ΙΟΥΛΙΟΣ Ι΄.
ΑΜΑΛΙΑ ΟΣΙΑ ΒΡΥΞΕΛΛΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Δρος
Χαραλάμπους Μ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε, πιστοί, Ἀμαλίαν ἐγκωμιάσωμεν, τῶν Βρυξελλῶν
Ὁσίαν καὶ μητέρα τετράδος Ὁσίων καὶ Μαρτύρων, ὡς τῷ Χριστῷ πίστει εὐαρεστήσασαν
καὶ ἀπελθοῦσαν εὐφραίνεσθαι σὺν Αὐτῷ εἰς τῶν οὐρανῶν σκηνώματα.
Τῆς εὐκλεοῦς Ἀμαλίας τὰ κατορθώματα, τὴν
ἐλεημοσύνην, ἀγωγὴν τὴν ὁσίαν ἐν Μάνδρᾳ σεβασμίᾳ πανευλαβῶς οἱ πιστοὶ
εὐφημήσωμεν καὶ τὰς αὐτῆς ἐκζητήσωμεν προσευχὰς πρὸς τὸν εὔσπλαγχνον
Θεάνθρωπον.
Τὴν διαθρέψασαν τέκνα αὐτῆς τιμήσωμεν, Ὁσίαν
Ἀμαλίαν, ἐν Θεοῦ νουθεσίᾳ, μητέρα ὡς Ἁγίων περιφανῶν, σὺν αὐτοῖς συγχορεύουσαν ἐν
οὐρανίοις λειμῶσι καὶ τοῦ Θεοῦ καθορῶσαν κάλλος ἄῤῥητον.
Χαῖρε, ἡ μήτηρ Ἐμβέρτου ἱεροφάντορος, Γουδούλης τῆς
Ὁσίας, Φαραΐλδας ἐνθέου καὶ Μάρτυρος Ὁσίας ὡς ἀληθῶς Ῥαϊνέλδας κραυγάζοντες σὴν
θείαν μνήμην τιμῶμεν, θεοειδὲς Ἀμαλία, ὕμνοις πρέπουσι.
Δόξα. Ἦχος β΄.
Τὴν
ἐξ εὐγενοῦς ῥίζης τῆς Βραβάνδης προελθοῦσαν καὶ ἄνθη εὔοσμα κομισαμένην τῇ τοῦ
Σωτῆρος ἡμῶν Ἐκκλησίᾳ, Ἀμαλίαν, τὴν ὁσιωτάτην ἀσκήτριαν, εὐφημήσωμεν ὡς
θεοφιλῶν γυναικῶν σεμνολόγημα οὕτω λέγοντες· Ἡ συμπαθείας κρίνοις καὶ
ταπεινώσεως λευκανθέμοις ὡραΐσασα τὴν ἐν Βρυξέλλαις Χριστώνυμον ὁμήγυριν, διάλυσον
ἡμῶν παθῶν τὴν δυσωδίαν καὶ σῶσον εὐχαῖς σου ἡμᾶς τοῦ σκότους τῆς κολάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ἡ εὐγενὴς Ὁσία Ἀμαλία, τῶν Βρυξελλῶν
λαμπρότης καὶ κλέος Ἐκκλησίας Χριστοῦ περιφανέστατον.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Χαῖρε, ἡ προσευχῇ ἀδιαλείπτῳ, μῆτερ, καὶ
νήψει ἐν Σεμνείῳ, Ὁσία Ἀμαλία, τῶν Βρυξελλῶν ἐκλάμψασα.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ἔδωκας τῷ Χριστῷ σὰ τέκνα, Ἀμαλία, καὶ δι’ αὐτῶν
τοὺς δήμους ἠγλάϊσας Ἁγίων, σεπτῶν
μητέρων ἔκτυπον.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Πνεῦμα, Τριὰς
ὑπεραγία, ὁσίας Ἀμαλίας οὐράνιον κραταίωμα.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ἠγλαϊσμένη Μῆτερ Θεοῦ Ὑψίστου
Λόγου, περίσκεπε σοὺς δούλους ἐν πάσαις περιστάσεσι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Ὁσιότητος ἄγαλμα θεοσμίλευτον, παιδαγωγίας
ἀκρότης τετράδος τέκνων τῶν σῶν, συγχαιρόντων τῶν Ἁγίων ὁμηγύρεσι, σκεῦος
σοφίας τοῦ Θεοῦ, Ἀμαλία, Βρυξελλῶν μονάστρια θεηγόρε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν
τῶν πίστει εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ
ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος
ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος
δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῆς Βραβάνδης ἐκβλάστημα, Βρυξελλῶν ἐνδιαίτημα, ἀγωγῆς
ἀμέμπτου εἰκὼν περίλαμπρε, τῆς ταπεινώσεως ἄγαλμα, συνέσεως ἔκτυπον καὶ πυξίον
ἀρετῆς καθαρὸν εὐφημήσωμεν οἱ Χριστώνυμοι, ὡς ἀλάβαστρον ὄντως πανευῶδες εὐσεβείας,
Ἀμαλίαν, τὴν θεοφόρον ἀσκήτριαν.
Τὴν τετράδα τῶν τέκνων σου εἰς ὁδοὺς ἁγιότητος, Ἀμαλία,
ἴθυνας, χριστοφίλητε, ὡς ἀπλανὴς κατευθύντειρα καὶ μήτηρ φιλόστοργος, ῥάβδῳ σῶν
νουθεσιῶν καὶ σοφίας τῶν λόγων σου, παντευλόγητε, Βρυξελλῶν τῶν Ὁσίων κοσμιότης
καὶ ὡράϊσμα μητέρων, τῶν φιλουσῶν τὸν Θεάνθρωπον.
Τῆς σεμνότητος
πρόβολον, ταπεινώσεως μέλαθρον, ἐλεημοσύνης τὸ καταγώγιον, πανσόφως
παιδαγωγήσασαν αὐτῆς τὰ βλαστήματα, θυγατέρας καὶ υἱούς, ἀρετῆς πρὸς τελείωσιν εὐφημήσωμεν,
Ἀμαλίαν, Χριστοῦ φῶς Ἐκκλησίας, δι’ ἡμᾶς τοῦ Σταυρωθέντος καὶ Ἀναστάντος
Παντάνακτος.
Τοῦ Βιτγέρονος κόμητος τὴν ὁμόζυγον μέλψωμεν, ἣν Χριστὸς
μητέρα τετράδος ἔδειξεν Ἁγίων ὕμνοις ἐμπρέπουσιν, Ἐμβέρτου θεόφρονος Ἀρχιποίμενος
Καμπραί, Φαραΐλδας θεόφρονος, καλλιμάρτυρος, Ῥαϊνέλδας Ὁσίας, καὶ Γουδούλης, πόνοις
εὐαρεστησάσης ἀσκητικοῖς τὸν Θεάνθρωπον.
Σεαυτὴν ἀναλώσασα ἐνδεέσι καὶ πένησι, μῆτερ εὐσυμπάθητε, πᾶσιν
ἔδειξας τὰ σπλάγχνα σῆς ἀγαθότητος, ἀγάπης πρὸς ἅπαντας καὶ ἀπείρων οἰκτιρμῶν, Ἀμαλία
πανύμνητε, σκεῦος χάριτος καὶ ἀκένωτε κρήνη εὐποιΐας, ἡ ἐκχέουσα ἐλέους ἀφθόνως
ἅπασι νάματα.
Ἀσκουμένη καὶ νήφουσα, ἀγρυπνοῦσα, νηστεύουσα καὶ σκληραγωγοῦσα
ἀπαύστως σάρκα σου μοναστριῶν ὤφθης πρότυπον,
Ὁσίων
καλλώπισμα, τοῦ Σεμνείου τοῦ Μομπέζ, ἐξ οὗ ἤρθης πρὸς δώματα ἐπουράνια, συναγάλλεσθαι
σῷ σεπτῶ Νυμφίῳ, παρασχόντι σοι θεόθεν τὸν ἀμαράντινον στέφανον.
Δόξα. Ἦχος πλ. β΄.
Ὑψοποιῶ ταπεινώσει κεκοσμημένη καὶ παιδαδαγωγίας
μαργαρίταις ἠγλαϊσμένη, ὁσίως διήνυσας τοῦ παρόντος βίου τὸν δόλιχον, Ἀμαλία,
Βρυξελλῶν θεοτίμητε μονάστρια· ὅθεν ἡμεῖς σήμερον τὴν μνήμην σου ἑορτάζοντες καὶ
τὰ κατορθώματά σου μεγαλύνοντες τὰς θεοπειθεῖς σου εὐχὰς ἐξαιτούμεθα πρὸς
ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 - 31 )
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστι
λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη
καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη
ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς
ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν
καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον
ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν
ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν
οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί.
Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἄν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ
εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ
τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ
οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς
ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ
θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ
ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν
αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις
ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ
κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται
δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης
ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων
αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος
ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ
τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν
ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ
ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον
ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν
οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ·
ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Εὐφράνθητε
σήμερον φιλέορτοι πάντες ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ τῆς ὁσιωτάτης Ἀμαλίας, τοῦ
εὔχους καὶ διακόσμου τῶν Βρυξελλῶν, καὶ ἐν εὐλαβείᾳ αὐτῇ βοήσατε· Ἡ Θεῷ καὶ
ἀνθρώποις εὐαρεστήσασα θεαυγεῖ πολιτείᾳ καὶ κενωτικῇ ἀγάπῃ, μὴ παύσῃ Χριστὸν
ἡμῖν ἱλεουμένη τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Ἦχος
β΄.
Τὴν νουθετήσασαν
τὰ ἑαυτῆς τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου καὶ ὁδηγήσασαν αὐτὰ εἰς ἁγιότητα, Ἀμαλίαν τὴν χριστοφίλητον, εὐφημήσωμεν ὡς μητέρων φιλοστόργων ἀκρώρειαν καὶ αὐτῇ ἐν
κατανύξει κραυγάσωμεν· Ἡ πυξίδα ζωῆς
ἔχουσα τὰ θεῖα ἐντάλματα καὶ θεμέλιον αὐτῆς
τὸν Κύριον, ἴθυνον καὶ τοὺς τιμῶντας τὴν μνήμην σου πρὸς ὁδὸν εὐθεῖαν, τὴν εἰς οὐρανοὺς ἀπάγουσαν.
Ἦχος
γ΄.
Προσευχῆς
ἐργαστήριον σεαυτὴν ποιήσασα καὶ ὕψος δυσαντίβλεπτον ἀρετῆς καταλαβοῦσα μετέσχες
τῆς θεώσεως, Ἀμαλία, ὡς ἰσάγγελος· σὺ γὰρ ὁσίως καὶ φιλανθρώπως πολιτευσαμένη ἐκληρονόμησας
ἀγαθὰ τὰ ἡτοιμασμένα καὶ οὐρανῶν πολίτις
γεγονας, ἀοίδιμε· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες καὶ τοὺς ἀγῶνάς σου
μεγαλύνομεν τὰς διαθέρμους εὐχὰς πρὸς Κύριον ἐξαιτούμεθα, τὸν δωρούμενον πᾶσι
τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Eὐεργετήσασα
τοὺς πλησίον σου, Ἀμαλία, τῷ πλούτῳ τῆς καρδίας σου ἀπῆλθες
πρὸς τὸν εὐεργέτην ἡμῶν καὶ Κύριον,
ἔνθα ἦχος καθαρὸς ἑορταζόντων καὶ σὺν Ἀγγέλοις Αὐτὸν ἀπαύστως δοξαζόντων·
στεφηφόρος οὖν εἰσελθοῦσα εἰς τὴν
οὐράνιον παστάδα χάριν εὗρες
περισκέπειν τοὺς σοὶ καταφεύγοντας καὶ τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη
Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Βραβάνδης βλαστός, τῶν Βρυξελλῶν τὸ
μυροβόλον ὀσφράδιον, ἡ ὅμαιμος τοῦ Πιπίνου, τοῦ πανοσίου Δουκός, σῶφρον Ἀμαλία,
σκεῦος χάριτος, Βιτγέρονος σύνευνε, καὶ κατάκαρπε ἄμπελε φέρουσα βότρυς γλυκυτάτους
τῶν τέκνων σου, μῆτερ εὔστοργε, τὴν τετράδα, ἣν Κτίσαντι τῷ φιλανθρώπῳ ἔδωκας ὡς
δῶρα πολύτιμα,
ἱερομύστην
Ἐμβέρτον, Γουδούλην, θείαν ἀσκητριαν, σεμνὴν Φαραΐλδαν καὶ γενναίαν Ῥαϊνέλδαν, Ὁσιομάρτυρα.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Χαίροις, τῆς
συμπαθείας φανός, ἀστὴρ ἀγάπης ἀνατείλας λαμπρότατος Βραβάνδης εἰς ἐπαρχίαν ἧς
πόλις τῶν Βρυξελλῶν πέλει, Ἀμαλία, ἡ πρωτεύουσα, καὶ πάντας παμφώτοις σου καταυγάσας πυρσεύμασι χρηστοηθείας, ἀρετῆς,
ταπεινώσεως, καθαρότητος
βιοτῆς καὶ συνέσεως πάντας τοὺς προσιόντας σοι, θεόφρον
μονάστρια, ἡ ἐνασκήσεως πόνοις συντόνοις εὐαρεστήσασα Χριστῷ, σῷ Νυμφίῳ, τῷ
παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δεῦτε, πανευσχημόνως,
πιστοί, τὴν ἐλεήμονα, σεμνὴν καὶ φιλάρετον τιμήσωμεν Ἀμαλίαν, ἐν τῷ Σεμνείῳ
Μομπὲζ πόνοις νυχθημέροις
ἐνασκήσασαν καὶ ῥείθροις λευκάνασαν τῶν δακρύων
τριβώνιον αὐτῆς τὸ μέλαν τῆς ἐνθέου ἀσκήσεως ἀνακράζοντες· Θεοφόρε μονάστρια, ἡ
τῆς παστάδος ἔνοικος τοῦ πολου καὶ σύναυλος τῶν φωτομόρφων Ἀγγελων, μὴ
διαλείπῃς πρεσβεύουσα Χριστῷ καταπέμψαι τοῖς
τιμῶσί σε θεόθεν τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀγάλλου ἐν Κυρίῳ
ἡ τῶν Ὁσίων ἀμνάδων τοῦ Χριστοῦ χορεία, προβάλλουσα τὰ κατορθώματα καὶ τὴν
ἰσάγγελον πολιτείαν Ἀμαλίας, τῆς τῶν Βρυξελλῶν μοναστρίας· αὕτη γὰρ ἐκθρέψασα
τὰ τέκνα αὐτῆς ἐν νουθεσίᾳ Κυρίου καὶ ὁδηγήσασα αὐτὰ εἰς θέωσιν, πτωχοὺς
ἐλεήσασα καὶ ἑαυτὴν πάσης προσύλου σχέσεως καθάρασα, δοχεῖον τοῦ Παρακλήτου Πνεύματος διαυγέστατον
πέφηνε· καὶ νῦν Χριστῷ συνευφραινομένη ἐν παστάδι οὐρανίῳ ἀδιαλείπτως Αὐτῷ
πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι ταὰς δεήσεις ταῶν δούλων Σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Ὁσιότητος ἄγαλμα θεοσμίλευτον, παιδαγωγίας
ἀκρότης τετράδος τέκνων τῶν σῶν, συγχαιρόντων τῶν Ἁγίων ὁμηγύρεσι, σκεῦος
σοφίας τοῦ Θεοῦ, Ἀμαλία, Βρυξελλῶν μονάστρια θεηγόρε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν
τῶν πίστει εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ
Μετὰ
τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὁσία θαυμαστὴ Βρυξελλῶν,
Ἀμαλία, ἡ λάμψασα βολαῖς πρὸς πτωχοὺς συμπαθείας, σῶν τέκνων πρὸς θέωσιν θείας χειραγωγήσεως
καὶ ἀσκήσεως συντόνου, λῦσον ὁμίχλην πάσης σχέσεως προσύλου τῶν μελῳδούντων τὴν
πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνάστησον ἡμᾶς ἐκ βυθοῦ ἁμαρτίας καὶ λάκκου
πειρασμῶν, Θεοτόκε Παρθένε, τοὺς σοὶ καταφεύγοντας καὶ τρανῶς μεγαλύνοντας θαυμασίων
σου πληθύν, ἀπείρανδρε Μῆτερ, καταφύγιον ἐμπεριστάτων ἁπάντων, πανύμνητε
Δέσποινα.
Μετὰ τὴν β΄. Στιχολογίαν
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσία φιλάνθρωπε καὶ ἐλεῆμον, ὁδὸν σαφῶς ἐπιδείξασα
τετράδι τέκνων τῶν σῶν εὐθεῖαν θεώσεως, πάνσοφε Ἀμαλία, Βρυξελλῶν θεῖον εὖχος, δεῖξον
ἡμῖν τὴν τρίβον οὐρανοῦ πρὸς λειμῶνας ἀπάγουσαν εὐχῶν σου φωτὶ πρὸς τὸν
Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θερμὸν παραμύθιον τῶν ἐν ταῖς λύπαις πιστῶν, πανύμνητε
Δέσποινα, καταφυγὴ ἐν δεινοῖς βροτείου συστήματος, ῥῦσαι ἡμᾶς παγίδων τοῦ παγκάκου
Βελίαρ, πάσης ἀκαθαρσίας σαρκικῆς καὶ κινδύνων εὐχαῖς σου ῥυπτικαῖς πρὸς Υἱὸν σοῦ
τὸν πανάγιον.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Τὴν διαπρέψασαν πόνοις ἀσκήσεως ἐγκωμιάσωμεν εὐτάκτοις
ᾄσμασι, φιλανθρωπίᾳ ἀκραιφνεῖ καὶ θείᾳ ποδηγεσίᾳ τέκνων πρὸς κατάκτησιν τῶν
αὐτῆς τῆς θεώσεως, Βρυξελλῶν μονάστριαν καὶ μητέρων ὡράϊσμα φωσφόρων εὐχαρίστως
βοῶντες· Χαῖρε, θεόφρον Ἀμαλία.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς
χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ
ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς
Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς
μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας, πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου
πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῆς ἐνεργοῦ
ἀγάπης τὴν ἀκρώρειαν, εὐσυμπάθητον τῶν Βρυξελλῶν μονάστριαν, Ἀμαλίαν, τιμήσωμεν
ὡς πρόβολον πίστεως καὶ κρηπίδωμα εὐσεβείας οὕτω λέγοντες· Ἡ διδάξασα καὶ ποιήσασα,
ἡ πτωχεύμασα ἵνα τοὺς ἄλλους πλουτίσῃς, δεῖξόν μοι σὴν συμπάθειαν καὶ παῦσόν
μου τῆς σαρκὸς τὰ χαμαίζηλα σκιρτήματα, πρεσβείαις σου πρὸς Κύριον.
Εἶτα ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς· Ἀμαλίαν, Βρυξελλῶν Ὁσίαν, μεγαλύνω. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀνδρείαν
τιμήσωμεν γυναίκα λίθον ὡς πίστεως πολύτιμον σήμερον κατὰ Παροιμιαστὴν τὸν
ὑπέρσοφον, Ὁσίαν Ἀμαλίαν, καὶ ταύτης ἀσκήσεως πόνους ὑμνήσωμεν.
Μομπὲζ Μάνδρας
σάπφειρε, τῶν Βρυξελλῶν ἐγκαλλώπισμα, Ὁσίων διάκοσμε θεοειδῶν γυναικῶν καὶ ἀλάβαστρον
εὐῶδες, Ἀμαλία, Χριστοῦ θείας πίστεως, ὄντως δεδόξασαι.
Ἀστείρευτε
χείμαῤῥε φιλανθρωπίας, ἐχόρτασας τῷ ἄρτῳ ἀγάπης σου καὶ συμπαθείας πτωχοὺς καὶ
κατέδειξας σὰ σπλάγχνα συμπαθείας πιστοῖς, ἀγγελόμορφε Μῆτερ, ἀσκήτρια.
Θεοτοκίον.
Λαμπὰς ἁγιότητος καὶ
παρθενίας ὑπέρφωτε, Παρθένε πανύμνητε, Θεογεννῆτορ σεμνή, λάμψον ἅπασι σοῦ
Φωτοδότου Τόκου τὸ φῶς τὸ ἀπρόσιτον, Μῆτερ φωτόλαμπρε.
ᾨδὴ γ΄. Τοὺς
σοὺς ὑμνολόγους.
Ἰσχὺν οὐρανόθεν,
Ἀμαλία, λαβοῦσα παρεῖδες τὰ φθαρτὰ καὶ μάταια ὡς ῥέοντα καὶ ἀκλινῶς ἐπόθησας τὰ
ἄῤρευστα, πανεύφημε, καὶ ἐσαεὶ διαμένοντα.
Ἀμάρυγμα θείας
εὐσπλαγχνίας, ἐφώτισας δήμους Βρυξελλῶν φιλανθρωπίας ἔργοις σου καὶ συμπαθείας
τρόποις σου πρὸς ἐνδεεῖς καὶ κάμνοντας, Ὁσία μῆτερ, θεόφιλε.
Νικήσασα πόνοις
σου συντόνοις τοῦ γένους ἡμῶν τὸν πτερνιστὴν καὶ τοῦτον θριαμβεύσασα ἀσκήσεως
καμάτοις σου Κυρίῳ εὐηρέστησας, τῷ σῷ Νυμφίῳ, μονάστρια.
Θεοτοκίον.
Βοήθει σοῖς
δούλοις, Θεοτόκε, τοῖς σπεύδουσι σῇ ἐπισκοπῇ καὶ ἀντιλήψει, Ἄχραντε, ἐν βίου
περιστάσεσι καὶ συμφοραῖς καὶ θλίψεσιν, εὐλογημένη Παντάνασσα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε μέλψωμεν ἐν
εὐλαβείᾳ τὴν ἐκλάμψασαν χρηστοηθείᾳ, συμπαθείᾳ πρὸς λαὸν ἐμπερίστατον, χειραγωγίᾳ
τῶν τέκνων πρὸς θεωσιν αὐτῆς καὶ πόνοις συντόνοις ἀσκήσεως πόθῳ κράζοντες·
Μονάστρια,χαῖρε, πάσοφε, Ὁσία Ἀμαλία, πνευματέμφορε.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μητροπάρθενε, ἡ
ἐλεοῦσα καὶ οἰκτίρουσα τοὺς σὲ τιμῶντας, ἐκ τοῦ ὕψους σῆς εὐκλείας ἐπόπτευε καὶ
δαψιλῶς δίδου πᾶσι τὰ πρόσφορα τοῖς ἐκζητοῦσι σὴν θείαν ἀντίληψιν καὶ βοήθειαν
ταχίστην ἐν περιστάσεσι καὶ θλίψεσι παντοίαις, παντευλόγητε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥεύμασί σου τῶν
δακρύων, Ἀμαλία, καὶ κλίσεσι σῶν γονάτων χάριν ἐπὶ σὲ τοῦ Πνεύματος εἵλκυσας καὶ
ἐν τῷ φόβῳ Κυρίου νουθετήσασα τὰ τεκνία σου, αὐτὰ ἁγίοις συνέταξας.
Ὑμνῳδίαις,
Ἀμαλία, τῆς Βραβάνδης ἐκβλάστημα, ὅμαιμε Πιπίνου, κομήτος Ἁγίου, τιμῶμέν σε καὶ
σὴν ὑπέρφωτον μνήμην ἑορτάζοντες μεγαλύνομεν ἀσκήσεώς σου παλαίσματα.
Ξύλου νῦν
ἐπαπολαύεις οὐρανῶν ὡς φιλάνθρωπος, ἐλεῆμον μῆτερ, Ἀμαλία, λύχνε σεμνότητος, σὺν
τῇ τετράδι τῶν τέκνων, νουθεσίαις σου ἃ ἠξίωσας ἁγίοις συνεπαγάλλεσθαι.
Θεοτοκίον.
Εὐσυμπάθητε
Παρθένε, ἡ ῥοὰς ἀποσμήχουσα τῶν δακρύων πάντων τῶν ἐμπεριστάτων δεήσεων σῶν
μανδηλίῳ ἐνθέρμων, ῥῦσαι θλίψεων τοὺς τιμῶντάς σε καὶ ἐπηρείας τοῦ ὄφεως.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαμπὰς ὁσιότητος,
ἐφώτισας τὰ σύμπαντα, μῆτερ Ἀμαλία, φωτοφόρε, ταῖς λαμπηδόσι σῆς ἀκραιφνοῦς ἀγωγῆς, ἐλέους
καὶ πλήθους οἰκτιρμῶν πρὸς τοὺς
χρείαν ἔχοντας καὶ πεινῶντας καὶ
στένοντας.
Λιμὴν
ἀκλυδώνιστος ἐδείχθης τῶν τεκνίων σου, σῶφρον Ἀμαλία, τῆς τετράδος, σοφοῦ
Ἐμβέρτου, Γουδούλης τῆς θαυμαστῆς, σεμνῆς Φαραΐλδας ἀληθῶς καὶ Ὁσιομάρτυρος Ῥαϊνέλδας,
ἐν κλύδωσι.
Ὡς σκεῦος
πολύτιμον τοῦ Παρακλητου Πνεύματος, πᾶσιν, Ἀμαλία, τὴν οἰκοῦσαν σοὶ θείαν χάριν
ἔδειξας τῶν Βρυξελλῶν τοῖς δήμοις καὶ συμμοναστριῶν τοῖς χοροῖς σου, ἄγαλμα ἀρετῶν
θεοσμίλευτον.
Θεοτοκίον.
Ναὲ ἁγιάσματος, Κυρία
Μητροπάρθενε, δεῖξον τῇ σῇ χάριτι σοὺς δούλους ναοὺς ἐλέους Υἱοῦ σου καὶ
οἰκτιρμῶν, τοὺς σπεύδοντας σῇ ἐπισκοπῇ καὶ προνοίᾳ, Δέσποινα, Θεοκῦμον
πανάχραντε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁσίων εὖχος
ἀτίμητον, Σεμνείου τοῦ Μομπὲζ σεμνολόγημα, πόνοις συντόνοις σου Νυμφίῳ σῷ
εὐηρέστησας, ἐν πόλῳ, Ἀμαλία θεομακάριστε.
Σέ, Βρυξελλῶν τὸν
διάκοσμον, Ὁσία Ἀμαλία, γεραίροντες ὡς ἐλεήμονα καὶ θεοφόρον μονάστριαν ἀσκήσεώς
σου πόνους ἐγκωμιάζομεν.
Ἰδεῖν Θεοῦ
κατηξίωσαι τὸ κάλλος τοῦ προσώπου τὸ ἄῤῥητον πόλου ἐν δώμασιν ἰδίοις, πάνσεμνε,
ὄμμασιν, ὀλβία Ἀμαλία, ἀξιοθαύμαστε.
Θεοτοκίον.
Ἀξίως πάντες
ὑμνοῦμέν σε, ἡμῶν ὡς ἱερὸν καταφύγιον ἐν περιστάσεσι, Θεογεννῆτορ Παντάνασσα, ἡγιασμένη
Μῆτερ τοῦ Παντοκράτορος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁσιωτάτην,
εὐσυμπάθητον μονάστριαν τῶν Βρυξελλῶν ἀξιοχρέως εὐφημήσωμεν, Ἀμαλίαν, ὡς
ἀλάβαστρον εὐσεβείας καὶ καλλίπαιδα μητέρα, κατευθύνασαν ἀπλανῶς πρὸς ἁγιότητα
βλαστήματα ταύτης κράζοντες· Χαίροις, Μῆτερ ἀοίδιμε.
Ὁ Οἶκος.
Ἄγγελε συμπαθείας,
τῆς χαρᾶς εὐτεκνίας ἠξίωσαι, σεμνὴ Ἀμαλία, καὶ σκηνῶν οὐρανίων τρυφῆς ὡς Ὁσίων
κέρας γυναικῶν, ἔνθεε· διό σε μεγαλύνοντες βοῶμέν σοι ἐν κατανύξει·
Χαῖρε, Βραβάνδης ὁ θεῖος γόνος·
χαῖρε, ἀγάπης Χριστοῦ ὁ φάρος.
Χαῖρε, Βρυξελλῶν μυροβόλον ὀσφράδιον·
χαῖρε, γυναικῶν θεαυγῶν ἄστρον πάμφωτον.
Χαῖρε, ῥεῖθρον ὁσιότητος καὶ
ἀμέμπτου ἀγωγῆς·
χαῖρε, βάθρον ταπεινώσεως καὶ εὐχῆς καρδιακῆς.
Χαῖρε, τῶν καλλιπαίδων ὡραιότης
μητέρων·
χαῖρε, ἐλεημόνων κοσμιότης
ὁσίων.
Χαῖρε, τετράδος τέκνων σου
στήριγμα·
χαῖρε, παστάδος πόλου
καλλώπισμα.
Χαῖρε, Θεοῦ ἐλέους ἡ βρύσις·
χαῖρε, Αὐτοῦ ἀγαπήσεως λάμψις·
Χαίροις, Μῆτερ ἀοίδιμε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς
ἡμέρας, ἤτοι τῆς Ι΄ Ἰουλίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας καὶ Θεοφόρου μητρὸς ἡμῶν Ἀμαλίας
τῆς ἐν Μονῆ Μομπὲζ τῶν Βρυξελλῶν ἀσκησάσης.
Θεῶ συγχαίρεις σὺν τετράδι τέκνων
σου,
Ἀμαλία Ὁσία, Βρυξελλῶν κρίνον.
Ἡ Ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Ἀμαλία, διέλαμψεν ὡς ἀστὴρ
πολύφωτος ἀκραιφνοῦς ἀσκητικῆς διαγωγῆς ἐν Βρυξέλλαις τοῦ Ὀρθοδόξου Βελγίου τοῦ ἑβδόμου αἰῶνος.
Κατήγετο ἐξ εὐγενοῦς ῥίζης τῆς ἐπαρχίας τῆς Βραβάνδης, ἧς πρωτεύουσα ὑπάρχουσιν
αἱ Βρυξέλλαι. Κατά τινας ὑπῆρξεν ὅμαιμος τοῦ Ἁγίου Πιπίνου, Δουκὸς τῆς
Βραβάνδης, κόμητος τοῦ Λάντεν καὶ αὐλάρχου τῶν Φράγκων βασιλέων τῆς δυναστείας
τῶν Καρολιδῶν. Ἐλθοῦσα ἡ Ὁσία Ἀμαλία εἰς γάμου κοινωνίαν μετὰ τοῦ κόμητος
Βιτγέρονος ἠξιώθη τυχεῖν εὐτεκνίας καὶ καλλιτεκνίας. Ἡ εὐλογημένη αὐτὴ ῥίζα
ἔδωκε καρποὺς εὐχύμους τῇ τοῦ Χριστοῦ
Ἐκκλησίᾳ, τὰ τέσσαρα αὐτῆς τέκνα, τὸν Ἅγιον Ἐμβέρτον, Ἐπίσκοπον Καμπραί, τὴν
Ὁσίαν Γουδούλην, τὴν Ὁσιομάρτυρα Ῥαϊνέλδαν καὶ τὴν Ὁσίαν Φαραΐλδαν.
Διακριθεῖσα ἡ Ὁσία Ἀμαλία διὰ τὴν καθαρὰν καὶ ἐνάρετον
αὐτῆς πολιτείαν καὶ τὰ ἔργα τῆς ἐνεργοῦ ἀγάπης καὶ φιλανθρωπίας ἀπεσύρθη εἰς
τὴν Μονὴν τοῦ Μομπέζ, τοῦ τάγματος τῶν Βενεδικτίνων, ἔνθα Θεῷ εὐηρέστησε τοῖς
ἀσκητικοῖς αὐτοῖς κατορθώμασι. Ἐκοιμήθη
τὸν ὕπνον τῶν δικαίων τῇ 10ῃ Ἰουλίου τοῦ
ἔτους 690 καὶ ἀπῆλθεν ἐκ τῶν προσκαίρων πρὸς τὰ αἰωνίως διαμένοντα Ἀγγέλοις
συνευφραίνεσθαι καὶ Θεοῦ ἀπολαύειν τοῦ ἀῤῥήτου τῆς μορφῆς κάλλους.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νέκταρ ἥδιστον εὐχῆς
καὶ ταπεινώσεως, νηστείας, νήψεως, ἀγάπης κενωτικῆς καὶ πόνων ἀσκήσεως, λαὸν
κατηύφρανας εὐφημοῦντά σε τῶν Βρυξελλῶν ἀείποτε, Ἀμαλία θεοφόρε.
Μῆτερ εὔστοργε Ἐμβέρτου,
Ἀρχιποίμενος Καμπραί, θεόφρονος Γουδούλης, θεοειδοῦς Ὁσίας καὶ Μάρτυρος, Μομπὲζ μονάστρια Μάνδρας, μέλπομεν τῆς Ῥαϊνέλδας,
ὕμνοις σε καὶ Ὁσίας Φαραΐλδας.
Ἐξ εὐκλείας σου τοῦ
ὕψους τοὺς τιμῶντάς σε, μῆτερ, ἐπόπτευε, ἴον τερπνὸν Βρυξελλῶν, μονάστρια
πάνσεμνε, ἐλέους σκήνωμα καὶ καλλώπισμα Χριστοῦ τῆς θείας πίστεως, τῆς ἀμώμου,
Ἀμαλία.
Θεοτοκίον.
Γῆθεν ἕλκυσον πρὸς
οὐρανῶν σκηνώματα τοὺς σοὶ προστρέχοντας ἐν πειρασμοῖς καὶ δεινοῖς, ἁγνὴ
Ἀειπάρθενε, καὶ μεγαλύνοντας σὰ θαυμάσια καὶ σκέπην καὶ ἀντίληψιν πρὸς οἰκέτας σου
ἐνθέρμους.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄγγελος ἐδείχθης
εὐποιΐας, ἀμέμπτου διαγωγῆς καὶ ταπεινώσεως, Ἀμαλία, εὔστοργε μῆτερ τῶν τεκνίων
σου, Ἁγίων θείας πίστεως Χριστοῦ, καὶ σέμνωμα Σεμνείου τοῦ Μομπέζ· ὅθεν πάντες σὲ
ὑμνολογοῦμεν εὐτάκτως εἰς αἰῶνας.
Λάμψασα ἐν κόσμῳ,
Ἀμαλία, πυρσεύμασιν ἐλεήμονος καρδίας σου καὶ αὐγαῖς σεμνότητος, πίστιν
ἐμεγάλυνας Χριστοῦ, καὶ καθωδήγησας πρὸς τελειότητα ἠθῶν τὴν σὴν τετράδα τῶν
τέκνων, συνευφραινομένων σὺν σοὶ εἰς τοὺς αἰῶνας.
Ὕμνοις καὶ ᾠδαῖς
σε ἀνυμνοῦμεν ὡς ἔμψυχον τοῦ Θεοῦ κατοικητήριον, βάθρον ὁσιότητος, μέλαθρον
σεμνότητος, ἀόκνου ἐργαστήριον εὐχῆς καὶ νήψεως ἀνάκτορον λαμπρόν, Ἀμαλία, Βρυξελλῶν
Ὁσία, πυξίον εὐσεβείας.
Θεοτοκίον.
Νίκης στέφος δός
μοι, Θεοτόκε, τῷ δούλῳ σου κατ’ ἐχθίστου παναλάστορος, σὲ τῷ μεγαλύνοντι καὶ ἐν
βίου πτώσεσι προφέροντι σὸν ὄνομα τὸ πανσεβάσμιον, ὃ τρέμουσιν ἑσμοὶ δαιμονίων,
Κεχαριτωμένη Θεοῦ τοῦ Λόγου Μῆτερ.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὡς παιδαγωγὸν θεόπνουν
τιμῶντές σε, τὴν διαθρέψασαν Ῥαϊνέλδαν Μάρτυρα, σεπτὴν Γουδούλην, Ἐμβέρτον
ἔνθεον καὶ Φαραΐλδαν πάντιμον
ἐν φόβῳ Κτίσαντος, Ἀμαλία, πόθῳ ἑορτάζομεν ἐκτενῶς
τὴν ὑπέρτιμον μνήμην σου.
Χαῖρε, Βρυξελλῶν σεμνὸν
ἐγκαλλώπισμα, χαῖρε, ἀπαύγασμα
εὐσεβείας ἄῤῥητον, χαῖρε, Ὁσίων φανὸς ἀείφωτος καὶ
στῦλος ἀῤῥαγέστατος Χριστοῦ τῆς πίστεως, Ἀμαλία, γεγηθότες κράζομεν φιλαγίων
μερόπων συστήματα.
Μνήμην σου σεπτὴν
τιμῶντες Χριστώνυμοι ἐγκωμιάζομεν ἐλεημοσύνην σου, παιδαγωγίαν καὶ ὁσιότητα τοῦ
βίου σου, πανεύφημε, καὶ ἐκδεχόμεθα, Ἀμαλία, τὰς πρὸς τὸν Θεάνθρωπον Ἰησοῦν
διαθέρμους πρεσβείας σου.
Θεοτοκίον.
Μέμνησο ἡμῶν τῶν
μακαριζόντων σε, Θεογεννήτρια, ὥσπερ παραμύθιον τῶν θλιβομένων καὶ καταφύγιον ἐμπεριστάτων,
Δέσποινα, σεπταῖς δεήσεσιν Ἀμαλίας Τόκον σου τὸν ἅγιον τῆς εὐαρεστησάσης ἀσκήσεσι.
Ἐξαποστειλάριον. Γυναῖκες
ἀκουτίσθητε.
Ὁσίαν εὐσυμπάθητον τῶν Βρυξελλῶν τιμήσωμεν, θεοειδῆ
Ἀμαλίαν, τῆς ταπεινώσεως βάθρον, ἐν φόβῳ νουθετήσασαν Θεοῦ αὐτῆς βλαστήματα, ἃ
καὶ χοροῖς συνέταξεν ὥσπερ καλλίτεκνον ὄντως μητέρα δήμοις Ἁγίων.
Θεοτοκίον.
Ἡ ῥυομένη θλίψεων καὶ συμφορῶν ἀείποτε, εὔστοργε
Μῆτερ τοῦ κόσμου, εὐλογημένη Παρθένε, τοὺς πίστει σοι προσφεύγοντας ἁγίαζε καὶ
ἴθυνον πρὸς ἀπαθείας δώματα καὶ σωτηρίας ἐνδρόσους καὶ μυροβόλους λειμῶνας.
Αἶνοι. Ἦχος πλ. δ΄.Ὢ τοῦ
παραδόξου θαύματος !
Κλέος, Ἀμαλία πάγκαλε, τῶν Βρυξελλῶν, γυναικῶν θεοφόρων
ἐκτύπωμα, βάθρον ὁσιότητος καὶ ἑδραίωμα πίστεως, τῆς εὐσεβείας κατηκολούθησας ὁδοῖς
καὶ ὕψος εἰς δυσθεώρητον ἔφθασας νήψεως· ὅθεν πάντες μέλποντες σὰς ἀρετὰς τὴν
ἁγίαν μνήμην σου πανηγυρίζομεν.
Χαῖρε, Ἀμαλία, βλάστημα Βραβάνδης πανευθαλές, μῆτερ
ἄγαν φιλόστοργε τοῦ Ἐμβέρτου, σώφρονος καὶ σεπτοῦ Ἀρχιποίμενος Καμπραί, Ὁσίας Γουδούλης,
κράζοντες τῆς Ῥαϊνέλδας Ὁσιομάρτυρος καὶ τῆς θεόφρονος Φαραΐλδας, ἔντιμε, σὰς
προσευχὰς πρὸς Θεὸν αἰτούμεθα τὸν πολυεύσπλαγχνον.
Μῆτερ Ἀμαλία, σέμνωμα ὁσιακῆς ἀγωγῆς, ἐν Βρυξέλλαις
διέπρεψας
ἐλεημοσύναις
σου, εὐποιΐας σου πράξεσι, τῇ πλημμυρίδι τῆς εὐσπλαγχνίας σου καὶ ἐνεργοῦ σου ἀγάπης
ῥεύμασιν· ὅθεν Χριστώνυμοι σὲ ἐγκωμιάζοντες περιφανῶς σέβομεν τὴν μνήμην σου τὴν
πανσεβάσμιον.
Ῥῦσαι, Ἀμαλία, θλίψεων, παντοειδῶν συμφορῶν, ἀλγεινῶν
περιστάσεων, ἐπηρείας ὄφεως καὶ κινδύνων, πανύμνητε, τοὺς μελῳδοῦντας σὰ
κατορθώματα καὶ ἐκτελοῦντας σὴν ἀείσεβαστον
μνήμην,
θεόφιλε τοῦ Μομπὲζ μονάστρια καὶ ἀκρεμὼν ἀρετῆς, συνέσεως καὶ ταπεινώσεως.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν καλλίπαιδα καὶ ἁγιοτόκον Ἀμαλίαν, ὁσιωτάτην ἐν
γήρῳ δειχθεῖσαν μονάστριαν, ὡς λίκνον
παιδαγωγίας καὶ ταπεινώσεως μακαρίσωμεν·
αὕτη γὰρ γευσαμένη τὴν χαρὰν τῆς πολυτεκνίας καὶ τῆς πνευματικῆς τῶν τέκνων
τελειώσεως ἤρθη εἰς ὕψος ἄῤῥητον νήψεως· καὶ νῦν Χριστῷ ἐπαγαλλομένη ἀσιγήτως Αὐτῷ
πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτῆς μνήμην τὴν πανέορτον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς
ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης,
φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς
μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δοξολογία Μεγάλη
καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις, ἡ κοσμήτωρ τῶν Βρυξελλῶν, σῶφρον Ἀμαλία, ὁσιότητος
λαμπηδών, χαίροις, ἡ καλλίπαις τῶν σῶν τεκνίων μῆτερ, Ἁγίων συγχαιρόντων δήμοις
ἀείποτε.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος τοῦ
Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς· Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Ὁσιωτάτη Ἀμαλία, ταμεῖον τῶν ἀρετῶν καὶ εὐποιΐας
τῶν ἔργων, Κυρίῳ εὐηρέστησας ἀσκήσει στεῤῥᾷ καὶ λαὸν Χριστώνυμον Βρυξελλῶν
θεαρέστοις ἐλεημοσύναις σου· ὅθεν πάντες τιμῶντες τοὺς σοὺς ἀγῶνας θείας σου
λιτὰς πρὸς τὸν Σωτῆρα Χριστὸν ἐξαιτούμεθα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ
μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ
δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς· Ἀμαλίας παράκλησις, Βρυξελλῶν Ὁσίας. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν
διοδεύσας.
Ἀμάρυγμα πάμφωτον ἀρετῶν, σεπτὴ Ἀμαλία, ἐγκαλλώπισμα
Βρυξελλῶν, θεόθεν εὐλόγει σοὺς ἱκέτας καὶ περιφρούρει τοὺς σοὶ καταφεύγοντας.
Μανίας συντήρει τοῦ πονηροῦ ἡμᾶς ἀνωτέρους τοὺς
τιμῶντας σὴν ἀγωγήν, κλεινὴ Ἀμαλία, ἐλεῆμον, πρὸς ἀρετῆς ἐν Χριστῷ ὁλοκλήρωσιν.
Ἀσκήτρια ἔνδοξε Βρυξελλῶν, πιστούς, Ἀμαλία, περιφρούρει
διηνεκῶς προσφεύγοντας χάριτί σου θείᾳ καὶ ἀγωγὴν ἀνυμνοῦντάς σου ἄμεμπτον.
Θεοτοκίον.
Λαμπὰς παρθενίας, Μῆτερ Θεοῦ, Κεχαριτωμένη, Ἀμαλίας θερμαῖς λιταῖς, συνέσεως ἄναψον τὴν φλόγα τῆ σὲ ὑμνούσῃ ἀπαύστως νεότητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμόν, Ἀμαλία, τὸν Λυτρωτὴν Κύριον καὶ Σωτῆρα
πάντων ἐξαίτει τοῖς ἀνυμνοῦσί σε ὡς συμπαθείας πολλῆς πρὸς πάντας ἐμπεριστάτους
ἔμψυχον ἐκτύπωμα, πάνυ ἀσκήτρια.
Ἀμαλία Ὁσία, τῶν Βρυξελλῶν σέμνωμα
καὶ Χριστοῦ πυξὶς Ἐκκλησίας, σοῦ τὸν οὐράνιον Νυμφίον διηνεκῶς μὴ παύσῃ ἐκδυσωποῦσα
πέμψαι ἄμφω δυναμιν τοῖς εὐφημοῦσί σε.
Στηριγμὸς ἀδυνάτων, ἀσκητριῶν σέμνωμα, Ἀμαλία,
σθένος καμνόντων ῥῶσις καὶ δύναμις τῶν τρυχομένων δεινῶς καὶ ἀσθενούντων
ἀκέστωρ ὤφθης, θεοστήρικτε, κόσμου βοήθεια.
Θεοτοκίον.
Παναγία Παρθένε, δεῖξον ἡμῖν, ἄχραντε, μετανοίας δρόμους τοῖς πίστει ἀνευφημοῦσί
σε, ὡς παρθενίας φανὸν καὶ τηλαυγῆ τῆς ἁγνείας φάρον, παντευλόγητε Θεογεννήτρια.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία, τοὺς ἐν
πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον καὶ πόθῳ προσφεύγοντας σαῖς
πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν
ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς
σαῖς προσφεύγομεν ἑκάστοτε πιστῶν οἱ χοροὶ ἐν βίου περιστάσεσιν, Ἀμαλία
πάνσεμνε, Βρυξελλῶν τιμαλφὲς σεμνολόγημα καὶ τῶν Ἁγίων τέκνων σου πυξὶς πρὸς
θέωσιν, μῆτερ ἀξιάγαστε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμαλία πανεύφημε, μήτηρ ἡ καλλίπαις ἁγίων τέκνων
σου, τὴν νεότητα κατεύθυνον πρὸς τὴν σωφροσύνην καὶ ἁγνότητα.
Ῥῦσαι πάντας στενώσεων, Ἀμαλία μῆτερ, καὶ βλάβης
ὄφεως τοὺς προστρέχοντας τῇ σκέπῃ σου καὶ ἐπιζητοῦντας τὰς πρεσβείας σου.
Ἀπολαύειν ἀξίωσον, Ἀμαλία, πάντας τοὺς εὐφημοῦντάς
σε οὐρανῶν χαρᾶς, ἀσκήτρια, ἧς ἐπαπολαύεις, θεοτίμητε.
Θεοτοκίον.
Καταπράϋνον δούλων σου τῆς σαρκὸς κινήσεις, Θεογεννήτρια,
Ἀμαλίας παρακλήσεσι, τῶν μακαριζόντων σε ἀείποτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λάμψον μοι τὸ φῶς, Ἀμαλία, τὸ σωτήριον, ἡ ἐκλάμψασα ἐν βίῳ
ἀρεταῖς, εὐποιΐας ἔργοις, μῆτερ, καὶ σεμνότητι.
Ἤσκησας καλῶς ἐν Βρυξέλλαις καὶ ἀπείληφας, Ἀμαλία,
χάριν ἄφθονον ἡμᾶς ἐποπτεύειν οὐρανόθεν τοὺς τιμῶντάς σε.
Σκέδασον ἡμῶν τῆς χαμαιζηλίας ζόφωσιν ταῖς ἀκτῖσιν,
Ἀμαλία, σῶν εὐχῶν πρὸς Νυμφίον σου, Χριστόν, τὸν ἐπουράνιον.
Θεοτοκίον.
Ἴθυνον ἡμᾶς πρὸς σκηνὰς τοῦ πόλου, Δέσποινα, καὶ ἀγήρω εὐφροσύνην, ἀγαθή, Ἀμαλίας παρακλήσεσι, Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σὲ μέλποντες τῆς Βραβάνδης βλάστημα καὶ αὐτάδελφον
Ἁγίου Πιπίνου, ἐν πειρασμοῖς καὶ δεινοῖς, Ἀμαλία, σῇ πρὸς Θεον παῤῥησίᾳ
προσφεύγομεν τὸν κατοικτίροντα βροτοὺς καὶ ταχὺ ἐλεοῦντα σοὺς πρόσφυγας.
Βοήθειαν σὴν ἀπεκδεχόμενοι ἐν ἀνάγκαις, Ἀμαλία, τοῦ
βίου σὲ μελῳδοῦμεν ὡς ῥίζαν τιμίαν Ἐμβέρτον θεῖον, Γουδούλην βλαστήσασαν καὶ
Ῥαϊνέλδαν τὴν στεῤῥὰν σὺν σεμνῇ Φαραΐλδᾳ, ἀσκήτρια.
Ῥωννύμενοι πάντες παρακλήσεσι ταῖς ἐνθέρμοις,
Ἀμαλία Ὁσία, πρὸς τὸν Χριστόν, Ὃν ἠγάπας ἐκ βάθους τῆς σῆς καρδίας, ὑμνοῦμεν
σὴν ἄσκησιν καὶ σοὺς ἀγῶνας ἀρετῆς πρὸς τελείωσιν, μῆτερ, καὶ θέωσιν.
Θεοτοκίον.
Ὑπέραγνε Θεοτόκε, Δέσποινα, Ἀμαλίας τῆς Ὁσίας
πρεσβείαις ῥῦσαι ἡμᾶς συμφορῶν κατωδύνων καὶ ἀνσγκῶν ἀνυποιστων καὶ θλίψεων τοὺς
μεγαλύνοντας λαμπρῶς τὴν πληθὺν θαυμασίων σου, ἄχραντε.
Διάσωσον ἀπὸ κινδύνων καὶ θλίψεων, Ἀμαλία, τοὺς ἐν
πίστει σὴν ἀγωγὴν ὑμνοῦντας τὴν πάνσεπτον καὶ πόθῳ προσφεύγοντας σαῖς
πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν
ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Tῶν
Βρυξελλῶν θεοφόρον ἀσκήτριαν, ἐπιφανῆ καὶ σεμνὴν εὐφημήσωμεν, θεοειδῆ Ἀμαλίαν,
ὡς πρόβολον τῆς ἐν Χριστῷ ἰσαγγέλου βιώσεως αὐτῆς εὐχὰς διαθέρμους αἰτούμενοι.
Προκείμενον. Ἦχος δ΄. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· κατὰ Μάρκον (Κεφ. η΄
34- θ΄ 1). Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω...
Ζήτει
τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν τοῦ Τιμίου Σταυροῦ.
Δόξα. Ταῖς
τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς
τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι. Στίχος. Ἐλέησόν με, ὁ Θεός.
Μῆτερ εὐσυμπάθητε, περιφανὲς Ἀμαλία, ἡ τετράδα
τέκνων σου τῶν Ἁγίων πίστεως ὁμηγύρεσι συναριθμήσασα καὶ ἀξιωθεῖσα σὺν Ἀγγέλοις
ἐπαγάλλεσθαι ἐν τοῖς σκηνώμασι πόλου τοῖς παμφώτοις, ἱκέτευε Χριστὸν τὸν
πανοικτίρμονα δοῦναι ἄμφω σθένος καὶ δύναμιν τοῖς ἐν εὐλαβείᾳ τιμῶσί σου ἀγῶνας
τοὺς σεπτοὺς πρὸς ἀρετῆς ὁλοκλήρωσιν, θεαυγὲς ἀσκήτρια.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξύλου ἐπαπολαύεις οὐρανῶν, Ἀμαλία, σεμνὴ ἀσκήτρια τῶν
Βρυξελλῶν ὡς βίου ἀμέμπτου ἐκμαγεῖον καὶ πρεσβεύεις τῷ Κτίσαντι ὑπὲρ ἡμῶν τῶν
πιστῶς σὲ ἀνυμνολογούντων.
Εὐσυμπάθητε μῆτερ, Ἀμαλία, τετράδα Ἁγίων τέκνων ὡς
δῶρον τῷ Κυρίῳ Χριστῷ προσενεγκοῦσα, σὴν ἐξ ὕψους ἀντίληψιν πέμψον ἡμῖν εὐλαβῶς
τιμῶσί σου τὴν μνήμην.
Λεύκανόν μου καρδίας τὴν στολήν, Ἀμαλία, εὐχῶν σου
νάμασι πρὸς τὸν Χριστόν, ἀσκήσει συντόνῳ ἐν Βρυξέλλαις ἡ ψυχῆς σου λεύκανασα ὥσπερ
χιόνα στολήν, ἡγιασμένη μῆτερ.
Θεοτοκίον.
Λυπηρῶν μου ὁμίχλην καὶ ἀχλὺν ἀκηδίας ταχέως δίωξον
φωτὶ τῶν πρεσβειῶν σου πρὸς τὸν μονογενῆ του Τόκον, Θεογεννήτρια, τὸν Φωτοδότην
Χριστόν, Παρθένε Παναγία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς θείας δόξης ἐν οὐρανοῖς, Ἀμαλία, ἀπολαύουσα
πέμψον σὴν χάριν τοῖς πιστῶς τελοῦσι σὴν σεβασμίαν μνήμην.
Νῦν, Ἀμαλία, ὑμνολογοῦντες σοὺς πόνους ἀρετῆς πρὸς
τελείωσιν πόθῳ σὰς ἐπιζητοῦμεν θεοπειθεῖς πρεσβείας.
Ὁσία μῆτερ, τῶν Βρυξελλῶν Ἀμαλία ἐγκαλλώπισμα, ῥύου
κινδύνων καὶ ἐχθροῦ παγίδων τοὺς σὲ ἀνευφημοῦντας.
Θεοτοκίον.
Σπεύδομεν πάντες σῇ ἀῤῥαγεῖ προστασίᾳ ἐν τοῖς
κλύδωσι βίου, Παρθένε, Κεχαριτωμένη, πιστῶν παραμυθία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτας σου συντήρει ἀσινεῖς παγίδων τοῦ βδελυροῦ,
Ἀμαλία, ἀλάστορος καὶ πειρασμῶν ἀπειράστους, σῶφρον ἀσκήτρια.
Ἀπαύστως, Ἀμαλία, πρέσβευε θεόθεν ὑπὲρ ἡμῶν
ἐκτελούντων ἐν ᾄσμασι σὴν σεβασμίαν καὶ θείαν μνήμην, πανεύφημε.
Στηρίζουσα μὴ παύσῃ πάντας, Ἀμαλία, τῇ βακτηρίᾳ
εὐχῶν σου πρὸς Κύριον τοὺς κλονουμένους ἐν βίῳ, Ὁσία πάνσεμνε.
Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ, Κεχαριτωμένη, τῆς Ἀμαλίας
ἐνθερμοις δεήσεσι πέμψον ἡμῖν τὴν σὴν χάριν ἀφθόνως, Δέσποινα.
Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἡ κοσμήτωρ τῶν Βρυξελλῶν, σῶφρον Ἀμαλία, ὁσιότητος
λαμπηδών, χαίροις, ἡ καλλίπαις τῶν σῶν τεκνίων μῆτερ, Ἁγίων συγχαιρόντων δήμοις
ἀείποτε.
Χαίροις, Ἀμαλία θεοειδές, μῆτερ τῶν Ἁγίων, τοῦ
Ἐμβέρτου τοῦ εὐκλεοῦς, Ῥαϊνέλδας θείας, Ὁσίας Φαραΐλδας καὶ εὐλαβοῦς Γουδούλης,
πίστεως καύχημα.
Χαίροις, τῆς Βραβάνδης σεπτὸς βλαστός, χαίροις,
Ἀμαλια, ἐγκαλλώπισμα Βρυξελλῶν, χαίροις τοῦ Ἁγίου αὐτάδελφος Πιπίνου καὶ τέκνων
σου τετράδος μήτηρ φιλόστοργος.
Χαίροις, Ἀμαλία πανευλαβές, τῶν ἐλεημόνων ἀγαλλίαμα
γυναικῶν, χαίροις, συμπαθείας πρὸς πάσχοντας ἀκρότης, Ὁσίων κοσμιότης, μῆτερ,
καὶ σέμνωμα.
Ῥύου, Ἀμαλία, παντοδαπῶν θλίψεων, κινδύνων, πειρασμῶν
τε καὶ συμφορῶν τοὺς ἐπιτελοῦντας σὴν σεβασμίαν μνήμην, τῶν Βρυξελλῶν Ὁσία, μῆτερ
χριστόφιλε.
Στέφος ἀμαράντινον ἐκ Θεοῦ τῶν χειρῶν ἀξίως ὡς
Ὁσίων ὑπογραμμὸς ἔλαβες καὶ δήμοις Ἀγγέλων, Ἀμαλία, συγχαίρεις εἰς αἰῶνας, χάριτος
ἔκτυπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι
ἡμᾶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν
ψάλλομεν τὸ ἑξῆς· Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μῆτερ Ἀμαλία θεαυγές, σκεῦος
ἀρετῆς καὶ σοφίας, κοσμῆτορ τῶν Βρυξελλῶν, ἡ σεπτῶς ἀσκήσασα καὶ τῷ Παντάνακτι Κτίστῃ
εὐαρεσήσασα συντόνοις καμάτοις, ἐκτενῶς μνημόνευε τῶν δεομένων σου πόθῳ καὶ
τιμώντων ἐκθύμως μνήμην σου τὴν θείαν, Ὁσίων Βρυξελλῶν ἀσύλητον θησαύρισμα.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις
τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ
ἀνατίθημι,Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου