11-17
ΚΥΡΙΑΚΗ ΙΟΥΛΙΟΥ!!
ΝΕΟΦΥΤΟΣ
ΑΜΟΡΓΙΝΟΣ ΕΝ ΛΕΙΨῼ
ΝΕΟΣ
ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν δύο τοῦ ἤχου καὶ δύο τοῦ Ἁγίου. Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων
Τῆς
Ἁμοργοῦ θεῖον γόνον λαμπρὸν Νεόφυτον, καὶ τῆς Λειψοῦς τὸ κλέος, εὐφημήσωμεν ὕμνοις,
θεῖον στεφανίτην καὶ ἀσκητήν, τῆς ἐρήμου τὸ καύχημα, τῶν Ἁρμογίνων προστάτην καὶ
ἀρωγόν, καὶ Μαρτύρων ἰσοστάσιον.
Τὸν
ἀσκητὴν καὶ ὁπλίτην σεπτὸν Νεόφυτον, τῆς Ἁμοργοῦ τὸ τέκνον, καὶ Λειψοῦς μέγαν
κόσμον, ὕμνοις καταστέψωμεν εὐλαβῶς, καὶ ἐν λόγοις τιμήσωμεν, ὁσιακὴν βιοτὴν καὶ
μαρτυρικήν, ἱερὰν αὐτοῦ τελείωσιν.
Δόξα. Ἦχος β΄.
Δεῦτε
τῶν πιστῶν ὁ σύλλογος, τὴν τοῦ Ὁσιομάρτυρος Νεοφύτου πάνσεπτον μνήμην, ἐν
πνευματικῇ ἀνατάσει, λαμπρῶς ἑορτάσωμεν. Οὗτος γὰρ τὴν ἐν τῷ κόσμῳ ζωὴν καταλιπών,
τὴν τῶν μοναχῶν ἀγγελικὴν πολιτείαν ἠσπάσθη. Δι’ αὐτῆς ἐν τῇ γῇ τὰ τοῦ οὐρανοῦ
βιώσας, τῆς ἀλήκτου καὶ μακαρίας ἐν Παραδείσῳ ζωῆς κατηξιώθη.
Καὶ νῦν. Τὸ δογματικὸν τοῦ Ἤχου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
τῆς Ἁμοργοῦ, ὁμήγυρις ἁγία, ἐν λόγοις ἐγκωμίων, τιμήσωμεν ἐμφρόνως, Νεόφυτον τὸν
ἔνδοξον.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Νῆσος
τῆς Ἁμοργοῦ, ἀγάλλου ἐν Κυρίῳ, τοῦ σοῦ γόνου τιμῶσα, τὴν μνήμην Νεοφύτου,
κλεινοῦ Ὁσιομάρτυρος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Συγχαίρει
Ἁμοργός, Λειψὼς εὐφραινομένη, Νεόφυτον ὁρῶσα, ἐν δόξῃ παραδείσου, ὡς ἀσκητὴν καὶ
μάρτυρα.
Δόξα. Τριαδικόν.
Τριάδι
τῇ σεπτῇ, Νεόφυτος λατρεύων, εἰς ἔρημον ἀπέδρα, καὶ μάρτυς ἀληθείας, ἐγένετο ὁ ἔνδοξος.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ
τοῦ Ἰησοῦ, καὶ γένους τοῦ βροτείου, περίσκεπε καὶ σῷζε, τοὺς εὐλαβῶς τιμῶντας,
Νεόφυτον τὸν ἔνδοξον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ἤχου.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον
Ἁμοργοῦ
θεῖον γόνον, καὶ μέγα καύχημα, ἔνθεον δῶρον ἐκ Πάτμου, ἐν τῇ μονῇ τῆς Λειψοῦς,
εὐφημήσωμεν σεπτῶς, κλεινὸν Νεόφυτον· ὅτι μονάσας ἐν Χριστῷ, καὶ μαρτυρήσας εὐκλεῶς,
ἐστέφθη ὑπὸ Κυρίου, καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει εὐφημούντων αὐτόν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Ἀναστάσιμα
τοῦ Ἤχου, καὶ στ’ τοῦ Ἁγίου, τὰ κάτωθι γ’, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ὡς γενναῖον
ἐν Μάρτυσιν.
Ἁμοργοῦ
γόνον ἔνδοξον, καὶ Λειψοῦς τὸν μονάζοντα, συνελθόντες σήμερον εὐφημήσωμεν, ὅτι ἀσκήσει
συντόνῳ τε, καὶ νήψει κεχώρισται, ἐπικήρων καὶ φθαρτῶν, καὶ Χριστοῦ
συνεσταύρωται, ὁ Νεόφυτος, ἐν Λειψοῖ μαρτυρήσας θεαρέστως, ἠξιώθη δὲ στεφάνων,
τῶν πρωτοτόκων ὁ ἔνδοξος.
Τῶν
Ὁσίων ὁμόσκηνον, καὶ Μαρτύρων ὁμόγνωμον, ἀσκητῶν τὸν σύμψυχον, καὶ συνέκδημον,
τῆς Ἁμοργοῦ ἐγκαλλώπισμα, Λειψοῦς ἀγαλλίαμα, Ἐκκλησίας τοῦ Χριστοῦ, θεοδώρητον
κόσμημα, καὶ τῆς πίστεως, ἀθλητὴν καὶ πιστῶν τὸν θεῖον μύστην, τὸν Νεόφυτον ἐν ὕμνοις,
πανευφροσύνως τιμήσωμεν.
Ἀσκητὴν
ὑπερθαύμαστον, βιαστὴν γενναιότατον, ἀθλητὴν τῆς πίστεως ἀκραιφνέστατος, τῆς ἀρετῆς
τὸ ἐκτύπωμα, τῆς νήψεως πρότυπον, προσευχῆς τὸν ὁδηγόν, καὶ ἀγάπης ὑπόδειγμα, τὸν
Νεόφυτον, Ἁμοργοῦ καὶ Λειψοῦς κλεινὸν προστάτην, καὶ πιστῶν τῆς Ἐκκλησίας, ὁμολογίας
τὸ ἔρεισμα.
Δόξα. Ἦχος πλ. β΄.
Ἡ
τῆς Ἁμοργοῦ τοπικὴ Ἐκκλησία, εἰς πνευματικὴν ἑστίασιν τὴν ἁπανταχοῦ Ὀρθόδοξον Ἐκκλησίαν
συγκαλεῖται, ἐπὶ τῇ μνήμῃ τοῦ τέκνου αὐτῆς καὶ προστάτου, Νεοφύτου τοῦ Ὁσιομάρτυρος.
Δεῦτε οὖν χαρμονικῶς αὐτῷ βοήσωμεν λέγοντες· Χαίροις, τῆς Ἁμοργοῦ ὁ θεῖος
στολισμός, καὶ τῆς Λειψοῦς ὁ μέγας πλοῦτος· χαίροις, τῶν μοναχῶν τὸ ἀγλάϊσμα,
καὶ τῶν Μαρτύρων τὸ ἐγκαλλώπισμα· χαίροις, τῶν ἀσκητῶν τὸ ὑπόδειγμα, καὶ τῶν
Μαρτύρων τὸ ἀκροθίνιον. Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν ἐκτενῶς ἱκέτευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ Ἤχου.
Εἴσοδος, Φῶς
ἱλαρόν, προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Προφητείας Ἠσαΐου
τὸ Ἀνάγνωσμα (Ἠσ.
μγ’, 9 – 14).
Τάδε λέγει
Κύριος. Πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες
ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ
ταῦτα ἐν αὐτοῖς; Ἤ
τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστά ποιήσει
ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες
καὶ ἐγώ μάρτυς
Κύριος ὁ Θεός καὶ ὁ
παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ
μοι καὶ συνῆτε, ὅτι
ἐγώ εἰμί. Ἔμπροσθέν μου
οὐκ ἐγένετο ἄλλος
θεός καὶ οὐκ ἔσται
πάρεξ ἐμοῦ ὁ
σώζων. Ἐγώ ἀνήγγειλα καὶ
ἔσωσα. Ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν
ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες
καὶ ἐγώ μάρτυς
Κύριος ὁ Θεός. Ὅτι
ἐξ ἀρχῆς ἐγώ
εἰμί καὶ οὐκ
ἔστιν ὁ ἐκ
τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων ψυχαί
ἐν χειρί Θεοῦ καὶ οὐ μὴ
ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι
καὶ ἐλογίσθη κάκωσις
ἡ ἔξοδος αὐτῶν καὶ
ἡ
ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ
δέ εἰσίν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν
ὄψει τῶν ἀνθρώπων
ἐάν κολασθῶσιν, ἡ ἐλπίς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν
αὐτούς καὶ εὗρεν
αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς
χρυσόν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καὶ
ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν
καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι
λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ Αὐτῷ
συνήσουσιν ἀλήθειαν καὶ
οἱ πιστοί ἐν
ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος
ἐν τοῖς Ὁσίοις
Αὐτοῦ καὶ ἐπισκοπή
ἐν τοῖς ἐκλεκτοῖς
Αὐτοῦ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι εἰς
τὸν αἰῶνα ζῶσι
καὶ ἐν Κυρίῳ
ὁ μισθός αὐτῶν
καὶ ἡ φροντίς
αὐτῶν παρά Ὑψίστῳ. Διά
τοῦτο λήψονται τὸ
βασίλειον τῆς εὐπρεπείας
καὶ τὸ διάδημα
τοῦ κάλλους ἐκ
χειρός Κυρίου. Ὅτι τῇ
δεξιᾶ Αὐτοῦ σκεπάσει
αὐτούς καὶ τῷ
βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν
τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς
ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα
δικαιοσύνην καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα,
ὀξυνεῖ δέ ἀπότομον
ὀργήν εἰς ρομφαίαν. Συνεκπολεμήσει Αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ
ὡς ἀπό εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ
σκοπόν ἁλοῦνται καὶ
ἐκ πετροβόλου θυμοῦ
πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοί δέ
συγκλήσουσιν ἀποτόμως·
ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως καὶ ὡς
λαίλαψ ἐκλιμήσει αὐτούς
καὶ ἐρημώσει πᾶσαν τὴν
γῆν ἀνομία καὶ
ἡ κακοπραγία περιτρέψει
θρόνους δυναστῶν. Ἀκούσατε οὗν
Βασιλεῖς καὶ σύνετε, μάθετε δικασταί
περάτων γῆς, ἐνωτίσασθαι οἱ
κρατοῦντες πλήθους καὶ
οἱ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη
παρά Κυρίου ἡ
κράτησις ὑμῖν καὶ
ἡ δυναστεία παρά
Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἦχος β´.
Ἡ
τοῦ Ὁσιομάρτυρος Νεοφύτου ἑορτή, πάντας ἡμᾶς εἰς πανήγυριν πνευματικὴν
συνεκαλέσατο. Οὗτος γὰρ θείῳ ἔρωτι καὶ πόνοις ἀσκητικοῖς, ἐν τῇ τῆς Πάτμου Μονῇ,
καὶ τῆς ἐν Σκάφῃ τῆς νήσου Λειψοῦς, τὸν νοητὸν δράκοντα θαυμαστῶς ταπεινώσας, τὸν
τῆς δόξης Κύριον καὶ Τριαδικὸν Θεὸν ἡμῶν, κατὰ τὸ ἀνθρωπίνως ἐφικτὸν ἐθεάσατο, ὡς
οἱ τοῦ Κυρίου μαθηταί· ὅθεν καὶ ἡμεῖς συνελθόντες ἐν εὐφροσύνῃ, αὐτοῦ ταῖς
θείαις λιταῖς, αἰτησώμεθα παρὰ Κυρίου, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τῶν
Ὁσιομαρτύρων οἱ χοροὶ ἐν οὐρανῷ, τὸν ἀθλοθέτην Χριστὸν καιναῖς ᾠδαῖς,
μεγαλοπρεπῶς καὶ ἐκφαντορικῶς μεγαλύνουσι, τὸν στεφανώσαντα καὶ αὐτοῖς
συναριθμήσαντα, τὸν Νέον Ὁσιομάρτυρα Νεόφυτον τὸν Ἁμοργῖνον. Σὺν αὐτοῖς καὶ ἡμεῖς
ἐγκωμίοις καὶ ὕμνοις, τῷ Θεανθρώπῳ Χριστῷ, τῷ δωρησαμένῳ ἡμῖν τοιοῦτον
προστάτην καὶ φρυκτωρόν, εὐχαριστοῦντες βοήσωμεν· Ἀνάδειξον Κύριε καὶ ἐν ταῖς ἐσχάταις
ἡμῶν ἡμέραις, ἀνταξίους τοῦ Πατρὸς ἡμῶν Νεοφύτου, νέους Ἁγίους ἐν τῇ Ἐκκλησίᾳ
Σου.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον, τὰ τοῦ Ἤχου.
Δόξα. Ἦχος πλ. β΄.
Ἡ
τοῦ Χριστοῦ Ἐκκλησία, εἰς πανήγυριν πνευματικὴν ἡμᾶς συνεκαλέσατο, τὴν τοῦ ἐξ Ἁμοργοῦ
Ὁσιομάρτυρος Νεοφύτου ἐπιτελοῦσα θεόστεπτον ἑορτήν. Δεῦτε οὖν χαρμονικῶς, ἐν ἐγκωμίοις
αὐτῷ προσείπωμεν· Χαίροις, τῶν ἀσκητῶν ἡ κρηπίς, καὶ τῶν Μαρτύρων ἡ δόξα·
χαίροις, τῶν μοναζόντων ὁ κανών, καὶ τῶν ἀθλουμένων τὸ πρότυπον· χαίροις, τῆς ἡσυχίας
ὁ ἐραστής, καὶ τῆς Βασιλείας ὁ πορθητής· χαίροις, τῆς ἐγκρατείας ὁ στῦλος, καὶ
τοῦ μαρτυρίου τὸ ὑπόδειγμα. Πρέσβευε δεόμεθα, Ὁσιομαρτύρων συνόμιλε, σωθῆναι τὰς
ψυχὰς τῶν τιμώντων ταὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ἤχου.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον
Ἁμοργοῦ
θεῖον γόνον, καὶ μέγα καύχημα, ἔνθεον δῶρον ἐκ Πάτμου, ἐν τῇ μονῇ τῆς Λειψοῦς,
εὐφημήσωμεν σεπτῶς, κλεινὸν Νεόφυτον· ὅτι μονάσας ἐν Χριστῷ, καὶ μαρτυρήσας εὐκλεῶς,
ἐστέφθη ὑπὸ Κυρίου, καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει εὐφημούντων αὐτόν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νεόφυτον
Ὁσιομάρτυρα τιμῶ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Νεόφυτον
μέλψωμεν εὐλαβῶς, Ἁμοργοῦ τὸν γόνον, καὶ Λειψοῦς ἀσκητὴν κλεινόν, τὸν Ὁσιομάρτυρα
Κυρίου, καὶ τῶν πιστῶν ἀντιλήπτορα κράτιστον.
Ἐνοίκησον
Πνεῦμα πανσθενουργόν, τῇ ἐμῇ καρδίᾳ, τοῦ ὑμνῆσαι θεοπρεπῶς, ζωὴν Νεοφύτου τὴν ἁγίαν,
καὶ τελευτὴν τὴν αὐτοῦ ἀξιάγαστον.
Ὁμοῦ
συναγάλλεται Ἁμοργός, Λειψοῖ καὶ τῇ Πάτμῳ, ἑορτάζουσα ἐν χαρᾷ, τὴν μνήμην τοῦ
θείου Νεοφύτου, τοῦ ἀσκητοῦ ἐν Ἁγίοις καὶ Μάρτυρος.
Θεοτοκίον.
Φωτὶ
τῆς Τριάδος καταυγασθείς, Νεόφυτος πέλει, μονυδρίῳ Σου Μαριάμ, ἐν Σκάφῃ Λειψοῦς
Σοὶ ὑμνηπόλος, καὶ μιμητὴς Σῆς ἁγνείας πανάριστος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὑψιπέτην
ὁρῶμεν, τὸν θαυμαστὸν Μάρτυρα, μέγαν ἀσκητὴν ἐν τῇ Σκάφῃ, κλεινὸν Νεόφυτον, τὸν
ἐν ἀγάπῃ θερμῇ, καὶ ταπεινώσει τελείᾳ, τῶν Πατέρων στέρξαντα τὰ ἀγωνίσματα.
Τῶν
ἀσκητῶν ἐμιμήσω, τὴν βιοτὴν Ὅσιε, καὶ ὁμολογίαν Μαρτύρων, Πάτερ Νεόφυτε· διὸ ἐστέφθης
λαμπρῶς, ὑπὸ Κυρίου τρισμάκαρ, ἐν Ὁσιομάρτυσι, συναυλιζόμενος.
Ὁλοψύχως
ἠρνήθης, ζωὴν τρεπτὴν Ἅγιε, καὶ τῶν ἐπιγείων ἁπάντων, τὴν ματαιότητα, ἀποδεχθεὶς
ἐν χαρᾷ, τὸν τῆς ἀσκήσεως βίον, καὶ Μαρτύρων στέφανον, καὶ δόξαν ἄφθιτον.
Θεοτοκίον.
Νεανίδων
ἐξάρχεις, καὶ μοναχῶν Δέσποινα, καὶ τῶν πανενδόξων μητέρων, πέλεις τὸ καύχημα,
τῶν δὲ πιστῶν ἀληθής, καταφυγὴ καὶ προστάτις, καὶ τῶν ἐν ταῖς θλίψεσι, μέγα
προσφύγιον.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Νεόφυτον
μέλψωμεν τὸν τοῦ Χριστοῦ ἀσκητήν, Λειψοῦς τὸν μονάζοντα, καὶ Ἁμοργοῦ τὸν
κλεινόν, προστάτην καὶ καύχημα, μάρτυρα ἀληθείας, καὶ ὁσίων τὸν πλοῦτον,
πρότυπον μοναζόντων, Ἐκκλησίας τὸν κόσμον, ἱκέτην ὑπὲρ τοῦ κόσμου, πρὸς τὸν
Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ
μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ Τόκῳ
Σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν
Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Οὐρανοῦ
ἐπεπόθησας, τὸν σαββατισμὸν Νεόφυτε Ὅσιε· διὸ πάντα τὰ ἐπίκηρα, καὶ τὰς ἡδονὰς
κόσμου ἀπέφυγες.
Σὺ
ταπείνωσιν ἔστερξας, καὶ τὴν ἡσυχίαν σεπτὲ Νεόφυτε, καὶ καρδίας τὴν κατάνυξιν,
καὶ τῆς προσευχῆς τὸ ἀδιάλειπτον.
Ἱερώτατον
σφάγιον, ὑπὲρ τοῦ Χριστοῦ ἐτύθης Νεόφυτε· διὸ εἴληφας τὸν στέφανον, τοῦ Ὁσιομάρτυρος
πανεύφημε.
Θεοτοκίον.
Οὐρανὸς
ὅλη γέγονας, τοῦ Πατρὸς τὸν Λόγον κυοφορήσασα, Θεοτόκε παντευλόγητε, καὶ τὰς
πύλας οὐρανοῦ ἠνέῳξας.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Μέγιστος
φρουρός, ἀνεδείχθης Πάτερ ἔνδοξε, τῆς Ἁμοργοῦ καὶ πάντων τῶν εὐσεβῶν, ὡς ἐστεμμένος,
ἐν ἄνω Σιὼν Νεόφυτε.
Ἄῤῥητος
ζωή, καὶ ἀνάπαυσις αἰώνιος, σοὶ ἐδωρήθη Πάτερ ἐν οὐρανοῖς, καθικετεύοντι Λόγον,
ἀεὶ Νεόφυτε.
Ῥίψας
ἐν χαρᾷ, τὸν δερμάτινον χιτῶνά σου, κατηξιώθης φέρειν προπτωτικόν, τῆς ἀφθαρσίας,
χιτῶνα κλεινὲ Νεόφυτε.
Θεοτοκίον.
Τεῖχος
τῶν πιστῶν, καὶ προπύργιον πανάμωμε, καὶ βακτηρία πέλεις ἐν συμφοραῖς, ὡς Μήτηρ
οὖσα, τοῦ Λόγου θεοχαρίτωτε.
ᾨδὴ στ’. Τὴν δέησιν.
Ὑψώθης,
τῇ τοῦ Χριστοῦ Νεόφυτε, ἐνεργείᾳ εἰς ζωὴν ὑπὲρ λόγον· ἐπιποθὼν γὰρ ζωὴν τὴν ἀγήρω,
καὶ παραδείσου τρυφὴν τὴν αἰώνιον, κατέλιπες τὰ ἐπὶ γῆς, πάντα κόσμου τερπνὰ καὶ
ἐπίκηρα.
Ῥωννύμενος,
ἐνεργείᾳ Πνεύματος, ἐν μονῇ ἀφιερώθης ἐμφρόνως, καὶ τὴν ζωήν, ἀσκητῶν καὶ Ὁσίων,
ἐν προσευχῇ καὶ ἁγνείᾳ ἀντέγραψας, καὶ Μάρτυς ὑπὲρ τοῦ Χριστοῦ, ἐν Λειψοῦ ἀνεδείχθης
Νεόφυτε.
Ἄσκησιν,
Νεοφύτου ψάλλοντες, Ἁμοργίνων τὰ φιλάγια πλήθη, καὶ τὴν αὐτοῦ, πολιτείαν ζηλοῦντες,
ἐπιποθήσωμεν βίον τῆς χάριτος, καὶ Βασιλείαν οὐρανῶν, τὰ τοῦ κόσμου τερπνὰ ἀπαρνούμενοι.
Θεοτοκίον.
Ταπείνωσιν,
ἐκδιδάσκεις Δέσποινα, καὶ ἀγάπην ἀληθῆ πρὸς τὸν Λόγον, καὶ ἐκκοπήν, τοῦ
θελήματος Μῆτερ, καὶ τοῦ φρονήματος θεομακάριστε, καὶ πᾶσαν ἄλλην ἀρετήν, δι’ ἀσπίλου
Σου βίου πανάμωμε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν
Νεοφύτου ἀρετὴν ἐγκωμιάσωμεν, τῶν Ἁμοργίνων ἡ πληθὺς καὶ εὐφημήσωμεν, ἐν ἐνθέοις
ἐγκωμίοις ἀναφωνοῦντες· ὡς θυσίας καὶ ἀσκήσεως τὸ πρότυπον, σαῖς πρεσβείαις πρὸς
Χριστὸν ἡμᾶς περίσῳζε, ἵνα κράζομεν· Χαῖρε
Πάτερ Νεόφυτε.
Ὁ Οἶκος.
Τὸ
τῆς Ἁμοργοῦ βλάστημα, Πάτμου δὲ καὶ Λειψοῦς τὸ τῆς ἀσκήσεως μέγα ἀνάστημα,
Νεόφυτον τὸν Ὁσιομάρτυρα, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πανηγυρικῶς καὶ ἑορτίως ἐγκωμιάζει.
Οὗτος γὰρ τῇ πνευματικῇ ἀσκήσει, καὶ τῇ μαρτυρικῇ τελευτῇ τῷ Κυρίῳ εὐαρεστήσας,
τῆς ἀπολαύσεως τῆς τῶν οὐρανῶν Βασιλείας κατηξιώθη· ὅθεν καὶ ἡμεῖς τὸν ἡμέτερον
προστάτην καὶ ἀντιλήπτορα, τῆς δὲ Ἁμοργοῦ εὐκλεέστατον φρουρὸν καὶ φρυκτωρὸν ἐγκωμιάζοντες,
κράζομεν· Χαίρε, Πάτερ Νεόφυτε.
Τὸ Συναξάριον τῆς ἡμέρας, καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, πρώτῃ Κυριακῇ μετὰ Ι΄ Ἰουλίου, τῶν ἐν Λειψῷ τῇ
νήσῳ, διαφόρων ἐν ἔτεσι διαλαμψάντων Πατέρων, τῶν τῆς τοῦ Ἁγίου Ἰωάννου τοῦ
Θεολόγου Μονῆς τῆς Πάτμου ἀναχωρητῶν, χερσὶ μιαιφόνοις ἰταμῶς ἀποκτανθέντων· Ἰωνᾶ
τοῦ Λερίου, φονευθέντος τῇ ΚΗ΄ Φεβρουαρίου τοῦ ἔτους 1561ου·
Νεοφύτου τοὐπίκλην Φαζοῦ, ἐν σκεπάρνῳ τελειώθεντος τῇ Η΄ Δεκεμβρίου τοῦ ἔτους
1561ου· Ἰωνᾶ τοὐπίκλην Γαρμπῆ, τοῦ Νισύριου, ἐν αἰκίαις πικραῖς
τελειωθέντος, ἐν ἔτει 1635ῳ· Νεοφύτου τοῦ Ἀμοργινοῦ, φονευθέντος τῇ ΣΤ΄ Ἀπριλίου
τοῦ ἔτους 1658ου· καὶ Παρθενίου τοῦ ἐκ Φιλιππουπόλεως, καμάκι
τελειωθέντος ἐν ἔτει 1695ῳ.
Ὅπως
τελευτᾲ Νεόφυτος εἰπάτω,
ἄθλων
τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Ψυχὴν
ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
ἔμπροσθεν
Αὐτοῦ νῦν παρίστανται Ὅσιοι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύϊ
σου τὸν Κτίστην ἱκετεύεις ἀπαύστως ἐν παῤῥησίᾳ πολλῇ, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ
Χριστῷ λατρευόντων, ἐκβοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ
παύσῃ ἱκετεύων τὸν Χριστὸν καὶ Δεσπότην Νεόφυτε Πάτερ κλεινέ, τοῦ σῶσαι Ἁμοργίνων,
ψυχὰς τῶν σὲ τιμώντων, καὶ βοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὡράϊσμα
ἐδείχθης τῇ τοῦ Λόγου δυνάμει ἐν Βασιλείᾳ Αὐτοῦ, Νεόφυτε τρισμάκαρ, συγχαίρων Ἁμοργίνοις·
μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεάνιδες
παρθένοι τὴν παρθένον Μαρίαν παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ὁμοῦ σὺν ταύτης
Τόκῳ, ᾧ ἀπαύστως συνάδουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Ἰσχύϊ
Λόγου, κατανικήσας Βελίαρ, διὰ βίου Νεόφυτος μέλπει, τὸν Χριστὸν ὡς Κτίστην, εἰς
πάντας τοὺς αἰῶνας.
Κατηξιώθη,
ἀγγελικῆς πολιτείας, καὶ Μαρτύρων Νεόφυτος δόξης, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ὁλοκαρδίως,
τῶν μοναχῶν πολιτείᾳ, ἐμιμήθης Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσι, Νεόφυτε
Τριάδα.
Θεοτοκίον.
Δοξολογοῦμεν,
οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν
εἰς αἰῶνας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἡδέως
ἀπηρνήθης, κόσμον θεοφόρε, καὶ ἐπιγείων ἡδέα, καὶ πάντα φθαρτά, ἀξιωθεὶς οὐρανίου,
τρυφῆς Νεόφυτε.
Μακάριος
ὑπάρχεις, ὡς Ὁσιομάρτυς, συμμοναστὴς δὲ Πατέρων ἐν Σκάφῃ Λειψοῦς· διὸ κλεινὲ ἐκοσμήθης,
θεόθεν στέφεσιν.
Ὁμότροπος
Ὁσίων, Νεόφυτε πέλεις, καὶ ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, τῆς Ἁμοργοῦ ὁ
κοσμήτωρ, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Παρθένε, καὶ δοξολογοῦμεν, τὸν ὑπὸ Σοῦ γεννηθέντα Υἱὸν τοῦ Θεοῦ, καὶ σὺν Ἁγίων
χορείαις, Σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον, τὸ ἑωθινόν.
Εἶτα, τοῦ Ἁγίου. Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Νεόφυτον
ὑμνήσωμεν, τῆς Ἁμοργοῦ τὸν ἔξαρχον, Πάτμου τὸ ἐγκαλλώπισμα, Λειψοῦς κλεινὸν ἐξάκουσμα,
κόσμημα τῆς ἀσκήσεως, τῶν μοναχῶν διδάσκαλον, Μάρτυρα θείας πίστεως, προστάτην
μέγαν καὶ πλοῦτον, τῶν Ἁμοργίνων καὶ δόξαν.
Θεοτοκίον.
Μαρίαν
τὴν Θεόνυμφον, τὴν τέξασα τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε
Μήτηρ, Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν
Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν ψάλλομεν στίχους η’ καὶ ψάλλομεν Ἀναστάσιμα
Στιχηρὰ Προσόμοια δ’ τοῦ ἤχου, καὶ δ’ τοῦ Ἁγίου. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε
τὸν Νεόφυτον, ἀνευφημήσωμεν ὕμνοις, μοναχῶν ἐγκώμιον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως,
προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν Μαρτύρων ἐγκαλλώπισμα, πιστῶν ὑπόδειγμα,
καὶ τῶν Ἁμοργίνων τὸ κόσμημα· τῆς πίστεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἀκροθίνιον·
πλοῦτον Ἐκκλησίας, τὸν κόσμον τῆς Μονῆς ἐν τῇ Λειψοῖ, τῶν ἀθλουμένων ἀγλάϊσμα,
καὶ τῆς Πάτμου καύχημα. (Δίς)
Πάντες
τὸν Νεόφυτον, ἐπευφημήσωμεν λόγοις, καὶ λαμπρῶς ὑμνήσωμεν, Ἁμοργοῦ τὸν Ἅγιον καὶ
τὸ καύχημα· ἐν χαρᾷ ἤνεγκε, τὸν σταυρὸν ἐπ’ ὤμων, ἀρετῆς τὰ ἀγωνίσματα,
προσκαίρων στέρησιν, καὶ τοῦ μαρτυρίου τελείωσιν· ἐμφρόνως κατενίκησε, πᾶσαν τῆς
σαρκὸς ἡδυπάθειαν· ὅθεν ἐπαξίως, ἠξίωσεν αὐτὸν ὁ Ἰησοῦς, τῶν χαρισμάτων τοῦ
Πνεύματος, καὶ ζωῆς τῆς κρείττονος.
Ὕμνοις
τὸν Νεόφυτον, καὶ ἐγκωμίοις τιμῶμεν, ἀσκητῶν ἀντίγραφον, μοναχῶν τε ἔνθεον
περιτείχισμα, προσευχῆς πρόβολον, βιαστῶν τὸν κόσμον, Ἁμοργοῦ τὸ ἐγκαλλώπισμα,
Λειψοῦς τὸ καύχημα, καὶ τῶν ἀρετῶν ἀκροθίνιον, Μαρτύρων τὸ ἀγλάϊσμα, καὶ Μονῆς
τῆς Πάτμου καλλώπισμα· ὅθεν σὺν Ὁσίοις, καὶ Μάρτυσιν ἀγάλλεται λαμπρῶς, καταλαβὼν
θεῖα δώματα, ἐν δόξῃ ὁ ἔνθεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε
πιστοὶ ἐν ᾠδαῖς ἐγκωμίων, τὴν τοῦ Νέου Ὁσιομάρτυρος Νεοφύτου μνήμην τιμήσωμεν
λέγοντες· Χαίροις τῆς Ἐκκλησίας ὁ φωστήρ, καὶ τῆς νήσου τῶν Ἁμοργίνων ἀκαταίσχυντος
ἀρωγός· χαίροις, τῆς μοναχικῆς πολιτείας ὁ μανικὸς ἐραστής, καὶ τῆς ὑπὲρ Χριστοῦ
θυσίας τὸ ἀκροθίνιον· χαίροις, τῆς νήσου Ἁμοργοῦ δόξα καὶ ἐγκαλλώπισμα, καὶ ταῆς
Λειψοῦς ἔνθεον καύχημα. Ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ
τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπεδεδοξασμένη
ὑπάρχεις Θεοτόκε Παρθένε…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἁμοργίνων ὁ εὐκλεής, γόνος εὐσεβείας, καὶ ἀσκήσεως ἐραστής· χαίροις ὁ ἐν νήσῳ,
Λειψῷ σὺ μαρτυρήσας, Ἀγαρηνῶν μανίᾳ, κλεινὲ Νεόφυτε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν
Νεοφύτου ἀρετὴν ἐξυμνοῦντες, τὸν χαριτώσαντα αὐτὸν Θεὸν Λόγον, λατρευτικῶς
τιμήσωμεν βοῶντες θερμῶς· σκέπασον ἐν τῇ δυνάμει σου, Ἁμοργοῦ καὶ Λειψοῦς
πιστούς, πᾶσι δὲ χορήγησον, Νεοφύτου τὴν χάριν· καὶ μιμητὰς ἀξίωσον ἠμᾶς, ἀναδειχθῆναι,
τοῦ Ὁσιομάρτυρος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νεόφυτον
Ὁσιομάρτυρα τιμῶ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Νεόφυτον
μέλψωμεν εὐλαβῶς, Ἁμοργοῦ τὸν γόνον, καὶ Λειψοῦς ἀσκητὴν κλεινόν, τὸν Ὁσιομάρτυρα
Κυρίου, καὶ τῶν πιστῶν ἀντιλήπτορα κράτιστον.
Ἐνοίκησον
Πνεῦμα πανσθενουργόν, τῇ ἐμῇ καρδίᾳ, τοῦ ὑμνῆσαι θεοπρεπῶς, ζωὴν Νεοφύτου τὴν ἁγίαν,
καὶ τελευτὴν τὴν αὐτοῦ ἀξιάγαστον.
Ὁμοῦ
συναγάλλεται Ἁμοργός, Λειψοῖ καὶ τῇ Πάτμῳ, ἑορτάζουσα ἐν χαρᾷ, τὴν μνήμην τοῦ
θείου Νεοφύτου, τοῦ ἀσκητοῦ ἐν Ἁγίοις καὶ Μάρτυρος.
Θεοτοκίον.
Φωτὶ
τῆς Τριάδος καταυγασθείς, Νεόφυτος πέλει, μονυδρίῳ Σου Μαριάμ, ἐν Σκάφῃ Λειψοῦς
Σοὶ ὑμνηπόλος, καὶ μιμητὴς Σῆς ἁγνείας πανάριστος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὑψιπέτην
ὁρῶμεν, τὸν θαυμαστὸν Μάρτυρα, μέγαν ἀσκητὴν ἐν τῇ Σκάφῃ, κλεινὸν Νεόφυτον, τὸν
ἐν ἀγάπῃ θερμῇ, καὶ ταπεινώσει τελείᾳ, τῶν Πατέρων στέρξαντα τὰ ἀγωνίσματα.
Τῶν
ἀσκητῶν ἐμιμήσω, τὴν βιοτὴν Ὅσιε, καὶ ὁμολογίαν Μαρτύρων, Πάτερ Νεόφυτε· διὸ ἐστέφθης
λαμπρῶς, ὑπὸ Κυρίου τρισμάκαρ, ἐν Ὁσιομάρτυσι, συναυλιζόμενος.
Ὁλοψύχως
ἠρνήθης, ζωὴν τρεπτὴν Ἅγιε, καὶ τῶν ἐπιγείων ἁπάντων, τὴν ματαιότητα, ἀποδεχθεὶς
ἐν χαρᾷ, τὸν τῆς ἀσκήσεως βίον, καὶ Μαρτύρων στέφανον, καὶ δόξαν ἄφθιτον.
Θεοτοκίον.
Νεανίδων
ἐξάρχεις, καὶ μοναχῶν Δέσποινα, καὶ τῶν πανενδόξων μητέρων, πέλεις τὸ καύχημα,
τῶν δὲ πιστῶν ἀληθής, καταφυγὴ καὶ προστάτις, καὶ τῶν ἐν ταῖς θλίψεσι, μέγα
προσφύγιον.
Διάσωσον,
ἀπὸ κινδύνων πρεσβείαις σου θεοφόρε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς
ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ποθῶν βιοτήν, ταῆς
χάριτος Νεόφυτε, ἠρνήθης ταῆς γῆς, ἐπίκηρα καὶ μάταια, θεαρέστως ἥγνισας
πάντιμε, ταὴν ζωήν σου ἅπασαν· καθορῶν Χριστὸν ταὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ
πάντων ἡμῶν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Οὐρανοῦ
ἐπεπόθησας, τὸν σαββατισμὸν Νεόφυτε Ὅσιε· διὸ πάντα τὰ ἐπίκηρα, καὶ τὰς ἡδονὰς
κόσμου ἀπέφυγες.
Σὺ
ταπείνωσιν ἔστερξας, καὶ τὴν ἡσυχίαν σεπτὲ Νεόφυτε, καὶ καρδίας τὴν κατάνυξιν,
καὶ τῆς προσευχῆς τὸ ἀδιάλειπτον.
Ἱερώτατον
σφάγιον, ὑπὲρ τοῦ Χριστοῦ ἐτύθης Νεόφυτε· διὸ εἴληφας τὸν στέφανον, τοῦ Ὁσιομάρτυρος
πανεύφημε.
Θεοτοκίον.
Οὐρανὸς
ὅλη γέγονας, τοῦ Πατρὸς τὸν Λόγον κυοφορήσασα, Θεοτόκε παντευλόγητε, καὶ τὰς
πύλας οὐρανοῦ ἠνέῳξας.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Μέγιστος
φρουρός, ἀνεδείχθης Πάτερ ἔνδοξε, τῆς Ἁμοργοῦ καὶ πάντων τῶν εὐσεβῶν, ὡς ἐστεμμένος,
ἐν ἄνω Σιὼν Νεόφυτε.
Ἄῤῥητος
ζωή, καὶ ἀνάπαυσις αἰώνιος, σοὶ ἐδωρήθη Πάτερ ἐν οὐρανοῖς, καθικετεύοντι Λόγον,
ἀεὶ Νεόφυτε.
Ῥίψας
ἐν χαρᾷ, τὸν δερμάτινον χιτῶνά σου, κατηξιώθης φέρειν προπτωτικόν, τῆς ἀφθαρσίας,
χιτῶνα κλεινὲ Νεόφυτε.
Θεοτοκίον.
Τεῖχος
τῶν πιστῶν, καὶ προπύργιον πανάμωμε, καὶ βακτηρία πέλεις ἐν συμφοραῖς, ὡς Μήτηρ
οὖσα, τοῦ Λόγου θεοχαρίτωτε.
ᾨδὴ στ’. Τὴν δέησιν.
Ὑψώθης,
τῇ τοῦ Χριστοῦ Νεόφυτε, ἐνεργείᾳ εἰς ζωὴν ὑπὲρ λόγον· ἐπιποθὼν γὰρ ζωὴν τὴν ἀγήρω,
καὶ παραδείσου τρυφὴν τὴν αἰώνιον, κατέλιπες τὰ ἐπὶ γῆς, πάντα κόσμου τερπνὰ καὶ
ἐπίκηρα.
Ῥωννύμενος,
ἐνεργείᾳ Πνεύματος, ἐν μονῇ ἀφιερώθης ἐμφρόνως, καὶ τὴν ζωήν, ἀσκητῶν καὶ Ὁσίων,
ἐν προσευχῇ καὶ ἁγνείᾳ ἀντέγραψας, καὶ Μάρτυς ὑπὲρ τοῦ Χριστοῦ, ἐν Λειψοῦ ἀνεδείχθης
Νεόφυτε.
Ἄσκησιν,
Νεοφύτου ψάλλοντες, Ἁμοργίνων τὰ φιλάγια πλήθη, καὶ τὴν αὐτοῦ, πολιτείαν ζηλοῦντες,
ἐπιποθήσωμεν βίον τῆς χάριτος, καὶ Βασιλείαν οὐρανῶν, τὰ τοῦ κόσμου τερπνὰ ἀπαρνούμενοι.
Θεοτοκίον.
Ταπείνωσιν,
ἐκδιδάσκεις Δέσποινα, καὶ ἀγάπην ἀληθῆ πρὸς τὸν Λόγον, καὶ ἐκκοπήν, τοῦ
θελήματος Μῆτερ, καὶ τοῦ φρονήματος θεομακάριστε, καὶ πᾶσαν ἄλλην ἀρετήν, δι’ ἀσπίλου
Σου βίου πανάμωμε.
Διάσωσον,
ἀπὸ κινδύνων πρεσβείαις σου θεοφόρε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς
ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἁμοργίνων
Νεόφυτε πέλεις τὸ καύχημα, καὶ Λειψοῦς καὶ Πάτμου τὸ σεπτὸν ἐγκαλλώπισμα, ἀσκηθεὶς
καὶ τελευτήσας ὡς Μάρτυς τοῦ Χριστοῦ· διὸ εἴληφας ἐν οὐρανῷ, σαββατισμοῦ τὴν
δωρεάν, καὶ χαρὰν ὑπερκόσμιον, σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ εὐφημούντων, πρὸς
τὸν Σωτῆρα Ἰησοῦ, Ἁμοργοῦ προστάτα καὶ ἔφορε.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.:
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, πέρι πάντων ὧν
ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Δόξα:
Ταῖς
τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε τὸν
Νεόφυτον, ἀνευφημήσωμεν ὕμνοις, μοναχῶν ἐγκώμιον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως,
προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν Μαρτύρων ἐγκαλλώπισμα, πιστῶν ὑπόδειγμα,
καὶ τῶν Ἁμοργίνων τὸ κόσμημα, τῆς πίστεως ταὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἀκροθίνιον,
πλοῦτον Ἐκκλησίας, καὶ κόσμον τῆς Μονῆς ἐν τῇ Λειψοῖ, τῶν ἀθλουμένων ἀγλάϊσμα,
καὶ τῆς Πάτμου καύχημα.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύϊ
σου τὸν Κτίστην ἱκετεύεις ἀπαύστως ἐν παῤῥησίᾳ πολλῇ, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ
Χριστῷ λατρευόντων, ἐκβοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ
παύσῃ ἱκετεύων τὸν Χριστὸν καὶ Δεσπότην Νεόφυτε Πάτερ κλεινέ, τοῦ σῶσαι Ἁμοργίνων,
ψυχὰς τῶν σὲ τιμώντων, καὶ βοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὡράϊσμα
ἐδείχθης τῇ τοῦ Λόγου δυνάμει ἐν Βασιλείᾳ Αὐτοῦ, Νεόφυτε τρισμάκαρ, συγχαίρων Ἁμοργίνοις·
μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νεάνιδες
παρθένοι τὴν παρθένον Μαρίαν παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ὁμοῦ σὺν ταύτης
Τόκῳ, ᾧ ἀπαύστως συνάδουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Ἰσχύϊ
Λόγου, κατανικήσας Βελίαρ, διὰ βίου Νεόφυτος μέλπει, τὸν Χριστὸν ὡς Κτίστην, εἰς
πάντας τοὺς αἰῶνας.
Κατηξιώθη,
ἀγγελικῆς πολιτείας, καὶ Μαρτύρων Νεόφυτος δόξης, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ὁλοκαρδίως,
τῶν μοναχῶν πολιτείᾳ, ἐμιμήθης Ἀγγέλων τὸν βίον, οἵτινες ὑμνοῦσι, Νεόφυτε
Τριάδα.
Θεοτοκίον.
Δοξολογοῦμεν,
οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν
εἰς αἰῶνας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἡδέως
ἀπηρνήθης, κόσμον θεοφόρε, καὶ ἐπιγείων ἡδέα, καὶ πάντα φθαρτά, ἀξιωθεὶς οὐρανίου,
τρυφῆς Νεόφυτε.
Μακάριος
ὑπάρχεις, ὡς Ὁσιομάρτυς, συμμοναστὴς δὲ Πατέρων ἐν Σκάφῃ Λειψοῦς· διὸ κλεινὲ ἐκοσμήθης,
θεόθεν στέφεσιν.
Ὁμότροπος
Ὁσίων, Νεόφυτε πέλεις, καὶ ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, τῆς Ἁμοργοῦ ὁ
κοσμήτωρ, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Παρθένε, καὶ δοξολογοῦμεν, τὸν ὑπὸ Σοῦ γεννηθέντα Υἱὸν τοῦ Θεοῦ, καὶ σὺν Ἁγίων
χορείαις, Σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Ἁμοργίνων
ὁ φρυκτωρός, καὶ Μονῆς ἐν Σκάφῃ, θεοφώτιστος μοναστής, Νεόφυτε Πάτερ, Λειψοῦς
κόσμος καὶ πλοῦτος, τῆς Ἁμοργοῦ τὸ κλέος, καὶ Πάτμου καύχημα.
Χαίροις μοναζόντων
ἡ καλλονή, καὶ τῶν Ἁμοργίνων, ἀντιλήπτωρ καὶ ἀρωγός, τῶν χριστομαρτύρων, ἀντίγραφον
καὶ δόξα, Νεόφυτε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Δεῦτε εὐφημήσωμεν
εὐλαβῶς, Νεόφυτον ὕμνοις, Ἁμοργοῦ τὸν σεπτὸν βλαστόν, τῆς Λειψοῦς τὸ κλέος, καὶ
τῶν Μαρτύρων δόξαν, προστάτην Ἁμοργίνων, τὸν θεοδώρητον.
Κλέος Ἁμοργίνων
καὶ ἀδελφός, Νεόφυτε πέλεις, καὶ προστάτης καὶ ἀρωγός, τῆς Μονῆς ἐν Σκάφῃ,
φρουρὸς ὁμοῦ καὶ φύλαξ, καὶ τῶν φιλομαρτύρων, λαμπρὸν ὑπόδειγμα.
Τὸν τῆς
κατανύξεως ἐραστήν, καὶ τῆς Βασιλείας, θεοτίμητον βιαστήν, τῆς ὁμολογίας, κλεινὸν
τροπαιοφόρον, Νεόφυτον ἐν ὕμνοις, ἐγκωμιάσωμεν.
Τοὺς Ὁσιομάρτυρας
ἀνυμνῶ, Ἰωνᾶν τῆς Λέρου, καὶ Παρθένιον ἱερόν, Νεόφυτον θεῖον, καὶ Ἰωνᾶν
Νισύρου, σὺν τούτοις Ἁμοργῖνον, κλεινὸν Νεόφυτον.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ἁμοργοῦ
θεῖον βλαστόν, καὶ τῶν Ἁμοργίνων προστάτην, καὶ τῆς Λειψοῦς φρυκτωρόν, Πάτμου δὲ
τὸ καύχημα, πιστῶν τὸν φύλακα, ἐν ᾠδαῖς εὐφημήσωμεν, ὁσίων τὸν κόσμον, πλοῦτον ἀσκουμένων
τε, Μαρτύρων ἕδρασμα, πάσης Ἐκκλησίας τὸ κλέος, καὶ τῶν μοναζόντων τὸν τύπον, τὸν
Ὁσιομάρτυρα Νεόφυτον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου