Δευτέρα 5 Αυγούστου 2019

ΙΟΛΥΙΟΣ ΙΓ΄. ΣΥΝΑΞΙΣ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΥ 13!!
ΣΥΝΑΞΙΣ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια, Ἀθῆνα)
(Σημείωσις διαχειριστού ιστολογίου: Αντιγράφησαν τα ελλείποντα εκ της ακολουθίας του Μηναίου, καθώς δεν δύναται να καταλιμπανθεί ή παλαιά ακολουθία, αλλά μόνο να εμπλουτισθεί)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Φωτὸς ἀστέκτου διόπτραν Θεοῦ Ἀρχάγγελον, τῷ Δανιὴλ Προφήτῃ, ὑπὲρ πάντας Προφήτας, δηλώσαντι τὸ ξένον και θαυμαστόν, τῆς Κυρίου ἐλεύσεως, Θεοῦ τοῦ Λόγου μυστήριον ἐπὶ γῆς, Γαβριὴλ πιστοὶ τιμήσωμεν.

Τὸν ἐλλαμπόμενον γνῶσιν τὴν κρυφιόμυστον, νοὶ δι’ οὗ ἡ λύπη, ἐξωκίσθη ἀνθρώπων, καὶ χάρις εἰσωκίσθη ἡ ὑπὲρ νοῦν, καὶ χαρὰ ἀτελεύτητος, πιστῶν χορείαις ὑμνήσωμεν εὐλαβῶς, Γαβριὴλ Ἀγγέλων πρώταρχον.

Τὸ θεοείκελον πνεῦμα καὶ νοῦν τὸ πάντιμον, τὸν λειτουργὸν Τριάδος, τὸν ἀκάματον ὄντως, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, Γαβριὴλ Ἀρχιστράτηγον, ὡς τεκνοφόρον γυναίων στειρῶν χαράν, καὶ λυτήριον στειρώσεως.

Ἰωακεὶμ καὶ τῆς Ἄννης χαρὰς τὸν πρόξενον, τὸν ἀπαιδίας τούτων, διαλύσαντα νέφος, καὶ τέκνον τὴν Κυρίαν τῶν οὐρανῶν, Θεοτόκον δωρήσαντα, αὐτοῖς Ἀρχάγελον ὕμνος θεοπρεπῶς, Γαβριὴλ ἐγκωμιάσωμεν.

Δόξα. Ἦχος β΄.
Τῷ μηνύσαντι κόσμῳ τὰς βουλὰς τοῦ Θεοῦ τοῦ Ὑψίστου, πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, Γαβριὴλ τὸν παμμέγιστον, καταστέψωμεν ᾄσμασι κράζοντες· προάγγελε χαρᾶς ἡμῶν ἀλήκτου καὶ θεώσεως, τείχισον τοὺς τιμῶντάς σε, σκέπῃ τῆς ἀΰλου σου δόξης, καὶ σῶσον πρεσβείαις σου, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεου, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπόστιχα. Ἦχος β.  Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅπαντες Γαβριήλ, Ἀρχάγγελος Ὑψίστου, καὶ ἀποῤῥήτων μύστην, ὡς χαρμονῆς πυξίον, πιστῶς ἐγκωμιάσωμεν.

Στ.: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Χαῖρε ὁ Μαριάμ, τῇ Κεχαριτωμένῃ, ἀστραπηφόρος ὅλος, Ἀρχάγγελε κομίσας, χαρᾶς τὰ εὐαγγέλια.

Στ.: Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. 
Χαῖρε ὦ Γαβριήλ, ὁ Ἰησοῦ καλέσας, τὸ ὄνομα τὸ θεῖον, δι’ Οὗ ἐκ τοῦ θανάτου, ἐσώθη γένος βρότειον.

Δόξα. Τριαδικόν.
Ἄοκνον ὑπουργόν, Τριὰς Υπεραγία, ἐν ταῖς σκηναῖς τῆς δόξης, καὶ παραστάτην ἔχεις, τὸν Γαβριὴλ Ἀρχάγγελον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, τοῦ Γαβριὴλ τὸ χαῖρε, ἡ ταπεινῶς δεχθεῖσα, μὴ παύση δυσωποῦσα, ὑπὲρ ἡμῶν τὸν Τόκον Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Δόξα. Ἀπολυτίκιον ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὐρανίων ταγμάτων τὸν Ἀρχιστράτηγον, τὸν παμφαῆ μυστολέκτην, τῶν τοῦ Ὑψίστου βουλῶν, εὐαγγέλια χαρᾶς βροτοῖς κομίσαντα, μέλψωμεν ὕμνοις Γαβριήλ, ὑπουργὸν ὡς τοῦ Θεοῦ, ἐνσάρκου οἰκονομίας, καὶ τῶν πιστῶν ποδηγέτην, πρὸς τὴν χαρὰν τὴν ἀτελεύτητον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἀρχαγγέλου.Ἦχος α'. Πανεύφημοι Μάρτυρες.
Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάῤῥηκας, Ἁγνὴ εἰς Ναζαρὲτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ὑψίστου Ἀρχάγγελε λαμπρέ, Γαβριὴλ φωτόμορφε, ὁ τοῦ Θεοῦ παριστάμενος, τῷ θρόνῳ πάντοτε, καὶ ἐπαπολαύων, του φωτὸς τρισένδοξε, Αὐτοῦ τοῦ ὑπερλάμπρου ἱκέτευε, ῥυσθῆναι ἅπαντας, σκοτομήνης πάσης θλίψεως, σοὺς ἱκέτας, καὶ ζόφου κακώσεων.

Θεοῦ ὑπηρέτα Γαβριήλ, Ταξιάρχα πάμφωτε, ὁ τῆς χαρᾶς εὐαγγέλια, σεμνῇ Θεόπαιδι, Μαριὰμ κομίσας, φωτοφόρε Ἄγγελε, ἐν πόλει Ναζαρὲτ καθικέτευε, τῷ σὲ ποιήσαντι, δοῦναι πασι τοῖς τιμῶσί σε, ἄμφω ῥώμην, ψυχῆς τε καὶ σώματος.
         
Ποιμέσιν ἁπλοῖς τῆς Βηθλεέμ, ἀγραυλοῦσι γέννησιν, τοῦ Θεανθρώπου ἐμήνυσας, φωτοειδέστατε, Γαβριὴλ καὶ Μάγους, προσκυνῆσαι ἴθυνας, τὸν πάντων Βασιλέα καὶ Κύριον, καὶ τὸν αἰτούμενον, ἀποκτεῖναι Τοῦτον ανακτα, τὸν Ἡρώδην, φυγεῖν τὸν μισόθεον.

Δόξα... Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει. Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Γαβριήλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς, καὶ θείᾳ προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν καταχρέως, ἀνυμνοῦντες αὐτὴν βοήσωμεν· σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ Σου, Ἄχραντε Θεοτόκε Δέσποινα.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Κριτῶν τὸ Ἀνάγνωσμα (κεφ. ιγ΄ 2-22)
Ἐγένετο ἀνὴρ ἐκ Σαραά, ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ τὸ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα καὶ οὐκ ἔτικτεν. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ δὴ σὺ στεῖρα καὶ οὐ τέτοκας, καὶ ἐν γαστρὶ ἔξεις καὶ τέξη υἱόν, καὶ νῦν φυλάξαι καὶ μὴ πίης οἶνον καὶ σίκερα καὶ μὴ φάγης πᾶν ἀκαθαρτον, ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔξεις καὶ τέξης υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ναζιραῖον ἔσται τῷ Θεῷ τὸ παιδάριον ἐκ τῆς γαστρός, καὶ αὐτὸς ἄρξεται σώζειν τον Ἰσραὴλ ἐκ χειρὸς ἀλλοφύλων. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ὅτι ἄνθρωπος Θεοῦ ἦλθε πρός με, καὶ ἡ ὄρασις αὐτοῦ ὡς ὄρασις ἀγγέλου τοῦ Θεοῦ ἐπιφανὴ σφόδρα, καὶ ἠρώτων πόθεν ἐστὶν καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέ μοι. Καὶ εἶπέ μοι· Ἰδοὺ σὺ ἐν γαστρὶ ἔξεις καὶ τέξης υἱόν, καὶ νῦν μὴ πίης οἶνον καὶ σίκερα καὶ μὴ φάγης πᾶσαν ἀκαθαρσία, ὅτι ναζιραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθην Μανωὲ τοῦ Κυρίου καὶ εἶπεν· Ἐν ἐμοὶ Κύριε, ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας πρὸς ἡμᾶς, ἐλθέτω δὴ πρὸς ἠμᾶς καὶ φωτίσατω ἡμὰς τὶ ποιήσωμεν τὸ παιδάριον τῷ τικτομένῳ. Καὶ ἐπήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωέ, καὶ παρεγένετο Ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, αὐτῆς καθημένης ἐν τῷ ἀγρῷ καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὐτῆς. Καὶ ἐτάχυνεν ἡ γυνή, καὶ εξεδραμε καὶ ἀπήγγειλε τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπε: Ἰδοὺ ὦπταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τῇ ἡμέῥᾳ ἐκείνῃ. Καὶ ἀνέστη Μανωέ, καὶ ἐπορεύθη ὀπίσω τῆς γυναικός αὐτοῦ πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ· Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; Καὶ εἶπεν ὁ Ἄγγελος· Ἐγώ. Καὶ εἶπε Μανωέ· Νῦν δὴ ἐλθόντος τοῦ ῥήματός σου, τί ἔσται τὸ κρίμα τοῦ παιδαρίου καὶ τὰ ἔργα αὐτοῦ; Καὶ εἶπεν ὁ Ἄγγελος Κυρίου πρὸς Μανωέ· Ἀπὸ πάντων ὦν εἶπα πρὸς τὴν γυναῖκα φυλαξάσθω, ἀπὸ πάντων ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται καὶ οἶνον καὶ σίκερα μὴ πιέτω καὶ πᾶν ἀκαθαρτον μὴ φαγέτω, πάντα ὅσα ενετειλάμην αὐτῇ, φυλαξάσθω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου· Βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιον σου ἔριφον αἰγῶν. Καὶ εἶπεν ὁ Ἄγγελος Κυρίου πρὸς Μανωέ· Ἐαν βιάση με, οὐ φάγομαι τῶν ἄρτων σου, καὶ εὰν ποιήσης ὁλοκαυτώματα Κυρίω ἀνοίσεις αὐτό, ὅτι οὐκ ἔγνω Μανωὲ ὅτι Ἄγγελος Κυρίου ἐστίν. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου· Τί ὄνομά σοι, ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε; Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου· Ἵνα τί τοῦτο ἐρωτᾶς τὸ ὄνομά μου; Καὶ αὐτό ἐστι θαυμαστόν. Καὶ ἔλαβε Μανωὲ τὴν ἔριφον τῶν αἰγῶν του καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ Κυρίῳ, τῷ θαυμαστὰ ποιοῦντι κυρίῳ, καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν. Και ἐγένετο ἐν τῷ αναβῆναι τὴν φλόγα ἐπανωθεν τοῦ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ Ἄγγελος Κυρίου ἐν τῇ φλογὶ καὶ Μανωὲ καὶ ἡ γυνὴ αὐτοῦ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ προσώπον αὐτῶν ἐπὶ τὴν γῆν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Αγγελος ὀφθῆναι πρὸς Μανωὲ καὶ πρὸς τὴν γυναῖκα αυτοῦ, τότε ἔγνω Μανωέ, ὅτι Ἄγγελος Θεοῦ ἐστιν.

Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (κεφ. η΄, 1-20)
Ἔτου τρίτου, βασιλεύοντος Βαλτάσαρ, ὄρασιν ἧν εἶδον ἐγὼ Δανιήλ, μετὰ τὸ ἰδεῖν με τὴν πρώτην. Καὶ εἶδον, ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστὶν ἐν Ἐλυμαΐδι χώρᾳ, ἔτι ὄντος μου πρὸς τὴν πύλην Αἰλὰμ ἀναβλέψας, εἶδον κριὸν μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης καὶ εἶχε κέρατα καὶ τὸ ἕν ὑψηλότερον τοῦ ἑτέρου καὶ τὸ ὑψηλότερον ἀνέβαινε. Μετὰ δὲ ταῦτα εἶδον τὸν κριόν, κερατίζοντα πρὸς ἀνατολάς, καὶ πρὸς βοῤῥᾶν και πρὸς δυσμάς, καὶ μεσημβρίαν, καὶ πάντα τὰ θηρία οὐκ ἔστησαν ἐνώπιον αὐτοῦ, καὶ ἐποίει ὡς ἤθελε καὶ ὑψώθη. Καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἕως προσώπου τῆς γῆς καὶ οὐχ ἤπτετο τῆς γῆς, καὶ ἦν τοῦ τράγου κέρας ἕν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ ἦλθεν ἐπὶ τὸν κριόν, τὸν τὰ κέρατα ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν θυμῷ ὀργῆς. Καὶ εἶδον αὐτόν, προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐθυμώθη ἐπ’ αὐτοῦ καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἧν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου, καὶ ἐσπάραξεν αὐτόν, ἐπὶ τὴν γῆν, καὶ συνέτριψεν αὐτόν, καὶ οὐκ ἧν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου. Καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σφόδρα, καὶ ὅτε κατίσχυσε, συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσερα κέρατα κατόπισθεν αὐτοῦ, εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεφύη κέρας ἰσχυρὸν ἕν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπ’ ανατολὰς καὶ ἐπὶ βοῤῥᾶν, καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἐῤῥάχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπ’ αὐτῶν κατεπατήθη, ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ δι’ αὐτὸν τὰ ὄρη τὰ ἀπ’ αἰῶνος ἐῤῥάχθη, καὶ ἐξήρθη ὁ τόπος αὐτῶν καὶ θυσία, καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώθη καὶ ἐγεννήθη, καὶ τὸ ἅγιον ἐρημωθήσεται. Καὶ ἐγεννήθησαν ἐπὶ τῇ θυσία αἱ ἁμαρτίαι καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐωδώθη. Καὶ ἤκουον ἕτερου ἁγίου λαλοῦντος, καὶ εἶπεν ὁ ἕτερος τῷ φελμουνὶ τῷ λαλοῦντι· Ἕως τίνος το ὄραμα στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὰ ἅγια ἐρημωθήσονται εἰς καταπάτημα; Καὶ εἶπεν αὐτῷ· Ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι δισχίλιαι τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον. Καὶ ἐγένετο ἐν τῷ θεωρεῖν με, εγὼ Δανιήλ, τὸ ὄραμα ἐζήτουν διανοηθῆναι, καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὄρασις ἀνθρώπου. Καὶ ἤκουσα φωνὴ ἀνθρώπου ἀναμέσον τοῦ Οὐλαί, καὶ ἐκάλεσε καὶ εἶπε· Γαβριήλ, συνέτισον ἐκεῖνον τὴν ὄρασιν. Καὶ ἀναβοήσας εἶπεν ὁ ἄνθρωπος· Ἐπὶ τὸ πρόσταγμα ἐκεῖνο ἡ ὄρασις. Καὶ ἦλθε καὶ ἕστη ἐχόμενός μου τῆς στάσεως, καὶ ἐν τῷ ἔρχεσθαι αὐτὸν ἐθορυβήθην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου, καὶ εἶπέ μοι· Διανοήθητι, υἱὲ ἀνθρώπου, ἔτι γὰρ τὴν ὥραν καιροῦ τοῦτο τὸ ὄραμα. Καὶ λαλοῦντος αὐτοῦ μετ’ ἐμοῦ ἐκοιμήθην ἐπὶ πρόσωπον χαμαί. Καὶ ἀψάμενός μου, ἤγειρέ με ἐπὶ τοῦ τόπου καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ ἀπαγγελώ σοι, ἅ ἔσται ἐπ’ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου, ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ. Τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα, βασιλεὺς Μηδῶν καὶ Περσῶν ἐστί, καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἑλλήνων ἐστί, καὶ τὸ κέρας τὸ μέγα τὸ ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτὸς ὁ Βασιλεὺς ὁ πρῶτος.

Προφητείας Δανιὴλ τὸ Ἀνάγνωσμα (κεφ. θ΄, 18-24)
Πρόσχες Κύριε τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ἄνοιξον τοὺς ὀφθαλμούς σου, και ἴδε τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεως σου, ἐφ’ ἧς ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῆς, οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεθα ἐν ταῖς προσευχαῖς ἡμῶν, ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, Κύριε, σὺ ἱλάτευσον. Κύριε, ἐπάκουσον καὶ ποίησον καὶ μὴ χρονίσης ἕνεκα σεαυτοῦ, Δέσποτα, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιών, καὶ επὶ τὸν λαόν σου Ἰσραήλ. Καὶ ἕως ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον Κυρίου Θεοῦ μου καὶ ὑπὲρ τοῦ ὄρους τοῦ Ἁγίου τοῦ Θεοῦ ἡμῶν, καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου καὶ ἰδοὺ ὁ ἀνήρ, ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχὴν, Γαβριήλ, τάχει φερόμενος, προσήγγισέ μοι ἐν ὥρᾳ θυσίας ἑσπερινῆς. Καὶ προσῆλθε καὶ ἐλάλησε μετ’ ἐμοῦ καὶ εἶπε· Δανιήλ, ἄρτι ἐξῆλθον, ὑποδεῖξαί σοι διάνοιαν, ἐν ἀρχὴ τῆς δεήσεώς σου, ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου, καὶ ἐγὼ ἦλθον ὑποδεῖξαί σοι διάνοιαν, ἐν ἀρχῇ τῆς δεήσεώς σου, ἐξῆλθε πρόσταγμα παρὰ Κυρίου, καὶ ἐγὼ ἦλθον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ, καὶ διανοήθητι τὸ πρόσταγμα. Ἑβδομήκοντα ἑβδομάδες ἐκρίθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιών, συντελεσθῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλεῖψαι τὰς ἀδικίας καὶ διανοηθῆναι τὸ ὄραμα καὶ δοθῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσθῆναι τὸ ὄραμα καὶ εὐφρᾶναι ἅγιον ἁγίων.




Λιτή. Ἦχος α΄.
Ἀγγελικῆς πανηγύρεως τῆς εὐωχίας σήμερον, ἀπολαύσωμεν φιλεόρτων πάντων χορείαι, αἱ γεγηθυῖαι συναχθεῖσαι ᾧδε. Συνεκάλεσε γὰρ ἡμᾶς ὁ φωτόμορφος Ἀρχάγγελος Γαβριήλ, ὁ τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγος, πρὸς αἶνον τῆς πρὸς ἡμᾶς αὐτοῦ εὐεργεσίας. Δεῦτε οὖν πνευματικῶς εὐφρανθῶμεν, καὶ μελισταγέσιν ᾄσμασιν αὐτὸν μεγαλύνοντες, τὰς πρὸς Κύριον πρεσβείας αὐτοῦ ἐκζητήσωμεν.

Ἦχος β΄.
Τῶν οὐρανίων ταγμάτων τὸν προεξάρχοντα, τὸν οὐρανόθεν σταλέντα κομίσαι τῇ Παρθένῳ, τῆς ἀνεκφράστου αὐτῆς συλλήψεως τὰ εὐαγγέλια, Γαβριὴλ τὸν Ἀρχάγγελον δεῦτε πάντες μεγαλύνωμεν, ὡς υπουργὸς γὰρ τῆς τρισυποστάτου θεότητος, καὶ θεάμων τῆς Αὐτῆς ἀϊδίου λαμπρότητος ἐν πόλῳ, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν, τῶν ἐν πίστει συναχθέντων αὐτὸν ὑμνῆσαι ἐν ᾄσμασι.

Ηχος γ΄.
Γαβριὴλ τὸν παμμέγιστον Ταξιάρχην, τὸν ὑπηρετήσαντα τῷ μυστηρίῳ, τῆς ἐνσάρκου οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ, ἀνυμνήσωμεν κράζοντες· φωστὴρ εὐχαρίστων πνευμάτων, καλῶν ἀγγελιαφόρε καὶ χαρᾶς κόσμου πρόξενε, μὴ παύση οὐρανόθεν ἐποπτεύων, τοὺς εὐλαβῶς ἐπικαλουμένους σε.

Δόξα. Ἦχος δ΄.
Τὸν ἀποκυλίσαντα τὸν μέγαν λίθον, ἀπὸ τῆς θύρας τοῦ μνημείου τοῦ Ζωοδότου Ἰησοῦ, καὶ ἐπ’ αὐτοῦ καθήμενον λευχειμονοῦντα, Γαβριὴλ Ταξιάρχην μελωδικῶς εὐφημήσωμεν· οὗτος γὰρ ἀναγγείλας τοῖς Μυροφόροις, Χριστοῦ τὴν Ἀνάστασιν, καὶ δείξας αὐταῖς τὰ κείμενα ὀθώνια μόνα, προΰτρεψεν αὐτὰς μετενεγκεῖν τοῖς Ἀποστόλοις, τὸ κοσμοχαρμόσυνον μήνυμα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.









Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στ.: Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. 
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα. Κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας. Πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν. Ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὡς Ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτὶ τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· Αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Δόξα. Ἀπολυτίκιον ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὐρανίων ταγμάτων τὸν Ἀρχιστράτηγον, τὸν παμφαῆ μυστολέκτην, τῶν τοῦ Ὑψίστου βουλῶν, εὐαγγέλια χαρᾶς βροτοῖς κομίσαντα, μέλψωμεν ὕμνοις Γαβριήλ, ὑπουργὸν ὡς τοῦ Θεοῦ, ἐνσάρκου οἰκονομίας, καὶ τῶν πιστῶν ποδηγέτην, πρὸς τὴν χαρὰν τὴν ἀτελεύτητον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴ α΄ στιχολογίαν, κάθισμα. Ηχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὑψίστου ὑπουργέ, στρατιῶν πρωτοστάτα, ἀΰλων οὐρανοῦ, Γαβριὴλ ὁ κομίσας, χαρᾶς εὐαγγέλια, τῷ ἀνθρώπων συστήματι, σκέπε ἅπαντας, ὑπὸ σκιὰν σῶν πτερύγων, τοὺς ἐν ᾄσμασι, πανευλαβῶς συναχθέντες, καὶ ὕμνοις τιμῆσαί σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἄρχων ἐπιστάς, Γαβριὴλ οὐανόθεν, ἐν οἶκῳ Ἰωσήφ, χαῖρε Νύμφη Κυρίου, ἀνύμφευτε Δέσποινα, ἔφη Σοι παναμώμητε, καὶ τὸ μήνυμα, τῆς ὑπὸ Σοῦ τοῦ Δεσπότου, καὶ Παντάνακτος, Θεοῦ συλλήψεως χαίρων, ἁγνη Σοὶ ἐκόμισε.

Μετὰ τὴ β΄ στιχολογίαν, κάθισμα. Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Θεόπτην λαμπρότητος ἀγαθοδότου Θεοῦ, ὑμνήσωμεν ἅπαντες, θεοπρεπῶς Γαβριήλ, τὸν Ἄγγελον χάριτος, κράζοντες· ὑπηρέτα, τῆς Ἁγίας Τριάδος, πνεῦμα ἀστραπηφόρον, καὶ ἡδύπνευστε σάλπιγξ, βροτῶν τῆς σωτηρίας ἡμᾶς, βλάβης ἐκλύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σεμνῶς διαμένουσα ἐν τῷ ναῷ τοῦ Θεοῦ, Παρθένε πανάχραντε, ἔσχες τροφὸν ἀληθῶς, Κυρίου Ἀρχάγγελον, τὸν Γαβριὴλ σταλέντα, εἶτά Σοι οὐρανόθεν, μήνυμα προσκομίσαι, ὑπὸ Σοῦ τῆς ἀφράστου, κυήσεως Χριστοῦ τοῦ Θεοῦ, Πνεύματος χάριτι.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν διαλύσαντα, Θεοῦ τῇ χάριτι, δεσμὰ τιμήσωμεν, εὐσχήμως ἅπαντες, τῆς ἀκαρπίας γυναικῶν ἐν γήρατι λαμπροφόρον, Γαβριὴλ Ἀρχάγγελον, ταξιάρχην παμμέγιστον, καὶ χαρᾶς ἀτέρμονος, γηγενῶν θείαν σάλπιγγα, κραυγάζοντες φωνῇ στεντορείᾳ· Χαίροις Φωτὸς ἀστέκτου χῦμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶ ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.








Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ.: Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. 
Εὐαγγέλιον κατὰ Λουκᾶν (κεφ. ι΄, 16-21)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀρχαγγέλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν εὐαγγελισάμενον τὴν Κεχαριτωμένην Θεοτόκον, Γαβριὴλ τὸν ὑπηρέτην τῆς χάριτος, οἱ πιστοὶ ἀξιοχρέως σήμερον ὑμνήσωμεν. Οὗτος γὰρ ἀναγγείλας ἡμῖν τὴν ἀνάκλησιν, τοῦ πεπτωκότος προπάτορος Ἀδάμ, ἀγγελιαφόρος χαρᾶς ἐπώφθη ἀτέρμονος, τοῦ γένους τῶν ἀνθρώπων. Καὶ νῦν πάντας τοὺς αὐτὸν τιμῶντας περισκέπει, καὶ ἀσινεῖς διαφυλάττει ἐκ τῶν παγίδων τοῦ βροτοκτόνου, καὶ τῶν βελῶν αὐτοῦ τῶν ἄγαν ἰοβόλων.

Ὁ Κανὼν τοῦ Ἀρχαγγέλου, οὗ ἡ Ἀκροστιχίς:  Ὡς παμμέγιστον τὸν Γαβριὴλ αἰνέσω. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.
ς φῶς χρηματίζοντα, ταῖς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φωτίσαι πρεσβείαις σου, ὅπως ὑμνήσω σε.
Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄῤῥητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν, δι' ἀγαθότητα.
Προστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως, ἀνευφημοῦντές σε.
Θεοτοκίον
γνὴν σὲ πανάμωμε, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρε σοι Δέσποινα, λαμπρῶς ἐβόησεν, ἀπειρόγαμε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.










ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους
Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς καθορᾶσαι δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.
Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.
πίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, τὸ καθ' ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.
Θεοτοκίον
Γνωρίζων τὸ πάλαι κεκρυμμένον, μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε· Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τῶν νοητῶν στρατιῶν τὸν πρωτοστάτην, ἀΰλων νόων τὸν ὑπέρλαμπρον φωστῆρα, καὶ Τριάδος ἐπόπτην τῆς ἀδιαιρέτου, ἀξίως πιστῶν τὰ τάγματα Γαβριήλ, τὸν θεῖον ἀνευφημήσωμεν ἐκτενῶς, ὡς χαρᾶς κόσμου πρόξενον, καὶ ἀρωγὸν εὐσθενῆ, ἐν δίναις ὄντως κράζοντες· χαίροις θεῖε Ἀρχάγγελε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων, τῇ ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει, τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως, ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

ᾨδὴ δ'. Τὴν ἀνεξιχνίαστον
στατο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.
Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τὴν φύσιν ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.
Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπροσίτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.
Θεοτοκίον
λην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν προπατόρων ἀνάκλησις.

ᾨδὴ ε'. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν, Ἅγιος Πατὴρ ὁ παντουργός, ὁ Υἱὸς συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον.
Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.
θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελίᾳ τῇ φρικτῇ, ἥπερ ἐξεφώνησας, Γαβριήλ, Ἀρχιστράτηγε.
Θεοτοκίον
Ναὸς ἁγιάσματος, ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, καὶ δεινῶν ἐξαιρούμενον.

ᾨδὴ ς'. Τὴν θείαν ταύτην.
Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.
κτὶς ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.
Βουλὰς ἐθνῶν διασκέδασον, τὴν πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.
Θεοτοκίον
ημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσμον, ἀπολυτρούμενον.

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εὐθυμήσαντα τὸ γένος τὸ μερόπειον, χαρᾶς κομίσαντα αὐτῷ τὰ εὐαγγέλια, Γαβριὴλ Ἀγγέλων θείων τὸν πρωτοστάτην, τὸν δεσμὰ τῆς ἀκαρπίας διαλύοντα, τῶν βροτῶν ἐκ τῆς ἀγάπης ἔργων μέλψωμεν, ἀνακράζοντες· Χαίροις χάριτος Ἄγγελε.
Ὁ Οἶκος.
Ἄγγελε πρωτοστάτα, ὁ πεμφθεὶς χαιρετίσαι, Μαρίαν Γαβριὴλ τὴν Παρθένον, ἐν τῇ κώμῃ ποτὲ Ναζαρέτ, καὶ αὐτῇ κομίσαι τοῦ Θεοῦ βούλησιν, τοὺς ὑμνητάς σου στήριζε, ἐν βίῳ τοὺς πιστῶς βοῶντας·
Χαῖρε, Ἀρχάγγελε τοῦ Ὑψίστου·
χαῖρε, Ταξίαρχε τοῦ Δεσπότου.
Χαῖρε, ὑπουργὲ τῆς Τριάδος ἀκάματε·
χαῖρε, λειτουργὲ τοῦ Κυρίου φωτόμορφε.
Χαῖρε, ὅτι ἐφανέρωσας Δανιήλ, γένναν Χριστοῦ·
χαῖρε, ὅτι διεκήρυξας, τὴν Ἀνάστασιν Αὐτοῦ.
Χαῖρε, τῆς ἀφωνίας Ζαχαρίου ἡ παύσις·
χαῖρε, τῆς ἀπαιδίας Ἐλισάβετ ἡ λύσις.
Χαῖρε, χαρᾶς τῆς Ἄννης ἐγγύησις·
χαῖρε, ἀρᾶς της Εὔας κατάργησις.
Χαῖρε, τῶν Μάγων σαφὴς ὁδηγία·
χαῖρε, ποιμένων χαρᾶς ἀγγελία.  
Χαίροις χάριτος Ἄγγελε.

Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Λαμπρὸν ἐνσάρκου Θεοῦ οἰκονομίας,
ὑπουργὸν ᾄσμασι Γαβριὴλ δεῖ μέλπειν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν
ωάννου τόκον ἔνδοξε ἐμήνυσας, τῷ Ζαχαρίᾳ ποτέ, ἔνδον τοῦ θείου ναοῦ, ἑστῶτι καὶ ψάλλοντι, τῷ Λυτρωτῇ καὶ Θεῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχάς, πιστῶν καὶ προτρέπεται, μεγαλοφώνως βοᾶν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὡράθης τοὺς μέλποντας, φωτίζων πάντοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
πεστάλη Γαβριὴλ ὁ Ἀρχιστράτηγος, χαρὰν μηνύων σοι, Παρθενομῆτορ ἁγνή, δι' ἧς λύπη πέπαυται, καὶ ἡ ἀρὰ ἀληθῶς, ἀπεστείρωται, καὶ εὐλογία ἤνθησε, τοῖς πιστοῖς εἰς τοὺς αἰῶνας.











ᾨδὴ η'. Παῖδας εὐαγεῖς
ερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς, Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ νοήν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερὸν ὃ μέλπουσι, πάντες Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἀποπεραιούμενος, τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ ἀρχηγέτα, κλέος τῶν ἐν πίστει ἀεὶ σε εὐφημούντων.
Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε προτρέχοντα, καὶ προασπιζόμενον, τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
ς θρόνον τερπνὸν τοῦ Βασιλέως, ὡς πάντων τῶν ποιημάτων ὑπερέχουσαν, ὡς τὸν ὑπερούσιον, μόνην οὐσιώσασαν, καὶ τοῖς βροτοῖς ἑνώσασαν, ἑνώσει κρείττονι, γεννήσεως ἀῤῥήτου καὶ ξένης, τὴν εὐλογημένην, ὑμνήσωμεν Παρθένον.

ᾨδὴ θ'. Ἅπας γηγενὴς
σταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος, διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.
σπερ οὐρανός, ὁρᾶσαι κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν, τὴν γῆν τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον, πταισμάτων λύτρωσιν, βασιλεῖ τε δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου.
περικαλής, δυὰς καὶ περίδοξος, Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.
Θεοτοκίον
Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς ἀνυμνούντων σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Ἀῤῥήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Γαβριὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Ἕτερον.
Ἀστραπηφόρον Ἄγγελον, τὸν Γαβριὴλ τιμήσωμεν, ἀΰλων νόων τὸν πρῶτον, καὶ ὑπουργὸν τῆς ἐνσάρκου, οἰκονομίας Κτίσαντος, κραυγάζοντες· Ἀρχάγγελε, ὑπὸ τὴν θείαν σκέπην σου, φύλαττε πάντας τοὺς πίστει, σὲ εἰς αἰῶνας ὑμνοῦντας.
Θεοτοκίον
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι! ὁ τάλας, δι' ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.

Αἶνοι. Ἦχος α'. Πανεύφημοι μάρτυρες
Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνεδέδειξαι, καὶ ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν δεύτερον, φῶς ἐχρημάτησας, καὶ φωτίζεις τὴν περίγειον, ἐξαστράπτων, τῷ κάλλει τῆς δόξης αὐτοῦ. (Δίς)

Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον, καὶ θαυμαστή σου ἡ δύναμις, ἡ χάρις ἔνθεος, ἡ μορφὴ ὡραία, τὸ εἶδος σου πύρινον, ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος, ἡ φαῦσις ἄϋλος· ἡ ῥοπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, τῇ νεύσει τοῦ κρείττονος.

Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, σὺν αὐτῇ τῷ Κτίστη, πάντων καθικέτευε, λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, σοῦ ἐν πίστει δεχομένους πάντοτε.

Δόξα... Ἦχος πλ. α'
Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιύμνητε, Γαβριὴλ Ἀρχάγγελε.


Καὶ νῦν... Θεοτοκίον
Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἀστραπόμορφε Γαβριήλ, Ἀρχαγγέλων δόξα ἀνακλήσεως εἰς Ἐδέμ, τῶν βροτῶν κομίσας, ἡμῖν ἐπαγγελίαν, διὰ τῆς τοῦ Σωτῆρος, ἐνανθρωπήσεως.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου