Κυριακή 18 Αυγούστου 2019

ΑΠΡΙΛΙΟΣ 4. ΑΓΙΟΣ ΘΕΩΝΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Δ΄.
ΘΕΩΝΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη Ῥόδου)


ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β’. Αἱ ἀγγελικαί.
Δεῦτε οἱ πιστοί, εὐφημήσωμεν συμφώνως, ᾄσμασι τερπνοῖς, Θεωνᾶ τὸν θεοφόρον· ἀσκήσει γὰρ ἐμπρέψας, Ἱεράρχης καὶ πρόεδρος, ὤφθη ἱερὸς Θεσσαλονίκης, καὶ τοῦ Χριστοῦ πιστὸς θεράπων, πρὸς ὃν κράξωμεν· Πρέσβευε Πάτερ τῷ Θεῷ, ὑπὲρ τῶν τιμώντων σε.

Ταῖς ἀσκητικαῖς, ἀριστείαις σου δοξάσας, Πάτερ Θεωνᾶ, τὸν φιλάνθρωπον Δεσπότην, Αὐτός σε ἐν λυχνίᾳ, Ἐκκλησίας ἀνύψωσε, λύχνον ὡς λαμπρὸν φαίνοντα πᾶσι, τῆς εὐσεβοῦς διδασκαλίας, τὸ φῶς Ὅσιε, καὶ καταυγάζοντα πιστούς, τοὺς σὲ μακαρίζοντας.

Πόθῳ θεϊκῷ, Ἰακώβῳ μαθητεύσας, τῷ ἐν μονασταῖς, καὶ ἐν Μάρτυσιν ἐνδόξῳ, τῆς ἄνωθεν σοφίας, ὑπεδέξω τὴν ἔλλαμψιν, Πάτερ Θεωνᾶ ἡγιασμένε, καὶ τῷ λαῷ τῶν Ὀρθοδόξων, ἐξανέτειλας, τῶν χαρισμάτων σου αὐγαῖς, φωστὴρ ὡς ὑπέρλαμπρος.

Χαίρει ἐπὶ σοί, ἡ γεννήσασά σε Λέσβος, Πάτερ Θεωνᾶ, ἐκτελοῦσά σου τὴν μνήμην, καὶ πόθῳ σοι κραυγάζει, σοῖς σπαργάνοις κομπάζουσα· Χαίροις ὁ ποιμὴν Θεσσαλονίκης, ὑπὲρ λαοῦ τοῦ σὲ ὑμνοῦντος, καθικέτευε, ὡς παῤῥησίαν πρὸς Θεόν, κτησάμενος ἄπειρον.

Δόξα. Ἦχος α’.
Ἀσματικῶς ταὸν Ἱεράρχην τιμήσωμεν, Θεωνᾶ τὸν ἰσάγγελον, τῆς Λέσβου τὸ βλάστημα, τοῦ Ἄθω τὴν εὐκοσμίαν, καὶ Θεσσαλονίκης τὸν πρόεδρον· ἀσκητικῶς γὰρ βιώσας, καὶ ὡς ποιμὴν καλὸς διαπρέψας, τῶν ἀπ’ αἰώνων ἐκλεκτῶν, τοῖς χοροῖς συνηρίθμηται· μεθ’ ὧν πρεσβεύει ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Χαίροις παρ’ ἡμῶν, Ἁγία Θεοτόκε Παρθένε, τὸ σεπτὸν κειμήλιον ἁπάσης τῆς οἰκουμένης, ἡ λαμπὰς ἡ ἄσβεστος, τὸ χωρίον τοῦ ἀχωρήτου, ὁ ναὸς ὁ ἀκατάλυτος. Χαίροις ἐξ ἧς Ἀμνὸς ἐτέχθη, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.


Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χρίσματι Θεωνᾶ, χρισθεὶς τοῦ Παρακλήτου, ἀρχιερεὺς ἐδείχθης, σοφὸς τῆς Ἐκκλησίας, καὶ τῶν πιστῶν διδάσκαλος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίρει ὦ Θεωνᾶ, ἡ Λέσβος ἡ πατρίς σου, τελοῦσά σου τὴν μνήμην, ἣν φύλαττε ἐκ πάσης, ἐπιβουλῆς ἀλώβητον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Πρέσβευε Θεωνᾶ, Θεῷ τῷ ἐν Τριάδι, ἵνα σωθῶμεν Πάτερ, οἱ πόθῳ ἐκτελοῦντες, τὴν θείαν σου πανήγυριν.

Δόξα. Ἦχος γ΄.
Ἀνέτειλε σήμερον, ὡς ἥλιος ἡ μνήμη σου, φωτίζουσα Ὀρθοδόξων τὸ πλήρωμα, φωστὴρ Θεσσαλονίκης, Θεωνᾶ θαυματουργέ, μοναστῶν ἀγλάϊσμα, Ἀρχιερέων δόξα, καὶ Λέσβου τὸ ἐντρύφημα· ὅθεν ἡμᾶς, τοὺς ἐν αὐτῇ συναθροισθέντας, καταύγασον τῷ φωτισμῷ, ἧς ἔχεις πλουσίας χάριτος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε Ὃν ἔτεκες Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας γνώσεως, τὰς ἐπιλάμψεις, δι’ ἀσκήσεως, εἰσδεδεγμένος, Θεωνᾶ Ἱεράρχα μακάριε, τῆς εὐσεβείας τὸ φῶς ἐξανέτειλας, καὶ τὸν λαὸν τοῦ Θεοῦ κατεφώτισας· ὅθεν πρέσβευε, Αὐτῷ ἐκτενῶς δεόμεθα, φωτῖσαι καὶ ἡμᾶς τοὺς εὐφημοῦντάς σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, τὴν φωτοφόρον μνήμην, τοῦ σοφοῦ Ἱεράρχου, αὐτῷ ἀναβοῶντες πόθῳ ψυχῆς· Θεωνᾶ παμμακάριστε, ὡς παῤῥησίαν πλουτήσας πάντων ἡμῶν, ὑπερεύχου τῶν τιμώντων σε.

Ἡ νῆσος Λέσβος χόρευε, ἐπιτελοῦσά σου, τὴν σεβασμίαν μνήμην, ἐν τερπνοῖς ἐγκωμίοις, καὶ σπάργανα τιμῶσα Πάτερ τὰ σά, Θεωνᾶ ἀνακράζει σοι· Φρουρὸς πατρίδος καὶ πρόμαχος σαῖς εὐχαῖς, ἔσο πάντοτε μακάριε.

Ἀσκητικῶς διαπρέψας, Χριστοῦ τῷ ἔρωτι, καὶ ἀρετῶν τὸν πλοῦτον, μυστικῶς θησαυρίσας, ἐδείχθης Ἐκκλησίας θεῖος ποιμήν, Θεωνᾶ παναοίδιμε, καὶ τὸν λαὸν τοῦ Κυρίου πρὸς τὴν νομήν, εὐσεβείας καθωδήγησας.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Θεωνᾶ μακάριε, ἀσκητικαῖς ἀγωγαῖς, καθαρθεὶς τὴν καρδίαν σου, Ἱεράρχης πέφηνας, Ἐκκλησίας θεόσοφος, καὶ τὸ δοθέν σοι τάλαντον ηὔξησας, περιουσίᾳ τῶν χαρισμάτων σου· ὅθεν ἐν ᾄσμασι, σήμερον τιμῶμέν σε οἱ εὐσεβεῖς, τὴν ἁγίαν μνήμην σου, πανηγυρίζοντες.

Πάτερ Θεωνᾶ μακάριε, πεφυτευμένος Θεοῦ, ἐν τῷ οἴκῳ ἐξήνθησας, ἀρεταῖς τοῦ Πνεύματος, ὥσπερ φοίνιξ ὑψίκομος, καὶ ὡσεὶ κέδρος ἐκαρποφόρησας, καρποφορίαν θείαν τῆς χάριτος, εὐφραίνων Ἅγιε, εἰς αἰῶνας ἅπαντας τοὺς εὐσεβῶς, ἐκτελοῦντας μνήμην σου, τὴν ἀξιέπαινον.

Πάτερ Θεωνᾶ μακάριε, Θεσσαλονίκης σοφῶς, κυβερνήσας τὸ ποίμνιον, πρὸς Θεὸν ἀνέδραμες, Ὃν σφοδρῶς ἐπεζήτησας, ᾯ καὶ πρεσβεύων μὴ παύσῃ Ἅγιε, ὑπὲρ τῶν πόθῳ, ἀναβοώντων σοι· Χαίροις μακάριε, κλέος περιλάλητων Ἱεραρχῶν, μοναζόντων καύχημα, πιστῶν ἀγλάϊσμα.







Δόξα. Ἦχος πλ. α΄.
Πανήγυρις σήμερον φαιδρά, τῇ Ἐκκλησίᾳ τῶν πιστῶν ἐξανέτειλε, Θεωνᾶ ἡ μνήμη τοῦ οὐρανόφρονος, τὰς διανοίας ἡμῶν καταυγάζουσα, τῶν εὐσεβῶς ἀναβοώντων· Χαίροις, ὁ ἐκ νεότητος, τῷ ἐν Τριάδι Θεῷ ἀνατεθείς, καὶ μοναζόντων διαπρέψας, τοῖς ὑπὲρ νοῦν ἀγωνίσμασι· χαίροις, ψήφῳ τοῦ Πνεύματος, Θεσσαλονίκης ἐν θρόνῳ ἀνελθών, καὶ ἀνατείλας ἐκεῖθεν, ὡς φωστὴρ μέγας τῆς πίστεως· χαίροις, τῆς Λέσβου ὁ βλαστός, τῶν μοναζόντων ὁ λύχνος, καὶ Ὀρθοδόξων ὁ διδάσκαλος. Παῤῥησίαν ὡς ἔχων πρὸς Χριστόν, τὴν εἰρήνην αἴτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε.

Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἰλαρὸν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τό Ἀνάγνωσμα. [Κεφ. 10. 7&3, 13-16 & ἐκλογή]
Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός, ὅς εἶδε φρόνησιν. Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστί λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδέν πονηρόν, εὕγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ, καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει. Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου. Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν καί γνῶσιν καί ἔννοιαν, ἐγώ ἐπεκαλεσάμην. Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς. Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὐρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἕνθεσθε καρδίαν. Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐρῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ο λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον μού χείλη ψευδῆ. Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αυτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες, Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὐρίσκουσι γνῶσιν. Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












Λιτή. Ἦχος β’.
Ἀσκητικῶς προκαθαρθείς, ἀρχιερωσύνης τὴν χάριν ὑπεδέξω, καὶ Θεσσαλονίκης τὸ ποίμνιον ἐποίμανας, ὡς γνήσιος ποιμήν, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μιμητής, Θεωνᾶ θαυματουργέ, Ἱεραρχῶν ἐγκαλλώπισμα· διὸ τὸ μνημόσυνόν σου, εἰς αἰῶνας μένει ὡς γέγραπται, εἰς δόξαν τοῦ ἐν Τριάδι Θεοῦ, Ἐκκλησίας εὐπρέπειαν, καὶ εὐσεβῶν περιποίησιν, τῶν τελούντων τὴν μνήμην σου, οὓς ταῖς πρεσβείαις σου, ἀπὸ παντοίων διάσωσον πειρασμῶν, καὶ τῆς μανίας τοῦ ἀλάστορος.

Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς ἀκούσας τοῦ Δεσπότου σου, τὴν κοσμικὴν ἀπάτην κατέλιπες, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, ἀσκητικῶς Αὐτῷ ἠκολούθησας· ἔξω δὲ κόσμου καὶ σαρκός, ταῖς μυστικαῖς ἀναβάσεσι γενόμενος, ταῖς ἀρεταῖς ὑπὲρ λόγον διέλαμψας, καὶ Ἀρχιερέων ἐπὶ θρόνου διέπρεψας, ὡς λύχνος φαίνων ἐν τῇ λυχνίᾳ, καὶ φωτίζων Ἐκκλησίας τὸ πλήρωμα· ὅθεν σήμερον οἱ πιστοί, τῇ δόξῃ σου ἀγαλλόμενοι τὴν μνήμην σου ἑορτάζομεν, καὶ πρέσβυν σε τῷ Θεῷ προσάγομεν, τῷ σώζοντι ὡς φιλάνθρωπος, τὰς ψυχὰς τῶν τιμώντων σε.

Ἦχος πλ. β΄.
Τίς μὴ μακαρίσει σε, Πάτερ Θεωνᾶ παμμακάριστε· ἐν σοὶ γὰρ ὡς καθαρῷ γενομένῳ, δι’ ἀσκητικῆς ἀρετῆς καὶ τελειότητος, μονὴν ὁ ἐν Τριάδι Θεός, ἡγιασμένην ἐποιήσατο· ἔνθεν Ἀναστασίας τῆς Μάρτυρος, τὴν περίκλυτον Μονὴν ἀνῳκοδόμησας, καὶ ψυχῶν φροντιστήριον κατέστησας, ἐν ᾗ καὶ τὸ τίμιόν σου λείψανον, ὡς θησαυρὸν ἁγιάσματος κατέλιπες, ἰαμάτων παρέχον τὰ χαρίσματα, τοῖς προστρέχουσιν ἐκ πίστεως, καὶ ὡς δεδοξασμένον Ἱεράρχην, κατ’ ἀξίαν εὐφημοῦσί σε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἐν Ἱεράρχαις ὅσιον, καὶ θαυματουργὸν ὑπερθαύμαστον, Θεωνᾶν τὸν παναοίδιμον, τῆς Θεσσαλονίκης τὸν πρόεδρον, καὶ διδάσκαλον τῆς εὐσεβείας, φιλεόρτων οἱ δῆμοι, τοῖς ᾄσμασι μακαρίσωμεν, καὶ πρὸς αὐτὸν οὕτως εἴπωμεν· Ἀρχιερεῦ θεόσοφε, ἄνερ ἐπιθυμιῶν, καὶ θεράπον Χριστοῦ πιστότατε, ὁ ἀξίως πολιτευθεὶς τοῦ χαρίσματος, καὶ τὸ δοθέν σοι πλεονάσας τάλαντον, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ τάφου.
Ὅτε, τὸν οὐράνιον Χριστοῦ, πόθον ἐν καρδίᾳ ἐδέξω, Πάτερ σοφὲ Θεωνᾶ, τότε κατεφρόνησας, τῆς ματαιότητας, τῶν προσκαίρων ὡς πάνσοφος, καὶ ἐν μοναζόντων, τοῖς ἀγῶσιν ἔλαμψας, ὡς λύχνος πάμφωτος, φαίνων, φωτισμῷ εὐσεβείας, καὶ τοὺς φοιτητάς σου φωτίζων, τοὺς Θεοῦ ὡς ἄνθρωπον τιμῶντάς σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὅτε, καθαρώτατον ναόν, Πνεύματος Ἁγίου εἰργάσω, τὴν σὴν ψυχὴν Θεωνᾶ, τότε θείας χάριτος, τῇ ψήφῳ γέγονας, Ἱεράρχης καὶ πρόεδρος, τῆς Θεσσαλονίκης, καὶ ποιμὴν χρηστότατος, Χριστοῦ τὸ ποίμνιον, ῥάβδῳ, θεϊκῆς σου σοφίας, πρὸς τῆς εὐσεβείας ποιμαίνων, τὴν νομὴν τὴν κρείττονα μακάριε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὅτε, πρὸς τὴν ἄφθαρτον ζωήν, ἐκ τῆς ἐπικήρου μετέστης, Πάτερ σοφὲ Θεωνᾶ, τότε σοῦ τὸ τίμιον, παμμάκαρ λείψανον, τοῖς ἐν κόσμῳ κατέλιπες, πηγὴν ζωηφόρον, ἀναβλῦζον θαύματα, καθάπερ νάματα· ὅπερ, ἀσπαζόμενοι πόθῳ, δόξαν ἀναπέμπομεν πάντες, τῷ σὲ κατ’ ἀξίαν θαυμαστώσαντι.

Δόξα. Ἦχος πλ. β΄.
Τῶν μοναστῶν τὸ κλέος, καὶ Ἀρχιερέων τὸ καύχημα, Θεωνᾶ τὸν μακάριον τιμήσωμεν· ἀσκητικῶς γὰρ διαπρέψας, καὶ ποιμαντικῶς εὐδοκιμήσας, τῶν ἀθεάτων ἐγένετο θεατής, ἐν Παραδείσου ταῖς σκηναῖς, τὴν κατάπαυσιν ἀξίαν εὑράμενος· διὸ καὶ πρὸς αὐτόν, ἐν κατανύξει ἐκβοήσωμεν· Ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, τὴν ἐκλογάδα σου φύλαττε ἀεί, ἐκ λύκων τῶν νοητῶν ἀνεπηρέαστον.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείας γνώσεως, τὰς ἐπιλάμψεις, δι’ ἀσκήσεως, εἰσδεδεγμένος, Θεωνᾶ Ἱεράρχα μακάριε, τῆς εὐσεβείας τὸ φῶς ἐξανέτειλας, καὶ τὸν λαὸν τοῦ Θεοῦ κατεφώτισας· ὅθεν πρέσβευε, Αὐτῷ ἐκτενῶς δεόμεθα, φωτῖσαι καὶ ἡμᾶς τοὺς εὐφημοῦντάς σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Συνδράμωμεν πιστοί, εὐσεβῶς ἐκτελοῦντες, τὴν μνήμην Θεωνᾶ, τοῦ σοφοῦ Ἱεράρχου, καὶ πάντες ἐκβοήσωμεν, πρὸς αὐτὸν μετὰ πίστεως· Πάτερ Ὅσιε, ὁ θεῖος γόνος τῆς Λέσβου, καθικέτευε, ὑπὲρ ἡμῶν ἵνα χάριν, καὶ ἔλεος εὕρωμεν.
Δόξα.
Χριστὸν τὸν δι’ ἡμᾶς, σαρκωθέντα ἀφράστως, ἐκ βρέφους Θεωνᾶ, μανικῶς ἀγαπήσας, Αὐτῷ κατηκολούθησας, καὶ ὡς ἄγγελος ἔζησας· ὅθεν χαίρων νῦν, ἐν οὐρανοῖς μετ’ Ἀγγέλων, τῶν τιμώντων σε, ὡς συμπαθὴς ὑπερεύχου, ἀπαύστως μακάριε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί Σε δοξάζουσι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τοῦ Ἱεράρχου Θεωνᾶ δεῦτε πάντες, τὴν ἀξιέπαινον πιστοὶ θείαν μνήμην, πνευματικῶς τελέσωμεν, βοῶντες πρὸς αὐτόν· Πρόφθασον μακάριε, τῇ θερμῇ σου πρεσβείᾳ, θλίψεων λυτρούμενος, πειρασμῶν καὶ κινδύνων, τοὺς πεποιθότας Πάτερ ἐπὶ σοί, ὡς κεκτημένῳ, θαυμάτων τὴν δύναμιν.
Δόξα.
Ἀσκητικῶς προκαθαρθεὶς τὴν καρδίαν, Ἀρχιερέων θεϊκῇ ἐπινεύσει, τοῦ χρίσματος ἠξίωσαι, παμμάκαρ Θεωνᾶ, καὶ ποιμὴν χρηστότατος, λογικῆς ἐκλογάδος, πλούτῳ τῆς ἐνθέου σου, ἀνεδείχθης σοφίας· διὸ πιστοὶ τιμῶμεν εὐλαβῶς, ἐν ἐγκωμίοις, τὴν πάντιμον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοὺς εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ Σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί Σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· Σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ἀσκητικῶς τῷ Χριστῷ ἀκολουθήσας, τῶν ἀρετῶν τὸν μυστικὸν ἐν τῇ ψυχῇ σου, ἐθησαύρισας πλοῦτον Πάτερ θεοφόρε, καὶ ὤφθης Θεσσαλονίκης καλὸς ποιμήν, καὶ μύστης τῆς εὐσεβείας θεοειδής, μοναστῶν ὑποτύπωσις, καὶ τῶν πιστῶν προασπιστής· διό σε μακαρίζομεν, Θεωνᾶ ἐν τῇ μνήμῃ σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ σὺν τοῖς Προφήταις, καὶ ἅπασι τοῖς Ἁγίοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσις, ὅπως εὕρωμεν ἔλεος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλον, ζήτει τῇ Ε’ Δεκεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
 Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὅσιε Πάτερ, μοναζόντων τὸ καύχημα, καὶ Ἀρχιερέων ἐγκαλλώπισμα, Θεωνᾶ παμμακάριστε, τῆς Λέσβου τὸ βλάστημα, καὶ Ἐκκλησίας τὸ ἀγλάϊσμα, ὁ τὸ τάλαντον αὐξήσας ὡς γέγραπται, καὶ τῶν κατορθωμάτων σου τὸν μισθόν, ἐν οὐρανοῖς εἰς ἁγιασμὸν κτησάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἡμέρα ἑόρτιος, ἡμῖν ἀνέτειλε σήμερον, ἡ μνήμη ἡ ἔνδοξος, τοῦ θαυμαστοῦ Θεωνᾶ· δεῦτε ἅπαντες, πιστοὶ εὐωχηθῶμεν, αὐτοῦ μακαρίζοντες, τὰ προτερήματα.
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας κατέλιπες, ἀπάτην τὴν πρόσκαιρον, Πάτερ σοφὲ Θεωνᾶ, καὶ ἐβίωσας, ὡς ἄγγελος ἐν κόσμῳ· διὸ μετ’ Ἀγγέλων νῦν, ἔχεις τὸν κλῆρόν σου.
Ἰδού σοι ἑόρτιον, μέλος κροτοῦμεν γηθόμενοι, τελοῦντες τὴν μνήμην σου, ἄνερ Θεοῦ Θεωνᾶ· σὺ γὰρ πρότερον, ἀσκήσας ὑπὲρ φύσιν, Χριστοῦ ποίμνης γέγονας, ποιμὴν χρηστότατος.
Θεοτοκίον.
Κυρία πανάχραντε, εὐλογημένη Θεόνυμφε, Χριστὸν ἡ κυήσασα, τὸν Λυτρωτὴν καὶ Θεόν, αἴτει πάντοτε, συγχώρησιν πταισμάτων, τοῖς πίστει προστρέχουσι, τῇ μεσιτείᾳ Σου.
ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Θεῖον Θεωνᾶ κτησάμενος, ζήλον ἐν καρδίᾳ, τῷ Λυτρωτῇ ἠκολούθησας, καὶ ἐδείχθης ταῖς ἀρεταῖς σου, τοῖς Ἀγγέλοις ἰσοστάσιος.
Πάτερ Θεωνᾶ τὴν μέριμναν, πᾶσαν τῷ Κυρίῳ, ἀπὸ παιδὸς ἀναθέμενος, τῇ ἀσκήσει ὤφθης γενναῖος, καὶ σαρκὸς τὰ πάθη ἔκτεινας.
Λέσβος εὐσεβῶς ἀγάλλεται, τίμιον βλαστόν σε, ἐνεγκαμένη μακάριε, καὶ προσάγει θεῖόν σε πρέσβυν, τῷ Κυρίῳ τῶν δυνάμεων.
Θεοτοκίον.
μνοις οἱ πιστοὶ προσφέρομεν, Σοὶ τῇ κυησάσῃ, τὸν τοῦ Πατρὸς Λόγον ἄχραντε, καὶ γενάρχου τῆς ἁμαρτίας, ῥυσαμένῃ τὸ ἀνθρώπινον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰακώβῳ τῷ θείῳ μαθητευθείς, ἐκοινώνησας τούτου τῶν ἀρετῶν, καὶ ψήφῳ τῆς χάριτος, Ἱεράρχης καὶ πρόεδρος, Θεσσαλονίκης ὤφθης, ἐν χρόνοις κακώσεως, καὶ λογικῶν προβάτων, ποιμὴν χριστομίμητος· ὅθεν ὁ Δεσπότης, καὶ Θεός σε βραβεύσας, θαυμάτων ἐκόσμησε, τοῖς πλουσίοις χαρίσμασι, Θεωνᾶ θεοδόξαστε· ὃν πάντοτε δυσώπει θερμῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰακώβῳ μαθητεύσας τῷ Ὁσίῳ καὶ Μάρτυρι, τούτου ἐμιμήσω, σὺ τὰς ἀρετὰς ὡς θεόσοφος, ἃς Θεωνᾶς θησαυρίσας τοῖς ἀγῶσί σου, τύπος γέγονας, τῶν μοναστῶν ἀκριβέστατος.
Ἐν τοῦ Ἄθωνος τῷ ὄρει τῇ ἀσκήσει ἀνύψωσας, σεαυτὸν εἰς ὄρη, Πάτερ Θεωνᾶ τὰ αἰώνια, ἔνθα Θεὸς μυστικῶς σε ἐπεσκέψατο, καὶ ἐπλήρωσε, τοῦ μυστικοῦ ἀπαυγάσματος.
Τῇ ἀσκήσει τὴν καρδίαν, τῶν παθῶν καθηράμενος, μύρῳ ἔχρισέ σε, ἀρχιερωσύνης ὁ Κύριος, οὗ Θεωνᾶ διαπρέψας σὺ τῇ χάριτι, ἀναδέδειξαι, λαοῦ ποιμὴν καὶ διδάσκαλος.
Θεοτοκίον.
υπωθέντα ἀσυνέτως ἁμαρτίας τῷ ῥύπῳ με, κάθαρον Παρθένε, ὕδατι τῆς Σῆς ἀντιλήψεως, ἵνα βοῶ ἐκ ψυχῆς Σοι· Χαῖρε ἄσπιλε, ἡ ἐκ σπλάγχνων Σου, τὸν Λυτρωτὴν σωματώσασα.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ποθήσας σκηνώματος, τόπον τῆς δόξης Ἅγιον, Χριστοῦ Θεωνᾶ ἡγιασμένε, τῇ ἐγκρατείᾳ ἐπῃγωνίσθης στεῤῥῶς, καὶ ἔμψυχον ἔδειξας ναόν, σεαυτὸν πανόλβιε, χαρισμάτων τοῦ Πνεύματος.
Χρησάμενος σώφρονι, γνώμῃ τοῦ κόσμου ἔλιπες, Πάτερ Θεωνᾶ τὰς ἀπολαύσεις, καὶ ἐκολλήθης τῷ ἐπὶ πάντων Θεῷ· Ὃν καὶ μιμησάμενος ποιμήν, ἄκακος καὶ ὅσιος, Ἐκκλησίας γεγένησαι.
Πετάσας τὰ χείλη σου, τῇ ἐγκρατείᾳ Ὅσιε, Πνεύματος Θεοῦ κατεπληρώθης, καὶ τοῦτο ἔχων, ἐν σοὶ παμμάκαρ λαλοῦν, ἐλάλησας χείλεσιν ἁγνοῖς, σωτηρίας ῥήματα, εἰς λαοῦ περιποίησιν.
Θεοτοκίον.
λέῳ ἐν ὄμματι, Θεοκυῆτορ ἔπιδε, ἐπὶ τὸν λαὸν τὸν προσκυνοῦντα, τὸν γεννηθέντα, ἀδιαφθόρως ἐκ Σοῦ, καὶ δίδου ὡς εὔσπλαγχνος αὐτῷ, μητρικῆς Σου χάριτος, δαψιλῶς τὰ δωρήματα.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ἰθύνας ῥάβδῳ τῶν λόγων σου, τὴν ποίμνην ἐπὶ χλόης τῆς πίστεως, Πάτερ μακάριε, παρὰ Χριστοῦ Ἀρχιποίμενος, στεφάνους ὑπεδέξω, δόξης τῆς ἄνωθεν.
Θεσσαλονίκης δεξάμενος, θεόθεν προεδρείαν ὡς ἄξιος, τῇ πολιτείᾳ σου, τῷ δεδωκότι ἐτήρησας, ὦ Θεωνᾶ τὴν πίστιν, ὥσπερ προείρηται.
Ὑπὸ Κυρίου τῆς χάριτος, τὸν νοῦν σου Θεωνᾶ ποιμαινόμενος, ποίμνην ἐποίμανας, καὶ ἀνεπίβατον ταύτην δε, ἀλλογενέσι λύκοις, Πάτερ ἐφύλαξας.
Θεοτοκίον.
Λαμπρὸν ἐδείχθης παλάτιον, καὶ θρόνος ὑψηλὸς τοῦ Παντάνακτος, ἁγνὴ τῷ τόκῳ Σου, δι’ οὗ κατάρας ἐῤῥύσθημεν, τῆς παλαιᾶς οἱ πόθῳ, Σὲ μακαρίζοντες.

Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐπεφάνη σήμερον, ὥσπερ οὐράνιον ἄστρον, Θεωνᾶ ἡ μνήμη σου, τῇ τῶν πιστῶν Ἐκκλησίᾳ, χάριτος, ταῆς δεδομένης σοι οὐρανόθεν, λάμψεσι, ταῖς ἀνεσπέροις φωταγωγοῦσα, ταὰς ψυχὰς τῶν ἐκβοώντων· Θεσσαλονίκης, χαίροις ὁ θεῖος ποιμήν.
Ὁ Οἶκος.
Οἱ πιστοὶ εὐφροσύνως συνέλθωμεν, καὶ κροτοῦντες τοῖς ᾄσμασι μέλψωμεν, τὸν θεοφόρον Θεωνᾶν, τὸν Ἱεράρχην τὸν σοφόν, καὶ ποίμνης Χριστοῦ τῆς λογικῆς, ποιμένα τὸν χρηστότατον. Τὸν ἀσκητικῶς πρότερον διαπρέψαντα, καὶ ποιμαντικῶς ἐσύστερον κοπιάσαντα. Τὸν στεῤῥὸν τῇ ἀσκήσει, καὶ πάνσοφον ταῖς διδαχαῖς, τὸν ἐν δουλείας τοῖς χρόνοις, τῶν εὐσεβῶν τὸ φρόνημα στερεώσαντα, καὶ τὴν εὐσέβειαν κρατύναντα· ἐπέφανε γὰρ σήμερον φαιδρῶς, τῇ Ἐκκλησίᾳ αὐτοῦ ἡ μνήμη, ὡς ἑωσφόρος πρωϊνός, τῇ τῶν θαυμάτων φωτοχυσίᾳ, τὰς καρδίας τῶν εὐσεβῶν καταλαμπρύνουσα, τῶν ἐκ πόθου ἐπιτελούντων αὐτήν, καὶ ἀκορέστῳ πόθῳ ἀναβοώντων· Θεσσαλονίκης, χαίροις ὁ θεῖος ποιμήν.

Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεωνᾶ, ἀρχιεπισκόπου Θεσσαλονίκης.
Λιπὼν Θεωνᾶς τὴν κάτω προεδρίαν,
παρίσταται νῦν τῷ Προέδρῳ τῶν ὅλων.
Τετάρτῃ Θεωνᾶς ἔνθεν ἀπέπτη πρὸς οὐρανόν.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ ἐν τῷ ὄρει Μαλε
Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,
ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.

Πρῶτος θάλασσαν εἰσιὼν Ἀγαθόπους,
ἔργοις ὑπῆρχε Χριστόπους Θεοδούλῳ.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζωσιμά, τοῦ κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.
Ζῶσαν προπέμψας Ζωσιμᾶς τὴν Μαρίαν,
θανοῦσαν εὗρεν· ἀλλὰ νῦν ζῶσιν ἅμα.

Ἁπλῆν με πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,
ἔχεις δὲ πρισθεῖσάν με διπλῆν Φερβούθαν.
Δούλας ἀληθεῖς Δεσπότου Θεοῦ δύο,
δούλην τε καὶ Δέσποιναν ἔπρισε πρίων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πουπλίου.
Ἐν οὐρανοῖς, Πόπλιε, μισθός σοι μέγας,
πρὸς οὓς ἀπαίρων χαῖρε καὶ κρότει μέγα.

Πλάτων ἀρίστην εὖ μετεπλάσθη πλάσιν,
Χριστῷ πλάσαντι συγκραθεὶς πλάσιν ξένην.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων· Θεωνᾶ, Συμεών, και Φερβίνου.
Ψυχὰς δέχου τρεῖς οὐ κεκηλιδωμένας,
ψυχῶν ἀκηλίδωτε τῶν θείων τόπε.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου, Ἐπισκόπου Σεβίλλης

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Νικήτας, ὁ ἐν Σέῤῥαις ἀπαγχνονισθείς, τελειοῦται ἐν ἔτει 1808ῳ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ  Πολυάθλου τοῦ Ῥώσσου, τοῦ ἀσκήσαντος κατὰ τὸν ΙΔ΄ αἰώνα

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζωσιμά τοῦ Βορμποζόμ τοῦ Ῥώσσου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀβραμιαῖοι ποτέ.
Προσκολληθεὶς τῷ Θεῷ, δι’ ἐγκρατείας Πάτερ, παθῶν ὑψώσεις ἐταπείνωσας, καὶ ψήφῳ τῆς χάριτος, Θεσσαλονίκης, τὸν θρόνον ἐκληρώσω.
Ναὸν τελέσας σαυτόν, τοῦ Παρακλήτου Πάτερ, Ναὸν καὶ Μάνδραν ἀνεδόμησας, τῇ Μεγαλομάρτυρι, Ἀναστασία μεθ’ ἧς σὲ εὐφημοῦμεν.
Θαυμάτων χάριν λαβών, ὦ Θεωνᾶ πλουσίως, ὡς Ἱεράρχης ἐνθεώτατος, τοὺς πόθῳ ὑμνοῦντάς σε, ἐκ νοσημάτων διάσωσον παντοίων.
Θεοτοκίον.
Λαὸς πιστῶς Σε ὑμνεῖ, τὴν τοῦ Θεοῦ Μητέρα, ἀκαταπαύστως Θεονύμφευτε, καὶ ἀνακραυγάζει Σοι· Χαῖρε Παρθένε, τῶν πάντων σωτηρία

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Τῶν Ἀγγέλων αἱ τάξεις ἐξέστησαν, τῇ ὁσίᾳ σου ζωῇ ἀοίδιμε· ὑπὲρ γὰρ φύσιν ἔζησας, ἐγκρατείας τοῖς πόνοις, καὶ τῶν δαιμόνων, τὴν κακίαν εἰς τέλος κατήσχυνας.
Θεωνᾶ Ἱεράρχα μακάριε, ἐν δουλείας τοῖς χρόνοις γεγένησαι, ἀναψυχὴ καὶ ἴαμα, τῷ λαῷ τοῦ Κυρίου, αὐτῷ τὰ πάντα, δι’ ἀγάπης ὡς Παῦλος γενόμενος.
Οἱ πιστοὶ συνελθόντες τιμῶμέν σε, μελῳδίαις τὴν δόξαν κροτοῦντές σοι, ἣν εὗρες Πάτερ Ὅσιε, τῶν φθαρτῶν ἀναλύσας· ὅθεν μὴ παύσῃ, τοῦ αἰτεῖσθαι πιστοῖς τὰ σωτήρια.
Θεοτοκίον.
τεχθεὶς ἀπειράνδρως ἐκ μήτρας Σου, προστασίαν βεβαίαν Θεόνυμφε, ὡς ἀγαθός Σε ἔδωκε, τοῖς βοῶσί Σοι πόθῳ· Χαῖρε Παρθένε, τῆς κατάρας τελεία κατάργησις.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Δεῦτε οἱ πιστοί, ἀγαλλιασώμεθα, μνήμην τὴν ἔνδοξον, Θεωνᾶ τοῦ μάκαρος, ἐπιτελοῦντες καὶ ἀνακράξωμεν· Θεσσαλονίκης καύχημα, Λέσβου τὸ βλαστημα, Πάτερ σῷζε, τοὺς ἀνακειμένους σοι, ἐκ παντοίων δεινῶν ταῖς πρεσβείαις σου.
Δῶρον Θεωνᾶ, Θεῷ ἀξιόθεον, τῆς πολιτείας σου, δοὺς τὰ προτερήματα, τῶν ἰαμάτων παρ’ Αὐτοῦ ἔλαβες, τὰ κρείττονα χαρίσματα· δι’ ὧν τὰ ἀλγήματα, τῶν νοσούντων, ἰατρεύεις τάχιστα, καὶ ἰᾶσαι παθῶν ἀμπλακήματα.
Λάμπεις ὡς φωστήρ, ἐν τῷ στερεώματι, Πάτερ τῆς πίστεως, καὶ φωτίζεις ἅπαντας, τῇ φωταυγείᾳ, τῶν χαρισμάτων σου, καὶ λύεις πᾶσαν ζόφωσιν, παθῶν καὶ θλίψεων· διὰ τοῦτο, Θεωνᾶ τὴν μνήμην σου, συνελθόντες τανῦν ἑορτάζομεν
Θεοτοκίον.
μνοις καὶ ᾠδαῖς, ἀεὶ μακαρίζομεν, Μῆτερ τὸν τόκον Σου, καὶ ἀναβοῶμέν Σοι· Θεοκυῆτορ τοὺς καταφεύγοντας, Σῇ μητρικῇ χρηστότητι, ὡς πολυεύσπλαγχνος, ἐκ κινδύνων, λύτρωσαι καὶ θλίψεων, νοσημάτων πικρῶν καὶ κακώσεων.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Βιώσας ὥσπερ ἄγγελος, ἀσκητικοῖς ἀγῶσί σου, ἀρχιερέων ἐν θρόνῳ, ἀνῆλθες νεύσει Κυρίου, καὶ ὡς ποιμὴν διέπρεψας, ἀξίως τοῦ χαρίσματος· διὸ Χριστὸς τοῖς θαύμασι, δοξάζει σε ὑπὲρ λόγον, ὦ Θεωνᾶ θεοφόρε.
Θεοτοκίον.
Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε Σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους· κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς Σε, καὶ πάσης περιστάσεως, ταῖς Σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου.















Αἶνοι. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; Τὸν καταλιπόντα τὰ πρόσκαιρα, καὶ δι’ ἀνενδότου ἀσκήσεως, ἀρετῶν εἰς ὕψος ἀνελθόντα· Ὁσίων, τὸν ἀρνησίκοσμον ὁμόζηλον, καὶ τούτων, τὸν πνευματέμφορον ὁμότροπον· τὸν θαυμαστὸν Ἱεράρχην, Θεωνᾶν τὸν θεῖον, οὗ πρεσβείαις πρὸς τὸν Θεόν, κινδύνων λυτρούμεθα, οἱ πιστῶς αὐτὸν γεραίροντες.

Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τὸν ἀσκητικῶς διαπρέψαντα, καὶ ποιμαντικῶς ἀναλάμψαντα, ἐν Θεσσαλονίκης τῇ καθέδρᾳ· τὸν στύλον, Ὀρθοδοξίας τὸν ἀκλόνητον· τὸ ὕψος, διδασκαλίας τὸ περίβλεπτον· τῆς νήσου Λέσβου τὸν γόνον, Θεωνᾶν τὸν θεῖον, οὗ πρεσβείαις πρὸς τὸν Θεόν, ῥυόμεθα θλίψεων, οἱ πιστῶς αὐτὸν γεραίροντες.

Ποίοις, πνευματικοῖς ῥήμασιν, ἐπαινέσωμέν σε Ἱεράρχα; Σὺ γὰρ ἐκ τῆς Λέσβου ὁρμώμενος, τῇ ἀσκητικῇ πολιτείᾳ σου, ἔλαμψας ὡς λύχνος ἐγκρατείας· διόπερ, ἐν Ἐκκλησίᾳ τῇ λυχνίᾳ σε, ἀξίως, ὦ Θεωνᾶ Χριστὸς ἀνύψωσεν· ὃν τοῦ φωτίσαι δυσώπει, ψυχὰς καὶ καρδίας, ἀληθείας τῷ φωτισμῷ, τῶν πόθῳ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες.

Ποίοις, εὐφραντικοῖς ᾄσμασι, μακαρίσωμέν σε Ἱεράρχα; Σὺ γὰρ δι’ ἀγώνων ἀσκήσεως, ἑαυτὸν μονὴν ἀπετέλεσας, τῆς τοῦ Παρακλήτου ἐνεργείας· ἐντεῦθεν, Ἀναστασίας τῆς θεόφρονος, τὴν μάνδραν, ὦ Θεωνᾶ ἀνῳκοδόμησας· μεθ’ ἧς Χριστὸν ἐκδυσώπει, τὸν δοξάσαντά σε, τοῦ δωρήσασθαι τοῖς πιστοῖς, εἰρήνην καὶ ἔλεος, καὶ πταισμάτων τὴν συγχώρησιν.

Δόξα. Ἦχος δ΄.
Λέσβου ἐξορμώμενος, πλείστους τόπους διήμειψας, ἀσκητικῶς ἀγωνιζόμενος, κατὰ τοῦ πονηροῦ κοσμοκράτορος, Θεωνᾶ παμμακάριστε· διό σου ὁ Θεός, τὰς ἀρετὰς ἀμειβόμενος, ἐν περιβλέπτῳ καθέδρᾳ, Ἀρχιερέων ἀνύψωσε, καὶ Ἐκκλησίας φωστῆρα ἀνέδειξε, τῆς εὐσεβείας τὸν φωτισμόν, τοῖς πέρασι διαλάμποντα, καὶ διασκεδάζοντα ἀσεβείας σκοτόμαιναν· ὅθεν σήμερον οἱ πιστοί, τῆς δεδομένης σοι χάριτος, τὸν πλοῦτον θαυμάζοντες, ταὴν μνήμην σου ἐπιτελοῦμεν, καὶ αἰτοῦμέν σε πρέσβυν, πρὸς τὴν Ἁγίαν Τριάδα θερμότατον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦρο τοῖς καλοῦσί σε εὐλαβῶς, σύμμαχος ἐν βίῳ, καὶ ὑπέρμαχος Θεωνᾶ, ῥυόμενος πάντας, ἐχθροῦ τῆς βασκανίας, κινδύνων νοσημάτων, δεινῶν καὶ θλίψεων.

http://www.imr.gr/article/587/akoloythia-toy-en-agiois-patros-hmwn-thewna-arxiepiskopoy-thessalonikhs

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου