Τῌ ΙΖ´ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
ΗΡΑΚΛΕΙΔΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΕΠΙΣΚΟΠΟΥ ΤΑΜΑΣΟΥ ΚΥΠΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Στιχολογοῦμεν
τὸ Μακάριος ἀνήρ. Εἰς δέ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς´ και ψάλλομεν
στιχηρὰ προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς εὐσεβείας τὴν τρίβον ζωῆς διήνυσας, θεόληπτε
προθύμως, Ἡρακλείδιε μάκαρ, τὴν κρείττονα βαδίσας, ὡς λίαν φαιδράν, Παύλῳ ὄντως
ἑπόμενος, κατατρυφῶν ἀδιστάκτως ὡς γεωργός, τὴν τρυφὴν Χριστοῦ τὴν ἄληκτον.
Ταμασέων κηρύττει φῶς τὸ ἀνέσπερον, Χριστὸν τον
ζωοδότην, τὸν τοῦ Παύλου Δεσπότην, τῷ λόγῳ εὐσεβείας φωτίσαντα νῦν, τὸν σοφὸν
Ἡρακλείδιον, ὡς Ἱεράρχην και μύστην φωταγωγῶν, καὶ στηρίζων ὡς ἀπόστολος.
Τὴν τρίβον ὄντως ἐπόθεις τὴν ματαιόφρονα, ἀλλὰ τὴν
ὄντως εὗρες, τὴν οὐράνιον τρίβον, Χριστὸν τὸν ζωοδότην γνοὺς δι᾿ αὐτῆς, ὡς
ἐχέφρων θερμότατος, φωτιστικαῖς λαμπηδόσι περί αὐτοῦ, ἱερομύστα Ἡρακλείδιε.
Ἕτερα τοῦ Ἁγίου. Ἦχος δ. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Τῶν Κυπρίων τὸ καύχημα, τὴν κιθάραν τοῦ Πνεύματος, τοῦ
Χριστοῦ της πίστεως πύργον ἄσειστον, τῆς Ἐκκλησίας τὸν ρήτορα, τὸ πλῆκτρον τῆς
χάριτος, τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ πτωχῶν ἀντιλήπτορα, τὸν τῆς χάριτος,
εὐανθέστατον στάχυν ἐπαξίως, εὐφημήσωμεν συμφώνως, τὸν θαυμαστὸν Ἡρακλείδιον.
Τὸν λιμένα τὸν εὔδιον, τῶν ἐθνῶν τὸν διδάσκαλον,
ἰατρὸν νοσούντων, τὸν δοκιμώτατον, τὸν ἐπί γῆς τὸ πολίτευμα, οὐράνιον ἔχοντα,
τοῖς ἀγγέλοις τοῦ Χριστοῦ, τὸν φιλάγρυπνον φύλακα, ὡς ἰσάγγελον, καταγώγιον
Πνεύματος και θείων, ἀρετῶν ἐμπεπλησμένον, μελῳδικῶς εὐφημήσωμεν.
Ὡς λαῶν ἀγαλλίαμα, καὶ τῆς πίστεως στήριγμα, καὶ
ἀμπέλου θείας, κλῆμα πολύφορον, ὡς ἐγκρατείας διδάσκαλον, ὡς ξένων παρήγορον,
τὸν ἀλάστορα ἐχθρὸν, τροπωσάμενον σώματι, εὐφημήσωμεν, Ἡρακλείδιον θεῖον τὸν
τῆς ἄνω, βασιλείας κληρονόμον, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. β´.
Δαυϊτικῶς εὐφραινέσθω, και σκιρτάτω πᾶσα ἡ κτίσις, μέλπουσα
φαιδρῶς τοῦ Ἱεράρχου, τὰ σωτήρια δόγματα· προκαταγγέλλων γὰρ ἡμῖν, τὴν ὁδὸν τὴν
σωτήριον, προεξάρχει εἰλικρινῶς Ταμασέων, προνομίοις πεπυρσευμένος, τῇ αἴγλῃ
τοῦ Πνεύματος, ὡς παῤῥησίαν ἔχων πολλήν. Διὸ πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ
κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β´.
Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον Ξύλον
προσκυνήσωμεν…
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς
ἡμέρας και τὰ Ἀναγνώσματα,
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἤ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ
ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ, οὐδὲν πονηρὸν εὔγνωστός ἐστι πᾶσι
τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν, ἄκακοι, πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον
ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν
αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου
ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν
καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον,
δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ
σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων
προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ
ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ
ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ
περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ
ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα
τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ
ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν
ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ
εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας
ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὴν βάσιν τῆς Ἐκκλησίας, τῆς Ταμασέων, ἀκλόνητον
συντεθεῖναι, ὀρεγόμενος Παῦλος, καὶ συγκροτῶν ἀσφαλῶς, τῷ λόγῳ τῆς χάριτος,
μυστικῶς δᾳδουχεῖ, Ἡρακλείδιον τὸν μέγιστον, ταῖς ὁδοῖς τῆς αληθείας. Ἄμφω οὖν
πνευματικῶς εὐφημήσωμεν, τοὺς ὑπὲρ ἡμῶν τῷ Χριστῷ δυσωποῦντας, εἰς σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.
Χριστῷ ἠκολούθησας, Ἡρακλείδιε μακάριε, καὶ τοῦ κόσμου
κατεφρόνησας, καὶ τὰ τούτου διδάγματα, ἐν τῇ καρδίᾳ σου ἔσχες, θαυμαστῶς
ἐπιβιώσας, ταῦτα διδάσκων τὰς ὑπὸ τῆς πλάνης, νοητῶν παθῶν λογικάς, ψυχὰς
κεκρατημένας ἐντολαῖς, τοῦ Σωτῆρος ἡμῶν ἐξεπαίδευσας, πιστεύειν εἰς Τριάδι
ὁμοούσιον.
Ἦχος β´.
Ἔργῳ τὸν Παῦλον μιμούμενος, καὶ τῇ τοῦ Πνεύματος
αἴγλῃ, τῇ χάριτι μυούμενος, δᾳδουχεῖς μὲν τηλαυγῶς, οἷα θεράπων τοῦ Σωτῆρος
γνησιώτατος, πάντα του κόσμου τα πέρατα, τὰ ἐν σκιᾷ καταλιπών, ὡς ἐν ὀνείρῳ
ἡγησάμενος, και ἑαυτὸν εἰσάγων εἰς τὰ κρείττονα, φέρων τοῦ μαρτυρίου τὸν ἀγῶνα·
διὸ και τοὺς στεφάνους τῆς νίκης διπλοῦς ἀξίως ἀναδησάμενος, τῇ Τριάδι νῦν
πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ ἐραστὴς τῶν ὄντων, και τῶν ῥεόντων ἀπεχόμενος,
ὁδηγὸς της ἀκηράτου ζωῆς, ὄργανον θεῖον ἐχρημάτισεν, Ἡρακλείδιος ὁ θεῖος, τῆς
ἀληθοῦς παιδείας, ἔρωτι θείῳ ὀπαδὸς χρηματισθείς. Καὶ τοῦ Παύλου φοιτητὴς
γενόμενος, ποιμὴν τῆς Ταμασέων ἀνηγόρευται, πρὸς σωτηρίαν ἐκλιπαρούμενος, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ´.
Πολίτης ἐγένου ἀσφαλής, δι᾿ ἀρετῆς Ἡρακλείδιε, τὴν
ἀληθῆ πορείαν εισηγούμενος, ὄργανον θεῖον γενόμενος, τοῦ Ἁγίου Πνεύματος
καταγώγιον, ἀκλινῶς ἐρειδόμενος, τῇ πέτρᾳ τῆς πίστεως, ὡς φωστὴρ τὴν ἀχλὺν
ἀπεμείωσας, καὶ τὴν τῶν εἰδώλων σκοτόμαιναν, εἰς φροῦδον ὠθούμενος, καὶ ταῖς
ἀκτῖσι ταῖς ἀποστολικαῖς, συνεκλαμπόμενος ὁδηγῶν, και στηρίζων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ὁ αὐτός.
Τοῦ τιμίου Σταυροῦ Χριστὲ τὴν ἐνέργειαν…
Εἰς τὸν Στίχον. Ἦχος δ´. Ἔδωκας
σημείωσιν.
Λόγῳ ἐσαγήνευσας, τῇ ἀγνωσίᾳ καθεύδοντας, ἀσεβείας
ἐμείωσας, τῷ κάλλει τῶν λόγων σου, πάντας ἐκδιδάσκων, σέβειν ἀδιστάκτως,
Χριστὸν τὸν μόνον λυτρωτήν, κριτήν τε ζῶντα καὶ πάντων Κύριον· διὸ
συναγαλλόμενος, ἔνθα πιστῶν ἐγκαλλώπισμα, ἱερῶν τὸ καύχημα, καὶ μαρτύρων
ἀγλάϊσμα.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν και ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Τόπους ἀμειβόμενοι, οἱ τοῦ Σωτῇρος ἀπόστολοι, πρὸς
Σολέαν ἰθύνονται, τὴν δόξαν κηρύττοντες, Ἰησοῦ τοῦ Λόγου, ἄχρι τῆς Λαμπάδου,
τῆς κατεχούσης τὸν φαιδρόν, θεῖον καὶ πάνσοφον Ἡρακλείδιον, δοχεῖον
καθαρώτατον, ἑλληνικῆς διαθέσεως, ὃν διδάξαντες ἔλεγον, σέβειν ὄντα Θεὸν ἡμῶν,
Στ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην
και οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Παῦλος ὁ μακάριος, τῆς οἰκουμένης τὸ καύχημα, εὑρηκώς
σε θεσπέσιε, εἰδώλοις λατρεύοντα, καὶ δοχεῖον γνούς σε, ἐπάξιον σκεῦος,
χωρητικὸν ὡς ἀληθῶς, θείων ἐμφάσεων Ἡρακλείδιε, τὸν πλοῦτόν τε τὸν ἄσυλον, μεμυηκὼς
καὶ οὐράνιον, τῷ Χριστῷ καὶ Θεῷ ἡμῶν, Ἱεράρχην κατέστησε.
Δόξα. Ἦχος πλ. β´.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε πάτερ, καὶ
γέγονας φωστὴρ ἀειφανής, και ποιμένων ποιμήν, πεφωτισθῆναι εἰσηγούμενος, τοῖς
λογικοῖς θρέμμασι, σέβειν ἕνα Θεόν, ἐξ ἀπογνώσεως πρὸς γνῶσιν.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. δ´.
Ὅνπερ πάλαι Μωϋσῆς προτυπώσας ἐν ἑαυτῷ…
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος γ´. Θείας πίστεως.
Μέγαν εὕρατο, τῶν Ταμασέων, πόλις κήρυκα, καὶ
ποιμενάρχην, τῆς Ἐκκλησίας Χριστοῦ καὶ διδάσκαλον. Τῶν γὰρ εἰδώλων τὴν πλάνην
κατήργησας, φῶς ἀληθείας κηρύξας τοῖς ἔθνεσι, ὅθεν Ἅγιε Ἱεράρχα Ἡρακλείδιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὴν ποίμνην ἐποίμανας, τὴν τοῦ Σωτῆρος Χριστοῦ, καὶ
θείοις μακάριε, νάμασι πάντων ψυχάς, πλουσίως κατήρδευσας· ὅθεν τῶν σὲ
τιμώντων, ὁ χορὸς ἀναμέλπει, ὕμνους σοι καὶ γεραίρει, τὴν ἁγίαν σου μνήμην,
ἱκέτευε οὖν ὑπὲρ ἡμῶν, Ἱεράρχα Ἡρακλείδιε.
Καὶ τῆς ἑορτῆς. Ἦχος α´.
Σῶσον Κύριε τὸν λαόν σου…
Εἰς τὸν Ὄρθρον
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ο θεῖος καὶ σεπτός, Ἡρακλείδης ὑμνείσθω, ὡς τίμιος
ποιμήν, γεγονὼς Ταμασέων, ὡς μύστης γενόμενος, τοῦ Χριστοῦ δεξιώτατος,
συνεπόμενος, τῷ θαυμασίῳ Βαρνάβᾳ, καὶ τοῖς θαύμασι, καταλαμπρύνας τὴν Κύπρον,
τῷ θείῳ χαρίσματι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. Δ΄.
Τὸ προσταχθὲν μυστικῶς.
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ…
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ὄργανον γέγονας τοῦ θείου Πνεύματος, κατοικητήριον θεῖον
μακάριε· σοὶ γάρ Θεὸς ὁ σαρκωθείς, δειμάμενος μέγαν οἶκον, σαυτὸν Ἡρακλείδιε,
ἱερώτατε ἔνδοξε, σκότος ἐφυγάδευσε, ὡς ἀλλόκοτον ἄστατον. Χαίροις ἀγαλλόμενος
τῷ Χριστῷ, ἔνθα μαρτύρων ἐγκαλλώπισμα,
Δόξα· καὶ νῦν. Σταυρώσιμον.
Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς
κτίσεως, ταῦτα ὑπέμεινας, ὅτε ηὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλῶσαι· τότε και
ὁ ἥλιος, τὰς ἁκτῖνας ἀπέκρυψε· τότε και Ληστὴς ἰδών, ἐν Σταυρῷ σε ἀνύμνησε,
βοῶν σοι εὐλαβῶς. Μνήσθητί μου, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.
δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Σοφίας ἐγένου μυσταγωγός, καὶ γενόμενος μέγας
κῆρυξ Φωτός, ἀκούσας το κήρυγμα, οἷα παῖς ἐμπειρότατος, ἀκολουθῶν τῷ Παύλῳ, δι᾿
αὐτοῦ ηὐγάσθης, τὸ φῶς τὸ ἀνέσπερον, ὅθεν ἀνεδείχθης, μυστικὸς ὑπηρέτης, ποιμὴν
θεοδίδακτος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, ἱεράρχα θεόπνευστε, Ἡρακλείδιε ἔνδοξε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τοῦ Σταυροῦ.
Ὁ Σταυρὸν ὑπομείνας ὡς ἀγαθὸς, τοῦ Ἀδάμ τὴν πτωχείαν
ἀναλαβών, μόνε Ὑπεράγαθε, ἀναμάρτητε Κύριε, τοῦ θανάτου εὔσπλαγχνε, τὸ κράτος
κατέλυσας, καὶ τῷ πάθει σου Δέσποτα, τὸν κόσμον διέσωσας· ὅθεν Ζωοδότα, τὴν
πεσοῦσαν ψυχήν μου, οἰκτείρησον δέομαι, ὅταν κρίνης τὰ ἔργα μου, Δικαιοκρίτα
φιλάνθρωπε, καὶ δός μοι πανοικτῖρμον ὁ Θεὸς, τῶν πταισμάτων ἄφεσιν ὡς
εὔσπλαγχνος, ὅτι μόνος ὑπάρχεις ἀναμάρτητος.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´
ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται
δικαιοσύνην…
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου αὐτοῦ…
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ.
Ι΄, Ι-9).
Ὁ
Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ το μέγα ἔλεός
Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β´.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε πάτερ, καὶ γέγονας
φωστὴρ αειφανής, καὶ ποιμένων ποιμήν, πεφωτισθῆναι εἰσηγούμενος, τοῖς λογικοῖς
θρέμμασι, σέβειν ἕνα Θεόν, ἐξ ἀπογνώσεως πρὸς γνῶσιν.
Ὁ κανὼν τοῦ Ἁγίου, ποίημα Ματθαίου
ἱερομονάχου εὐτελοῦς, οὗ ἡ ἀκροστιχίς· Αἰνῶ ε[ὐ]φήμως Ἡρακλείδ [ι]ον θεῖο[ν]. Ἐν Θεοτοκίοις· Ματθαῖος.
ᾨδὴ α´. Ἦχος δ´. Θαλάσσης τὸ Ἐρυθραῖον
πέλαγος.
Ἀνέπτης, τῷ τῆς Σοφίας ἔρωτι, Θεὸν τον ἄναρχον, τὸν
τῶν ἁπάντων κτίστην καὶ Θεόν, προορῶν ὡς εὐήκοος, σαῖς αἴγλαις μὲ καταύγασον,
ὅπως ἀξίως εὐφημήσω σε.
Ἰδών σου, τὴν τῆς παιδείας ἔφεσιν, ὁ γνώστης Κύριος,
δι᾿ ἧς ἐγένου ὄργανον Θεοῦ, νικηφόρος γενόμενος, Παύλῳ σοφῷ ἑπόμενος, ἱερομύστα
Ἡρακλείδιε.
Νοός σου, τὸ σταθερὸν θεώμενος, μακαριώτατε, τῆς σῆς
ψυχῆς εὐγένειαν Θεός, καθορῶν ἀπειργάσατο, ὡς ποιμενάρχην ἄριστον, ὄντως
δοχεῖον θείου Πνεύματος.
Θεοτοκίον.
Μαρία, χριστιανῶν τὸ τέμενος, πόλις η ἔμψυχος, τὸν τοῦ
παντὸς Δεσπότην καὶ Θεόν, ἀπεκύησας ἄχραντε, τοῦτον Ἁγνὴ ἱκέτευε, ῥυσθῆναι
πάντας τοὺς ὑμνοῦντάς σε.
Ἕτερος κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Ὕμνοις
τιμῶμεν Ἡρακλείδην τὸν μέγαν.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας
ὡσεὶ ξηράν.
Ὑψώθη ὁ Κύριος ἐν Σταυρῷ, καὶ πάντας ως ἔφη,
ἐφελκύσατο πρὸς τὸ φως, τῆς θεογνωσίας καὶ πιστοῦται, τὸ ἱερὸν καὶ θειότατον
κήρυγμα.
Μητρώας νηδύος πηρωτικῆς, ἀποτεχθεὶς οὗτος, Ἡρακλείδης
τῇ πατρικῇ, ἑπόμενος πρώην ἀγνωσίᾳ, τῶν αἰσθητῶν τοῖς εἰδώλοις ἀνέθυεν.
Νευρούμενος Πνεύματος θεϊκῷ, ὁ μέγας Βαρνάβας, πρὸς
τὴν Κύπρον ἐκ τῆς Σιών, ἐκπλεύσας κηρύττει τοῖς ἐν πλάνῃ, κατεχομένοις τὴν
θείαν ἐπίγνωσιν.
Ὁδὸν τὴν ἀπάγουσαν ἐκζητῶν, προς το Χιονῶδες, ὄρος
πάλαι διαδραμών, ὁ θεῖος Βαρνάβας σὺν τῷ Μάρκῳ, τὸν Ἱερόκλεον δεῖξαι ἠτήσατο.
Θεοτοκίον.
Ἴασαι νοσοῦντά με χαλεπῶς· τῆς θανατηφόρου ἀσθενείας
τῶν σαρκικῶν, Ἁγνὴ ψυχικῶν τε παθημάτων, ὅπως ἐν πίστει ἀεί μακαρίζω σε.
ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου.
Ὡράθης παιδαγωγός, και ποιμενάρχης ἀληθῶς ἄριστος,
ὁδὸν ζωῆς εὑράμενος, ἔσχατον σοφίας ὡς ἔνθεος.
Ἐθέλχθης πρὸς τὴν ὁδόν, τὴν ἀληθῆ καὶ ἀῤῥαγῆ, ἄσειστον
πυρκαϊὰν θέμενος, θῦμα τῷ Θεῷ εὐωδέστατον.
Φρουρεῖται νῦν διὰ σοῦ, η Ταμασέων σωστικὴν φέρουσα,
τὴν ἱερὰν λάρνακα, σοῦ τοῦ ποιμενάρχου καὶ κήρυκος.
Θεοτοκίον.
Ἁγία σὺ κιβωτός, πύλην καὶ τράπεζαν χρυσῆν ἔχουσα,
ἄρτον ζωῆς Κύριον, τὸν μανναδοτήσαντα, τέτοκας.
Ἄλλος. Οὐρανίας ἀψῖδος.
Ἱερόκλεος οἷα, προοδευτὴν ἄριστον, τοῦτον τον υἱὸν
Ἡρακλείδην, θᾶττον ἐξέπεμψε, ὑποδεικνύοντα, τὴν ζητουμένην πορείαν, καὶ ταχέως
οἴκαδε, ἐπανερχόμενον.
Συνελθὼν τοῖς αὐτόπταις, τοῦ Ἰησοῦ ἤσθετο, θείας
ἐνεργείας τὴν χάριν, ἀναπηγάζουσαν, διὸ καὶ ἔλεγεν· Ὑπολειφθέντα χιτῶνα,
ὑποστρέφων λήψομαι, καὶ συνοδεύσω ὑμῖν.
Τὴν πατρώαν ἀπάτην, καταλιπὼν τάχιστα, τέκνον
Ἡρακλείδη ἀπόσχου, τῆς ματαιότητος, καὶ συνεπόμενος, τῆς ἀληθοῦς ἡμετέρας,
εὐτελέσι ῥάκεσι, σκέπε σὴν γύμνωσιν.
Ἱερῶς τὴν Τριάδα, και τὸ Χριστοῦ ὄνομα,
ἐκπεπαιδευκότες εἰδέναι, τε καὶ σεβάζεσθαι, τῇ τοῦ βαπτίσματος, φωταγωγήσαντες
αἴγλῃ, Ἡρακλείδην ἔδειξαν, ὄντως θεόφρονα.
Θεοτοκίον.
Συμπαθείας με θείας, ὡς συμπαθὴς Ἄχραντε, νῦν
καταξιῶσαι δυσώπει, τὸν εὐσυμπάθητον· τρόπους ἀσπλάγχνους γάρ, ἀσυμπαθεῖς
κεκτημένον, μετανοίας τρόποις με, νῦν ἀνακάλεσαι.
Κάθισμα. Ἦχος α´. Τον τάφον σου Σωτήρ.
Λαμπρότατε φωστήρ, λαμπαδοῦχε θεόφρον, φυτὸν ἀειθαλές,
Ἡρακλείδιε θεῖε, τοῦ Πνεύματος γέγονας οἰκητήριον ἅγιον, ἀπεχόμενος, τῆς ἐκ
προγόνων θρησκείας, δρόμον τ’ ἔλαβες, ἱερομύστα θεόφρον, εἰς πόλιν ἰθύνοντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Θεόνυμφε ἁγνή, Παναγία Παρθένε, ἡ μόνη πρὸς Θεόν,
σωτηρία τοῦ κόσμου, ἐφάνης παναμώμητε, ὅρμος ὄντως μετάρσιος, σκέπων ἅπαντας,
ἐκ πολυπλόκων κινδύνων, κατευνάζουσα, τρικυμιῶν ἡμῶν πάθη, βροτῶν ἡ ἀνάκλησις.
ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ ἐκκλησία.
Ἀριθμήσω τὸν παῖδα σὺν τῇ τεκούσῃ, ζῶντα λαοῖς
ἀνέδειξας, Ταμασέων κλέος, ἐξ Ἅδου ἀνήγειρας, πιστῶν πρὸς ἀπόδειξιν, τοῦτον
ἐνεργείᾳ τοῦ Πνεύματος.
Μεμυημένος τὰ κάλλη τοῦ Παραδείσου, οἷα ποιμὴν
θεόληπτος, τὰ πεπλανημένα, πρόβατα ἐζήτησας, καὶ ταῦτα προσήνεγκας, ἔνθα τῶν
δικαίων τὰ πνεύματα.
Ὡς ὡραιότης εὔοσμος διέπρεψεν, τὰ εὐκλεῆ πηγάζουσα,
πόλις Ταμασέων, νάματα σωτήρια, τοῖς πίστει προστρέχουσι, δόξαν ἀναπέμπειν Θεῷ
ἡμῶν.
Θεοτοκίον.
Τόμον πάλαι σε προκατήγγειλεν Ἡσαΐας, ἐν ὧ Πατρὸς
ἐγγέγραπτο, Λόγος αληθείας, δακτύλῳ τοῦ Πνεύματος, ἐν σοὶ γὰρ ἐπέφανε, λῦσαι
τῶν ἀνθρώπων τὰ πταίσματα.
Ἄλλος. Εἰσακήκοα Κύριε.
Μαθητεύσαντες ἅπαντας, τοὺς παρατυχόντας καὶ
νεουργήσαντες, τῷ Σταυρῷ δι᾿ ἀναπλάσεως, γῆν τῶν Ταμασέων οὖν κατέλαβον.
Ὡς πολύτιμον καύχημα, ἡ τῶν Ταμασέων πόλις γεγένηται,
δεξαμένη τὸν Ἀπόστολον, τοῦ Χριστοῦ Βαρνάβαν, θεῖον κήρυκα,
Μυστικῇ τελειότητι, εἰς ἀρχιερέα ὄντως πρωτόθρονον,
Ἡρακλείδην προχειρίζεται, ὁ Βαρνάβας ψήφῳ θείας χάριτος.
Ἐπαγάλλου και χόρευε, πόλις Ταμασέων ᾑ εὐμοιρήσασα,
Ἡρακλείδην τον πανέντιμον, καὶ Βαρνάβαν θεῖον συμπρεσβεύοντας.
Θεοτοκίον.
Ὡς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς λοχείας σου τὸ
μυστήριον· ὑπὲρ φύσιν γὰρ Πανάμωμε, τὸν Δημιουργόν σου ἀπεκύησας.
ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Σωμάτων ἰατρός, Ἀποστόλων ὁμότροπος, τοῦ Παύλου
προσηγορεύθης, ἀληθὴς μυστολέκτης, θεόφρον Ἡρακλείδιε.
Ἡ ἔμψυχος δυάς, ὦ Βαρνάβα συνέκδημε, εὑρήκατε
κατοικίαν, νοητὴν Ἐκκλησίαν, σὺν Μύρωνι τῷ ἀοιδίμῳ.
Ῥυσθέντες ἐκ φθορᾶς, τοῦ Σωτῆρος γεγόνατε, ὑπέρτιμοι
μαργαρῖται, τὸν Χριστὸν ἀδιστάκτως, κηρύττοντες τοῖς πέρασι.
Θεοτοκίον.
Θαυμάτων ἡ πηγή, καὶ ἐλέους ἡ ἄβυσσος, τὴν ἄρουραν της
ψυχῆς μου, Θεοτόκε Παρθένε, σῇ χάριτι κατάρδευσον.
Ἄλλος. Ἵνα τί με ἀπώσω;
Νυσταγμὸν σοῖς βλεφάροις, ὕπνον δὲ σοῖς ὄμμασιν ὅλως
οὐκ ἔδωκας, ἕως οὗ τὸ σῶμα, καθυπέταξας πάτερ τῷ πνεύματι, καὶ τοῦ Παρακλήτου,
θεοπρεπὴς ναὸς ὑπῆρξας, ἐκτελῶν τὰ φρικώδη τεράστια.
Ἡρακλείδης ἐν Κύπρῳ, διὰ τοῦ Βαρνάβα τὸν Θρόνον
εἰσδέχεται, ἐν Σιὼν δὲ Μνάσων, τὸ λουτρὸν διὰ Πέτρου κομίζεται, καὶ πρὸς τὴν
πατρίδα, ἐπανελθὼν ὑπείκει τούτῳ, ὡς ποιμένι τοῖς θείοις προστάγμασι.
Ῥωμαλέως ἐν Κύπρῳ, πρὸς τὴν Ταμασέων βαδίσας
ἀσπάζεται, ὁ κλεινὸς Βαρνάβας, Ἡρακλείδην τε αὖθις καὶ Μνάσωνα, καὶ διαχαράξας,
τὸν ἱερὸν οἶκον Κυρίου, ἱλαστήριον θεῖον ἀνέδειξε.
Ἀναθέντες Κυρίῳ, πάντας τους πιστεύσαντας οἱ
θεοκήρυκες, καὶ τῷ Ἡρακλείδῃ, παραθέντες τὸν Μνάσωνα οἷά περ, Ταμασέων ὄντι,
τὸν κοσμικὸν δρόμον ἐτέλουν, τὴν χριστώνυμον πίστιν διδάσκοντες.
Θεοτοκίον.
Ὁ τὸ αἷμά σου Λόγε, δια ὑπερβάλλουσαν ἐλέους ἄβυσσον,
ἐν Σταυρῷ κενώσας, τῶν παθῶν μου τὴν ἄβυσσον ξήρανον, και ἐν κατανύξει, σοὶ τῷ
Θεῷ εὐαρεστῆσαι, διὰ τῆς Θεοτόκου ἀξίωσον.
ᾨδὴ ς´. Ἐβόησε, προτυπῶν τὴν ταφήν.
Ἀστράπτουσα, ἡ σορὸς τὰς ἰάσεις ἑκάστοτε, πᾶσαν νόσον,
θεραπεύει καὶ πόῤῥω ἐλαύνουσα, ταῖς ψυχαῖς παρέχει, εὐρωστίαν τελείαν ἡ λάρναξ
σου.
Κλονούμενος, ἀλλ’ ἑδραῖος ἐσχέθης τῇ χάριτι,
Ἀποστόλων, ἐμυήθης σαφῶς τὴν εὐσέβειαν, διὰ τοῦτο οἶκος, καὶ ναὸς τοῦ Θεοῦ
ἐχρημάτισας.
Λελύτρωται, ἐξ’ εἰδώλων ἡ πόλις ἡ εὔσημος, παῤῥησίᾳ,
τοῦ ἐνθέου παιδὸς τοῦ θεόφρονος, ὁδηγοῦ δειχθέντος, και ὁδὸν σωτηρίας
κρατύναντος.
Θεοτοκίον.
Ἀνώδυνον, τῆς ἀρχαίας ἀρᾶς τὸ ὀλίσθημα, ὁ υἱός σου,
Θεοτόκε Παρθένε εἰργάσατο, ἐκ βυθοῦ δουλείας, τῆς προγόνων ἡμᾶς λυτρωσάμενος.
Ἄλλος. Ἱλάσθητί μοι Σωτήρ.
Κρατύνθητι τῶν πιστῶν, ἐκκλησία προσβλέπουσα, χερσὶν
ἱεραρχικαῖς, ὑψούμενον σήμερον, ἐν πᾶσι τοῖς πέρασιν, ὥσπερ νικηφόρον, τὸν
Σταυρὸν τοῦ Λυτρωτοῦ ἡμῶν.
Λατρεύοντες τῷ Χριστῷ, ἐν προσευχαῖς καὶ δεήσεσι,
λατρείας εἰδωλικὰς, εἰς τέλος ἐπαύσατε, και πᾶσαν ὠθήσατε, δεισιδαιμονίαν,
Ταμασέων ἐκ τῆς πόλεως.
Ἐξέλαμψεν ἀληθῶς, ἡ ἀστραπόμορφος δύναμις, των
θαυμασίων ὑμῶν, καὶ πάντας τοὺς κάμνοντας, ποικίλοις νοσήμασι, καὶ
δαιμονιῶντας, νῦν ἰᾶσθε ὦ θεόληπτοι.
Θεοτοκίον.
Σωτῆρα καὶ Λυτρωτὴν, τεκοῦσα καὶ πανοικτίρμονα,
οἰκτείρισόν με Ἁγνή, και σῶσόν με δέομαι, τῶν περικυκλούντων με, καὶ
ἐπεμβαινόντων, άφειδῶς τῇ διανοίᾳ μου.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ
στρατηγῷ τὰ νικητήρια.
Τῇ εὐκλεεῖ σου βιοτῇ καὶ πολιτείᾳ, κατηξιώθης αἰσθητῷς
Παῦλον ἀκοῦσαι, τον Ἀπόστολον Χριστοῦ καὶ θεῖον κήρυκα, καὶ κατηύγασε τῆς σῆς
τὰ αἰσθητήρια, ἱερώτατε ψυχῆς ὦ Ἡρακλείδιε, ὅθεν ψάλλομεν· χαῖρε κῆρυξ τῆς
χάριτος,
Ὁ οἶκος.
Τίς σου τὸν βίον ἰσχύσει διηγήσασθαι, τὸν τῆς σοφίας
ὄντα ἐραστὴν καὶ σεβάσμιον, τὸν ἐκ πρώτης ἡλικίας ἀναλάμψαντα· θείῳ γάρ ἔρωτι
καθηλούμενος, τῷ ἐξ ἀποστόλων Παύλου καὶ Βαρνάβα, ἐκ τοῦ βυθοῦ τῆς ἀσεβείας τὰ
ἔθνη ἀνείλκυσας, καὶ πρὸς γνῶσιν εὐσεβῆ τῆς σωτηρίας ἀνήγειρας, διὸ χρεωστικῶς
οἱ διὰ σοῦ πεφωτισμένοι, σοὶ βοῶμεν οὕτως·
Χαῖρε τὸ κλέος τῶν Ταμασέων·
χαῖρε τὸ κάλλος τῶν Κυπριαίων.
Χαῖρε ὅτι κατεμείωσας τῶν εἰδώλων τὴν ἀχλύν·
χαῖρε ὅτι διεκήρυξας σωτηρίας τὴν πηγήν
Χαῖρε ὅτι ἐχρίσθης Ἱεράρχης θεόθεν·
χαῖρε ὅτι ἐφάνης ὁδηγὸς παιδιόθεν.
Χαῖρε ποιμὴν δωρούμενος ἄφεσιν·
χαῖρε λιμὴν Λαμπάδος ἀνάψυξις.
Χαῖρε ὁ ἀναιρέτης τῆς Ἑλλήνων ἀπάτης·
χαῖρε τῆς Ἐκκλησίας ὁ φαιδρὸς ἀντιλήπτωρ.
Χαῖρε ὁ τὸν Χριστόν, Θεὸν πᾶσι κηρύξας·
χαῖρε ὁ Ἀποστόλων μαθητὴς χρηματίσας.
Χαῖρε κῆρυξ τῆς χάριτος.
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ΙΖ΄, τῶν ἁγίων ἱερομαρτύρων
Ἡρακλειδίου καὶ Μύρωνος.
Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,
Ἄμφω θυσία,
τῇ πυράγρᾳ του Λόγου,
Θεῷ
προσηνέχθησαν ὡς ὀσμὴ μύρου,
θῦμα τέλειον Θεῷ θυσία θῦται.
Θῦμα τραπέζῃ
προὐτέθη τῇ σῇ Λόγε,
Θύτης
Ἡρακλείδιος, ἐκθανὼν ξίφει.
Εἵλετο πότμος
Ἡρακλείδιον, δεκάτῃ ἑβδόμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων παρθένων· Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης· καὶ τῆς
μητρὸς αυτῶν Σοφίας.
Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
Αἱ τρεῖς Τριάς, κλίνουσιν αὐχένας ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.
Ἀγαθόκλεια πῦρ ἐπ’ αὐχένος φέρει,
Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, καὶ Ἀσκληπιοδότης.
Μιᾷ γυναικὶ καὶ νεανίσκοις δύω,
Πρὸς τὴν τομὴν ἧν καρδιῶν ζέσις μία.
Οὗτοι τυφθέντες, καὶ ἀκρωτηριασθέντες, ἐν ἀφεγγεῖ
φυλακῇ καθειρχθέντες, διὰ τὴν εἰς Χριστοῦ ὁμολογίαν, τέλος τὰς κεφαλὰς
ἀπετμήθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.
Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,
Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.
Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
Τομὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.
Τὴν Θεοδότην πρὸς ξίφους τεθηγμένην,
Ποιεῖ πρόθυμον ἡ θεόσδοτος χάρις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ῥ΄ Μαρτύρων· καὶ τῶν Ἱερομαρτύρων Πηλέος καὶ Νεῖλου Ἐπισκόπων· καὶ τῶν
ἐν Παλαιστίνη Ν΄ Μαρτύρων· καὶ τῶν Μαρτύρων Παρτεμουθίου καὶ Ἠλιοῦ.
Δεκὰς δεκαπλῆ Μαρτύρων Αιγυπτίων,
Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.
Ἔπους ὁ Πηλεύς, ποῦ μέγας πρὸς Πηλέα,
Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον;
Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,
Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.
Παρτεμούθιος ἐμπεσὼν τῇ καμίνῳ,
Πρὸς ζῆλον ἷσον ὀτρύνει τὸν Ἠλίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος, καὶ τῆς συνοδείας αὐτῶν. Τελεῖται
δὲ ἡ τούτων σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ Δευτέρῳ.
Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης·
Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωακεὶμ τοῦ Πάνυ, Πάπα καὶ Πατριάρχου τῆς Μεγάλης Πόλεως
Ἀλεξανδρείας.
Πίστει ὑπάρχων ὁ Πάνυ ὄντως μέγας,
Δὶς μέγας ὤφθη θαύμασι ξενηκούστοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Δουκὸς
Θεοδώρου Σμολένσκας καὶ Γιαροσλάβας θαυματουργοῦ, καὶ τῶν τέκνων Δαβὶδ καὶ
Κωνσταντίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Ἀναστασίου τοῦ θαυματούργου τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Εὐξιφίου.
Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεὸς
ἐλέησον ἡμᾶς, Ἀμήν.
ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Ἔχων εἰς ὕψος, τον φωτοδότην πυρπολούμενον, κράτιστον
ποιμένα ἔρωτι θεϊκῷ, τοὺς πιστοὺς ἐπιστηρίζοντα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἰάσεις βρύων, ὡς λαμπαδοῦχος νέμεις τρόπαια, ὄντως
ἐπεφάνης πᾶσι φῶς τηλαυγές, δαδουχῶν τοὺς πίστει μέλποντας· ὁ τῶν πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Δῶρον εἰσήχθης, των Ἀποστόλων ἱερώτατε, κάλλει σῶν
χαρίτων τῇ τῶν Ταμασέων, Ἐκκλησίᾳ διὸ ψάλλομεν· ὁ των πατέρων Κύριος καὶ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰδοὺ τὸ πέρας, τῆς προφητείας πάσης εἴληφε, Λόγος ὃς
ἐκ σοῦ ἀῤῥεύστως ἄνευ σπορᾶς, ἐκ γαστρός σου προελήλυθε, καὶ καθηγίασε τῶν
γηγενῶν, τὴν φύσιν πανάμωμε.
Ἄλλος. Θεοῦ συγκατάβασιν.
Ἱκέσιον δέησιν, πρὸς τον Δεσπότην πάτερ ποιούμενος,
τὸν πλανώμενον δῆμον, μεταῤῥυθμίζεις πρὸς τὴν εὐσέβειαν, καὶ διεγείρεις
κραυγάζειν τῷ κτίστη σου, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Δεινῆς πυρακτώσεως, ὡς ἐλυτρώσω ποτὲ Ῥοδίωνα, καὶ
Τροφίμης τον παῖδα, ἤδη θανόντα, ὥσπερ ἐζώωσας, οὕτω σαρκός μου τὴν φλόγα
κατάσβεσον, καὶ τὰς ἀσθενείας μου, ἐπίσκεψαι δέομαι.
Ἡ θεία συμπάθεια, μεταβληθεῖσα εἰς ἐναντίωσιν, τοὺς
διώκτας του Λόγου, τοὺς τὴν κτίσιν λατρεύειν διδάσκοντας, τούτους τῇ δίκῃ Θεοῦ
καθυπέβαλεν, ὡς Ἠλιοὺ ἱερεῖς, τοὺς τῆς αἰσχύνης ποτέ.
Νοὸς καθαρότητι, εὐχὴν ποιήσας πάτερ ἠνέῳξας, οὐρανῶν
καταῤῥάκτας, καὶ τὴν διψῶσαν γῆν κατεμέθυσας, δεικνύων μόνον Δεσπότην τὸν
Κύριον, τὸν τῶν πατέρων Θεὸν καὶ ὑπερένδοξον.
Θεοτοκίον.
Σιὼν πόλις ἔμψυχε, τοῦ βασιλέως των βασιλέων Χριστοῦ,
περὶ ἧς ἐλαλήθη, δεδοξασμένα χαῖρε θεόνυμφε· χαῖρε ἡ κλῖμαξ δι᾿ ἧς
μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.
ᾨδὴ η´. Χεῖρας ἐκπετάσας Δανιήλ,
Ὄλβος τοῖς αἰτοῦσι τιμαλφής, ταῖς ἱκεσίαις σου ἐφάνης
ἔνδοξε, φῶς ἀπρόσιτον προσήγαγες, οἷά περ ὄρθρος φαεινός, πάντας διέπων ἀεί,
εἰς τὸ μέλπειν, πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Νοῦν τε καὶ διάνοιαν Χριστοῦ, πεπλουτηκὼς σύνοικον
ἔχων κράτιστον, καταγώγιον του Πνεύματος, φωταγωγεῖς τοὺς ἐν νυκτί,
περιπολοῦντας τρανῶς, καὶ βοῶντας· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Θαῦμα ὡς θαυμάτων φοβερόν, τον πολυμήχανον ἐχθρόν, τον
δράκοντα ἰσχυρῶς κατεπολέμησας, καὶ νικηφόρος ἀψευδής, συμβασιλεύεις Χριστῷ,
καὶ κραυγάζων· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ὁ φύσει ἀόρατος Θεός, ἐν μήτρᾳ σου καθωράθη
σωματούμενος, σῶσαι δι᾿ ἄκραν εὐσπλαγχνίαν, τοὺς πρὶν τραυματισθέντας, τοῖς
πάθεσι καὶ λῦσαι, τῶν βροτῶν, ἁμαρτήματα, οἷα Θεὸς ὤν καὶ πολυέλεος.
Ἄλλος. Ἑπταπλασίως κάμινον.
Τὰ τοῦ Βαρνάβα γράμματα, καὶ τοῦ Παύλου δεξάμενος,
ἔσπευδες πληρεῖν, τὰ ἐν αὐτοῖς ἐντάλματα, καὶ δὴ συλλαβόμενος, τὸν συνεργάτην
Μνάσωνα, ἐπὶ τὴν Παμφαίων, ἐπεδήμησας πόλιν, διδάσκων καὶ φωτίζων, τοὺς λαοὺς
τῇ Τριάδι, κραυγάζειν τὴν τῶν παίδων, ᾠδὴν εἰς τοὺς αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, τοῖς δεινῶς θαλαττεύουσιν, ἐκ
τρικυμιῶν, ἐπιφανεὶς διέσωσας, οἱ θᾶττον ζητήσαντες, καὶ ἀνευρόντες πάνσοφε,
τὴν εὐχαριστίαν, σοὶ προσῆγον ἐνθέως, βοῶντες ἀσιγήτως· ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νεκρὰν ὁρῶν ἐν μνήματι, ἐπηρώτας τὴν σύγγονον· Ποῦ τὴν
παραθήκην, τοῦ Τιμοθέου τέθεικας; Καὶ δὴ ἐπακούσασα, τῆς σῆς φωνῆς ἐδήλωσεν,
ἔνθα τὸ χρυσίον, κεκρυμμένον ὑπῆρχεν, καὶ πάντας τοὺς παρόντας ἐξεθάμβησας
μέλπειν, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μωσαϊκοῖς χαρίσμασιν, Ἰησοῦς σὲ ἐκόσμησεν, ὅθεν τοῦ
χειμάῤῥου τὴν ὁρμὴν διέτεμες, καὶ δῆμον χριστώνυμον, διὰ ξηρᾶς διήγαγες, πρὸς
τὴν τοῦ Θεοῦ, πάτερ σεπτὴν ἐκκλησίαν, κραυγάζειν ἀσιγήτως, ἱερεῖς ἀνυμνεῖτε,
λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὑπερβολῇ χρῃστότητος, δωρεάν με ἐλέησον, ἡ τῆς
εὐσπλαγχνίας, τὴν πηγὴν κυήσασα, ἐλέους γὰρ ἄξιον, οὐκ ἔχω τί προσάξω σοι· τῶν
γὰρ ἀγαθῶν μου, οὐδαμῶς χρείαν ἔχεις, ὡς τὸν ἀγαθοδότην, καὶ Σωτῆρα τοῦ κόσμου,
ἀῤῥήτως συλλαβοῦσα, ἡ Κεχαριτωμένη.
ᾨδὴ θ´. Λίθος ἀχειρότμητος ὄρους.
Ἔχων τὸν τῶν ὅλων Δεσπότην, οἷα Θεὸν καὶ βασιλέα,
συνδημιουργήσαντα κόσμον, Χριστὸν λαλοῦντα καὶ ἐνισχύοντα, μυσταγωγὸς
γενόμενος, ἐπὶ τὸν θρόνον τοῦ Παντάνακτος.
Ἴδοιμεν τρισμάκαρ τὸν οἶκον, ἐν ὧ Χριστῷ συμβασιλεύεις,
ὅπου τῶν Ἀγγέλων χορείαις, συναγελάζει περιερχόμενος, πατριαρχῶν σκηνώμασι,
συναυλιζόμενος θεόπνευστε.
Ὅλος ἑαυτὸν τῷ Κυρίῳ, προσαναθέμενος θεόφρον, ἱερῶν
ἠξίωσαι τέκνων, τῶν σῶν ἀγώνων ὄντα ἀντάξια, μεθ᾿ ὧν συνευφραινόμενος,
ἱερομύστα Ἡρακλείδιε.
Θεοτοκίον.
Στῆσον τῆς ἀθλίας ψυχῆς μου, τὴν καταιγίδα ἁμαρτίας,
πράϋνον παθῶν μου τὸν σάλον, δεινῷ χειμῶνι κλυδωνιζόμενον, ἐκ τρικυμίας ρῦσαί
με, ἡ τοὺς βροτοὺς φθορᾶς λυτρώσασα.
Ἄλλος. Ἐξέστη ἐπὶ τούτῳ ὸ οὐρανός.
Ἐφθόνησε τῆς ποίμνης σου ὁ ἐχθρός, καὶ μὴ φέρων ὁρᾶν
τῶν καμάτων σου, τὴν ἱεράν, ποίμνην αὐξουμένην Δαυϊτικῶς, καὶ τοὺς βωμοὺς καὶ
ξόανα, ἐπιλελησμένους διὰ παντός, πρὸς πόλεμον ὁπλίζει, τοὺς εἰδωλολατροῦντας,
κατὰ τῆς σῆς μακαριότητος.
Γεννήματα ὑπάρχοντες ἐχιδνῶν, ὁ Ταμάσιος δῆμος οὐχ
εἵλοντο, τῶν ἱερῶν, πείθεσθαι πατέρων ταῖς διδαχαῖς, ἀλλ᾿ εἰς ὀργὴν ἐξάπτουσι,
τοὺς Περατιδίους θηριωδῶς, ζητοῦντας θανατῶσαι, και ἄρδην καταστρέψαι, τὸ ἱερὸν
θυσιαστήριον.
Ἀλγήσας τὴν καρδίαν ὁ θαυμαστός, Ἡρακλείδης ἀρᾶται
τοὺς ἄφρονας, και συσχεθείς, νόσῳ βαρυτάτῃ καὶ χαλεπῇ, τὸν ἱερέα Μνάσωνα, ὡς
προωρισμένον παρὰ Θεοῦ, τῷ θρόνῳ καθιδρύει, τῆς ἀρχιερωσύνης, καὶ μεταβαίνει
πρὸς τὸν πλάσαντα.
Νεκρώσας σου τὸ σῶμα πρὸ τελευτῆς· μετὰ θάνατον ζῆς
παναοίδιμε. Εἰ και πολλά, χεῖταί μου τὰ δάκρυα ἐπὶ σέ, τῇ ἀναμνήσει, πάνσοφε,
τῆς εὐλογημένης σου λαλιᾶς, ἀλλ᾿ εὔχου τῇ Τριάδι, παμμάκαρ Ἡρακλείδη,
περιφρουρῆσαί σου τὸ ποίμνιον.
Θεοτοκίον.
Τῶν θείων ἀποστόλων καὶ προφητῶν, διδασκάλων μαρτύρων
ὁσίων τε, ἱεραρχῶν, ἱερῶν μαρτύρων ταῖς προσευχαῖς, τὸν κοπετὸν τοῦ δούλου σου,
στρέψον Παντοδύναμε εἰς χαράν, ὡς μόνος ἐλεήμων, καὶ σῶσόν με πρεσβείαις, τῆς
Θεοτόκου ὑπεράγαθε.
Ἐξαποστειλάριον. Ἦχος β´. Γυναῖκες
ἀκουτίσθητε.
Τριάδα ἐπεπόθησας, ὅλῃ ψυχῇ μακάριε, κατὰ εἰδώλων
ἀθλήσας, τρανῶς τε ἀνακηρύξας, οὐσίαν τρισυπόστατον, Πατέρα Λόγον σύνθρονον,
καὶ Πνεῦμα τὸ πανάγιον, ἕνα Θεὸν ἐκδιδάσκων, τοῖς πᾶσιν οὕτω πιστεύειν.
Καὶ τοῦ Σταυροῦ. Ἦχος β´. Τῶν μαθητῶν
ὁρώντων σε.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ
ὡραιότης τῆς Ἐκκλησίας· Σταυρός, βασιλέων τὸ κραταίωμα· Σταυρός, πιστῶν τὸ
στήριγμα· Σταυρός, ἀγγέλων ἡ δόξα, και τῶν δαιμόνων τὸ τραῦμα.
Εἰς τοὺς Αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ
παραδόξου θαύματος.
Τῆς, ἀφθαρσίας τὰ νάματα, περιλαβὼν ὡς ἰσχὺς, τα
σωτήρια δόγματα, ζωτικὰ θεσπέσιε, ἱερώτατε ἔπιες, παρὰ τοῦ Παύλου τοῦτ’
ἀρυσάμενος, τοῦ μακαρίου καὶ ἀποστόλου Χριστοῦ, ὃν μιμησάμενος, νίκης ἧρας
τρόπαια ἀγωνισθείς, ποιμὴν Ἡρακλείδιε, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ. (Δίς)
Ὅλος, τὸν Χριστὸν ἐπόθησας, τὴν τῆς Σοφίας πηγήν, ὡς
δοχεῖον θεόπνευστον, τοῦ Ἁγίου Πνεύματος, ὑπὸ Παύλου δεικνύμενος, ταῖς
φεγγοβόλοις τούτου ἑπόμενος, διδασκαλίαις καὶ παραινέσεσιν, αἷς καὶ πεφώτισαι,
μάκαρ τὴν διάνοιαν Ἱεραρχῶν, χρηματίσας καύχημα, Κυπρίων στήριγμα.
Τρέχων, ὁδηγὸς γενόμενος, ἅτε σοφῶν ἐραστής, πρὸς
σωτήριον κήρυγμα, ὁλοψύχως ἔδραμες, οὐδόλως ἐνεδρευόμενος, ταῖς ἀπειλαῖς τε καὶ
δειναῖς μάστιγαις, γενναῖος ὅλος διὰ τὸν σὸν ἐραστήν, ὦ ἱερώτατε, λιμὴν
ἀναψύξεως πάντων ἐθνῶν· σκεῦος ἐχρημάτισας, θεοειδέστατον.
Δόξα. Ἦχος πλ. α´.
Τὸν ἱερὸν ἐν ἱεροῖς, καὶ τοῦ Παύλου μαθητήν, καὶ
κοινωνὸν των αὐτοῦ παθημάτων, ἔργοις καὶ λόγοις, χρεωστικῶς εὐφημήσωμεν,
Ἱεράρχην τὸν Χριστοῦ μαθητήν, Ἡρακλείδιον τὸν μέγιστον, τῆς Ταμασέων τὸ
κάλλιστον θρέμμα, τὸν ἐκ πρώτης τῷ Πρώτῳ ἑπόμενον, τὸν πηγάσαντα τοῖς πιστοῖς,
τὰ σωτήρια νάματα, τὰ παρέχοντα ἄφεσιν ἁμαρτιῶν, καὶ πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Και νῦν. Τοῦ Σταυροῦ. Ἦχος πλ. β´.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου…
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου