσι μάκαρ σε, οἱ τοῖς λίθοις λατρεύοντες, καὶ πεπωρωμένοι, τὴν ψυχὴν παράνομοι, τὸ ὄμμα ἐρείδοντα, τῆς ἱερᾶς σου Μάμα ψυχῆς, πρὸς τὴν ἀρραγῆ καὶ ἀταπείνωτον πέτραν, καὶ μέλποντα προθύμως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ἀγωνοθέτης ἄνωθεν, σοὶ προτείνων τὸν στέφανον, οἷα νικητῇ, καὶ τὸν καλὸν ἀνύσαντι, ἀγῶνα πανόλβιε, ἐπιφωνεῖ σοι τὴν πρὸς αὐτόν, στείλασθαι σεπτήν, καὶ γλυκυτάτην πορείαν, προθύμως μελῳδοῦντι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψούτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπερφυῶς συνέλαβες, τὸν ἐκ Πατρὸς ἀμήτορα, μείνασα παρθένος, μετὰ
τόκον Ἄχραντε· Θεοῦ γὰρ ἡ ἕνωσις, καινοποιεῖ τὰς φύσεις ἐν σοί, καὶ
καινοποιοῦνται τῆς οὐσίας οἱ ὅροι· διὸ σε ὀρθοδόξως, ὡς Θεὸν τετοκυῖαν, κυρίως
Θεοτόκον, ὑμνοῦμεν εἰς αἰῶνας.
Ἕτερος. Τὸν ἐν ὄρει.
Μυωπάζων, τῇ πλάνῃ ὁ ἀλάστωρ, καμιναίαν, πυρὰν σφοδρῶς ἐκκαίει, καὶ ἐν αὐτῇ κελεύσει σε πανένδοξε, Μάμα ἐμβληθῆναι· σὺ δὲ οὐ μετέστης Χριστοῦ τοῦ σοῦ Νυμφίου.
Ἐνεβλήθης, προστάξει τοῦ τυράννου, ὡς κακοῦργος, Χριστοῦ ὁ Ἀθλοφόρος, ἐν τῇ εἱρκτῇ μιμούμενος τὸν Κτίστην σου, Μάμα καὶ ἐβόας· Σὲ ἐν ὑμνῳδίαις Σωτὴρ ἀεὶ δοξάζω.
Λαβυρίνθου, τὴν πλάνην ὁ παμμάκαρ, κατεπάτει, ποδὶ Σταυροῦ τῷ ὅπλῳ, καὶ τῷ Χριστῷ ἐκραύγαζε γηθόμενος· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ψευδηγόρων, τὸ στόμα ὦ παμμάκαρ, Ἀθλοφόρε, σοφῶς σὺ ἀποφράξας, καὶ εὐσεβῶς τὴν ἄκτιστον θεότητα, πάντας ἐκδίδαξας, νῦν σὺν Ἀσωμάτοις Χριστὸν ἀεὶ πρεσβεύεις.
Θεοτοκίον
Τὸν ἐν μήτρᾳ, οἰκήσαντα Παρθένου, καὶ ἐν ταύτῃ, φρικτῶς καὶ ὑπὲρ λόγον, τὸν παλαιὸν Ἀδὰμ ἀνακαινίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Παρέθου τὴν ψυχήν σου τῷ Λυτρωτῇ, καὶ πρὸς τοῦτον προθύμως ἀνέδραμες, ταῖς καλλοναῖς, κατηγλαϊσμένος περιφανῶς, τῶν ἱερῶν ἀγώνων σου, καὶ τῶν παλαισμάτων τῶν θαυμαστῶν, πανεύφημε Ὁπλῖτα, φωστὴρ τῆς οἰκουμένης, τῆς Ἐκκλησίας ἐγκαλλώπισμα.
Συνήφθης τοῖς Ἀγγέλοις ἀγγελικήν, ἐπὶ γῆς πολιτείαν κτησάμενος, καὶ σὺν αὐτοῖς, μέλπεις ἐν αἰνέσει χαρμονικῶς, τὸ ἱερὸν μελῴδημα, Μάμα τῇ Τριάδι πανευκλεῶς, θεούμενος ταῖς θείαις, μεθέξεσι καὶ δόξης, ἀδιαδόχου ἐμφορούμενος.
Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, τῶν τὴν θείαν σου ταύτην πανήγυριν, περιχαρῶς, Μάρτυς ἐκτελούντων καὶ τὴν σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, πίστει εὐφημούντων εἰλικρινεῖ, μνημόνευε παμμάκαρ, καὶ ζάλης καὶ κινδύνων, καὶ πειρασμοῦ ἡμᾶς διάσωσον
Θεοτοκίον
Ἀπείρανδρον μητέρα τῶν ἐπὶ γῆς, παιδοτόκον τὶς ἤκουσε πώποτε, καὶ τὸ τεχθέν, ἄναρχον Θεόν τε καὶ συμφυᾶ, Πατρὶ τῷ προανάρχῳ τε, καὶ τῇ τετοκυίᾳ ὑπερφυῶς; ὢ ξένου μυστηρίου! ὢ θείας κοινωνίας! δι᾿ ἧς Θεῷ συνανεκράθημεν.
Ἕτερος. Σὲ τὴν ἀπειρόγαμον.
ᾬετο θωπείαις σε, πιστὲ θεράπον ἀποστῆσαι, Μάμα Ἀθλητὰ τῆς πίστεως, τοῦ Σωτῆρος ἁπάντων Χριστοῦ, ὁ παρανομώτατος Ἀλέξανδρος, ὅμως δὲ κατησχύνθη, ταῖς θειοτάταις σου λόγων ἐνστάσεσιν.
Μύρον ἐυωδέστατον, ἡμῖν ἡ μνήμη σου πηγάζει, Μάμα Ἀθλητὰ πανόλβιε, νικηφόρε καὶ Μάρτυς Χριστοῦ· ὅθεν σε ἐν ὕμνοις γηθοσύνοις, γεραίρομεν σὺν Ἀγγέλοις, ἀκαταπαύστως μεγαλύνοντες.
Ἔφησεν ὁ ἄνομος, πυρὰν καυθῆναι σφοδροτάτην, Μάμα Ἀθλητὰ πανένδοξε, καὶ βληθῆναι ἐν μέσῳ αὐτῆς, σὲ τὸν Ἀθλοφόρον τοῦ Σωτῆρος, καὶ Μάρτυρα· σὺ δὲ μάκαρ, ὡς ἐν λειμῶνι ἐν μέσῳ ἐχόρευες./
Νῦν πανενδοξότατε, πιστὲ θεράπον Ἀθλοφόρε, Μάμα Ἀθλητὰ παρίστασαι, τῷ Σωτῆρι ἀπαύστως Θεῷ, σὺ τοῖς Ἀσωμάτοις ἐν φωτί, αὐλιζόμενος· ἀλλὰ μάκαρ, Αὐτὸν δυσώπει σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Σὲ τὴν τὸν ἀόρατον, Θεὸν βαστάσασαν, τὸν ἐν οὐρανοῖς ὑμνούμενον, ὑπὸ πάσης δυνάμεως, καὶ διὰ Σοῦ ἡμῖν δωρούμενον, πάντοτε σωτηρίαν, ἀκαταπαύστως μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Μάρτυρος. Ἦχος β'. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῷ γάλακτι ἐτράφης τῷ τῶν ἐλάφων, ὄρεσι διαιτώμενος Μάρτυς Μάμα· ἀλλ᾿ ὤφθης ὡς γενναῖος ἐν τῷ σταδίῳ, ἀθλήσας προθυμότατα· καὶ νίκης ἄρας βραβεῖα, πρός Κύριον παρεγένου.
Θεοτοκίον
Ὁ τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῇ θεϊκῇ παντευχίᾳ περιφραξάμενος, μαρτυρικῶς καθεῖλες, τῶν ἐχθρῶν τὰς δυνάμεις, καὶ ἅπασαν ἰδέαν τιμωριῶν, ἀσθενῆ καὶ ἀνίσχυρον, Μεγαλομάρτυς Κυρίου Μάμα κλεινέ, θείῳ ἔρωτι ἀπέδειξας.
Οὐ πῦρ οὐ θῆρες οὐκ ἄλλη δριμεῖα βάσανος, κατίσχυσαν χωρῖσαι, τῆς Χριστοῦ σε ἀγάπης, ἀλλ’ ἕστης ἀπτοήτως ὁμολογῶν, τοῦ Σωτῆρος τὴν σάρκωσιν, καὶ καταπλήττων τοὺς πάντας Μάμα σοφέ, τῶν θαυμάτων ἐπιδείξεσι.
Διαπαρείς σου τὰ σπλάγχνα καιρίως ἔτρωσας, τὸν πονηρὸν βελίαρ, καὶ κατέβαλες τοῦτον, ὦ Μάμα Ἀθλοφόρε καὶ πρὸς ζωήν, τὴν ἀγήρω ἀνέδραμες· ἧς καὶ ἡμᾶς κληρονόμους ταῖς πρὸς Θεόν, ἱκεσίαις σου ἀνάδειξον.
Ταῖς μυστικαῖς λαμπηδόσι καταλαμπόμενος, τῆς παντουργοῦ Τριάδος, Ἀθλοφόρε Κυρίου, ἐκ σκότους ἁμαρτίας καὶ πειρασμῶν, πολυτρόπων ἀπάλλαξον, τοὺς ἑορτάζοντας Μάμα τὴν ἱεράν, καὶ πανένδοξόν σου ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐπαξίως ὑμνήσει, τῆς σῆς ἀθλήσεως τὰ σκάμματα, Μάμα Ἀθλητὰ μακάριε; Ὡς γὰρ ἄσαρκος ἠγωνίσω, καὶ τὸν ἀσώματον ἐχθρόν, τοῖς ἀνενδότοις σου παλαίσμασι, ἐν νεάζοντι σώματι, καταβαλὼν ἐθριάμβευσας· διὰ πυρὸς γὰρ καὶ ὕδατος διῆλθες, καὶ σιδήρου ἀκμαιότερος φανείς, τῆς θείας ἀγάπης τὸ κράτος, ἐναργῶς ἐφανέρωσας· καὶ νῦν τῆς ἀφθαρσίας λαβὼν τὸ γέρας, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τέθηλας ἐκ ῥίζης θεοφιλοῦς, καὶ τῆς ἀληθείας ἐγεώργησας τοὺς καρπούς· σὺ διὰ πυρὸς γάρ, καὶ ὕδατος διῆλθες, ἐκλάμπων ἐν τοῖς ἄθλοις, Μάμα τοῖς θαύμασι.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῷ θείῳ ναῷ σου, καὶ τὴν θερμήν σου προστασίαν αἰτοῦντας, Μεγαλομάρτυς Μάμα παναοίδιμε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν συμπτωμάτων, ἡμῖν δὸς τὴν συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺ εἶ ὦ Μάμα, ἡμῶν προστάτης. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Στενώσεως πάσης ὀδυνηρᾶς, ἡμᾶς Μάρτυς Μάμα, διατήρησον ἀσινεῖς, καὶ πάσης ἐν βίῳ δυσπραγίας, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, ἡμῖν Μάρτυς Μάμα, καὶ παράσχου ὡς συμπαθής, ψυχῶν καὶ σωμάτων θεραπείαν, τοῖς τῷ ἁγίῳ ναῷ σου προστρέχουσι.
Ἐν θλίψεσι τάχιστον βοηθόν, πλουτοῦντές σε Μάρτυς, ἐκβοῶμεν ἀπὸ ψυχῆς· βοήθει ἡμῖν πάσῃ ἀνάγκῃ, καὶ πάσης βλάβης ἡμᾶς ἀπολύτρωσαι.
Θεοτοκίον.
Ἰάτρευσον Κόρη τὴν χαλεπῶς, νοσοῦσαν ψυχήν μου, ταῖς τοῦ πλάνου ἐπιβουλαῖς, καὶ λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ φωταυγεῖ Σου πρεσβείᾳ πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς Χριστοῦ Ἀθλοφόρος καὶ ἀῤῥαγὴς πρόβολος, Μάμα τῶν ἀεὶ ἀφορώντων πρὸς τὴν πρεσβείαν σου, δίωκε πάντοτε, τὰς καθ’ ἡμῶν ἐπιθέσεις, τοῦ δολίου δράκοντος, τῇ προστασίᾳ σου.
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ Ἅγιε, φέρειν γενναιόφρονι γνώμῃ, ἡμᾶς ἐνίσχυσον, ἅπαν ἐπίπονον, καὶ τὸν Χριστὸν ἐκδυσώπει, δοῦναι ἡμῖν ἔλεος, Μάμα δεόεμθα.
Ἀπὸ πάσης ἀνάγκης καὶ προσβολῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἀτρώτους φύλαττε, τοὺς τῷ ἁγίῳ σου Μάμα, καταφεύγοντας, καὶ σὲ γεραίροντας.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, σάρκα γεγονότα ἀτρέπτως, ἐκ τῶν αἱμάτων σου, σαρκός μου ἴασαι, καὶ τῆς ψυχῆς τὰς ὀδύνας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος.
Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Θεῷ τῷ πανοικτίρμονι, μὴ παύσῃ σοφέ, ὑπὲρ τῶν εὐφημούντων σε, ὡς ἂν παθῶν καὶ θλίψεων, οἱ τιμῶντές σε Μάμα ῥυώμεθα, ὅτι τῇ σῇ ἀντιλήψει πιστῶς, προστρέχοντες χάριτος πληρούμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀντιλήπτωρ θερμότατος, πέλων Μάρτυς Μάμα τῶν εὐφημούντων σε, ἀφ’ ἡμῶν ἀπαύστως δίωκε, πᾶσαν τοῦ ἀλάστορος ἐπήρειαν.
Ἡ σὴ χάρις ἐκλάμπουσα, ὑπὲρ τὰς αὐγὰς ἡλίου ἑκάστοτε, διαλύει ζόφον ἅπαντα, Μάμα Ἀθλοφόρε πικρῶν θλίψεων.
Μὴ ἐλλείπῃς δεόμεθα, χεῖρα βοηθείας καὶ ἀντιλήψεως, ἐπορέγειν τοῖς ἐκ πίστεως, ἐπικαλουμένοις τὸ σὸν ὄνομα.
Θεοτοκίον.
Ὡς τεκοῦσα ἐν σώματι, Κόρη Παναγία τὸν Ὑπερούσιον, ἀεὶ πρέσβευε δεόμεθα, σώζεσθαι τοὺς πίστει Σε δοξάζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ μαστίγων ὀλεθρίων καὶ δεινῶν, ἐλευθέρωσον ἡμᾶς Μάμα μακάριε.
Πλήρωσον ἡμῶν, τὰς αἰτήσεις Μάμα ἔνδοξε, τῶν θερμῶς προσκαλούντων σε σοφέ, οἷα πρέσβυς ἡμῶν μέγιστος πρὸς Κύριον.
Ῥάβδῳ μυστικῇ, τῶν θερμῶν σου ἀντιλήψεων, ἐκ τῆς ποίμνης σου ἀπέλασον μακράν, τὸν ὁρμῶντα καθ’ ἡμῶν θῆρα ἀόρατον.
Θεοτοκίον.
Ὄμβρησον ἡμῖν, ὡς νεφέλη θείου Πνεύματος, ἀγαλλίασιν ὡς δρόσον νοητήν, Θεοτόκε τοῖς ἐν θλίψεσι στενάζουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σταγόσι, καὶ ἐπομβρίαις ἀΰλοις, τῶν σεπτῶν σου πρεσβειῶν πρὸς τὸν Κτίστην, σβέσον ἡμῶν, τῶν παθῶν τὰς καμίνους, καὶ τὰς καρδίας ἡμῶν καταδρόσισον, τὰς τηκομένας τοῖς δεινοῖς, Αθλοφόρε Χριστοῦ Μάμα ἔνδοξε.
Τοῦ βίου, τὴν χαλεπὴν ἡμῶν ζάλην, εἰς γάλήνην μεταποίησον Μάρτυς, καὶ ἀσφαλῶς, καθοδήγησον Μάμα, ἐπὶ λιμένα τοῦ θείου θελήματος, τοὺς παραβάσει πολλαῖς θαλαττεύοντας, φθόνῳ τοῦ ὄφεως.
Ἀγγέλων, συγχορευτὴς Μάμα πέλων, σὺν αὐτοῖς διὰ παντὸς ἐκδυσώπει, δαιμονικῆς, ἐπηρείας καὶ βλάβης, ἀεὶ λυτροῦσθαι τοὺς σὲ μακαρίζοντας, καὶ πάσης μάστιγος ἡμᾶς, ἀβλαβεῖς διασώζεσθαι Ἅγιε.
Θεοτοκίον.
Τὸν Κτίστην, καὶ Ποιητὴν τῶν ἁπάντων, ἀποῤῥήτως σωματώσασα Κόρη, σωματικῶν, ἡμᾶς λύτρωσαι πόνων, καὶ ψυχικῆς ἀθυμίας δεόμεθα, καὶ μετανοίας δίδου φῶς, τοῖς ἐν σκότει δεινῶν παραπτώσεων.
Διάσωσον, Μάμα θεόφρον Κυρίου Μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τῶν ἐν τῷ βίῳ κινδύνων καὶ πάσης βλάβης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτωρ ἡμῶν ἑτοιμότατος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς Μάμας μέγιστος, ἀπαύστως ἱκέτευε Ἅγιε, πειρατηρίων δεινῶν καὶ κακώσεων, ἡμᾶς ἀσινεῖς διασώζεσθαι.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Ὅρμον ὡς ἀχείμαστον, τὸν σὸν ναὸν κεκτημένοι, Μάμα παμμακάριστε, ἐν αὐτῷ προστρέχομεν μετὰ πίστεως, καὶ δεινῶν θλίψεων, καὶ πικρῶν κυμάτων, τῶν ἐν βίῳ ἐκλυτρούμεθα, τῇ ἀντιλήψει σου· ὅθεν ἐκβοῶμέν σοι Ἅγιε· εἰρήνην ἀστασίαστον, καὶ γαλήνην δίδου ἀτάραχον, πᾶσιν Ἀθλοφόρε, τοῖς μέλπουσι τοὺς ἄθλους σου φαιδρῶς, καὶ τὴν θερμὴν προστασίαν σου, εὐσήμως κηρύττουσι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ δοθεῖσά σοι χάρις ἐκ χειρὸς τοῦ Σωτῆρος Μάμα πολύαθλε, προφθάνει καὶ λυτροῦται, κινδύνων πολυτρόπων, τοὺς καλοῦντας τὴν κλῆσίν σου· διὸ τὴν σὴν ἀρωγήν, φωνοῦμεν οἱ ἐν πόνοις.
Συστροφῆς ὀλεθρίου τῶν ἀεὶ τεκταινόντων θλίψεως καὶ δάκρυα, τῇ σῇ πρὸς τὸν Σωτῆρα, ἀπάλλαξον πρεσβείᾳ, Μάρτυς Μάμα τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γενοῦ ἄῤῥηκτον τεῖχος καὶ προπύργιον θεῖον Μάμα πολύαθλε, τοῖς πίστει προσιοῦσι, τῷ ἱερῷ ναῷ σου, καὶ ζητοῦσιν ἑκάστοτε, τῆς προστασίας τῆς σῆς, τὰς σωτηρίους δόσεις.
Θεοτοκίον.
Ἐσαρκώθης ὡς οἶδεν ὁ τῶν ὅλων Δεσπότης δι’ ἀγαθότητα, ἐκ Σοῦ Παρθενομῆτορ, καὶ ὤφθη τοῖς ἐν κόσμῳ διασώζων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, Μάμα ἔνδοξε Μαρτύρων ὡραιότης, τοῖς καταφοιτῶσι, τῷ θείῳ σου τεμένει.
Ἀῤῥωστημάτων, καὶ πολυπλόκων σκανδάλων, διαφύλαττε ἀπαρατρώτους Μάμα, τοὺς ὑμνολογοῦντας, τοὺς θείους σου ἀγῶνας.
Σκέπε ἐκ πάσης, δαιμονικῆς ἐπηρείας, Μάμα ἔνδοξε καὶ δόλου καὶ μανίας, τοὺς ἐκδεχομένους, τὴν ἀρωγήν σου Μάρτυς.
Θεοτοκίον.
Ἵνα ὑμνῶ Σε, ὦ ὑπερύμνητε Κόρη, ἀκηδίας με χαλεπωτάτης ῥῦσαι, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων ὡραιότης, σὺν αὐτοῖς δυσώπει, Μάμα θεόφρον Χριστὸν τὸν πανάγαθον, διδόναι λύσιν πταισμάτων ἡμῖν δεόμεθα.
Ὁ μέγας εὐσεβούντων, καὶ θερμὸς προστάτης, ἡμᾶς μεγάλων ἀπάλλατε θλίψεων, Μεγαλομάρτυς Κυρίου Μάμα πανεύφημε.
Ὑπάρχων φωτὸς πλήρης, Μάμα οὐρανίου, τῆς τῶν παθῶν ἡμᾶς ῥῦσαι ζοφώσεως, ταῖς φωτοφόροις πρεσβείαις σου ἀξιάγαστε
Θεοτοκίον.
Ὑπὲρ τῶν ἀνυμνούντων, τὰ Σὰ μεγαλεῖα, μὴ διαλίπῃς πρεσβεύουσα ἄχραντε, τὸν προελθόντα ἀφράστως ἐκ τῶν λαγόνων Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Βλάστημα Μαρτύρων ὢν εὐκλεές, Μάμα Ἀθλοφόρε, ἠγωνίσω μαρτυρικῶς, καὶ καταπαλαίσας, ἐχθροῦ τὴν δυναστείαν, λαμπρῶς ἐμεγαλύνθης, θαυμάτων χάριτι.
Τῷ Χριστῷ ἐκ βρέφους ἀνατεθείς, Μαρτύρων τοὺς πόνους, καὶ ἀγῶνας τοὺς θαυμαστούς, ὑπῆλθες ἀνδρείως, Μεγαλομάρτυς Μάμα, καὶ νίκης ἐκοσμήθης, τῷ διαδήματι.
Τοῦ πυρὸς τὴν φύσιν νενικηκώς, φέρων ἐν καρδίᾳ, πῦρ τὸ ἄϋλον τοῦ Χριστοῦ, καὶ θηρῶν ἀγρίων, ὁρμὰς ὡς χαλινώσας, ἀξίως ἐδοξάσθης, Μάμα πολύαθλε.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, ῥῦσαι πάσης έπιβουλῆς, Μάμα Ἀθλοφόρε, καὶ δίδου ἡμῖν μάκαρ, χαρὰν καὶ εὐφροσύνην, ψυχῆς καὶ σώματος.
Χαίρων ἐν τῇ χάριτι τοῦ Χριστοῦ, πρὸς πῦρ ἠγωνίσω, καὶ πρὸς ὕδωρ Μάμα στεῤῥῶς, καὶ καταπαλαίσας, τῆς πλάνης τὴν ἀπάτην, τῆς οὐρανίου δόξης λαμπρῶς ἠξίωσαι.
Νόσων καῖ κινδύνων καὶ συμφορῶν, δεινῆς ἀθυμίας, καὶ κακίας τοῦ δυσμενοῦς, ἡμᾶς ἀνωτέρους, φύλαττε Μάρτυς Μάμα, τοὺς μέγαν σε προστάτην, ἔχοντας Ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, Μάμα εὐσεβούντων προστάτα, καὶ τεῖχος ἄῤῥηκτον, πάσης περιστάσεως καὶ συμφορᾶς χαλεπῆς, καὶ παθῶν ἀπολύτρωσαι, ταῖς σαῖς ἱκεσίαις, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, μάκαρ πρὸς Χριστὸν διὰ τοῦτο, δέχου τὰς φωνᾶς ἡμῶν ἑκάστοτε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου