Δευτέρα 12 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 28. ΠΡΟΧΟΡΟΣ, ΝΙΚΑΝΩΡ, ΤΙΜΩΝ & ΠΑΡΜΕΝΑΣ ΑΠΟΣΤΟΛΟΙ & ΔΙΑΚΟΝΟΙ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΗ΄.
ΠΡΟΧΟΡΟΣ, ΝΙΚΑΝΩΡ, ΤΙΜΩΝ & ΠΑΡΜΕΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ



ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ


Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ἐγκωμιάσωμεν τετράδα διακόνων τῆς Χριστοῦ Ἐκκλησίας, Νικάνορα τὸν θεῖον καὶ Παρμενᾶν, χαριτόβρυτον Τίμωνα καὶ προσφορᾶς, θεῖον Πρόχορον, καλλονήν, εὐσεβείας ὡραΐσματα.

τετρακτὺς διακόνων ἡ θεοσύλλεκτος πανευλαβῶς τιμάσθω, Παρμενᾶς καὶ Νικάνωρ, ὁ Πρόχορος ὁ θεῖος καὶ ὁ σεπτὸς Τίμων, ἡ θεοτίμητος τῶν Ἀποστόλων Κυρίου ὄντως ὁμὰς ὑπὸ πάντων παναοίδιμος.

Προσκαρτεροῦσιν Ἁγίοις διακονήσαντας προσώπων κοινωνίᾳ, τῶν Γραφῶν ἀναγνώσει, τῇ κλάσει ὕμνοις ἄρτου καὶ προσευχῇ, Παρμενᾶν τε Νικάνορα Πρόχορον ἅμα καὶ Τίμωνα εὐλαβῶς οἱ πιστοὶ ἐγωμιάσωμεν.

Χαίρετε, Ὅσιε Τίμων, φωσφόρε Πρόχορε καὶ εὐλαβὲς Νικάνορ Παρμενᾷ σὺν τῷ θείῳ, χορεία διακόνων θεοειδῶν καὶ τετρὰς θεοπρόβλητος τῶν Ἀποστόλων Κυρίου, μελῳδικῶς ἐκβοῶμεν οἱ Χριστώνυμοι.

Δόξα. Ἦχος β΄.
Τοὺς ταπεινῷ φρονήματι καὶ κενωτικῇ ἀγάπῃ ὁλοθύμως διακονήσαντας τῇ πρώτῃ Ἐκκλησίᾳ, Τίμωνα, Νικάνορα, Παρμενᾶν καὶ Πρόχορον τιμήσωμεν  οὕτω λέγοντες· Οἱ ἀόκνως τοῖς Ἁγίοις διακονοῦσι καὶ μεριμνῶσιν ὑπὲρ τῶν ὀρφανῶν καὶ πενήτων, πέμψον ἡμῖν οὐρανόθεν τοὺς οἰκτιρμοὺς καὶ τὰ ἐλέη τοῦ Θεανθρώπου Κυρίου καὶ εὐϊλάτου Παντοκράτορος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, τετρὰς σεπτὴ Χριστοῦ τῶν διακόνων  τῆς πρώτης Ἐκκλησίας, ἡ τῶν Ἁγίων πλήθει καλῶς διακονήσασα.

Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Τίμων θεοειδές, Νικάνορ θεηγόρε σὺν Παρμενᾷ τῷ πάνυ καὶ τῷ Προχόρῳ, μνήμην κοινὴν ὑμῶν γεραίρομεν.

Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Χαίρετε, τιμαλφῆ τῶν διακόνων κλέη τῆς Ἐκκλησίας, Τίμων, καὶ Πρόχορε, Νικάνορ σὺν Παρμενᾷ θεόφρονι.

Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, Πατὴρ ὁ πρὸ αἰώνων ὑπάρχων σὺν τῷ Λόγῳ καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ἡ ὁμοούσιος.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, ἡ τῶν βροτῶν καταφυγὴ ἐν δίναις καὶ πάσει περιστάσει, Κυρία Θεοτόκε, εὐλογημένη Δέσποινα.

Νῦν ἀπολύεις...τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διακόνων Ἁγίων τετράδα μέλψωμεν, τοὺς ὁλοθύμως ταῖς χρείαις τῶν ὀρφανῶν καὶ χηρῶν καὶ ἁπάντων τῶν πτωχῶν ὑπρετήσαντας, Τίμωνα θεῖον, Παρμενᾶν, καὶ Νικάνορα σεπτὸν Προχόρῳ σὺν τῷ ἐνθέῳ, αὐτοὺς προβάλλοντας πρέσβεις ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
                   
Ἀπόλυσις.

 

 

 

 






ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ


Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Λύχνον τὸν τετράφωτον τῶν διακόνων τιμήσωμεν Ἐκκλησίας γηθόμενοι φιλέορτοι ἅπαντες, Τίμωνα φωσφόρον, Πρόχορον τὸν θεῖον, πνευματοφόρον Παρμενᾶν καὶ τὸν Νικάνορα τὸν πανεύφημον, τὸ νοητὸν φωτίζοντας διακονίας στερέωμα τῆς τιμίας πυρσεύματι προσφορᾶς ὑπὲρ ἔννοιαν.

Δεῦτε τὸ τετράπυλον τῆς προσφορᾶς περιτείχισμα εὐλαβῶς μεγαλύνωμεν, τετράδα τὴν πάγκαλον θείων διακόνων συναριθμηθεῖσαν τοῖς Ἀποστόλοις τοῦ Χριστοῦ τοῖς ἑβδομήκοντα, ὕμνοις Τίμωνα, Νικάνορα καὶ Πρόχορον σὺν Παρμενᾷ τῷ θεόφρονι, τὰς ἀνάγκας πληρώσασαν Χριστωνύμου κοινότητος.

Πρόχορε θεόπνευστε, τοῦ Θεολόγου συνέκδημε Ἰωάννου, ἠξίωσαι γενέσθαι Ἐπίσκοπος τῆς Νικομηδείας καὶ λαὸν ποιμάναι αὐτῆς καλῶς τὸν λογικὸν καὶ κατευθῦναι πρὸς τελειότητα, αὐτόν σε μακαρίζοντα ὡς ποδηγὸν ἀπλανέστατον πρὸς τῆς ἄνω λαμπρότητος τὰ ὑπέρφωτα δώματα.

Τίμων ἐνθεώτατε, Βαρνάβα κατηκολούθησας καὶ τοῦ Μάρκου τοῖς βήμασιν ἐν Κύπρῳ καὶ ἤσκησας Βάσης ἐν σπηλαίῳ, μάκαρ, θεαρέστως, ὅπερ ἀνέδειξας σεπτὴν κονίστραν πόνων σου ὑπὲρ ἔννοιαν, ἐν ᾗ ἐχθρὸν ἐπύκτευσας τὸν νοητὸν καὶ μισόκαλον, τὸν ἀπαύστως πτερνίζοντα γένος ἅπαν τὸ βρότειον.

ργον ἱερώτατον ἐπιτελῶν, ἄνερ πάντιμε, προσφορᾶς ἀκροθίνιον, πιστῶν ὁμηγύρεως τῆς διακονίας Ἱεροσολύμων ἐν Ἐκκλησίᾳ τῇ σεπτῇ, κλεινὲ Νικάνορ, ἀγάπης ἔκτυπον, ἐν ταύτῃ καὶ τὸν βίον σου τὸν χοϊκὸν ἐπεράτωσας μεταστὰς συνεφραίνεσθαι Ἰησοῦ Παντοκράτορι.

Χαίρει ἑορτάζουσα ἡ Ἐκκλησία τὴν μνήμην σου, Παρμενᾶ παναοίδιμε, διάκονε πάντιμε, Ἱεροσολύμων, ἔνθα Ἀποστόλων ὁ θεοσύλλεκτος χορὸς ἐνεταφίασε θεῖον σκῆνός σου μετὰ τὴν σὴν τελείωσιν, περιφανὲς σεμνολόγημα εὐσεβείας καὶ πίστεως τιμαλφέστατον μάργαρον.





Δόξα. Ἦχος πλ. β΄.
πέλαμψε σήμερον ὡς ἀστὴρ ἑωθινὸς ἡ πάμφωτος μνήμη τῆς τετράδος τῶν ταπεινῶν  καὶ φιλοπόνων τῆς Ἐκκλησίας διακόνων, Παρμενᾶ, Νικάνορος, Προχόρου καὶ Τίμωνος, διακονικαῖς ἀστραπαῖς καταυγαζούσης οἰκουμένης τὰ πέρατα· δεῦτε οὖν πάντες φωτιζόμενοι τῇ αὐτῶν προσφορᾷ καὶ ἀγάπῃ ἀπελάσωμεν τὸν ζόφον τῆς ἰδιοτελείας   καὶ τοῦ προσκαίρου συμφέροντος καὶ ἐκζητήσωμεν τὰς αὐτῶν πρεσβείας  πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 3 -11)
δελφοί, ὡς πάντα ἡμῖν τῆς θείας  δυνάμεως τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι' ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο  δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.






Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 25 -32)
δελφοί, ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἰ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.













ΕΙΣ   ΤΗΝ   ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ φιλεόρτων ἡ χορεία πανηγυρικῶς τελοῦσα τὴν πανσεβάσμιον μνήμην τῆς θεολέκτου τετράδος τῶν ἁγίων Διακόνων, Τίμωνος, Παρμενᾶ, Προχόρου καὶ Νικάνορος· οὗτοι γὰρ τὰς χρείας πληρώσαντες τῆς πρώτης Ἐκκλησίας, Ἀποστόλων ἐβάδισαν τρίβους καὶ τὴν πίστιν ἐμεγάλυναν· καὶ νῦν τυχόντες εὐκλείας μακαρίας, Θεῷ παριστάμενοι ἐκτενῶς Αὐτὸν δυσωποῦσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Δαψιλῶς ἐβράβευσε Κύριος τὴν ὑμῶν διακονίαν καὶ τὴν κενωτικὴν ὑμῶν ἀγάπην, Τίμων, Παρμενᾶ, Πρόχορε καὶ Νικάνορ, Διάκονοι θεοείκελοι, δι' ἀφθίτου ἐν πόλῳ μακαριότητος· ὅθεν ἡμεῖς σήμερον τὴν κοινὴν μνήμην ὑμῶν ἑορτάζοντες τὰς εὐχὰς ὑμῶν ἐκδεχόμεθα πρὸς πνευματικὴν τελείωσιν καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τετράχορδον κιθάρα προσφορᾶς πρὸς τοὺς ἔγγιστα, ἡδύνουσαν τὰ ὦτα τοῦ Χριστωνύμου πληρώματος, ἤχοις εὐτάκτοις Θεοῦ δοξολογίας καὶ ἀνθρώπων συμπαθείας,  Τίμωνα, Παρμενᾶν, Νικάνορα καὶ Πρόχορον εὐφημήσωμεν  ἐν κατανύξει βοῶντες· Οἱ τῶν Ἀποστόλων ὁμόζηλοι καὶ σὺν Ἀποστόλοις ἐπαγαλλόμενοι, Χριστὸν ἱκετέυσατε σῴζεσθαι τοὺς ὑμᾶς μακαρίζοντας.

Δόξα. Ἦχος δ΄.
Τοὺς ἐν Ἱεροσολύμοις διαλάμψαντας διακονικῇ προθυμίᾳ καὶ φωτίσαντας τὰ σύμπαντα συμπαθείας ἀκτῖσι, τοὺς εὐκλείας ἀξιωθέντας θεαυγεῖς διακόνους πιστῶς τιμήσωμεν λέγοντες· Οἱ τὴν ὁδὸν σωτηρίας λαῷ ὑποδείξαντες καὶ αὐτοῦ ταῖς χρείαις διακονήσαντες, δείξατε καὶ ἡμῖν ὁδὸν τὴν πρὸς πόλον ἀπάγουσαν καὶ σώσατε ἐν θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.









Εἰς τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ἡ θεοφόρος τετρὰς τῶν διακόνων ἡ Χριστοῦ ἑβδομήκοντα λαμπρῶς συναριθμηθεῖσα τοῖς Ἀποστόλοις, ψαλμοῖς καὶ ᾠδαῖς εὐτάκτοις
ἀνακράζομεν, Νικάνορ ἀοίδιμε, Παρμενᾶ θεοτίμητε, τρισμάκαρ Τίμων καὶ θειότατε Πρόχορε, καλλωπίσματα καὶ σεπτὰ ὡραΐσματα τῆς Ἐκκλησίας Κτίσαντος, Χριστοῦ πανοικτίρμονος, οἱ τῶν πτωχῶν τὰς ἀνάγκας καὶ τῶν πενήτων πληρώσαντες τῆς πρώτης Ἁγίων ἐν τοῖς Ἱεροσολύμοις σεπτῆς συνάξεως.

Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Χαίροις, Βαρνάβα ὁ συνεργὸς τοῦ Ἀποστόλου καὶ τοῦ Μάρκου συνέκδημος ἐν Κύπρῳ, τρισμάκαρ Τίμων, χαίροις, σοφὲ Παρμενᾶ, Ἱεροσολύμων εὖχος πάντιμος, καὶ θεῖον ἀγλάϊσμα, χαίροις, Πρόχορε, πίστεως, τοῦ Ἰωάννου Θεολόγου ἀκόλουθε, ὁ Ἐπίσκοπος εἶτα ὁ πανσεβάσμιος Νικομηδείας, κράζομεν καὶ πίστεως σέμνωμα, χαίροις, Νικάνορ, φιλέργων καὶ φιλοπόνων ἀκρώρεια Χριστοῦ διακόνων, ὁ κλεΐσας Ἐκκλησίαν τὴν θεοΐδρυτον.

Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Χαίροις, ἡ τετραυγὴς ἀστραπὴ τῶν διακόνων, ἡ ἀγάπης πυρσεύσασα ἀφάτου τὴν Ἐκκλησίαν καὶ προσφορᾶς ἀληθοῦς πρὸς ἐμπεριστάτους, χήρας, κάμνοντας, πτωχούς τε καὶ πένητας, ὀρφανὰ καὶ τοὺς στένοντας ἐξ ἐπωδύνων ἀναγκῶν, Τίμων ἔνθεε, Θείας Χάριτος τιμαλφὲς ἐνδιαίτημα, Πρόχορε παναοίδιμε, ἀκόλουθε πάνσοφε τοῦ μαθητοῦ τοῦ παρθένου, τοῦ Ἰωάννου, ἀνάκτορον ἀγάπης, Νικάνορ σὺν τῷ Παρμενᾷ τῷ θείῳ καὶ οὐρανόφρονι.

Δόξα. Ἦχος πλ. δ΄.
ποστόλων τετράδα ἐκ τῶν Ἑβδομήκοντα καὶ Διακόνων λυχνίαν τὴν τετραπύρσευτον, ἐν εὐλαβείᾳ πάντες τιμήσωμεν, Τίμωνα, Πρόχορον, Παρμενᾶν καὶ Νικάνορα· οὗτοι γὰρ σεμνῶς καὶ ταπεινῶς διακονήσαντες τῇ πρώτῃ ἐν Ἱεροσολύμοις Ἐκκλησίᾳ ἐν διαφόροις χρόνοις καὶ τόποις
καλῶς τὸν ἀγῶνα ἐτέλεσαν καὶ δόξης ἀξιωθέντες οὐρανίου Κυρίῳ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης.





Νῦν ἀπολύεις...τὸ Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Διακόνων Ἁγίων τετράδα μέλψωμεν, τοὺς ὁλοθύμως ταῖς χρείαις τῶν ὀρφανῶν καὶ χηρῶν καὶ ἁπάντων τῶν πτωχῶν ὑπρετήσαντας, Τίμωνα θεῖον, Παρμενᾶν, καὶ Νικάνορα σεπτὸν Προχόρῳ σὺν τῷ ἐνθέῳ, αὐτοὺς προβάλλοντας πρέσβεις ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
                   
Ἀπόλυσις.





























ΕΝ  Τῼ  ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Κενώσεως ψυχῆς πολυτίμητοι ὄλβοι, ἀόκνου προσφορᾶς πρὸς Χριστοῦ Ἐκκλησίαν καὶ ταύτης Διάκονοι θεοπρόβητοι ὤφθητε, Τίμων πάνσοφε, Νικάνορ πνευματοφόρε, θεῖε Πρόχορε καὶ Παρμενᾶ τρισευδαῖμον, τετρὰς θείας Χάριτος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Δεσπότην τοῦ παντὸς καὶ Σωτῆρα τοῦ κόσμου, ἐλθόντα εἰς τὴν γῆν πᾶσι διακονῆσαι βροτοῖς ἐσωμάτωσας, Θεοκῦμον πανάχραντε, ἀγαπήσεως καὶ συμπαθείας πυξίον, παντευλόγητε, Χριστιανῶν ἐν ἀνάγκαις θερμὸν καταφύγιον.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βαρνάβα συνέδημον καὶ Μάρκου τὸν συνεργὸν τιμήσωμεν Τίμωνα καὶ Ἰωάννου σεπτὸν ἀκόλουθον, Πρόχορον, σὺν Παρμενᾷ τῷ θείῳ καὶ Νικάνορι πάνυ, τέσσαρας Διακόνους τῆς Χριστοῦ Ἐκκλησίας, τῆς πρώτης τῶν Ἁγίων σεμνῆς ὄντως συνάξεως.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Θεόνυμφε Δέσποινα, σαῖς μητρικαῖς προσευχαῖς προσφεύγομεν ἅπαντες ἐν τοῖς τοῦ βίου δεινοῖς, ἀνάγκαις καὶ θλίψεσιν, μόνη εὐλογημένη τοῦ Παντάνακτος Μῆτερ, πέμποντος οὐρανόθεν τὴν πληθὺν τοῦ ἐλέους καὶ θείων οἰκτιρμῶν ποταμοὺς πᾶσι τοῖς μέροψι.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Θεόπνουν Τίμωνα, σεπτὸν Νικάνορα, φωσφόρον Πρόχορον ἐγκωμιάσωμεν καὶ Παρμενᾶν τὸν εὐκλεῆ, τετράδα τῶν Διακόνων καθυπηρετήσασαν Ἐκκλησίᾳ τοῦ Κτίσαντος πρώτῃ καὶ πληρώσασαν ἐνδεῶν τὴν ἀνέχειαν προθύμως ἐκ καρδίας βοῶντες· Χαῖρε, ὁμὰς διακονίας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εὐαγγέλιον· κατὰ Λουκᾶν (Κεφ. ι΄ 16 - 21 ): Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει... Ζήτει τῇ Η΄ Νοεμβρίου.
Δόξα.Ταῖς τῶν Διακόνων πρεσβείαις, Ἐλεῆμον,...
Καὶ Νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…
Οἱ ἀποστολικαῖς ψήφοις ἐκλεγέντες θεῖοι Διάκονοι πρὸς πλήρωσιν τῶν ἀναγκῶν τῶν πενήτων  κοινοῖς ἐν ὕμνοις τιμάσθωσαν σήμερον, Τίμων, Παρμενᾶς, Νικάνωρ καὶ Πρόχορος· οὗτοι γὰρ Ἀποστόλων ἰσοστάσιοι ὀφθέντες καὶ Χριστοῦ τὸ ὄνομα πρακτικῶς μεγαλύναντες, ἀπαύστως νῦν πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
         
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·  Τετράδα συνυμνῶ εὐκλεῶν διακόνων. Χ.Μ.Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τετράδα τιμήσωμεν τῶν Διακόνων τὴν πάνσεπτον, Νικάνορα εὔσημον, θεοεδῆ Παρμενᾶν, θεῖον Τίμωνα καὶ Πρόχορον, δοχεῖον τοῦ Πνεύματος πάγχρυσον, ὕμνοις ἐμπρέπουσι.
Εὐκλείας, μακάριοι, τῶν οὐρανῶν ἀπολαύετε, διάκονοι πάνσεπτοι τῆς Ἐκκλησίας Χριστοῦ, Τίμων, Πρόχορε, σὺν Παρμενᾷ Νικάνορ, τετρὰς ἀξιάγαστε καὶ θεοτίμητε.
Τετράριθμον σύστημα τῶν διακόνων τιμήσωμεν  ἐμπρέπουσιν ᾄσμασι τῆς Ἐκκλησίας Χριστοῦ, τὴν πληρώσασαν ἀνάγκας τῶν πενήτων ἐκθύμως φιλέορτοι πάντες γηθόμενοι.
Θεοτοκίον.
ανίδας τῶν θλίψεων καὶ συμφορῶν ἡμῶν σφόγγισον, σεμνὴ Ἀειπάρθενε, τῷ μανδηλίῳ εὐχῶν διαθέρμων σου πρὸς τὸν μονογενῆ σου, Χριστὸν τὸν παρέχοντα πᾶσι τὸ ἔλεος.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
γάπης διάκονοι τῆς θείας, Χριστοῦ Ἐκκλησίας θησαυροί, τὴν πίστιν ἐκοσμήσατε ἡμῶν, θεόφρον Πρόχορε, Νικάνορ σὺν τῷ Τίμωνι καὶ Παρμενᾷ τῷ τρισμάκαρι.
Διάκονοι Ἱεροσολύμων, σὺν Τίμωνι θεῖε Παρμενᾶ, Νικάνορ ἐνθεώτατε καὶ Πρόχορε τρισόλβιε, Χριστοῦ ἐμεγαλύνατε ἔργοις τὸ πάνσεπτον ὄνομα.
κόλουθε τοῦ ἐπιστηθίου Χριστοῦ, Ἰωάννου, μαθητοῦ, πνευματοφόρε Πρόχορε, καὶ συνοδῖτα, χαίρετε, Βαρνάβα, σκεύους Χάριτος καὶ Μάρκου, Τίμων ἀοίδιμε.
Θεοτοκίον.
Σῇ θείᾳ προσφεύγων ἀντιλήψει ἐν πάσαις τοῦ βίου συμφοραῖς καὶ ζάλαις οὐκ αἰσχύνομαι ὁ τάλας, Μητροπάρθενε, ἀλλὰ λαμβάνω πάντοτε τὴν δωρεὰν προστασίαν σου.





Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τίμων Ὅσιε, Νικάνορ θεῖε, πάνυ Πρόχορε καὶ θεοφόρε Παρμενᾶ, τῆς Ἐκκλησίας Διάκονοι, οἱ τῶν πτωχῶν τὰς ἀνάγκας πληρώσαντες καὶ τοὺς πεινῶντας τῷ ἄρτῳ χορτάσαντες θείας πίστεως Χριστοῦ, θεοφόροι, χαίρετε, τοῦ πέμποντος ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Εὐσυμπάθητε Θεογεννῆτορ, σκέπε ἅπαντας καὶ περιφρούρει τοὺς προσφεύγοντας θερμῇ ἀντιλήψει σου καὶ προστασίᾳ ἐν βίου τοῖς κλύδωσι καὶ πειρασμοῖς καὶ δειναῖς περιστάσεσιν, ὕμνοις πάντοτε εὐτάκτοις καὶ μελῳδήμασι τερπνοῖς σε μακαρίζοντας, πανύμνητε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
περένδοξε Νικάνορ, Διακόνων ἀρχέτυπον, Ἱεροσολύμων τοῖς πτωχοῖς καλῶς διηκόνησας καὶ ἐν αὐτοῖς τὸν σὸν βίον ἐπεράτωσας,  πολυτίμητε  ὄλβε Χριστοῦ θείας πίστεως.
Νέκταρ ἐκ τοῦ Ἰωάννου τῶν χειλέων ἐτρύγησας, τοῦ ἠγαπημένου τῷ Χριστῷ, θειότατε Πρόχορε, καὶ δι' αὐτοῦ Νικομήδειαν καθήδυνας, ἧς Ἐπίσκοπος θεοειδὴς ἐχρημάτισας.
Υπερύμνητε τῆς πρώτης Ἐκκλησίας διάκονε, Παρμενᾶ θεόφρον, Ἱεροσολύμων ἡ σύναξις τῶν εὐσεβῶν μακαρίζει σε ὡς στήριγμα τῶν ἐν κλύδωσι καὶ ἀλγειναῖς περιστάσεσι.
Θεοτοκίον.
Μητροπάρθενε, δυσώπει τὸν Υἱόν σου καὶ Κύριον, Κεχαριτωμένη, δοῦναι σοῖς οἰκέταις ὑγίειαν, τοῖς μεγαλύνουσι πλῆθος θαυμασίων σου καὶ δοξάζουσι τὸν πανσεβάσμιον Τόκον σου.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νικάνορ, ἀήττητος ἐν μάχαις ἀναδέδειξαι διὰ τὴν ἀγάπην τοῦ πλησίον καὶ τῶν πενήτων καὶ ὀρφανῶν χορτασμόν, Διάκονε πρώτης τοῦ Χριστοῦ Ἐκκλησίας πάντιμε καὶ Ἀπόστολε πάνσοφε.
ράϊσμα πίστεως, Νικομηδείας, Πρόχορε, πέφηνας ποιμήν, ὁ διακόνων σεπτῶν χορείαν διακοσμήσας τὸ πρίν, κλεινοῦ Ἰωάννου εὐπειθὲς μαθητά, συγγράψαντος Ἱερὸν Εὐαγγέλιον.
τέλεσας βίον σου καλῶς, σεμνὲ Διάκονε, Παρμενᾶ, ἐν Ἱεροσολύμοις, ἀκολουθήσας ὁδοῖς σεπτῶν τοῦ Χριστοῦ Ἀποστόλων, ἔνθεε, Ἐκκλησίας ὡράϊσμα.
Θεοτοκίον.
μνοῦντες, Μητρόθεε, τῶν θαυμασίων πλῆθός σου, Κεχαριτωμένη Θεοτόκε, παρακαλοῦμεν· Τὸν σὸν Υἱὸν καὶ Θεὸν δυσώπει διδόναι μοι ἰσχὺν θριαμβεῦσαι δόλιον πτερνιστήν, τὸν ἀρχέκακον.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Κρηπῖδες πίστεως ἄσειστοι, Διάκονοι Χριστοῦ ἱερώτατοι, ἐγκωμιάζομεν ἡμᾶς κοινοῖς μελῳδήμασι, σὺν Παρμενᾷ Νικάνορ, Τίμων καὶ Πρόχορε.
Λειμῶνος λείρια εὔοσμα τοῦ πόλου, θεοφόροι Διάκονοι, πάντας ηὐφράνατε ὑμῶν ἀγάπῃ τοὺς πένητας τῶν Ἱεροσολύμων Ἁγίους ἅπαντας.
Εὐκλείας νῦν ἀπολαύετε τῆς θείας, Διακόνων σεμνότητες, Τίμων μακάριε, καὶ σὺν πανσέπτῳ Νικάνορι  καὶ Παρμενᾷ τῷ θείῳ τρισμάκαρ Πρόχορε.
Θεοτοκίον.
ς τοῦ Θεοῦ τοῦ Παντάνακτος Υἱοῦ μονογενοῦς πανοικτίρμονος Μῆτερ πανάχραντε, σὲ ἀκλινῶς μακαρίζομεν, ὑπερευλογημένη Θεογεννήτρια.

Κοντάκιον. Ἦχος πλ΄ δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν διακόνων Ἐκκλησίας πρώτης μέλψωμεν σεπτὴν τετράδα, Ἀποστόλων τὴν βαδισασαν τρίβον, Τίμωνα, Νικάνορα θεηγόρον, Παρμενᾶν καὶ θεῖον Πρόχορον ὡς ἔκτυπα προσφορᾶς πρὸς χρείαν ἔχοντας κραυγάζοντες μετὰ πίστεως· Τετρακτύς, χαίροις, πάγκαλε.
Ὁ Οἶκος.
γγελοι Ἐκκλησίας ἀνεδείχθητε πρώτης, Διάκονοι Ἁγίων φωσφόροι, Τίμων μάκαρ, σεπτὲ Παρμενᾶ, ἱερὲ Νικάνορ καὶ κλυτὲ Πρόχορε· διὸ ὑμᾶς γεραίροντες κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, κρηπὶς ἀρετῆς, Νικάνορ·
χαῖρε, βαλβὶς εὐψυχίας, Τίμων.
Χαῖρε, Διακόνων καλλώπισμα, Πρόχορε·
χαῖρε, Ἀποστόλων τετρὰς ὁμοδίαιτε.
Χαῖρε, Πνεύματος ἀνάκτορον, Παρμενᾶ,τοῦ πανσθενοῦς·
χαῖρε,  κύμινον πανεύοσμον, βίου, Τίμων, ἀκραιφνοῦς.
Χαῖρε, σκεῦος ἁγίας πολιτείας, Νικάνορ·
χαῖρε, πάσης χορείας εὐσεβῶν παρακλήτωρ.
Χαῖρε, σεπτὸς Διάκονος, Πρόχορε·
χαῖρε, λαμπρὸς Παρθένου συνέκδημε.
Χαῖρε, ἀγάπης ἀκρώρεια, Τίμων·
χαῖρε, σεμνότης σεπτῶν Διακόνων·
Τετρακτύς, χαίροις, πάγκαλε.






Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΚΗ΄ Ἰουλίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων, ἐνδόξων Διακόνων, Τίμωνος, Παρμενᾶ, Νικάνορος καὶ Προχόρου.
Παρμενᾶ, Νικάνορ, Πρόχορε καὶ Τίμων,
Ἁγίοις διηκονήσατε προθύμως.
   ἱ ἔνδοξοι τῆς πρώτης ἐν Ἱεροσολύμοις Ἐκκλησίας Διάκονοι, ἐκλελεγμένοι ὑπὸ τῶν πανσόφων Ἀποστόλων, Τίμων, Παρμενᾶς, Νικάνωρ καὶ Πρόχορος ἐβαιώσαν ἔργῳ τοὺς λόγους τοῦ Κυρίου· "Ὃς ἐὰν θέλῃ ἐν ἡμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος".   Ἠργάζοντο ἀόκνως διὰ τὴν κάλυψιν τῶν ἀναγκῶν χηρῶν, ὀρφανῶν καὶ πενήτων καὶ ἐν ταὐτῷ διὰ τὴν διάδοσιν τοῦ Εὐαγγελίου τῆς ἀγάπης. Συνηριθμήθησαν τῷ χορῷ τῶν Ἑβδομήκοντα Ἀποστόλων.
  Ἐξ αὐτῶν ὁ Πρόχορος ἠκολούθησε τῷ Εὐαγγελιστῇ Ἰωάννῃ, τῷ Θεολόγῳ καὶ κατηξιώθη γενέσθαι Ἐπίσκοπος Νικομηδείας. Ὁ Τίμων ἐγένετο συνεργὸς τῶν Ἀποστόλων Βαρνάβα καὶ Μάρκου ἐν ταῖς περιοδείαις αὐτῶν εἰς Κύπρον. Οἱ Νικάνωρ καὶ Παρμενᾶς ἐκοιμήθησαν εἰρηνικῶς ἐν Ἱεροσολύμοις, ἔνθα τῷ λαῷ τοῦ Θεοῦ διηκόνουν.  
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νίκης στέφανον ἀμάραντον ἀπείληφας, Νικάνορ ἔνδοξε, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὁ θεῖος Διάκονος καὶ ὁμηγύρεως ἑβδομήκοντα ἰσότιμος καὶ σύναυλος τῶν Ἁγίων Ἀποστόλων.
Διηκόνησας  ἐν ὅλῃ τῇ καρδίᾳ σου, σεμνὲ Διάκονε, θεοειδὲς Παρμενᾶ, πτωχοῖς τε καὶ στένουσι Σιών, ἀοίδιμε, ἐν ᾗ σκῆνός σου πανευλαβῶς ἐκήδευσαν αἱ χορεῖαι τῶν Ἁγίων.
ερώτατε, ὁ μαθητεύσας, Πρόχορε πνευματοφόρητε, παρὰ Παρθένου υἱῷ, παρθένῳ ὑπάρξαντι ψυχῇ καὶ σώματι, τῷ συγγράψαντι τὸ θεῖον Εὐαγγέλιον, Ἰωάννῃ, χαῖρε, μάκαρ.
Θεοτοκίον.
ειπάρθενε, σαρκὸς κινήσεις δούλων σου ταχέως κόπασον σαῖς διαθέρμοις εὐχαῖς, πανύμνητε Δέσποινα, πρὸς θεῖον Τόκον σου καὶ ἀνύψωσον τὸν νοῦν ἡμῶν, Μητρόθεε, πρὸς Αὐτοῦ σκηνὰς ἐν πόλῳ.













ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κόποις σου καὶ μόχθοις, μάκαρ Τίμων, λαῷ Ἱεροσολύμων διηκόνησας καὶ λαὸν ἐφώτισας σὺν Βαρνάβᾳ φθόγγοις σου καὶ Μάρκῳ τῷ καθεύδοντι ἐν σκότει, πάντιμε, καὶ ζόφῳ ἀγνωσίας τῆς Κύπρου, εὔχρηστον καὶ θεῖον  τοῦ Παρακλήτου σκεῦος.
λβιε Νικάνορ, διακόνων ὡράϊσμα, καθωράϊσας τὸν βίον σου προσφορᾷ πρὸς ἅπαντας στένοντας καὶ κάμνοντας καὶ σοῖς πανσόφοις φθέγμασι, λαοῦ καλλώπισμα τῶν Ἱεροσολύμων, ὁ νίκης στέφος κατ' ἐχθίστου λαβὼν θεόθεν, μάκαρ.
Νῦν ὑμᾶς ἐν ὕμνοις μελῳδοῦμεν εὐήχοις τοὺς Διακόνους τοὺς θεόφρονας, Τίμωνα, Νικάνορα, Παρμενᾶν καὶ Πρόχορον, τοὺς δι' ὑπηρετήσεως Ἁγίων φθάσαντας πανάῤῥητον εἰς ὕψος εὐκλείας   θείας συγχορεύειν Θεῷ τῷ εὐϊλάτῳ.
Θεοτοκίον.
ς λειμῶνα Χάριτος τῆς Θείας εὐώδη καὶ εὐανθῆ σε μακαρίζομεν πάντες οἱ Χριστώνυμοι, Παναγία Δέσποινα, τὸ ῥόδον τὸ ἀμάραντον τὴν ἐξανθήσασαν, Χριστόν, εὐωδιάζοντα κόσμον μύρῳ σωτηρίας καὶ ἀφθαρσίας, Μῆτερ.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νίκας κατ' ἐχθρῶν, Διάκονοι τίμιοι, ἡμῖν βραβεύσατε πίστει μακαρίζουσιν ὑμῶν ἀγῶνας σεπτοὺς πρὸς θέωσιν, Νικάνορ, Τίμων ἔνδοξε, θεόφρον Πρόχορε καὶ ταμεῖον Παρμενᾶ χρηστότητος, παναρμόνιε ἅρπα τετράχορδε.
Χαίρετε, φωτὶ ἀσκέκτῳ λαμπόμενοι τῆς Θείας Χάριτος, εὐκλεεῖς Διάκονοι τῆς Ἐκκλησίας καὶ καλλωπίσματα τῆς πίστεως, τετράριθμοι, Νικάνορ ἔνθεε, Τίμων πάνυ, Παρμενᾶ πανόσιε καὶ σοφίας κειμήλιον, Πρόχορε.
Μνήμην τὴν ἡμῶν κοινοῖς μελῳδήμασιν ἐγκωμιάζοντες εὐσεβῶν οἱ σύλλογοι ἐν κατανύξει  ὑμῖν κραυγάζομεν· Νικάνορ ἀξιάγαστε, τρισμάκαρ Πρόχορε, Τίμων θεῖε καὶ κρηπὶς χρηστότητος, Παρμενᾶ, στῦλοι πίστεως, χαίρετε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, πιστῶν διάσωσμα, θεῖον παραμύθιον τῶν θλιβομένων  καὶ καταφύγιον ἐμπεριστάτων, Δέσποινα, φωνῶν ἐπάκουσον οἰκετῶν σου καὶ αὐτὰς προσάγαγε σῷ Υἱῷ ὡς θυμίαμα εὔοσμον.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῶν Διακόνων σύστημα τετράριθμον τιμήσωμεν σεπτῆς Χριστοῦ Ἐκκλησίας ἐν τοῖς Ἱεροσολύμοις, Νικάνορα θεόπνευστον, πανευματοφόρον Τίμωνα, καὶ σὺν Προχόρῳ ἔμφρονι τὸν Παρμενᾶν τὸν φωσφόρον, ὡς ζηλωτὰς Ἀποστόλων.
Θεοτοκίον.
λέη θείου Τόκου σου οἰκέταις σου κατάπεμψον ἀφθόνως πᾶσι θεόθεν, εὐλογημένη Παρθένε, σεμνὴ Θεογεννήτρια, ἀεί σε μακαρίζουσιν ὡς τῶν βροτῶν διάσωσμα καὶ οἰκτιρμῶν καὶ ἐλέους, Μῆτερ, πολύῤῥυτον κρήνην.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος !
Χαίροις, ἡ τετρὰς ἡ πάντιμος τῶν Διακόνων Χριστοῦ, πίστει διακονήσασα Ἐκκλησίᾳ Κτίσαντος ἐν Σιὼν πρώτῃ, Πρόχορε σεπτέ, Νικάνορ, ταμεῖον Χάριτος, πυξίον, Τίμων, ἠθῶν χρηστότητος, καὶ ἀγαθότητος, Παρμενᾶ, θησαύρισμα, τῆς προσφορᾶς, λύχνος ἡ τετράφωτος πρὸς πάντα πάσχοντα.

Δεῦτε, ὁλοθύμως μέλψωμεν τοὺς Διακόνους Χριστοῦ Ἐκκλησίας, Ἀπόστολοι οὓς καλῶς ἐπέλεξαν καὶ νομίμως ἐψήφισαν, Νικάνορ θεῖε, ἀγάπης πρόβολε, τῆς συμπαθείας πρὸς πάντας, Πρόχορε, στένοντας ἔκτυπον, Παρμενᾶ, κιννάμωμον κενωτικῆς προσφορᾶς καὶ σέμνωμα, Τίμων, χρηστότητος.

Μνήμην τὴν ὑμῶν ἐν ᾄσμασι καὶ μελῳδίαις κοιναῖς οἱ πιστοὶ ἑορτάζοντες γεγηθότες σήμερον, θεοφόροι Διάκονοι, ἀναβοῶμεν· Νικάνορ πάνσοφε, Νικομηδείας ποιμὴν ὑπέρτιμε, Πρόχορε ἔνθεε, Παρμενᾶ μακάριε καὶ θεαυγὲς Τίμων, ὁσιότητος πυξία, χαίρετε.

μνοις μελιχροῖς ὁ σύλλογος τῶν εὐσεβῶν εὐλαβῶς μεγαλύνει νῦν σκάμματα καὶ φαιδροῖς ἐν ᾄσμασι τὰ λαμπρὰ καὶ πανάριστα τῶν Διακόνων Χριστοῦ τῆς πίστεως, Προχόρου θείου, σεμνοῦ Νικάνορος, ἔμφρονος Τίμωνος καὶ τοῦ θησαυρίσματος τῆς ἀρετῆς, Παρμενᾶ, τὸν Ὕψιστον αἰνούντων Κύριον.

Δόξα. Ἦχος πλ. α΄.
Ψήφοις κανονικαῖς τῶν Ἁγίων Ἀποστόλων τοὺς ἐκλεγέντας Διακόνους  τῆς πρώτης ἐν Ἱεροσολύμοις Ἐκκλησίας, Τίμωνα, Νικάνορα, Παρμενᾶν καὶ Πρόχορον, ἐπαινέσωμεν ὡς ὀχετοὺς κενωτικῆς ἀγάπης ἐκ μέσης καρδίας ψάλλοντες· Οἱ ταῖς χρείαις ὑπηρετήσαντες τῶν Ἁγίων, πτωχῶν, ὀρφανῶν, χηρῶν καὶ ἐμπεριστάτων, μὴ παύσησθε τοῦ Κυρίου δεόμενοι ὑπὲρ τῶν τιμώντων κοινοῖς ἐν ὕμνοις ὑμῶν τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροιτε, Νικάνορ καὶ Παρμενᾶ, Πρόχορε καὶ Τίμων, οἱ Διάκονοι τοῦ Χριστοῦ πρώτης Ἐκκλησίας ἐν Ἱεροσολύμοις, ταῖς χρείαις τῶν πενήτων οἱ θεραπεύσαντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου