ΙΟΥΛΙΟΣ ΙΑ΄.
ΝΙΚΟΔΗΜΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν
Προοιμιακὸν εἰς τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια· Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στεῤῥὲ ὁσιόαθλε Χριστοῦ, Βιθκουκίου βλάστημα, περιοικίδος πανεύφημον τῆς Μοσχοπόλεως, ἐν
ἐσχάτοις χρόνοις Ἰησοῦ τὸ ὄνομα τὸ θεῖον, ὃ ἠρνήσω τὸ πρότερον καθωμολόγησας παῤῥησίᾳ
καὶ ὑπέμεινας κεφαλῆς σου τιμίας ἀπότμησιν.
Σεμνύνεται μνήμῃ σου σεπτῇ Καστορία εὔσημος, τοῖς
σοῖς σπαργάνοις Βιθκούκιον, Ὄρος τὸ Ἅγιον σῇ σεπτῇ ἀσκήσει καὶ τῷ μαρτυρίῳ σου Βεράτιον,
Νικόδημε πάντιμε, νέον τῆς πίστεως ἐγκαλλώπισμα καὶ σέμνωμα νεοάθλων, μεθ’ ὧν
χαίρεις πάντοτε.
Χριστόν, Ὃν ἀφρόνως, ἀθλητά, ἀπηρνήσω πρότερον εἶτα
στεῤῥῶς ὡμολόγησας, Μάρτυς Νικόδημε, βήματος ἐκγόνων Ἄγαρ κατενώπιον ἐν κώμῃ
Βερατίου καὶ κάρας σου θείας ἀπότμησιν καθυπέμεινας ὡς σφάγιον ἐν ἐσχάτοις τοῖς
χρόνοις, πανεύφημε.
Σεπτῇ εὐλογίᾳ καὶ εὐχῇ Ἀκακίου ἔδραμες, κοσμοῦντος
Καυσοκαλύβια, πόνοις ἀσκήσεως καθομολογῆσαι τοῦ Χριστοῦ τὸ ὄνομα, ἀφρόνως Ὃ
ἠρνήσω τὸ πρότερον καὶ πλῦναι βόρβορον ἀπαρνήσεως σοῖς ῥεύμασι τῶν τιμίων αἱμάτων,
Νικόδημε.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς ἐθελόθυτος ἀμνὸς κατεσφάγης, Νικόδημε, καὶ
ἀπῆλθες Χριστῷ, τῷ Ἀμνῷ ὑπαντῆσαι, τῷ τὰς ἁμαρτίας ἡμῶν αἴροντι· ὅθεν τὴν μνήμην σου λαμπρῶς ἑορτάζοντες καὶ
τὴν ὁμολογίαν σου μεγαλύνοντες εὐχὰς τὰς
ἀδιαλείπτους σου ἐκδεχόμεθα πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, φῶς
νεαυγὲς Ὁσίων καὶ Μαρτύρων, ὁ ἐν τῶ Βερατίῳ ἐξανατείλας ἄρτι, πανένδοξε
Νικόδημε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαῖρε, ὁ εὐσταλὴς
τοῦ Βιθκουκίου γόνος, ὁ καθομολογήσας Χριστόν, ὃν ἀπηρνήσω, Νικόδημε, τὸ
πρότερον.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἤσκησας ταπεινῶς,
Νικόδημε, ἐν Σκήτῃ Ἁγίας Ἄννης ἄρτι, οἰκῆτορ τῆς Καλύβης Χριστοῦ τῆς Ἀναλήψεως.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός,
ἐνδόξου Νικοδήμου, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ τὸ Πνεῦμα τὸ Πανάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ
ὑπερευλογημένη, ἡ σκέπουσα θεόθεν σοὺς δούλους καὶ τηροῦσα ἡμᾶς φθορᾶς
ἀπήμονας.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεαυγῶς καὶ ὁσίως πολιτευσάμενος μετὰ τῆς σῆς
μετανοίας τῆς πρακτικῆς χρυσαυγήν, Βιθκουκίου ὁσιόαθλε Νικόδημε, ἐν Βερατίῳ
εὐλαβῶς ἠξιώθης τοῦ Χριστοῦ τὴν κλῆσιν ὁμολογῆσαι, ἥνπερ ἠρνήσω τὸ πρῶτον, πιστῶν
μεσῖτα ἐνθεώτατε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς
δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος
δ΄. Ἔδωκας σημείωσιν.
Πίστεως θησαύρισμα, Ὁσιομάρτυς Νικόδημε, Βιθκουκίου
ἐκβλάστημα, κλεινῆς Μοσχοπόλεως, τὴν περιοικίδα τοῦ κατακοσμοῦντος, καὶ
ἐνδιαίτημα σεμνὸν Ἁγιας Ἄννης τῆς θείας Σκήτεως, ἐν Βερατίῳ ἤθλησας ὁμολογῶν
μέγα ὄνομα τοῦ Χριστοῦ κατενώπιον τῶν
ἀπίστων συντάγματος.
Μάκαρ Ὁσιόαθλε, Νεομαρτύρων ὡράϊσμα, ὁ ἀφρόνως
τὸ ὄνομα Χριστοῦ ἀρνησάμενος πρῶτον καὶ ἀνδρείως καθομολογήσας εἶτα ἐφέσει σου
ψυχῆς ὅλῃ ἀπίστων ἐχθρῶν πρὸ βήματος, βασάνους καθυπέμεινας καὶ ἐκτομὴν τοῦ
αὐχένος σου ὡς ἀμνὸς ἐθελόθυτος, στεφηφόρε Νικόδημε.
Πίστει κατακρήμνισιν ἐκ Βερατίου ὑπέμεινας κάστρου
καί, ὢ τοῦ θαύματος, Νικόδημε ἔνδοξε, ἀβλαβὴς καὶ σῷος παραμείνας χαίρων πρὸς
κεφαλῆς σου ἐκτομὴν καθωδηγήθης ὡς θῦμα τέλειον καὶ πρόβατον πανάμωμον, Ὁσιομάρτυς
καλλίνικε, μετανοίας ὑπόδειγμα καὶ ἀθλήσεως κλέϊσμα.
Πίστεως
ὀσφράδιον Χριστοῦ εὐῶδες, Νικόδημε, εὐωδίασας πέρατα ἀρτίως τῆς κτίσεως ψυχικοῦ σου σθένους πρὸς ὁμολογίαν Χριστοῦ ὀνόματος ὀδμαῖς καὶ
μύροις, ἔνδοξε, σῆς ἀθλήσεως· διό σε μακαρίζοντες, Ὁσιομάρτυς πανεύφημε, ἑορτάζομεν
μνήμην σου εὐλαβῶς τὴν σεβάσμιον.
Ἦλθες εἰς
τὸν Ἄθωνα ἀναζητῆσαι, Νικόδημε, τὸν υἱόν σου, ἀσκούμενον ἐκεῖ Θείᾳ Χάριτι, ἀλλ’
ἡ ἡσυχία ἔθελξέ σε πόθῳ καὶ ἔδειξέ σου οἰκιστὴν σεπτῆς Καλύβης τῆς Ἀναλήψεως, ἐν
Σκήτῃ τῆς προμήτορος, Ἁγίας Ἀννης, τοῦ Κτίσαντος, ἣν ἡγίασας δάκρυσιν ἀειῤῥύτοις,
νεόαθλε.
Πίστει ὡμολόγησας Χριστοῦ τὸ πάντιμον ὄνομα, ὃ
ἠρνήσω τὸ πρότερον ἀφρόνως, Νικόδημε, ἐν τῷ Βερατίῳ Ἄγαρ ἀπογόνων στυγνῶν
ἐνώπιον, στεῤῥέ, καὶ ὡς ἀσώματος καθυπέμεινας βασάνους καὶ ἀπότμησιν τῆς
κεφαλῆς τῆς τιμίας σου, εὐσταλὲς ὁσιόαθλε, Νεομάρτυς περίδοξε.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸν ἐν μετανοίᾳ ὁδηγηθέντα πρὸς τὸ μαρτύριον καὶ
ἀθλήσαντα ἐν Βερατίῳ ὡς ἄλλου πάσχοντος, Νικόδημον, τὸν νέον Ὁσιομάρτυρα,
τιμήσωμεν οὕτω λέγοντες· Ἁγίας Ἅννης Σκήτεως οἰκῆτορ, ὁ παῤῥησίᾳ ὁμολογήσας Ὃν
πρότερον ἠρνήσω, Χριστόν, τὸν στεφοδότην καὶ Κύριον, μὴ παύσῃ Αὐτὸν ἡμῖν
ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον
τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ
σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ'
ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου
μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ
ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ
ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ
ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ
ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην
αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε
Κυρίῳ καὶ κατῃσχύνθη ;Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν
αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει
ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν
σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι
τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ
πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο
φθεγγόμενος ἄδικα οὐδείς· μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ
διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς
ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς
ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι
καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ
εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Δεῦτε φιλεόρτων οἱ δῆμοι καταστέψωμεν ᾀσμάτων ἄνθεσι
τὸν νέον τῆς τοῦ Χριστοῦ πίστεως Ὁσιομάρτυρα, τὸν πρῴην ἀρνητὴν καὶ εἶναι
ὁμολογητήν, Νικόδημον, ὡς κεφαλότμητον καθαιρέτην τῆς πλάνης τῶν ἀπίστων ἐν
εὐλαβείᾳ κραυγάζοντες· Ὁ τῇ εὐχῇ Ἀκακίου τοῦ Καυσοκαλυβίτου καὶ ἀπτοήτῳ
φρονήματι τὴν ὁδὸν διανύσας τοῦ μαρτυρίου, ἐκτενῶς Χριστόν, τὸν Θεὸν ἡμῶν,
ἱκέτευε ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Ἦχος
β΄.
Τὸν ἀθλήσει
κατευφράναντα εὐσεβῶν τοὺς δήμους, οὓς πρῴην ἐπίκρανε τῇ αὐτοῦ ἀρνησιθρησκείᾳ, Νικόδημον
τιμήσωμεν τὸν Ὁσιομάρτυρα, ὡς μαργαρίτην γενναιότητος καὶ ἀριστείας ἐν
ἀγαλλιάσει κραυγάζοντες· Νεόφωτε φωστὴρ μετανοίας καὶ τόλμης, ὁ φωτίσας
ὁμολογίας σου ἀκτῖσι Βεράτιον, φώτισόν μου τὸν ζόφον τῆς ἀτολμίας καὶ σῶσον ἐκ
θανάτου τὰς ψυχὰς τῶν ἐν ὕμνοις τιμώντων σε.
Ἦχος
γ΄.
Εὐλογίᾳ τοῦ Ὁσίου
Ἀκακίου τοῦ Καυσοκαλυβίτου τὸν καταλιπόντα τὴν ἡσυχίαν τοῦ Ἄθωνος καὶ δραμόντα
πρὸς γενναῖον μαρτύριον, Νικόδημον τὸν ὁσιώτατον, τιμήσωμεν λέγοντες· Ὁ
παῤῥησίᾳ Χριστὸν ὁμολογήσας ἐνώπιον τῶν ἀσεβεστάτων ἀπογόνων τῆς Ἄγαρ, καὶ ὑπομείνας κατωδύνους βασάνους καὶ κάρας
ἀπότμησιν, χάριν δαψιλῶς οὐρανόθεν εὗρες πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Τὸν ἐκ τῆς
πτώσεως εἰς ἁμαρτίαν θανατηφόρον σωθέντα διὰ τῆς μετανοίας καὶ χάριτι θείᾳ διασωθέντα
ἐκ τῆς ἐξ ὕψους ῥίψεως τοῦ φρουρίου τοῦ
Βερατίου, Νικόδημον ὑμνήσωμεν τὸν Ὁσιομάρτυρα, ὡς ἀθλητῶν ἐγκαλλώπισμα, οὕτω
ψάλλοντες· Ὁ εἰς ὕψος εὐκλείας ἀρθεὶς δυσαντίβλεπτον, ῥῦσαι ἡμᾶς εὐχαῖς σου
κατωδύνων πτώσεων καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη
Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τοῦ
Βιθκουκίου βλαστός, περιοικίδος Κορυτσᾶς ἴον εὔοσμον, Νικόδημε Νεομάρτυς, ὁ
παραφρόνως Χριστοῦ ὄνομα τὸ θεῖον ἀρνησάμενος τὸ πρῶτον καὶ ὕστερον τῶν ἀπίστων
ἐνώπιον ὁμολογήσας τοῦτο ἄχρις ἀθλήσεως καὶ ἐκτμήσεως κεφαλῆς τῆς τιμίας σου κράζοντες
ἐκδεχόμεθα εὐχάς τὰς ἐνθέρμους σου πρὸς προκοπὴν βίου, μάκαρ, καὶ ἀρετῆς
ὁλοκλήρωσιν, πανάριστε πάτερ, ὁ κεκοσμημένος ἄθλοις τοῖς παναρίστοις σου.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χάρις ὡδήγησέ σε
σαφῶς τοῦ Παρακλήτου, ὁσιόαθλε, Πνεύματος μετὰ τὴν ἀπάρνησίν σου Χριστοῦ εἰς
Σκήτην σεπτὴν τῆς Ἁγίας Ἄννης πρὸς
ἀπόπλυνσιν τοῦ ῥύπου σῆς πτώσεως, Νεομάρτυς Νικόδημε, τῆς μετανοίας πολυτίμητον
κόσμημα, ταπεινώσεως καὶ εὐχῆς σεμνολόγημα· Πάτερ πανιερώτατε, δυνάμει ὁ
κρείττονι ὁμολογήσας τὴν κλῆσιν Χριστοῦ ἐχθρῶν κατενώπιον, μὴ παύσῃ θεόθεν εὐλογῶν
καὶ ἁγιάζων τοὺς εὐφημοῦντάς σε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην
ἐπιτελοῦντες τὴν σὴν πανευλαβῶς, Ὁσιομάρτυς Νικόδημε, ἀγῶνας ἀσκητικούς σου ὑμνολογοῦμεν
λαμπρῶς καὶ ἀθλητικούς σου πρὸς τὴν κάθαρσιν βορβόρου ἀρνήσεως τοῦ Χριστοῦ
πρῴην κλήσεως ἄχρις αὐχένος σοῦ σεπτοῦ ἀποτμήσεως καὶ βοῶμέν σοι εὐθαρσῶς· Μάρτυς
ἔνδοξε, ὁ Ἀκακίου Γέροντος εὐχῇ πρὸ τοῦ βήματος ἀπίστων ὁμολογήσας Χριστὸν ὡς
Πλάστην καὶ Κύριον, μὴ παύσῃ παρέχων οἰκτιρμῶν Αὐτοῦ εὐχαῖς σου ἡμῖν τὸ ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὸν πρῴην ἀρνητὴν
καὶ εἶτα ὁμολογητὴν τῆς πίστεως, Ὁσιομάρτυρα τιμήσωμεν Νικόδημον, ὡς Ἄθωνος
σεμνολόγημα καὶ Βερατίου καύχημα, ἐν ἀγαλλιάσει κραυγάζοντες· Τῇ εὐλογίᾳ
Ἀκακίου τοῦ Καυσοκαλυβίτου ὁ καταλιπὼν τὴν Καλύβην σῆς ἀσκήσεως καὶ νομίμως ἐν
Βερατίῳ ἀθλήσας, μὴ παύσῃ Κυρίου δεόμενος ὑπὲρ τῶν πίστει τιμώντων τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεαυγῶς καὶ ὁσίως πολιτευσάμενος μετὰ τῆς σῆς
μετανοίας τῆς πρακτικῆς χρυσαυγήν, Βιθκουκίου ὁσιόαθλε Νικόδημε, ἐν Βερατίῳ
εὐλαβῶς ἠξιώθης τοῦ Χριστοῦ τὴν κλῆσιν ὁμολογῆσαι, ἥνπερ ἠρνήσω τὸ πρῶτον, πιστῶν
μεσῖτα ἐνθεώτατε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν
α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀπέπλυνας ῥοαῖς σῶν ἀπείρων δακρύων τὸν ῥύπον τῆς
Χριστοῦ ἀπαρνήσεως, Μάρτυς Νικόδημε, κλήσεως καὶ ὡς ἔλαφος ἔδραμες πρὸ τοῦ
βήματος λευχειμονῶν παῤῥησίᾳ, ὁσιόαθλε, Ἄγαρ ἐγκόνων ἀθλῆσαι στεῤῥῶς ὑπὲρ
πίστεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Προστάτιν ὀρφανῶν, σκέπην ἐμπεριστάτων, ἑτοίμην
ἀρωγὸν κατωδύνως στενόντων, χαρὰν τῶν ἐν θλίψεσι καὶ ταχείαν συλλήπτορα ἐπιστάμεθα
σέ, Παναγία Παρθένε, τῶν ἐν κλύδωσι βιοτικαῖς, Θεοτόκε, πιστῶν ἀγαλλίαμμα.
Μετὰ τὴν β΄ Στιχολογίαν
Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ἐξ ὕψους σε ἔῤῥιψαν φρουρίου Ἄγαρ υἱοί, Νικόδημε
πάντιμε, τοῦ Βερατίου, στεῤῥὲ νεόαθλε πίστεως, πρὸ τῆς ἀποτομῆς σου κεφαλῆς τῆς
τιμίας, ἣν ἀφθαρσίας στέφει ὁ σεπτὸς στεφοδότης, κατέστεψε, Χριστός, ὁ Θεός, Μάρτυς
πανάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τρανῶς
μεγαλύνοντες σῶν θαυμασίων πληθύν, ἁγνὴ ἀειπάρθενε, σὴν πρὸς ἡμᾶς ἐναργῆ καὶ θείαν ἀντίληψιν μέλπομεν,
Θεοτόκε, καὶ δοξάζομεν πόθῳ τὸν ἐκ τῆς σῆς νηδύος προερχόμενον Λόγον Θεοῦ,
Χριστόν, ἡμῖν δαψιλῶς χάριν δωρούμενον.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς μετανοίας σου ῥοάς, Νικόδημε, δακρύων Κύριος
οὐκ ἀπεποίησεν, ἀλλὰ μετέβαλεν αὐτὰ ἐν χρόνοις ἐσχάτοις, Μάρτυς, εἰς ἀνδρείας
χείμαῤῥον κατακλύζοντα ἔκγονα Ἄγαρ, ὁσιόαθλε, Βερατίου, πανεύφημε, εὐχαῖς ὁ Ἀκακίου
ἀθλήσας θείαις τοῦ Καυσοκαλυβίτου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ
θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν
ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ
πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον· Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν
ὁ Κύριος...
Εὐαγγέλιον·
Κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν.. Ὅρα τὸ εἰς τὴν
Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Νεοάθλου, πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου
πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὁ τὴν καλὴν
ὑποστὰς ἀλλοίωσιν ἐν Ἁγίῳ Ὄρει καὶ τῆς ἀρνησιθρησκείας ῥύπον ἐκπλύνας διὰ
στεῤῥοῦ μαρτυρίου, Ὁσιομάρτυς Νικόδημε, θεόθεν δεδόξασαι· ὅθεν τὴν μνήμην σου
σήμερον ἑορτάζοντες καὶ τῆς μετανοίας σου τρόπους ἐπαινοῦντες Χριστὸν
δοξάζομεν, τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἶτα ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος, οὗ ἡ Ἀκροστιχίς·
Νικοδήμου Ὁσιομάρτυρος ἐγκώμιον.
Χ. Μ.Μ.
ᾨδὴ α΄ .Ἦχος δ΄. Ἀνοίξω τὸ
στόμα μου.
Νικόδημε, κλέϊσμα περιφανέστατον
Ἄθωνος, οἰκῆτορ τῆς Σκήτεως Ἁγίας Ἄννης σεπτέ, ὁσιόαθλε, χρυσόπλοκον θεόθεν ἀπείληφας
στέφανον αἰωνιότητος.
Ἰσχὺν ἀμπεχόμενος θεόθεν ὥσπερ ἱμάτιον,
Νικόδημε πάντιμε, ἀπεξεδύσω στολὴν ἀπαρνήσεως Χριστοῦ καὶ εἰς ἀγῶνα εἰσῆλθες
ἀθλήσεως, Μάρτυς νεόαθλε.
Καρπὸς ὥσπερ εὔχυμος τοῦ Βιθκουκίου,
Νικόδημε, κατηύφρανας σύμπαντα σῆς μετανοίας ῥοπῇ καὶ ἐνστάσει σου στεῤῥᾷ ἄχρις
αὐχένος τοῦ σοῦ ἀποτμήσεως, πίστεως ἔρεισμα.
Θεοτοκίον.
Ὁδὸν καθυπόδειξον ἡμῖν εἰς πόλον
ἀπάγουσαν, Χριστῷ συνευφραίνεσθαι, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Μητροπάρθενε, τῷ νέμοντι
ἀφθόνως πιστοῖς θεῖον ἔλεος, Θεογεννήτρια.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Διάκοσμον μέλψωμεν ἀξίως Χριστοῦ
Ἐκκλησίας τιμαλφῆ, Νικόδημον, ἀσκήσαντα ἐν Ἄθωνι καὶ αἵμασιν αὐτοῦ καθαγιάσαντα
τοῖς πανιέροις Βεράτιον.
Ἡ δύναμις σοῦ τῆς μετανοίας μετὰ
τὴν ἀπάρνησιν Χριστοῦ τῆς πίστεως, Νικόδημε, εἰς εὐσθενῆ σε ἴθυνεν ὁμολογίαν,
ἔνδοξε, Αὐτοῦ καὶ τμῆσιν αὐχένος σου.
Μαρτύρων Ὁσίων ὡραιότης, Νικόδημε,
νέε ἀθλητά, ὁ τέχνην μετερχόμενος τοῦ ῥάπτου, πᾶσιν ἔδειξας τῆς μετανοίας
δύναμιν διὰ τῆς σῆς ἐναθλήσεως.
Θεοτοκίον.
Οἰκέτας σου δεῖξον, Θεοτόκε, τῆς
πόλεως ἄνω οἰκιστὰς καὶ κληρονόμους, Δέσποινα, τῆς Βασιλείας Τόκου σου, παναμωμήτοις
χείλεσι τοὺς σὲ ἀεὶ μακαρίζοντας.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πολυτίμητον
Νεομαρτύρων ἐγκαλλώπισμα καὶ νέον εὖχος Ἄννης Σκήτεως Ἁγίας ἐν Ἄθωνι, Καλύβης
κλέος Χριστοῦ Ἀναλήψεως, ὁ ἁγιάσας αὐτὴν τοῖς σοῖς δάκρυσι καὶ Βεράτιον αἱμάτων
σου ταῖς ἐκχύσεσι, Νικόδημε πανόσιε, δεδόξασαι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὡς ἰθύντειραν τῶν
οἰκετῶν σου πρὸς σκηνώματα ἀφθίτου δόξης ἀκλινῶς σε μακαρίζομεν, Δέσποινα, καὶ
καταφεύγομεν πάντες ἐν κλύδωσι βιοτικοῖς τῇ σῇ σκέπῃ καὶ χάριτι, Μῆτερ,
κράζοντες· Βοήθει ἐν περιστάσεσι ταχέως τοὺς πιστῶς σοι καταφεύγοντας.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑμνῳδίαις στέφομέν σε μελιῤῥύτοις, Νικόδημε, ἐν
περιοικίδι ἄρτι Κορυτσᾶς τὸν
βλαστήσαντα καὶ μετανοίας εὐώδη ἐξανθήσαντα ὄντως λείρα ἐν χερσονήσῳ τοῦ Ἄθωνος.
Ὁ σαρκὸς ἐπαναστάσεις χαλεπὰς μὴ
δυνάμενος καταστεῖλαι, ὤφθης Κτίστου ἀρνητὴς θείας πίστεως, ἐν ἐπιγνώσει Ὃν
εἶτα ὡμολόγησας ἄχρι τμήσεως τοῦ πανιέρου αὐχένος σου.
Σέ, Νικόδημε, τιμῶμεν, Βιθκουκίου
ἀνάστημα, Ἄννης τῆς Ἁγίας Σκήτεως λαμπρὸν σεμνολόγημα καὶ Βερατίου θησαύρισμα,
ὡς πρόβολον καὶ ὡράϊσμα Νεομαρτύρων τῆς πίστεως.
Θεοτοκίον.
Ἱλαστήριον τοῦ κόσμου, παντευλόγητε
Δέσποινα, Κεχαριτωμένη Μῆτερ τοῦ Ὑψίστου, οἰκέτας σου τοῦ ἀρχεκάκου τῆς μήνιος
ἀπήμονας τήρει πάντοτε καὶ τῶν βροτῶν πολεμήτορος.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁσίων ἀκρώρεια Μαρτύρων νέων
πίστεως, θαυμαστὲ Νικόδημε, προθύμως Χριστοῦ τὴν κλῆσιν, ἥνπερ ἠρνήσω τὸ πρίν, ἐνώπιον
Ἄγαρ τῶν υἱῶν, Μάρτυς, ὡμολόγησας καὶ ἐνήθλησας ἄριστα.
Μαρτύρων, Νικόδημε, τοῖς δήμοις
συνηρίθμησαι, Καυσκαλυβίτου εὐλογίᾳ ὁ Ἀκακίου ὁμολογήσας τρανῶς Χριστὸν καὶ
αὐχένος ἐκτομὴν ὑπομείνας σφάγιον ὡς σεπτὸν καὶ ἀμώμητον.
Ἀξίως ὑμνοῦμέν σε, Νικόδημε, ὡς
πρώταθλον πάντων νεοάθλων μετανοίας κεκοσμημένον μαργάροις καὶ ὀχετοῖς αἱμάτων
ἰδίων ἐν καιροῖς τοῖς ἐσχάτοις, ἔνδοξε Νεομάρτυς τῆς πίστεως.
Θεοτοκίον.
Ῥανίδας ἀπόσμηξον εὐχῶν σου
μάκτρῳ, Δέσποινα, τῶν ἡμῶν δακρύων, Θεοτόκε, καὶ ἐκ παγίδων τοῦ ἀρχεκάκου
ἐχθροῦ διάσωσον πάντας τοὺς πιστῶς πλῆθος μεγαλύνοντας τὴν πληθὺν θαυμασίων
σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τῆς σῆς καρδίας τὸ εὔτονον ὑμνοῦντες, Νεομάρτυς Νικόδημε, σὲ μεγαλύνομεν ὡς
προσευχῆς ἐργαστήριον καὶ
ἀριστείας βάθρον ἀδιατάρακτον.
Ὑπὲρ Κυρίου, Νικόδημε, τῆς
πίστεως ἐνήθλησας ἄριστα, ἥν, παναοίδιμε, ἠρνήσω, Μάρτυς, τὸ πρότερον πρὸ Ἄγαρ
ἀπογόνων ἀπίστων βήματος.
Ῥοαῖς ἀπείρων δακρύων σου ἀπέπλυνας
Χριστοῦ ἀπαρνήσεως ῥύπον, Νικόδημε, καὶ μετανοίας σου τρίβωνα ἐπέχρωσας ῥανίσι σεπτῶν
αἱμάτων σου.
Θεοτοκίον.
Ὁδήγει πάντας τοὺς δούλους σου πρὸς
τρίβους μετανοίας, Μητρόθεε, σὲ μεγαλύνοντας ψαλμοῖς εὐτάκτοις καὶ ᾄσμασιν εὐήχοις,
Παναγία Θεογεννήτρια.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ ἀρνητὴς Χριστοῦ τῆς πίστεως, ἠξίωσαι Αὐτὸν τρανῶς
ὁμολογῆσαι ἄχρις αἵματος καὶ αὐχένος σου ἐκτμήσεως, Βιθκουκίου θεῖον βλάστημα
καὶ Σκήτεως ἀνάστημα ἱερώτατον Ἁγίας Ἄννης· ὅθεν σοι πόθῳ κράζομεν· Χαίροις, Μάρτυς Νικόδημε.
Ὁ Οἶκος.
Ἄγγελοι
κατιδόντες ψυχικήν συ ἀνδρείαν
ἐξέστησαν, Νικόδημε Μάρτυς, Βιθκουκίου βλαστὲ ἱερὲ καὶ Ἁγίας Ἄννης θεῖον ἀνάστημα· διό σε μακαρίζοντες βοῶμέν σοι ἀξιοχρέως·
Χαῖρε, ὁ ἔνδοξος καλλιμάρτυς·
χαῖρε, ὁ ἔνδοξος Νεομάρτυς.
Χαῖρε, ὃν ἠλλοίωσε χάρις τοῦ
Πνεύματος·
χαῖρε, ὃν κατέστεψε Λόγος τοῦ
Κτίσαντος.
Χαῖρε, ὅτι ἠκολούθησας
μονοτρόπων ταῖς ὁδοῖς·
χαῖρε, ὅτι πίστιν ἔδειξας
εὐσθενῶς τὴν σὴν ἐχθροῖς.
Χαῖρε, ὁ ὑπομείνας τοῦ αὐχένος
σου τμῆσιν·
χαῖρε, ὁ ἐδαφίσας τῶν ἀπίστων
τὴν μῆνιν.
Χαῖρε, Μαρτύρων νέων ὑπόδειγμα·
χαῖρε, Ὁσίων θεῖον ἐντρύφημα.
Χαῖρε, κρηπὶς ἱερὰ μετανοίας·
χαῖρε, βαλβὶς σταθηρὰ εὐσθενίας·
Χαίροις, Μάρτυς
Νικόδημε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας,
ἤτοι τῆς ΙΑ΄ Ἰουλίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, ἐνδόξου νέου Ὁσιομάρτυρος Νικοδήμου, τοῦ ἐκ
Βιθκουκίου ἐν Βερατίῳ ἀθλήσαντος.
Χριστὸν ἐκήρυξας, Νικόδημε, ἄρτι,
Ὃν πρὶν ἠρνήσω ἐνώπιον ἀπίστων.
Ὁ ἔνδοξος νέος τοῦ Χριστοῦ Ὁσιομάρτυς Νικόδημος, κατὰ
κόσμον Νικόλαος, τὴν καταγωγὴν μᾶλλον Ἀρβανίτης, ἦν ἐκ Βιθκουκίου Μοσχοπόλεως,
ἀνήκοντος τῇ ἐπαρχίᾳ τοῦ Ἁγίου Καστορίας. Χριστιανὸς ὢν μετεκόμισε πανοικεὶ ἐν
χρόνῳ ἀγνώστῳ εἰς Βεράτιον, ἔνθα ἤσκει τὸ ἐπάγγελμα τοῦ ῥάπτου.
Συναναστρεφόμενος ἀλλοπίστοις καὶ ἀσθενικὴν ἔχων εἰς
Χριστὸν πίστιν Αὐτὸν ἠρνήσατο μεθ’ ὅλης αὐτοῦ τῆς οἰκογενείας. Μοναδικὴν
ἐξαίρεσιν ἀπετέλεσεν ἓν αὐτοῦ τέκνον ἀποσταλὲν ὑπὸ τινων χριστιανῶν εἰς Ἅγιον
Ὄρος.
Μεταβὰς ὁ Νικόλαος εἰς Ἄθωνα πρὸς βιαίαν τοῦ υἱοῦ αὐτοῦ
ἐπιστροφὴν ἐδέξατο τὴν Θείαν Χάριν καὶ μεταστραφεὶς πλήρως ἐκάρη μοναχὸς λαβὼν
τὴν κλῆσιν Νικόδημος ἐν τῇ Καλύβῃ τῆς Θείας Ἀναλήψεως, τῆς ἐν τῇ Σκήτῃ τῆς
Ἁγίας Ἄννης.
Μετὰ τριετίαν ἀπολύτου νηστείας καὶ προσευχῆς ἠξιώθη
θείων ὁραμάτων καὶ ἐγεννήθη αὐτῷ ἡ ἐπιθυμία ὁμολογήσεως τῆς αὐτοῦ πίστεως ἄχρι
μαρτυρίου. Πρὸς τοῦτο ἔλαβε τὴν εὐλογίαν τοῦ ἐν Καυσοκαλυβίοις Γέροντος Ἀκακίου
καὶ ἀνεχώρησε διὰ τὸ Βεράτιον.
Ἐκεῖ παῤῥησίᾳ ὁμολογῶν τὴν Ὀρθόδοξον πίστιν ἐδικάσθη,
εἱρκτῇ παρεδόθη και βασάνους ὑπέμεινεν ἐνώπιον τοῦ τῆς Ἄγαρ ἐκγόνου ἄρχοντος
τοῦ τόπου. Οἱ δήμιοι κατεκρήμνισαν αὐτὸν ἐκ τοῦ ὕψους τοῦ κάστρου τοῦ Βερατίου,
ἀλλὰ Θείᾳ Χάριτι οὗτος ἀβλαβὴς παρέμεινεν. Ὅθεν βασάνοις νέοις παρεδόθη καὶ ἐν
τέλει τὴν κεφαλὴν ἀπετμήθη τῇ 11ῃ τοῦ μηνὸς Ἰουλίου τοῦ σωτηρίου ἔτους 1722. Ἐν
αὐτῇ τῇ ἡμέρᾳ τελεῖται καὶ ἡ πανσεβάσμιος αὐτοῦ μνήμη.
Ταῖς αὐτοῦ ἁγίαις πρεβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Στέφος ἄφθαρτον ὁμολογίας
πίστεως, σεπτὲ Νικόδημε, ἐκ μακροθύμου Χριστοῦ χειρῶν, Μάρτυς, εἴληφας, σοῦ
συγχωρήσαντος τὴν πρὶν ἄρνησιν Αὐτοῦ σεπτοῦ ὀνόματος, ὁσιόαθλε γενναῖε.
Ἐν τῷ Ἄθωνι κατῴκησας, Νικόδημε,
καὶ καθηγίασας Καλύβην τῆς τοῦ Χριστοῦ λαμπρᾶς Ἀναλήψεως ἱδρώτων χεύμασι πανιέρων
σου, Ὁσιομάρτυς ἔνδοξε, γενναιότητος πυξίον.
Γέρας εἴληφας θεόθεν ἀμαράντινον
ὡς ὁσιόαθλος ὁμολογήσας τρανῶς Χριστοῦ θεῖον ὄνομα ἐχθρῶν ἐνώπιον, Μάρτυς
ἔνδοξε, καὶ πορφυρώσας αἵματος ῥείθροις χθόνα Βερατίου.
Θεοτοκίον.
Καταπράϋνον σαρκὸς κινήσεις,
Δέσποινα, τῶν προσφευγόντων σοι ἐν πειρασμοῖς καὶ λαμπρῶς ὑμνούντων τὴν χάριν
σου καὶ τὴν βοήθειαν, ἣν ἑκάστοτε παρέχεις τοῖς οἰκέταις σου, Κεχαριτωμένη
Μῆτερ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὡς Ὁσιομάρτυρα γενναῖον τιμῶμέν
σε, Βιθκουκίου θεῖον βλάστημα, νεαυγὲς Νικόδημε, ὁ ἀφρόνως πρότερον Χριστὸν
ἀπαρνησάμενος, Ὃν εἶτα ἔμπροσθεν ἐκγόνων ὡμολόγησας Ἄγαρ ἄχρι μαρτυρίου δι’
ἐκτομῆς αὐχένος.
Μνήμην σου, Νικόδημε, τὴν θείαν γεραίροντες
σε ἀξίως μεγαλύνομεν, τὸν σεμνῶς ἀσκήσαντα ἐν τῆς Ἀναλήψεως Καλύβῃ τοῦ Παντάνακτος, ἐν τῆς προμήτορος Αὐτοῦ
Ἁγίας Ἄννης, τρισμάκαρ, Σκήτῃ,τῆς κοσμούσης τὸν Ἄθωνα ἀρτίως.
Ἵλεων ἀπέργασαι τὸν Κτίστην ἡμῖν,
τοῖς ἀνευφημοῦσί σε, Νικόδημε, ὡς Ὁσιομάρτυρα εὐσταλῆ καὶ πάνσεπτον τῆς
μετανοίας σκήνωμα, ῥοαῖς ἐκπλύναντα δακρύων καὶ αἱμάτων τοῖς ὄμβροις βόρβορον τῆς πρῴην ἀρνήσεως Κυρίου.
Θεοτοκίον.
Ὅρμος γαληνὸς τῶν ποντουμένων ὑπάρχεις,
Θεογεννῆτορ παναμώμητε, καὶ λιμὴν ἀχείμαστος τῶν ἐν βίου κλύδωσι θαλαττευόντων,
Δέσποινα, πιστῶν διάσωσμα, ἐν ὕμνοις καὶ ᾠδαῖς μελιῤρύτοις σὲ μακαριζόντων εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νίκης θαυμαστῆς βραβεῖον
οὐράνιον θεόθεν εἴληφας, γεραρὲ Νικόδημε, Ὁσιομάρτυς Χριστοῦ τῆς πίστεως, ὁ
κλίνας τὸν αὐχένα σου μαχαίρᾳ, ἔνδοξε, τῶν ἐκγόνων Ἄγαρ καὶ σοῖς αἵμασι τοῖς
τιμίοις φοινίξας Βεράτιον.
Χαῖρε, ἀσκητὰ τοῦ Ἄθωνος Ὅσιε, χαῖρε,
Νικόδημε, οἰκιστὰ τῆς Σκήτεως Ἁγίας Ἄννης καὶ σεμνολόγημα Καλύβης Ἀναλήψεως Χριστοῦ, ὁ
αἵμασι πορφυρώσας τρίβωνα ἀσκήσεως σοῖς ἰδίοις, στεῤῥόφρον νεόαθλε.
Μάρτυς θαυμαστέ, Νικόδημε, μνήμην
σου τὴν πανσεβάσμιον πίστει ἑορτάζομεν καὶ μελῳδοῦμεν τὴν σὴν ἐνάθλησιν, δι’ ἧς
εὐκλείας ἔτυχες τῆς ὑπὲρ ἔννοιαν ἐν τῷ πόλῳ, Μάρτυς ὁσιώτατε, Ἐκκλησίας
νεόφωτον πύρσευμα.
Θεοτοκίον.
Μῆτερ τοῦ Χριστοῦ, πιστῶν
ἀγαλλίαμμα, εὐλόγει ἅπαντας πίστει μεγαλύνοντας σῶν θαυμασίων πληθὺν καὶ Τόκον
σου δοξάζοντας τὸν πάνσεπτον, Χριστὸν τὸν Κύριον, οὐρανόθεν πᾶσι τὸν δωρούμενον
εὐσεβέσι τὸ ἄμετρον ἔλεος.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς
ἄστροις.
Ὁσιομάρτυς γενναῖε, ὁ θεῖον ὄνομα Χριστοῦ ὁμολογήσας
ἐκθύμως ἄχρι τομῆς σῆς κεφαλῆς στέφος ἐδέξω θεόθεν χρυσοῦν, Νικόδημε θεῖε.
Θεοτοκίον.
Εὐλογημένη Παρθένε, Μῆτερ Θεοῦ, σοὺς ὑμνητὰς ῥύου παθῶν
καὶ κινδύνων καὶ τοῦ ἐχθροῦ ἐπιβουλῆς τοὺς ἑορτάζοντας μνήμην σεπτὴν στεῤῥοῦ
Νικοδήμου.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Ὁσιομάρτυς γενναῖε, κρηπὶς τῆς πίστεως, τοῦ
Βιθκουκίου γόνε, ὁ οἰκήσας ἐν Σκήτῃ τῆς Ἄννης τῆς Ἁγίας καὶ σαῖς ῥοαῖς τῶν
αἱμάτων Βεράτιον καθαγιάσας, Νικόδημε γεραρέ, οὐρανίου δόξης ἔτυχες.
Ἀκολουθήσας ταῖς τρίβοις υἱοῦ σου ἤσκησας ὁσίως ἐν
τῷ Ἄθῳ, ἔνθα ἔπλυνας ῥύπον σῆς ἀρνησιθρησκείας, Μάρτυς στεῤῥέ, τῶν δακρύων σου
χεύμασι καὶ ἀληθοῦς μετανοίας σου ὀχετοῖς, ὁσιόαθλε Νικόδημε.
Ἐν Βερατίῳ ὑπέστης τομὴν τῆς κάρας σου, ἐν ᾧ
Χριστοῦ ἠρνήσω, ὁσιόαθλε κλῆσιν τὸ πρότερον τὴν θείαν, Μάρτυς στεῤῥέ, γενναιόφρον
Νικόδημε, ὁ ἐν Καλύβῃ ἀσκήσας πανευλαβῶς τοῦ Κυρίου Ἀναλήψεως.
Ἀπίστων Ἄγαρ ἐκγόνων ὀφρὺν ἐπάτησας ἐνστάσει σου
ἀνδρείᾳ, ὁσιόαθλε μάκαρ, Νικόδημε, καὶ χαίρων σῆς κεφαλῆς ἐκτομὴν καθυπέμεινας ἐν
Βερατίῳ, ὁ στέφανον εἰληφὼς *οὐρανίου δόξης ἄφθαρτον.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πιστοὶ τὸν ἐν Μάρτυσιν Ὅσιον καὶ ἐν Ὁσίοις
καλλίνικον Νεομάρτυρα, Νικόδημον, τιμήσωμεν, ὡς Ἁγίας Ἄννης Σκήτεως πνευματικὸν ἀνάστημα καὶ
Βερατίου ἐγκαλλώπισμα, οὕτω λέγοντες· Ὁ ἀσκήσει κεκαθαρμένος ἐκ τῆς ἁμαρτίας καὶ
ἀθλήσει στέφει οὐρανίῳ κεκοσμημένος, ὁμολογεῖν καὶ ἡμᾶς Χριστὸν καταξίωσον
ἐνώπιον ἀπίστων καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς
ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης,
φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς
μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις, ὁ ἐκπλύνας ταῖς σαῖς ροαῖς τῶν δακρύων ῥύπον ἀπαρνήσεως
τοῦ Χριστοῦ καὶ αἱμάτων ῥείθροις ἱμάτιον ψυχῆς σου ἀρτίως πορφυρώσας, Μάρτυς
Νικόδημε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου