ΑΠΡΙΛΙΟΣ
Ε΄!!
ΠΕΝΤΕ
ΠΑΡΘΕΝΕΣ ΜΑΡΤΥΡΕΣ ΛΕΣΒΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου
Κογεράκη Ῥόδου)
ΕΙΣ
ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
ᾈσματικῶς
δεῦτε πάντες ἀνευφημήσωμεν, τὴν θαυμαστὴν πεντάδα, τῶν Μαρτύρων Παρθένων· αὕται
γὰρ συνοῦσαι ἐν οὐρανοῖς, τῶν Ἁγίων τοῖς τάγμασιν, ἀκαταπαύστως πρεσβεύουσι τῷ
Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁμονοήσασια
πίστει Χριστοῦ πανένδοξοι, τὸν βίον σωφροσύνης, ἐκοσμήσατε ἔργοις, καὶ τοῦτον
μαρτυρίῳ τῷ κραταιῷ, ἀδελφὰ ἐκτελέσασθαι, τῆς ἀθανάτου εὐκλείας τὰς ἀμοιβάς, οὐρανόθεν
ἐκομίσασθε.
Τῇ
τῶν αἱμάτων ἐκχύσει καταποικίλασαι, ἁγνείας τὸν χιτῶνα, Ἀθληφόροι αἱ πέντε,
Νυμφίῳ ἀθανάτῳ ἐν οὐρανοῖς, τῷ Χριστῷ ἐνυμφεύθητε, ᾯ καὶ πρεσβεύετε πάντοτε ἐκτενῶς,
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν
Ἡ
ἁγιόβλαστος Λέσβος σήμερον τέρπεται, ὑμῶν ἐπιτελοῦσα, ὦ Παρθένοι τὴν μνήμην· αὐτὴν
οὖν ὡς πατρίδα ἐκ πειρασμῶν, καὶ κινδύνων λυτρώσασθα, καὶ ἐν τῇ πίστει τηρήσατε
τοῦ Χριστοῦ, ἐσαεὶ ἀπαρασάλευτον.
Δόξα. Ἦχος δ΄.
Ταῖς
τῶν αἱμάτων ῥοαῖς, τῆς πλάνης τῶν εἰδώλων, τὸ πῦρ κατασβέσασαι, καὶ ἐν αὐταῖς τὸν
ἐχθρόν, τῆς ἀληθείας βυθίσασαι, πεποικιλμέναι ὡς νύμφαι, τῷ Βασιλεῖ τῶν αἰώνων
παρέστητε, τῆς νίκης τὰ βραβεῖα, παρ’ Αὐτοῦ κομισάμεναι, πεντάριθμοι Παρθένοι
καὶ Μάρτυρες, τῆς Λέσβου τὰ νοητὰ ἐγκαλλωπίσματα· ὅθεν πρεσβεύετε ἐκτενῶς, ὑπὲρ
εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἔχοντές
Σε Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλῶν οὐ πτοούμεθα, ὅτι σώζεις τὰς
ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
οἱ εὐσεβεῖς, τὰς πενταρίθμους κόρας, καὶ νύμφας τοῦ Δεσπότου, μαρτυρικῶν ἐπαίνων,
στεφάνοις στεφανώσωμεν.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Αἵματα
τῷ Χριστῷ, προσάξασαι ὡς προῖκαν, πεντάριθμοι Παρθένοι, ζωῆς ἐν τῷ νυμφῶνι,
χοροβατεῖτε χαίρουσαι.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ δαβήματά μου.
Πάντοτε
τῷ Χριστῷ, πρεσβεύετε δοθῆναι, ἡμῖν πταισμάτων λύσιν, πεντάριθμοι Παρθένοι, τῆς
Λέσβου καλλωπίσματα.
Δόξα. Ἦχος γ΄.
Τῶν
φρονίμων Παρθένων, τὰς ἰσάριθμους Παρθένους, καὶ Μάρτυρας τῆς πίστεως, τῆς
Λέσβου τὰ αὐχήματα, οἱ πιστοὶ εὐφημήσωμεν· ἐν τῷ νυμφῶνι γὰρ τερπνῶς, τῆς ἀθανάτου
ζωῆς χοροβατοῦσαι, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν εὐσεβῶς ἐκτελούντων, τὴν μνήμην αὐτῶν
τὴν πανσέβαστον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν
γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε Ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα
σώσῃς ἡμᾶς ὡς φιλάνθρωπος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ
ἔρωτι, κατατρωθεῖσαι, ἐβιώσατε, ἐν παρθενίᾳ, καὶ ἀθλήσει τὸν βίον μετήλθετε· διὸ
Χριστῷ τῷ Νυμφίῳ συνήφθητε, ἐν τῆς ζωῆς τῷ νυμφώνι Πεντάριθμοι· ᾯ πρεσβεύετε,
δοθῆνα πταισμάτων ἄφεσιν, τοῖς μέλπουσιν ὑμῶν τὴν μνήμην σήμερον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Πανεύφημοι Μάρτυρες.
Παρθένοι
πεντάριθμοι ὑμεῖς, τὰ φθαρτὰ μισήσασαι, καὶ τὸν Χριστὸν ἀγαπήσασαι, πρὸς τὸ
μαρτύριον, συμφωνίᾳ γνώμης, ἀδελφὰ ἐδράμετε, καὶ ἴσους τοὺς στεφάνους ἐδέξασθε·
διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Παρθένοι
πεντάριθμοι ὑμεῖς, ἀρετὴν ἀσκήσασαι, καὶ παρθενίαν τηρήσασαι, Χριστοῦ τῷ ἔρωτι,
μαρτυρίου ἄθλοις, πρὸς τὰ ἐπουράνια, μετέστητε τῆς δόξης σκηνώματα, Θεῷ
πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Παρθένοι
πεντάριθμοι ὑμεῖς, μαρτυρίου αἵματι, τῆς παρθενίας φοινίξασαι, λαμπρῶς τὸ ἔνδυμα,
ἔνδον τοῦ νυμφῶνος, τῆς ζωῆς εἰσήλθετε, καὶ δόξης τοῦ Κυρίου ἐτύχετε, Αὐτῷ πρεσβεύουσαι,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Λέσβου
τὰ βλαστήματα, καὶ ἱερὰ καλλωπίσματα, τὰς Παρθένους καὶ Μάρτυρας, πιστοὶ εὐφημήσωμεν,
ἐν ἀγαλλιάσει, ὅτι παρθενίας, τὴν θεοΰφαντον στολήν, τοῖς ταῶν αἱμάτων ῥοαῖς
λαμπρύνασαι, νυμφῶνα τὸν οὐράνιον, εἰς κατοικίαν ἀπέλαβον, καὶ Παρθένων ἐγένοντο,
τῶν φρονίμων συνέστιοι.
Ἔρωτι
λατρεύουσαι, τῷ Λυτρωτῇ νοΐ σώφρονι, ὦ Παρθένοι πεντάριθμοι, συμφώνως ἐδράμετε,
πρὸς τοῦ μαρτυρίου, τὸν μέγαν ἀγῶνα, καὶ συμπλακεῖσαι τῷ ἐχθρῷ, εἰδώλων πλάνην ἐθριαμβεύσατε·
διὸ ζωῆς τὸν στέφανον, παρὰ Θεοῦ κομισάμενοι, ὑπὲρ πάντων πρεσβεύετε, τῶν πιστῶν
παμμακάρισται.
Θύματα
ὡς ἔμψυχα, καὶ ἱερεῖα εὐπρόσδεκτα, καὶ θυσίαι ὑπέρτιμαι, Χριστῷ προσηνέχθητε,
διὰ μαρτυρίου, Παρθένοι αἱ πέντε, καὶ ἐνυμφεύθητε Αὐτῷ, καθάπερ προῖκαν δοῦσαι τὰ
αἵματα· διὸ ὁμοῦ πρεσβεύετε, ὑπὲρ ἡμῶν ἀξιάγασται, ἱλασμὸν ἵνα εὕρωμεν, καὶ
Κυρίου τὸ ἔλεος.
Δόξα. Ἦχος α΄.
Πνευματικῶς
εὐφρανθῶμεν, σήμερον φιλέορτοι, τῶν Ἀθλοφόρων Παρθένων, τὴν μνήμην ἑορτάζοντες.
Παρθενίαν γὰρ ἀσκήσασαι, καὶ μαρτυρίου τοῖς αἵμασι, τὴν λαμπάδα κοσμήσασαι, μετὰ
τῶν Παρθένων ἐκείνων τῶν φρονίμων, ἐν τῷ νυμφῶνι τῆς ζωῆς, τὴν κατάπαυσιν ἀξίαν
ἐκτήσαντο, Χριστῷ τῷ ἀθανάτῳ Νυμφίῳ παρεστῶσαι, καὶ πρεσβεύουσαι Αὐτῷ, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν
τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ
λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη
μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν
χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς,
ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ
τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς
διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ
εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει
Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ
ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε
ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Δεῦτε
σήμερον, οἱ ἐν Λέσβῳ πάντες εὐσεβεῖς, τὰς πενταρίθμους Παρθένους καὶ Ἀθληφόρους,
τοῖς ᾄσμασιν ἐπαινέσωμεν. Πέντε γὰρ ὑπάρχουσαι, ἀρίθμῳ αἱ αοίδιμαι, τὰς νοητὰς
μυριάδας, τοῦ ἀρχεκάκου ἐχθροῦ ἐτροπώσαντο, καὶ στεφανηφόροι πρὸς οὐρανὸν ἀναπτᾶσαι,
Χριστῷ τῷ Κυρίῳ παρέστησαν, πρεσβεύουσαι ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῶν
φρονίμων Παρθένων συνάριθμαι ὑπάρχουσαι, ἐν τῷ ἀθανάτῳ νυμφῶνι αὐταῖς
συναγάλλεσθε, πεντάριθμοι Παρθένοι καὶ Μάρτυρες. Τὴν λαμπάδα γὰρ τῆς ψυχῆς, ἀρετῶν
τῷ ἐλαίῳ συντηρήσασαι, καὶ αἵμασι ταύτην μαρτυρικοῖς, ἐν ἀγαλλιάσει καρδίας
πληρώσασαι, γρηγοροῦσαι καὶ νήφουσαι, τὸν μυστικὸν Νυμφίον ὑπαντήσατε, καὶ τῆς
χαρᾶς τῶν γάμων ἠξιώθητε· ὅθεν πρεσβεύετε Αὐτῷ, ἐν παῤῥησίᾳ πολλῇ δεόμεθα, ἐλεηθῆναι
τὰς ψυχὰς τῶν τελούντων τὴν μνήμην ὑμῶν τὴν πανσέβαστον.
Ἁγνείας
καὶ παρθενίας, μαρτυρικῶς ἐπαυξήσασαι τὸ τάλαντον, εἰς ἑκατὸν τὰς ἀμοιβάς, τῶν
κόπων ἐκτήσασθε, καὶ τῆς χαρᾶς τοῦ Νυμφίου ἠξιώθητε, ἐν τῇ παστάδι τῆς ζωῆς, Ἀθληφόροι
καλλιπάρθενοι· ὅθεν ἡ Λέσβος χαίρει ἐφ’ ὑμᾶς, ἐπιτελοῦσα ὑμῶν τὴν μνήμην, καὶ
γηθοσύνως ἀνακραυγάζει· Παῤῥησίαν ὡς ἔχουσαι, μέμνησθε πατρίδος καὶ λαοῦ, τοῦ ἐκτελοῦντος
ὑμῶν τὴν πανήγυριν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὰ
ἄνθη τῆς ἁγνείας, καὶ ῥόδα τῆς παρθενίας, τὰς πέντε τῷ ἀριθμῷ Παρθενομάρτυρας,
ταῖς ὑμνῳδίαις πιστοὶ εὐφημήσωμεν, βοῶντες πρὸς αὐτάς· Αἱ Χριστὸν ἀγαπήσασαι,
καὶ κόσμου καταφρονήσασαι, αἱ τὸν δόλιον πτερνιστήν, τῆς προμήτορος Εὔας
καταισχύνασαι, καὶ τοῦτον ὡς στρουθίον ἀνίσχυρον, τοῖς μαρτυρικοῖς ὑμῶν ποσὶ
καταπατήσασαι, μὴ παύσητε ὑπὲρ ἡμῶν, τῷ Λυτρωτῇ δεήσεις ἀναφέρουσαι, τοῦ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι
Τῶν
Παρθένων ἐν ᾄσμασι, καὶ Μαρτύρων τιμήσωμεν, τὴν πεντάδα σήμερον ἀγαλλόμενοι, καὶ εὐσεβῶς ἐκτελέσωμεν, αὐτῶν τὴν
πανήγυριν, μεγαλύνοντες Χριστόν, τὸν Δεσπότην τῆς κτίσεως, τὸν παρέχοντα, ταῖς
αὐτῶν θεοδέκτοις ἱκεσίας, ἱλασμὸν ἡμῖν πταισμάτων, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τῶν
Παρθένων συνάριθμοι, τῶν φρονίμων ὑπάρχουσαι, τὸν νυμφῶνα ἔνδοξοι τὸν οὐράνιον,
εἰς κατοικίαν αἰώνιον, ἀξίως ἐκτήσασθε, καὶ παρίστασθε Χριστῷ, ὑπὲρ πάντων
πρεσβεύουσαι, Καλλιμάρτυρες, τῶν τελούντων συμφώνως τὴν ἡμέραν, τῆς ὑμῶν ἁγίας
μνήμης, ἀξιοχρέως ἐν ᾄσμασι.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ δαβήματά μου.
Τὸν
Χριστὸν ἀγαπήσασαι, ἀρετῶν ἐξηνθήσατε, μυστικῶς πανεύφημαι τὴν εὐπρέπειαν, καὶ
μαρτυρίου ἐν αἵματι, ψυχῆς τὸ ἱμάτιον, πορφυρώσασαι Αὐτῷ, ὡς Νυμφίῳ συνήφθητε, ἱκετεύουσαι,
πειρασμῶν καὶ κινδύνων λυτρωθῆναι, τοῖς τιμῶσιν Ἀθληφόροι, τὴν θαυμαστὴν ὑμῶν ἄθλησιν.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς
ψυχῆς τὴν λαμπάδα, παρθενίας ἐλαίῳ κοσμήσασαι, καὶ μαρτυρίου τοῖς αἵμασι,
ταύτην φαιδρύνασαι, Χριστῷ τῷ ἀθανάτῳ Νυμφίῳ, μυστικῶς ἐνυμφεύθητε, καὶ τούτου
εἰς τὸν νυμφῶνα, πεποικιλμέναι εἰσήλθετε, πεντάριθμοι Παρθένοι καὶ Μάρτυρες τῆς
πίστεως, τῆς Λέσβου τὰ φαιδρὰ ἐγκαλλωπίσματα· διὸ πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν
τελούντων ἐν ὕμνοις, ταὴν ἱερὰν ὑμῶν μνήμην καὶ πανσέβαστον.
Καὶ νῦν. Θεοτοκίον.
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν,
Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν
κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου
παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος
ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου,
καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ
ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ
ἔρωτι, κατατρωθεῖσαι, ἐβιώσατε, ἐν παρθενίᾳ, καὶ ἀθλήσει τὸν βίον μετήλθετε· διὸ
Χριστῷ τῷ Νυμφίῳ συνήφθητε, ἐν τῆς ζωῆς τῷ νυμφώνι Πεντάριθμοι· ᾯ πρεσβεύετε,
δοθῆνα πταισμάτων ἄφεσιν, τοῖς μέλπουσιν ὑμῶν τὴν μνήμην σήμερον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὰς
πέντε τοῦ Χριστοῦ, Ἀθληφόρους Παρθένους, τῆς Λέσβου τὰ τερπνά, καὶ μυρίπνοα ἄνθη,
συμφώνως εὐφημήσωμεν, οἱ πιστοὶ ἀνακράζοντες· Ἱκετεύετε, Χριστὸν τὸν θεῖον
Νυμφίον, καλλιμάρτυρες, ὑπὲρ τῶν πίστει τελούντων, ὑμῶν τὸ μνημόσυνον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα
Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ
καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ
κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν
ὡραιότατον, Χριστὸν ποθήσασαι, καὶ τοῦτον ἔρωτι, ἀκολουθήσασαι, καὶ τὴν λαμπάδα
ἀρετῶν, κοσμήσασαι τῷ ἐλαίῳ, μαρτυρίου χαίρουσαι, τὴν ὁδὸν ἐπορεύθητε, καὶ πρὸς
τὴν οὐράνιον, εὐφροσύνην μετέβητε, πρεσβεύουσαι Θεῷ Ἀθληφόροι, ὑπὲρ ἡμῶν ἐν παῤῥησίᾳ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ
ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ Σοῦ σεσάρκωται, δι’ ἀγαθότητα, τὸ καθ’ ἡμᾶς οὐσιωθείς,
καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες πάναγνε, Σὲ τὴν ἀπειρόγαμον,
Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς Σῆς ἀσπόρου κυήσεως.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τὰς
ἐκ Λέσβου σήμερον, Μάρτυρας Κόρας, οἱ πιστοὶ τιμήσωμεν· ὡς νυμφευθεῖσαι γὰρ
Χριστῷ, ὑπὲρ ἡμῶν ἱκετεύουσιν, ἵνα πταισμάτων, τὴν ἄφεσιν λάβωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μωϋσῆς
ἑώρακεν, πυρφόρον βάτον, Σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ
φλεχθεῖσαν πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ δαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ ΙΑ΄ Ἰουλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῶν Ἀθληφόρων…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Παρθενίας
αἴγλῃ διαλάμπουσαι, εἰς τὸ στάδιον τοῦ μαρτυρίου εἰσήθετε, καὶ ἐν αὐτῷ τοῦ
σκότους τὸν ἄρχοντα, ὡς στρουθίον οἰκτρὸν κατεπατήσατε, πεντάριθμοι Παρθένοι καὶ
Μάρτυρες, τῆς Λέσβου τὰ μυστικὰ ἐγκαλλωπίσματα· ὅθεν νικητικῶς στεφάνους
δεξάμεναι, Χριστῷ ἐν ὑψίστοις παρέστητε, πρεσβεύουσαι ὑπὲρ ἡμῶν, τῶν τελούντων ὑμῶν
τὸ μνημόσυνον.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Τὰς
πενταρίθμους εὐσεβῶς τιμήσωμεν, Παρθένους πάντες πιστοί, ὡς τῆς εὐσεβείας,
καλλινίκους Μάρτυρας· Νυμφίον γὰρ κτησάμεναι, τὸν Χριστὸν ἐν ὑψίστοις, Αὐτὸν
θερμῶς ἱκετεύουσι, χάριν ἡμῖν δοῦναι καὶ ἔλεος.
Ἡ
Λέσβος σκῖρτα πανδημεὶ καὶ χόρευε, σεμνυνομένη φαιδρῶς, τῇ κλυτῇ πεντάδι, τῶν Παρθένων
σήμερον· αὐτῶν γὰρ ἐπεδήμησεν, ἡ σεβάσμιος μνήμη, φωταγωγοῦσα ταὰ πέρατα, τῇ
φωτοχυσίᾳ τῆς χάριτος.
Νυμφίον
μόνον τὸν Χριστὸν ποθήσασαι, ταῖς τῶν αἱμάτων ῥοαῖς, τὸ τῆς παρθενίας, φωταυγὲς
ἱμάτιον, φαιδρῶς ἐπορφυρώσατε, καὶ νυμφῶνα τὸν θεῖον, ἠγλαϊσμέναι ἐπέβητε,
Κόραι Ἀθληφόροι πεντάριθμοι.
Θεοτοκίον.
Καταιγιζόμενος
σφοδρῶς ὁ ἄθλιος, ταῖς προσβολαῖς τῶν παθῶν, καὶ εἰς ἁμαρτίας, κινδυνεύων
βάραθρα, τῇ μητρικῇ Σου χάριτι, καταφεύγω κραυγάζω· Ἀντιλαβοῦ μου καὶ σῶσόν με,
Μῆτερ τοῦ Κυρίου ὡς εὔσπλαγχνος.
ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Ἁγνείαν
ἀσκήσασαι, ἀθλητικῶς ἡγιάσθητε· διὸ Χριστοῦ ἐν τῷ νυμφῶνι, εἰσωκίσθητε
χαίρουσαι.
Χριστοῦ
τὰ παθήματα, μαρτυρικῶς μιμησάμεναι, ἐν οὐρανοῖς τῆς Βασιλείας, τὰ τερπνὰ ἐκληρώσασθε.
Ἀπαύστως
πρεσβεύετε, ὑπὲρ ἡμῶν καλλιπάρθεναι, τῶν εὐσεβῶς ὑμνολογούντων, τὴν σεπτὴν ὑμῶν
ἄθλησιν.
Θεοτοκίον.
Ὑπέραγνε
Δέσποινα, Χριστὸν φρικτῶς ἡ κυήσασα, ὡς ἀγαθὴ τοῦτον δυσώπει, τοῦ σωθῆναι τοὺς
δούλους Σου.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Χριστῷ
ἐφεπόμεναι τῷ ἐραστῇ τῶν ψυχῶν, ἀνδρείως ἠθλήσατε ὑπὲρ τῆς δόξης Αὐτοῦ,
Παρθένοι πεντάριθμοι· ὅθεν εἰς τὸν νυμφῶνα, τῆς ζωῆς εἰσελθοῦσαι, δόξης τῆς ἀθανάτου,
ἀπαστράπτετε αἴγλῃ, βραβεύουσαι ἡμῖν τοῖς πιστοῖς, εἰρήνην καὶ ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ
μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ
Σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν
Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Παρθενικᾶς,
ἠγλαϊσμέναι φαιδρότησι, μαρτυρίου, τὴν ὁδὸν ἐδράμετε, καὶ ἐν νυμφῶνι τῷ φωτεινῷ,
ζωῆς τῆς ἀψεύστου, περιφανῶς ἐσκηνώσατε, πρεσβεύουσαι Κυρίῳ, αἱ πεντάριθμοι
Κόραι, τοῦ ῥυσθῆναι ἡμᾶς τῆς κολάσεως.
Τοῦ
Ἰησοῦ, κατατρωθεῖσαι τῷ ἔρωτι, τῶν προσκαίρων, ὁλικῶς ἀπέστητε, καὶ ἐνυμφεύθητε
μυστικῶς, Αὐτῷ ὦ Παρθένοι, τῷ μαρτυρίῳ τῆς πίστεως· διὸ ἐν παῤῥησίᾳ, δυσωπεῖται
δοθῆναι, ἱλασμὸν ἡμῖν πᾶσι καὶ ἔλεος.
Ὑμεῖς
Χριστόν, τὸν Λυτρωτὴν ἀγαπήσασαι, παρθενίαν, εὐσεβῶς ἠσκήσατε, καὶ ἐπτερνίσατε τὸν
ἐχθρόν, κατὰ τῶν τυράννων, μαρτυρικῶς ἀνδρισάμεναι· διὸ ἀθανασίας, ὑπεδέξασθε
στέφη, τῇ χειρὶ τοῦ κρατοῦντος τὰ σύμπαντα.
Θεοτοκίον.
Ῥῦσαι
ἁγνή, ἁμαρτιῶν ἀδοξίας με, κάθαρόν με, ἀνομίας πράξεων, ἀλλοτριούντων με τοῦ ἐκ
Σου, ἀσπόρως τεχθέντος, δι’ ἀγαθότητα ἄφατον, καὶ δίδου μετανοίας, τὴν σωτήριον
τρίβον, ἐν παντί μου τῷ βίῳ πορεύεσθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θύματα
σεπτά, λογικὰ ὁλοκαρπώματα, ἀνηνέχθητε Παρθένοι τῷ Θεῷ, ὡς ἀμνάδες δι’ Αὐτὸν
σφαγὴν δεξάμεναι.
Πίστεως
Χριστοῦ, τὴν ῥομφαίαν ὡς κατέχουσαι, ἐτροπώσασθε αἱ Πέντε εὐκλεῶς, μυριάδας τοῦ
ἐχθροῦ τοῦ παναλάστορος.
Χαίροις
ἡ πεντάς, τῶν Παρθένων ἡ ὑπέρτιμος, ἡ φοινίξασα αἱμάτων τοῖς κρουνοῖς, τῆς ἁγνείας
τὸ λαμπρὸν φαιδρῶς ἱμάτιον.
Θεοτοκίον.
Ἴδε
συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν
μέγαν ἰατρὸν Χριστὸν κυήσασα.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Τὴν
νέκρωσιν εὐσεβῶς, τοῦ Λυτρωτοῦ εἰκονίζουσαι, ἠσκήσατε δι’ Αὐτόν, ἁγνείαν
πεντάριθμοι, καὶ ὑπερηθλήσατε, τὸ τοῦ μαρτυρίου, ἐκτελέσασαι ἀγώνισμα.
Ἐνθέω
τῶν ἀρετῶν, περιαστράπτουσαι χάριτι, καὶ αἴγλῃ μαρτυρικῇ, Παρθένοι ἐκλάμπουσαι,
οἰκεῖτε τὸν ἄφθαρτον, τῆς ζωῆς νυμφῶνα, σὺν Ἁγίοις εὐφραινόμεναι.
Λιποῦσαι
ὡς νουνεχεῖς, πᾶσαν ἀπόλαυσιν πρόσκαιρον, πεντάρθμοι τοῦ Χριστοῦ, Παρθένοι καὶ
Μάρτυρες, τῶν πόνων ἐκτήσασθε, ἐν τοῖς οὐρανίοις, αἰωνίαν ταὴν ἀντίδοσιν.
Θεοτοκίον.
Λαμπὰς
ἀκτίστου φωτός, τοῖς ἐν τῷ σκότει καθεύδουσιν, ἀνήφθης Μῆτερ ἁγνή, Ἁγίῳ ἐν
Πνεύματι· διό με καταύγασον, καταμαυρωθέντα, ἀσυνέτοις παραπτώμασι.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν
Παρθένων σήμερον, καὶ Ἀθληφόρων, οἱ πιστοὶ τελέσωμεν, τὴν φωτοφόρον ἑορτήν, καὶ
πρὸς αὐτὰς ἐκβοήσωμεν· Χαίρετε Λέσβου,
τερπνὰ καλλωπίσματα.
Ὁ Οἶκος.
Ὁμονοίᾳ
τελείου φρονήματος, εὐσεβῶς παρθενίαν ἀσκήσασαι, καὶ ἐν πίστει Μαρτύρων
τελέσασαι, ἐπὶ γῆς τὸ γενναῖον ἀγώνισμα, ἐν οὐρανοῖς Νυμφίον ἀθάνατον, τὸν
σαρκωθέντα ἐκ Παρθένου Θεόπαιδος, Χριστὸν τὸν Θεὸν ἡμῶν ἐκτήσασθε, καὶ ἐν
παστάδι τῆς ζωῆς, ὡς νύμφαι πεποικιλμέναι εἰσωκίσθητε· ὅθεν ἐν Αὐτῷ χοροβατοῦσαι,
σὺν Ἁγίων πάντων τοῖς τάγμασι, μὴ παύσητε πρεσβείαν ποιούμεναι, ὑπὲρ ἡμῶν τῶν ἐπιτελούντων,
τὴν μνήμην ὑμῶν τὴν πανσέβαστον, καὶ ἐν κατανύξει ἀναβοώντων· Χαίρετε Λέσβου, τερπνὰ καλλωπίσματα.
Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός, αἱ Ἁγίαι Πέντε Κόραι αἱ ἀπὸ Λέσβου, ξίφει
τελειοῦνται.
Ἀθληφόρους τίθησι Λεσβίας κόρας,
μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.
μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἀγίων Μαρτύρων·
Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος, Οὐϊκτωρίνου, Παππίου, Σεραπίωνος καὶ Νικηφόρου
Ὄλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Σπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,
τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος,
εἴσελθε, Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἶτα ξίφους στέρξω σε τῷ φόβῳ, βίε;
Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ, Παππία,
ἵνα γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς
ἐν Θεσσαλονίκῃ
Θεσσαλονίκη, σχοῦσα καλὰ μυρία,
καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.
καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Θεοδώρας καὶ Διδύμου
Σὺν τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ,
φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.
φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Θέρμος πυρὶ τελειοῦται.
Θέρμην ἔρωτος ἐνθέου Θέρμος φέρων,
θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.
θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.
Τῇ αὐτῇ ἡμέρα, αἱ Ἁγίες Δύο Μάρτυρες Κυρία και Δούλη ξίφει τελειοῦνται.
Ἐχρῆν ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,
ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.
ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Πομπήϊος ξίφει τελειοῦται.
Ὡς ζῶν
πρόβατον Πομπήϊε Κυρίου,
χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ζήνων πίσσαν χρισθείς, καὶ εἰς πῦρ βληθείς, καὶ
δόρατι ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.
Ἆθλος
τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.
οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.
οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Μάξιμος και Τερέντιος ξίφει
τελειοῦνται.
Ἴσου μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Φωστηρίου.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Ὑπομονής
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ὁ ἐν τῇ Νέᾳ Ἐφέσῳ
ἀθλήσας κατὰ τῷ 1801ῳ ἔτει, ξίφει τελειοῦται.
Τομὴν ὑποίσας, ὦ Γεώργιε, ξίφους,
χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.
χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρής τῆς
ἐκ Προύσας.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Παναγιώτης, ὁ ἀθλήσας
ἐν Ἱεροσολύμοις ἐν ἔτει 1820ῳ, ξίφει τελειοῦται.
Ὁ Παναγιώτης ἀποτμηθεὶς τῷ ξίφει,
ἁπάντων Ἁγίων ὁμόσκηνος ὤφθη.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μπέκαν, ἱεραποστόλου
Ἰρλανδίας.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀβδιησοῦ
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆ τῶν
Λειψάνων τοῦ Ἁγίου Ἰώβ, Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Παῖδες Ἑβραίων.
Αἵματα
δοῦσαι ὥσπερ προῖκαν, ἐνυμφεύθητε Νυμφίῳ ἀθανάτῳ, καὶ συνεῖτε Αὐτῷ, βοῶσαι ὁμοφώνως·
Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Εὔοσμα
ἄνθη εὐσεβείας, ἐξηνθήσατε ἐν ἄθλοις μαρτυρίου, τοὺς πιστοὺς μυστικῆς, Παρθένοι
εὐωδίας, πληροῦσαι τοὺς κραυγάζοντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Λέσβος
χορεύει ἐν Κυρίῳ, τὴν ὑπέρτιμον τελοῦσα ὑμῶν μνήμην, καὶ αἰτεῖτε ὑμῶν, τὴν
θείαν προστασίαν, τὸν ἐν ὑμῖν ὡς γέγραπται, θαυμαστὸν δοξολογοῦσα.
Θεοτοκίον.
Λάμπρυνον
Μῆτερ τὴν ψυχήν μου, ἐν τοῖς πάθεσιν ἀθλίως σκοτισθεῖσαν, καὶ φωτός με ἀεί, ἐνίσχυσον
τὰ ἔργα, ἐργάζεσθαι Θεόνυμφε, ἵνα τύχω σωτηρίας.
ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες.
Τῶν
πενταρίθμων Παρθένων ἡ μαρτυρία, εἰδωλικῆς ἀπιστίας, τὰς παρατάξεις κατήσχυνεν,
καὶ ταὸ κέρας Κυρίου, τῆς πίστεως ὕψωσεν.
Τυραννικὴν
κακουργίαν μὴ πτοηθεῖσαι, μαρτυρικὴν εὐψυχίαν, ἀδελφικῶς ἐπεδείξασθε, καὶ
τυράννων Παρθένοι, τὸ κράτος ἐῤῥήξατε.
Καταφυγὴν
κεκτημένοι τὸν Ζωοδότην, ἐν τῷ σταδίῳ ἀνδρείως, Αὐτὸν Θεὸν ἐκυρήξατε, καὶ εἰδώλων
Παρθένοι, τὰς στήλας καθείλετε.
Θεοτοκίον.
Ὀμβροβλυτοῦσα
μὴ παύσῃ τῆς χάριτός Σου, Θεοκυῆτορ τὸ ὕδωρ, τοῖς ἐκ καρδίας βοῶσί Σοι· Χαῖρε Μῆτερ
Παρθένε, Θεοῦ ἡ λοχεύτρια.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Παρθένων
τὴν πεντάδα, δεῦτε εὐφροσύνως, ἀνευφημήσωμεν πάντες ἐν ἄσμασιν, ὡς τοῦ
Παντάνακτος νύμφας, καὶ καλλιμάρτυρας.
Ἑπόμεναι
Κυρίῳ, θείῳ ἐν Νυμφῶνι, τῆς ἀθανάτου εὐκλείας ἐφθάσατε, καὶ χαρμονῆς αἰωνίου,
κατηξιώθητε.
Πρεσβεύετε
τῷ Κτίστῃ, τοῦ ἐλεηθῆναι, ἡμᾶς Παρθένοι Κυρίου πεντάριθμοι, τοὺς εὐφημοῦντας
συμφώνως, ὑμῶν τὴν ἄθλησιν.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Παρθένε, κεχαριτωμένη, τὴν τὸν Δεσπότην τοῦ κόσμου κυήσασαν, καὶ ἁμαρτίας τὴν
λύπην, ἐξαφανίσασαν.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὰς
ἐκ Λέσβου Κόρας, καὶ καλλιμάρτυρας πιστοί, δεῦτε τιμήσωμεν πάντες, χαίρετε
κράζοντες αὐταῖς, αἱ τῷ Χριστῷ ἁρμοσθεῖσαι, ἀγῶνι τοῦ μαρτυρίου.
Σφαγιασθεῖσαι
ξίφει, ὥσπερ ἀμνάδες λογικαί, ὑπὲρ Χριστοῦ τοῦ Νυμφίου, νῦν συνευφραίνεσθε Αὐτῷ,
σὺν ταῖς φρονίμοις Παρθένοις, ἐν ἀθανάτῳ παστάδι.
Θεοτοκίον.
Ἐλπὶς
τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ σοι, ἐκ βάθους μου τῆς
καρδίας· Ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου, κευθμώνων.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὰς
ἐκ Λέσβου Παρθένους καὶ Καλλιμάρτυρας, οἱ τῶν Λεσβίων δῆμοι, εὐφημήσωμεν πόθῳ·
αὕται γὰρ Μαρτύρων καρτερικῶς, δοξασθεῖσαι τῷ σκάμματι, ὑπὲρ πατρίδος δεήσεις ἀεὶ
Χριστῷ, τῷ Δεσπότῃ ἀναφέρουσι.
Ὡς
συναχθεῖσαι Κυρίου, ἐν τῷ ὀνόματι, καὶ ἰσχυρὸν ἐν μέσῳ, ὑμῶν τοῦτον πλουτοῦσαι,
Μάρτυρες Παρθένοι τὰς προσβολάς, τῶν ἐχθρῶν ἀπεκρούσασθε, καὶ μαρτυρίου τοῖς ἄθλοις
περιφανῶς, τοὺς στεφάνους ἐκομίσασθε.
Τῆς
εὐσεβείας τῷ κόσμῳ ὡραϊζόμεναι, καὶ αἴγλῃ παρθενίας, διαλάμπουσαι ἅμα, Μαρτύρων
τὸν ἀγῶνα ἐπὶ τῆς γῆς, ἀδελφὰ ἐτελέσατε· διὸ καὶ ἴσης ἐτύχετε ἐν Ἐδέμ, δόξης
Μάρτυρες καὶ χάριτος.
Δαυϊτικῶς
τὸν Δεσπότην ὡς ὑπομείνασαι, ἐν σωφροσύνης ἔργοις, μαρτυρίου ἐν ἄθλοις, αὐτὸν ἡμῖν
προσέσχε καὶ τῆς σκηνῆς, τῶν Ἁγίων ἠξίωσεν, ἐν ᾗ χορεύουσαι δόξῃ ὑπὲρ ἡμῶν,
καλλιπάρθενοι πρεσβεύετε.
Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλε
σήμερον ἡμῖν, ἔαρ πανευφρόσυνον, τῶν πέντε Παρθένε καὶ Ἀθληφόρων, ἡ σεβασμία
πανήγυρις, εὐφραίνουσα τὰς καρδίας τῶν πιστῶν, τῶν πρὸς αὐτὰς ἀναβοώντων·
Χαίρετε αἱ ἐκλεκταὶ τῷ Κυρίῳ νεάνιδες, αἱ τῆς Λέσβου εὐκλεεῖς Παρθενομάρτυρες, τὸ
τῆς πατρίδος κλέος, τῆς Ἐκκλησίας ἡ εὐπρέπεια, καὶ Ὀρθοδόξου λαοῦ τὸ κραταίωμα.
Αἱ αἵματα δοῦσαι δι’ ἀθλήσεως, καὶ τὴν ἀκήρατον χαρὰν ἀπολαβοῦσαι, ἐν τῇ
παστάδι τῆς αἰωνίου ζωῆς. Παῤῥησίαν ὡς ἔχουσαι πολλήν, πρὸς τὸν ἐν Τριάδι Θεόν,
τὴν εἰρήνην αἰτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν,
Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν
κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου
παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος
ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου,
καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ
ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν Παρθένων πεντὰς κλυτή, διὰ μαρτυρίου, αἱ τροπώσχασαι τὸν ἐχθρόν, καὶ σὺν ταῖς
Παρθένοις, ἐκείναις ταῖς φρονίμοις, ζωῆς ἐν νυμφῶνι, ἀγαλλιώμεναι.
http://www.imr.gr/article/580/akoloythia-twn-agiwn-endoxwn-pente-parthenwn-neanidwn-twn-apo-lesboy
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου