11-17
ΚΥΡΙΑΚΗ ΙΟΥΛΙΟΥ!!
ΙΩΝΑΣ
ΓΑΡΜΠΗΣ ΝΙΣΥΡΙΟΣ ΕΝ ΛΕΙΨῼ
ΝΕΟΣ
ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν δύο τοῦ ἤχου καὶ δύο τοῦ Ἁγίου. Ἦχος
α΄. Πανεύφημοι Μάρτυρες.
Θεωρὸς
γεγένησαι νοΐ, νοερῶν Δυνάμεων, ὡς πρακτικὸς θεῖα λόγια, διατιθέμενος, ἐν τῇ σῇ
καρδίᾳ, ἐν ᾗ καὶ ἀνάβασιν, ὡς κλίμακα ἐστήριξας Ὄσιε, Ἰωνᾶ Πατὴρ ἡμῶν, καὶ
πρεσβεύεις, δωρηθῆναι ἡμῖν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἰωνᾶ
ὁσιώτατε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν· ὑφ’ οὗ
σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ
κρείττονι· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ὅσιε
Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου
Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβῶν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους,
καταφρονεὶν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον
καὶ ἡμῶν τὰς διανοίας, Ἰωνὰ Πατὴρ ἡμῶν.
Καὶ νῦν. Τὸ δογματικὸν τοῦ Ἤχου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης
ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος, τοῦ
Παναγίου Πνεύματος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Φέρων
ἐν ταῖς χερσί, σοῦ Ἰωνᾶ τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα
τελείως, Πατὴρ ἡμῶν ἠφάνισας.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Δόλους
τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν,
Χριστοῦ Ἰωνᾶ Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
άγαθή, τὰς ἁγίας Σου χείρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι
τοὺς δούλους Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ἤχου.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Νισύρου
τὸν γόνον, Λειψῶν τὸν ἔφορον, καὶ τὸ τῆς Δωδεκανήσου ἁπάσης, γέρας θεῖον καὶ
καύχημα, Ἰωνᾶν τιμήσωμεν πιστοί, ὡς ὅσιο Χριστοῦ πανευκλεῆ, ἵνα λάβωμεν
πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν δοξάσαντί σε Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Ἀναστάσιμα
τοῦ Ἤχου, καὶ στ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Θεοφεγγῆ
σου φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ
σκότος ἐκμειοῦντες τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως· τὴν φωτοφόρον μνήμην, ὅθεν
πιστῶς, ἑορτάζομεν μακάριε.
Περιφανὴς
ἐν τῷ βίῳ πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω
Πάτερ Ἰωνᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι’ ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ
χαρίσμασιν ἐπλούτισεν.
Στύλῳ
πυρὸς ὁρατώς σε Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον
ἀπαθείας ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοῖς
χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Ἕτερα. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἐνέδυσας
Κύριε, τὸν Ὅσιόν Σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ
σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον
δέξασθαι· δι’ οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ
Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σταυρὸν
ὁπλισάμενος, ὁ Ὅσιός Σου Κύριε, καὶ τῷ ζήλῳ πυρούμενος, εἰδώλων ἐνέπερησε, τὰ
τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Ἰωνᾶς ὁ ἔνδοξος, βραβεῖα
νίκης Δέσποινα, τὴν Βασιλείαν ἀπείληφε, παρὰ Σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει
σωθῆναι ἡμᾶς.
Ἀστέρα
ὑπέρλαμπρον, τῇ Ἐκκλησίᾳ ἀνέδειξας, Ἰωνᾶν τὸν Ὅσιον, ὁπλίτην τε ἄριστον,
δαδουχοῦντα πᾶσαν, νῦν τὴν οἰκουμένην, θαυματουργίας μυστικαῖς, καὶ ἀθεΐας
σκότος ἐλαύνοντα· ὑφ’ οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνοῦμέν σε, Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Ἐκ
βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Ἰωνᾶ παμμακάριστε, ὁσιώτατε σοφέ. Τὸ γὰρ ὅπλον
τοῦ Σταυροῦ ἐπ’ ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης, τὴν ὁδὸν τῆς ἀληθείας· δι’ ἧς
τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης
διαπρύσιος.
Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ Ἤχου.
Εἴσοδος, Φῶς
ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου
τὸ Ἀνάγνωσμα (Ἠσ.
μγ’, 9 – 14).
Τάδε λέγει
Κύριος. Πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ
ταῦτα ἐν αὐτοῖς; Ἤ
τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστά ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες
καὶ ἐγώ μάρτυς
Κύριος ὁ Θεός καὶ ὁ
παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ
μοι καὶ συνῆτε, ὅτι ἐγώ
εἰμί. Ἔμπροσθέν μου οὐκ
ἐγένετο ἄλλος θεός καὶ οὐκ ἔσται
πάρεξ ἐμοῦ ὁ
σώζων. Ἐγώ ἀνήγγειλα καὶ
ἔσωσα. Ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες
καὶ ἐγώ μάρτυς
Κύριος ὁ Θεός. Ὅτι
ἐξ ἀρχῆς ἐγώ
εἰμί καὶ οὐκ
ἔστιν ὁ ἐκ
τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί
ἐν χειρί Θεοῦ καὶ οὐ μὴ
ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι
καὶ ἐλογίσθη κάκωσις
ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’
ἡμῶν πορεία σύντριμμα. Οἱ
δέ εἰσίν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν
ὄψει τῶν ἀνθρώπων
ἐάν κολασθῶσιν, ἡ ἐλπίς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν
αὐτούς καὶ εὗρεν
αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς
χρυσόν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καὶ
ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν
καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι
λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ Αὐτῷ
συνήσουσιν ἀλήθειαν καὶ
οἱ πιστοί ἐν
ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος
ἐν τοῖς Ὁσίοις
Αὐτοῦ καὶ ἐπισκοπή
ἐν τοῖς ἐκλεκτοῖς
Αὐτοῦ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι
καὶ ἐν Κυρίῳ
ὁ μισθός αὐτῶν
καὶ ἡ φροντίς
αὐτῶν παρά Ὑψίστῳ. Διά
τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας
καὶ τὸ διάδημα
τοῦ κάλλους ἐκ
χειρός Κυρίου. Ὅτι τῇ
δεξιᾶ Αὐτοῦ σκεπάσει
αὐτούς καὶ τῷ
βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν
τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς
ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα,
ὀξυνεῖ δέ ἀπότομον
ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει Αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ
ὡς ἀπό εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ
σκοπόν ἁλοῦνται καὶ
ἐκ πετροβόλου θυμοῦ
πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοί δέ
συγκλήσουσιν ἀποτόμως·
ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως καὶ ὡς
λαίλαψ ἐκλιμήσει αὐτούς
καὶ ἐρημώσει πᾶσαν τὴν
γῆν ἀνομία καὶ
ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὗν
Βασιλεῖς καὶ σύνετε, μάθετε δικασταί
περάτων γῆς, ἐνωτίσασθαι οἱ
κρατοῦντες πλήθους καὶ
οἱ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι
ἐδόθη παρά Κυρίου
ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστεία παρά Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος α´.
Τὸν
ἀνέσπερον φωστῆρα τῆς οἰκουμένης μέλψωμεν, Ὅσιον Ἰωνᾶν· ὑπὲρ ἥλιον γὰρ ἔλαμψεν,
ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ πιστῶν ταῖς φρυκτωρίαις τὰ συστήματα, πρὸς ἀρετὴν
ἐχειραγώγησε. Τὸ μέν, θεοπνεύστοις διδαχαῖς, καὶ σωτηρίων ῥημάτων εἰσηγήσεσιν, ἅς
περ ἀφθονώτατους οἷα κρουνούς, ἀπὸ χειλέων ἐπήγαζε. Τὸ δε, τῇ πράξει τῇ θαυμαστῇ,
καὶ ἰσαγγέλῳ πολιτείᾳ πρὸς ζῆλον ἐφελκόμενος. Καὶ ἀμφότερα, βίον καὶ λόγον ὑπέρλαμπρον,
ὡς παιδοτρίβης ἄριστος, θεοπρεπῶς ἐπιδεικνύμενος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ
Θεός, τὴν δὲ ποίμνην φρούρησον, καὶ τὴν Ὀρθόδοξον πίστιν κράτυνον, ὡς
φιλάνθρωπος.
Ἦχος β΄.
Τὸν
Χριστοῦ ἐραστήν, τὸν ἐπώνυμον τῆς ἀθανασίας, τὸν ἀληθῆ μύστην τοῦ Σωτῆρος, καὶ
κλέος καὶ καύχημα τῶν μονοτρόπων πάντων καὶ ποδηγέτην, τὸν ἡγιασμένον ἀπὸ τοῦ
βρέφους τῷ Κυρίῳ, χοροὶ πιστῶν συνελθόντες εὐφημήσωμεν. Οὗτος γάρ, ἔρωτα θείῳ ἐν
αὐτῷ συλλαβῶν, τὴν μὲν τοῦ κόσμου ἔλιπεν ἀπάτην, ἧρε δὲ τὸν ζυγὸν τοῦ Χριστοῦ ἐπωμάδιον.
Καὶ τὰ στίφη τῶν δαιμόνων ἐτρέψατο ἀνδρείως, δεικνὺς ἡμῖν πρακτικῶς, τῆς θείας ἀγάπης
τὸν ἄριστον δρόμον. Τὸν αὐτὸν γὰρ καὶ αὐτὸς διαδραμών, ἐν σπουδῇ πέφθακε, τὸ φῶς
τὸ ἀληθές, τῆς Τριάδος τοῦ παντουργοῦ. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος
θεοπρεποῦς! Ὅτι γήϊνος ὢν ἐν τῇ φύσει, ἴσος γέγονε ταῖς νοεραῖς οὐσίαις, δόξαν
καὶ τιμὴν θεόθεν ἄπλετον λαμβάνων, καὶ πρεσβευτὴς ἡμῖν γίνεται, ὡς ἂν τύχοιμεν τῶν
αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἦχος δ΄.
Ἐξέστησε
νοάς, ἐξέπληξε καὶ βροτούς, τὰ πανθαύμαστα σκάμματα τῆς ἐν ἀσκήσει βιοτῆς σου· ὥσπερ
γὰρ ἄσαρκος σχεδόν, ἐν σαρκίῳ γεντρῷ, ἐχθροῖς τοῖς ἀοράτοις προσεπάλαισας.
Γενεαὶ γοῦν σε πᾶσαι μέλπουσι τῶν εὐσεβῶν, ἐξαιρέτως δὲ ἡ σὴ τιμίαν ποίμνην, τὸ
λαμπρόν σου τῶν πόνων στηλογράφημα· ἣν ἀνέδειξας ὡς πόλιν ἐν ἐρήμῳ τερπνήν, ἣν
οἰκητήριον στίφους μοναζόντων εὐπρεπὲς κατέστησας· ἣ καθάπερ ἐν ἐνδύμασι
πολυτίμοις, τοῖς σοῖς καθωραΐζεται θαυμασίοις, καὶ τοῖς γενναίοις σου ἄθλοις.
Καὶ σαῖς λιταῖς Ἰωνᾶ, καὶ πρεσβείαις ἐξαιτεῖται, πρὸς Χριστοῦ περιφρουρεῖσθαι,
τοῦ ἔχοντος τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, ἡ χάρις γὰρ τοῦ Πνεύματος, πάσης σάλπιγγος εὐηχέστερον,
πάντας πρὸς ὕμνον συγκαλεῖ τοῦ θεοφόρου Πατρός. Βασιλεῖς καὶ ἄρχοντες
θαυμαζέτωσαν, τοῦ παμβασιλέως τὸν γνήσιον ἱκέτην, τὸν τοῦ κοσμοκράτορος τὰς ἀρχὰς
καὶ ἐξουσίας, Πνεύματος θείου πανοπλίᾳ τροπωσάμενον. Ποιμένες καὶ διδάσκαλοι, τὸν
τῆς ἀρίστης ὄντως κανόνα τε καὶ τύπον, ποιμασίας εὐφημήσωμεν· τὸν ἐν δόγμασιν, ἀκραιφνῆ·
τὸν ἐν τῇ πίστει, γενναῖον· τὸν ἐν θεωρίαις, ὑψίνουν· ἐν πράξεσιν, ὑπερνεφῆ· ἐν
διδάγμασι τῆς τρυφῆς, χειμάῤῥουν· τὸν ποδηγέτην τῶν πλανωμένων· τὸν ἑδραστῆρα τῶν
κλονουμένων· τὸν πᾶσι τοῖς ἀσθενοῦσι συμπαθέστατον. Λειψὼ τὸ μέγα κλέος, ἐγκωμιάζοντες
πάντες, εἴπωμεν· Πατέρων κορωνὶς Ἰωνᾶ, πρόστηθι τῶν σῶν οἰκετῶν, διὰ παντὸς ἡμῶν
Πάτερ, καὶ σῶσον τὴν ποίμνην σου, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου
Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης
τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν
ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος,
Θεὸς ἐλέησον ἡμᾶς.
Εἰς τὸν Στίχον, τὰ τοῦ Ἤχου.
Δόξα. Ἦχος πλ. δ΄.
Ταῖς
μυστικαῖς λαμπηδόσι, τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, Ὅσιε Ἰωνᾶ
γενναιότατε, θέσει θεὸς χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς πίστει
τελοῦντάς σου τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσῳζε σαῖς
πρεσβείαις.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ἤχου.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Νισύρου
τὸν γόνον, Λειψῶν τὸν ἔφορον, καὶ τὸ τῆς Δωδεκανήσου ἁπάσης, γέρας θεῖον καὶ
καύχημα, Ἰωνᾶν τιμήσωμεν πιστοί, ὡς ὅσιο Χριστοῦ πανευκλεῆ, ἵνα λάβωμεν
πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· Δόξα τῷ δεδωκότι σοι ἰσχύν,
δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐν εὐκλείᾳ οὐρανῶν δοξάσαντί σε Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν
πανάριστον ἐν ἀσκηταῖς Ἰωνᾶν, ἔξοχα μέλπω.
ᾨδὴ α’. Ἦχος δ’. Ἁρματηλάτην Φαραώ.
Τῇ
φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Ἰωνᾶ καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς
σε, τῶν ἀσκητῶν τὸ καύχημα, μοναζόντων τὸ κλέος, τὸν τῆς Λειψοῦ κοσμήτορα, τὸν
τῆς παρθενίας διδάσκαλον.
Ὅλον
τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος· καὶ πρὸς Αὐτὸν ἔχων, πᾶσάν σου τὴν
ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι’ ἐγκρατείας ἐνέκρωσας,
Ἰωνᾶ θεοφόρε πανεύφημε.
Νενικηκὼς
τὸν καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας,
θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ
τοῦ τῆς γνώσεως.
Περιλαμπόμενος
φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος,
σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ
προκοπὴν καὶ λαμπρότητα.
Θεοτοκίον.
Ἀκατασχέτοις
καθ’ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ Σῷ τόκῳ, προσεγγίσας ὤλετο, καὶ
προσλαβὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην
γεγέννηκας.
ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νοῦν
ἡγεμόνα τῶν παθῶν, πανόλβιε καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης, τῷ γὰρ
κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας· ὅθεν ὡς φοίνιξ Πάτερ, ἐν ταῖς ερήμοις ἐξήνθησας.
Ἀκολουθῆσαι
διαγνοῦς, τοῖς ἴχνεσι τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου· καὶ τὴν
Λειψὼ οἰκῶν, τὸ τρόπαιον ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος.
Ῥωμαλεότητι
φρενῶν, παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας
σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν ἐκείνου, τὴν ἐπηρμένην κατέβαλες.
Ἱλαρωτάτῃ
σε ψυχῇ, καὶ προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενος βλέπων, ὁ λαμπρότατος φωστήρ,
Ἰωνᾶς ἐδέξατο, φωτιστικῶς θεσπίζων, τὴν σὴν παμμάκαρ φαιδρότητα.
Θεοτοκίον.
Σωτηριώδους
δι’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ Σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς·
Σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς
θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας,
σεαυτὸν τῷ Κυρίῳ σου, καὶ σαρκὸς δὲ ἔξω, τοῦ κόσμου γενόμενος, τοῦ Ἁγίου ἐγένου,
συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας,
καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Πατὴρ ἡμῶν. πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν,
τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν
τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν κινδυνεύουσαν, φθάσον
Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα
πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν·
Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
ᾨδὴ δ’. Σύ μου ἰσχύς,
Κύριε.
Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων
κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι, χωρητικήν, ταύτην ἀληθῶς, θείων
χαρισμάτων, εἰργάσω θεομακάριστε· ἁφῇ δὲ τῶν χειρῶν σου, ἀσθενοῦντας ἰάσω,
μιμητὴς τοῦ Δεσπότου γενόμενος.
Ὁ κατὰ Σοῦ, Πάτερ δεινῶς
θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος, ὡς Ἀβειρών, ἐξαφανισθείς· σὲ γὰρ ἀοράτως,
ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη, διὰ σοῦ σωζομένων, καὶ τοῖς σοῖς ἑπομένων
διδάγμασι.
Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε, τὰς
αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν,
κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως
Πάτερ εἰς δύναμιν.
Εὐεργετεῖν, τοὺς ὁμοφύλους
προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας, θεοπρεπεῖς, καὶ ψυχωφελεῖς, καὶ ἐν γῇ
διψώσῃ, πηγὰς ὑδάτων ἐξήγαγες· καὶ ὄμβρους οὐρανόθεν, παραδόξως θεόφρον, ἐν ἀνύδροις
χωρίοις κατήγαγες.
Θεοτοκίον.
Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ
ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν Σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα
καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζων, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί
Σε.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ἀκλινεῖ
διανοίᾳ, πρὸς τὸν σὸν ποθούμενον ἀνατεινόμενον, παρ’ Αὐτοῦ τὴν χάριν, τῶν
μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους,
συμπαθῶς ἐθεράπευσας Ὅσιε.
Σαρκικῶν
βαρημάτων, ὄγκον ἀποθέμενος σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ Ἁγίου
θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων, καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ
ταπεινοφροσύνῃ κοσμούμενος.
Κήρυξ
θείων δογμάτων, μεγαλοφωνότατος κεχειροτόνησαι, τῶν ἁγίων Πάτερ, τῶν Ὁσίων
συνήγορος γέγονας, πιστοὺς σοφίζων, οἷς ἐμφανῶς χάριτι θείᾳ, τειχιζόμενος ὤφθης
μακάριε.
Ἡ
θεόθεν δοθεῖσα, χάρις σοι θεόπνευστε διαβεβόηται, διεδόθη πᾶσαν, εἰς τὰ τῆς οἰκουμένης
ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐνέργειαν.
Θεοτοκίον.
Τῶν
πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον τῶν εὐφημούντων Σε, ἡ παντὶ τῷ γένει, τῶν
ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου
διάσωσον πάναγνε.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἀγάπην
πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ Προφητῶν, πληροῖς τὸ
κεφάλαιον, τὴν γὰρ ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ κατώρθωσας.
Ἰσάγγελον
ἐπὶ γῆς, σὺ πολιτείαν διήνυσας, ἰσάγγελον δὲ τιμήν, Χριστός σοι δεδώρηται, Ἁγίων
ταὰ τάγματα, συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος.
Σοφίας
γόνος ὀφθείς, ἀρχὴν σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ Θεοῦ, ᾯ καὶ
στοιχειούμενος, πρὸς τὴν τελειότητα, τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ ἔφθασας.
Θεοτοκίον.
Σωτήρα
καὶ Λυτρωτήν, Θεὸν τὸν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα,
διάσωσον πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων Σε τὴν Δέσποινα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι’ ἀρετῆς Ἰωνᾶ μακάριε, τῷ σὲ πρὶν
γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστής τε τῆς Λειψὼ ἀξιέπαινος·
διὸ κράζω σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Σοφίας
ὑπάρχων βλάστημα, Ἰωνᾶ Ὅσιε· παιδιόθεν ἐπόθησας σοφίαν τὴν ἐνυπόστατον, ᾗ
συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων
πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένη κάρα θεόφρον· ᾧπερ κεκοσμημένος,
ἐξιλέωσαι τὸ θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν
σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Τὸ Συναξάριον τῆς ἡμέρας, καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ μετὰ Ι΄ Ἰουλίου, τῶν ἐν Λειψῷ τῇ
νήσῳ, διαφόρων ἐν ἔτεσι διαλαμψάντων Πατέρων, τῶν τῆς τοῦ Ἁγίου Ἰωάννου τοῦ
Θεολόγου Μονῆς τῆς Πάτμου ἀναχωρητῶν, χερσὶ μιαιφόνοις ἰταμῶς ἀποκτανθέντων· Ἰωνᾶ
τοῦ Λερίου, φονευθέντος τῇ ΚΗ΄ Φεβρουαρίου τοῦ ἔτους 1561ου·
Νεοφύτου τοὐπίκλην Φαζοῦ, ἐν σκεπάρνῳ τελειώθεντος τῇ Η΄ Δεκεμβρίου τοῦ ἔτους
1561ου· Ἰωνᾶ τοὐπίκλην Γαρμπῆ, τοῦ Νισύριου, ἐν αἰκίαις πικραῖς
τελειωθέντος, ἐν ἔτει 1635ῳ· Νεοφύτου τοῦ Ἀμοργινοῦ, φονευθέντος τῇ ΣΤ΄ Ἀπριλίου
τοῦ ἔτους 1658ου· καὶ Παρθενίου τοῦ ἐκ Φιλιππουπόλεως, καμάκι
τελειωθέντος ἐν ἔτει 1695ῳ.
Ψυχὴν
ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
ἔμπροσθεν
Αὐτοῦ νῦν παρίστανται Ὅσιοι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Ἀπέθου
τὰ πρόσκαιρα, τῶν αἰωνίων διαμειβόμενος, σὺν Ἀγγέλοις χορεύεις, ὡς τῶν Ἀγγέλων
πολιτευσάμενος, τὴν πολιτείαν μεθ’ ὧν καὶ συνέψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Βοᾷ
χαριστήρια, ἡ σὴ μεγίστη Νίσυρος, καὶ πάντιμος, οἰκιστήν σε καὶ κτίστην, καὶ
πολιοῦχον προβαλλομένη σοφέ, καὶ καυχωμένη κραυγάζει πρὸς Κύριον· Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀπαύστως
ἱκέτευε, Ἰωνᾶ θεόφρον ὑπὲρ τῆς ποίμνης σου, ἐκτενῶς σε δυσώπει, τοὺς σοὺς
καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητὸς ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νυμφῶνα
πανάχραντον, τῆς ὑπὲρ Λόγου σαρκώσεως, καὶ παστάδα καὶ θρόνον, ὀρθὰ φρονοῦντες
Σὲ ὀνομάζομεν, καὶ γεγηθότες, τῷ τόκῳ Σου ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ἐν
εὐφροσύνῃ Ὅσιε, τῶν Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης σου ψυχῆς προτρέχουσιν, εἰς
τόπον ἀνέσεως, εἰς φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ χοροὶ ποδηγοῦντες· μεθ’
ὧν νῦν ἀναμέλπεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ξένα
τὰ σὰ θαυμάσια, τοὺς γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας, τῶν παθῶν τὰ κύματα,
προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων φυγαδεύων ἐλαύνεις,
εὐτόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ, δυνάμει
θεοφόρε.
Ὁ
Μωϋσῇ τὸ πρότερον, ἀπὸ στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς εἰς οὐρανοὺς ὁλόφωτον,
ἐκτείνας σοι ἔδειξεν, ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου, καὶ πολύαθλον
σῶμα, ᾧ πίστει παρεστῶτες, εὐσεβῶς μελῳδοῦμεν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Χαρμονικῶς
ἡ μνήμη σου, ἐκτελεῖται πανεύφημε, τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως
ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα· ὦ νῦν ὡραϊσμένος,
μελῳδεῖς ἀνενδότως· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπειρογάμως
τέτοκας, καὶ Παρθένος διέμεινας, καὶ τῷ ξένῳ τόκῳ Σου συνῆψας ἅπαντα, τὸν
χρόνιον πόλεμον, καὶ τὴν μακρὰν διάστασιν, λύσασα Χριστόν, τὸν τῆς εἰρήνης δοτῆρα,
βαστάζουσα ἐν κόλποις, ὃν πιστῶς εὐλογοῦντες, Σὲ πόθῳ ἀνυμνοῦμεν, τὴν μόνην
Θεοτόκον.
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Μυρίζει
σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς, σὲ
περιεστῶτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε, τὴν ἀγγελικήν σου διαγωγήν, καὶ τὴν
σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον τερπνότητα.
Ἐῤῥάγη
ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, ἡ διψῶσα εἰς ἔλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα
Πάτερ ταῖς σαῖς, ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν, ἡ νήσος
Λειψώ, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσιν.
Λαμπρότης
τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε, τὸν γὰρ Χριστόν, τὴν
δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν
τούτου ζωηφόρον, παμμάκαρ ἐμιμήσω, ὡς δυνατόν σοι ἁγιότητα.
Πλουσίως
θεοφόρε λάμπων φωτί, καὶ χορείας Ἀγγέλων θεώμενος, φωτοειδής, περιπολευούσας τὸ
τρισσὸν φῶς, καὶ δεχόμενος χάριτι, τὰς τῆς θεοπτείας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων,
ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ὡράθης
ὦ Παρθένε Μῆτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ
καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· Ὃν νῦν καὶ
τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἐξαποστειλάριον, τὸ ἑωθινόν.
Εἶτα, τοῦ Ἁγίου. Ἐν Πνεύματι τῷ ἱερῷ.
Τῇ
Λειψῷ ἐπόλισας, τρόποις ἐν φιλοσόφοις, Πατέρων τὸ ἀγλάϊσμα, Ἰωνᾶ Πάτερ θεόφρον,
καὶ ταύτην ἀπετέλεσας, νοητὸν παράδεισον, κομῶσαν ἄνθεσιν θείοις, μονοτρόπων τῷ
πλήθει, τῶν ἀξίως τελούντων, τὴν σὴν σεβάσμιον μνήμην.
Θεοτοκίον.
Γεραίρουσι
τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη· διὸ
σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζομεν, ἐν ὕμνοις δοξολογοῦντες· φῶς γὰρ σὺ τοῖς
ἐν σκότει, ἐξανατέλλον ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν ψάλλομεν στίχους η’ καὶ ψάλλομεν Ἀναστάσιμα
Στιχηρὰ Προσόμοια δ’ τοῦ ἤχου, καὶ δ’ τοῦ Ἁγίου. Ἦχος α’. Ταῶν οὐρανίων
ταγμάτων.
Ὁ
ὑπερόπτης τῶν κάτω καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, Λειψωπολίτης, Ἰωνᾶς ὁ
θεόφρων πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς,
τὴν ἡμέραν τὴν σεβάσμιον. (Δίς)
Ἔξω
σαρκὸς καὶ τοῦ κόσμου ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ ῆς διὰ
βίου, τὸν Κύριον τῆς δόξης Πάτερ σοφέ, κατ’ ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθης
θεία πηγή, παρ’ Αὐτοῦ Ἰωνᾶ θεόληπτε.
Μέτριος
ἄκακος πρᾶος ἁπλοῦς ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος
ἐν ὕλῃ οἶκος Θεοῦ, καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας σοι δωρεάς,
συμπαθῶς διαπορθμεύων ἡμῖν.
Δόξα. Ἦχος πλ. β΄
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· δι' ὧν ἐν τοῖς
οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων
ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· Παρρησίαν ἔχων πρὸς Χριστὸν
τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπεδεδοξασμένη
ὑπάρχεις Θεοτόκε Παρθένε…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῆς Νισύρου ἄνθος τερπνόν, καὶ τῶν Ἀθλοφόρων, καύχημα καὶ κοινωνός· χαίροις ὁ ἐν
Λειψῷ γενναίως ἐναθλήσας, Ἰωνᾶ Ὁσιομάρτυς ἡμῶν ἀντίληψις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου