ΙΟΥΛΙΟΣ
ΙΓ΄.
ΣΑΡΡΑ
ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ
ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
ἀσκητῶν ἀνεδείχθης Σάῤῥα ὑπόδειγμα, φυγοῦσα τὰς τοῦ κόσμου, ματαιότητας πάσας, ἔρημον
ποθοῦσα, καὶ τὰς αὐτῆς, ἀπολαύσεις τοῦ πνεύματος, δι’ ἐγκρατείας καὶ πόνων ἀσκητικῶν,
τῷ Θεῷ εὐαρεστήσασα.
Τὸ
τῆς ἐρήμου καλλώπισμα ἐπαινέσωμεν, τὴν θεοφόρον Σάῤῥαν, τοῦ Χριστοῦ τὴν
παρθένον· ἄροτρον λαβοῦσα, ἐν ταῖς χερσίν, τὸν Σταυρὸν τὸν πανάγιον, δι’ οὗ τὰ
πάθη τοῦ σώματος καὶ ψυχῆς, ἡ θεόσοφος ἀνέκοψεν.
Ἐν
πανηγύρει τιμῶμεν Σάῤῥαν τὴν ἔνδοξον, τῆς ἀρετῆς τὸν τύπον, τῆς ἁγνείας τὸν
πύργον, ἄγαλμα παρθένων καὶ ἀσκητῶν, τὸ πανθαύμαστον πρότυπον, ἐρημιτῶν δὲ ὑπόδειγμα
ἀσφαλές, μοναστῶν τὸ ἀγαλλίαμα.
Τοῦ
ἀντιδίκου τὰ τάγματα κατεπλάγησαν, ὁρῶντα τὰ τῆς Σάῤῥας, ὑπὲρ φύσιν ἀσκήσεις,
πάννυχον τὴν στάσιν, τῆς προσευχῆς, καὶ βρωμάτων ἐγκράτειαν, καὶ τῆς σαρκὸς
βιασμόν τε καὶ μαρασμόν, καὶ ψυχῆς ἔρωτα ἔνθεον.
Δόξα. Ἦχος β΄.
Οἱ
τῆς ἀσκήσεως ἐρασταί, δεῦτε ἐν τῇ σεπτῇ πανηγύρει, τῆς ὁσιωτάτης Μητρὸς ἡμῶν Σάῤῥας,
πνευματικῶς εὐωχηθῶμεν. Αὕτη γὰρ τὰ τοῦ πλάνου ἔνεδρα φυγοῦσα, τὴν ἔρημον
κατέλαβε, καὶ ὡς στρουθίον τῷ ἄκρως ἐφετῷ, Χριστῷ τῷ Νυμφίῳ αὐτῆς ἀσκήσει ἐμελώδησεν.
Ἧς ταῖς πρεσβείαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σάῤῥαν
τὴν τοῦ Χριστοῦ, παρθένον εὐφημοῦμεν, τὴν ὑπερβᾶσαν φύσιν, ἀσκήσει ἐν ἐρήμῳ,
χαριτωθεῖσαν Πνεύματι.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἄσκησιν
ἀνδρικῶς, ἡ Σάῤῥα ὑπομένει, ἐρημιτῶν συνέσει, ἀξίως κοσμηθεῖσα, ἀββάδων μύστης
δείκνυται.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Πάντα
τὰ τῆς σαρκός, λιποῦσα Σάῤῥα πέλει, ἐρημιτῶν ἡ δόξα, καὶ θεῖον ἐκμαγεῖον, ἀσκήσεως
ἐν χάριτι.
Δόξα. Τριαδικόν.
Φώτισον
ἡ Τριάς, τοὺς ἀνυμνοῦντας Σάῤῥα, ποιεῖν τὸ θέλημά Σου, ἐν ἔργοις τε καὶ λόγοις,
ὡς αὕτη ἡ πανάριστος.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε
Μαριάμ, Χριστοῦ Μῆτερ Ἁγία, τοὺς εὐφημοῦντας Σάῤῥαν, στερέωσον ἐν πίστει, καὶ
φύλαξον πρεσβείαις Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν
Σάῤῥαν τιμήσωμεν τῶν ἀσκητῶν στολισμόν, ἐρήμου τὸ βλάστημα καὶ παρθενίας σεπτόν,
καὶ θεῖον ἐντρύφημα· βίᾳ τε καὶ ἀσκήσει, χαρισμάτων ἀῤῥήτων, Πνεύματος
Παναγίου, ἐνεπλήσθη ἐνδόξως, διδάσκουσα τοὺς ἐν ἀσκήσει, μετὰ συνέσεως.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ὁσίας γ, δευτεροῦντες αὐτά. Ἦχος
α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
ἀσκητῶν ἀνεδείχθης Σάῤῥα ὑπόδειγμα, φυγοῦσα τὰς τοῦ κόσμου, ματαιότητας πάσας, ἔρημον
ποθοῦσα καὶ τὰς αὐτῆς, ἀπολαύσεις τοῦ πνεύματος, δι’ ἐγκρατείας καὶ πόνων ἀσκητικῶν,
τῷ Θεῷ εὐαρεστήσασα.
Τὸ
τῆς ἐρήμου καλλώπισμα ἐπαινέσωμεν, τὴν θεοφόρον Σάῤῥαν, τοῦ Χριστοῦ τὴν
παρθένον· ἄροτρον λαβοῦσα ἐν ταῖς χερσίν, τὸν Σταυρὸν τὸν πανάγιον, δι’ οὗ τὰ
πάθη τοῦ σώματος καὶ ψυχῆς, ἡ θεόσοφος ἀνέκοψεν.
Τοῦ
ἀντιδίκου τὰ τάγματα κατεπλάγησαν, ὁρῶντα τὰ τῆς Σάῤῥας, ὑπὲρ φύσιν ἀσκήσεις,
πάννυχον τὴν στάσιν τῆς προσευχῆς, καὶ βρωμάτων ἐγκράτειαν, καὶ τῆς σαρκὸς
βιασμόν τε καὶ μαρασμόν, καὶ ψυχῆς ἔρωτα ἔνθεον.
Δόξα. Ἦχος πλ. β΄.
Τῶν
ἐπικήρων φιλοσοφήσασα τὸ μάταιον, τῶν οὐρανίων ἐπόθησας τὸ αἰώνιον· διὸ τὸν
κόσμον καὶ τὰ τοῦ κόσμου Σάῤῥα κατέλιπες, καὶ ἐν ἐρήμῳ ἀσκητικῶς τὸν βίον ἐτέλεσας.
Ἐν ἀγρυπνίᾳ, προσευχῇ καὶ νηστείᾳ, τὰ παθη νεκρώσασα, τὸν ἡγεμόνα νοῦν ἐλέπτυνας,
καὶ τῇ φωταυγείᾳ τοῦ Παρακλήτου Πνεύματος, αὐτὸν κατελάμπρυνας· ὅθεν δόξης
θείας ἐλλάμψεως, καὶ οὐρανίου ἐκστάσεως πανευφροσύνως ἀπήλαυσας, καὶ τῆς αἰωνίου
Βασιλείας μέτοχος γέγονας, πρεσβεύουσα ἀπαύστως Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν τῶν
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ
ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ
πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη
ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι
καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς.
Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς
ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ
φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ
αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς
γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς
διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ
διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ
τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες
ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας
πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη
κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ.
ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν
ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν
μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Φαιδρὰν
ἑορτὴν καὶ πανήγυριν, ἐπὶ τῇ ἱερᾷ μνήμῃ τῆς Ὁσίας Σάῤῥας, ἐν ὕμνοις τελέσωμεν.
Χριστὸν ὡς νυμφίον μανικῶς ἀγαπήσασα, ἔξω κόσμου ἐν ἐρήμῳ ἀβάτῳ, ἀνδροπρεπῶς ἐνηθλησε,
καταβαλοῦσα τὰ τοῦ Βελίαρ ἔνεδρα· ὅθεν Πνεύματι Ἁγίῳ χαριτωθεῖσα, εἰς μέτρον ἡλικίας
τοῦ Χριστοῦ ἔφθασε, καὶ τῶν Ἀββάδων διδάσκαλος ἐγένετο. Αὐτῆς τὴν θείαν ἀγάπην
μιμησώμεθα, ἵνα καὶ τῆς ἐν οὐρανοῖς χαρᾶς αὐτῆς κοινωνοὶ γενώμεθα.
Ἦχος β΄.
Σήμερον
οἱ χοροὶ τῶν Ὁσίων, ἐν εὐφροσύνῃ πανηγυρίζουσι, τὴν τῆς χριστομόρφου Σάῤῥας, ἑορτὴν
τελοῦντες. Σήμερον τῶν παρθένων ὁ σύλλογος, ἀγαλλομένῳ ποδὶ προσέρχεται, τὰς τῆς
θεοτιμήτου Ὁσίας ὑπὲρ λόγον καὶ φύσιν ἀσκήσεις τιμῶν ἐν ἀγαλλίασει πνευματικῇ.
Δεῦτε συνεορτασταὶ φιλομόναχοι, ἐν ὕμνοις καὶ ἡμεῖς τιμῶντες τὴν ταύτης μνήμην,
αὐτῆς τὴν ἀγγελικὴν βιοτὴν μιμησώμεθα.
Ἦχος γ΄.
Ἔστησεν
ἐπὶ τὴν πέτραν τῆς πίστεως, ἡ πανεύφημος Σάῤῥα τοὺς πόδας αὐτῆς, καὶ τὰ τῆς ὁσιακῆς
αὐτῆς ζωῆς διαβήματα, πρὸς τὴν ἄνω Σιὼν κατηύθυνεν. Εἰσελθοῦσα δὲ εἰς τὴν τοῦ
Νυμφίου Χριστοῦ παστάδα, ἀενάως Αὐτῷ συνοικεί, Αὐτοῦ τὸ ἄκτιστον φῶς καθορᾷ, καὶ
σὺν Αὐτῷ ἀξίως δοξάζεται.
Ἦχος δ’.
Τὸν
ἰσάγγελον βίον, καὶ τὴν ὑπὲρ φύσιν ἄσκησιν, τῆς ὁσιωτάτης Σάῤῥας, ἐν ᾠδαῖς εὐφημήσωμεν.
Αὕτη γὰρ ἀνδρικῶς Βασιλείαν τὴν οὐράνιον βιώσασα, τὸν κοσμοκράτορα ἐταπείνωσε,
καὶ τοὺς Ἀγγέλους κατεφαίδρυνε. Ἐπίκηρα πάντα καταλιποῦσα, ὡς ἐρημῖτης ἠκολούθησε
τὸ τῶν μοναχῶν θεοτίμητον ἐπάγγελμα· ὅθεν διὰ τῆς κλίμακος τῆς ὁσιακῆς ζωῆς, εἰς
τὰ οὐράνια δωμάτια ἀνῆλθεν, καθορῶσα Τριάδα ὁμοούσιον.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
χριστοφόροι λαοί, θαῦμα ἐξαίσιον κατίδωμεν, τελούμενον θαυμαστῶς ἐν τῇ ἐρήμῳ. Ὅσιοι
Πατέρες, ἰσαγγέλου πολιτείας μέτοχοι, πρὸς γυναῖκα μονάστριαν προσέρχονται,
μυσταγωγηθῆναι ὑπ’ αὐτῆς, ἐν τῇ μοναχικῇ πολίτείᾳ. Ὄντως οὐκ ἔνι ἄρσεν καὶ θῆλυ,
πάντες τῶν τοῦ Πνεύματος χαρισμάτων ἐξ ἴσου μετέχομεν. Ἡ Σάῤῥα σφοδρῶς τὸν
Θεάνθρωπον ἀγαπήσασα, πλουσίως ὑπ’ Αὐτοῦ ηὐλογήθη, τὰ τῆς διακρίσεως καὶ
πνευματικῆς συνέσεως λαβοῦσα χαρίσματα. Αὐτῆς πρεσβείαις Κύριε, κραταίωσον ἡμᾶς
εἰς τὴν σὴν ἀγάπησιν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶς.
Χαίροις,
τῶν ἀσκητῶν ἡ κρηπίς, Σάῤῥα τὸ κρίνον τῆς ἐρήμου τὸ εὔοσμον· σταυρὸν γὰρ ἄρασα ὤμοις,
καὶ τῷ Δεσπότῃ Χριστῷ, ἐν ἁγίᾳ βίᾳ ἠκολούθησας. Σατὰν ἐταπείνωσας, ἀνδρικοῖς ἀγωνίσμασιν,
καὶ τοὺς Ἀγγέλους, τῆς χαρᾶς σου ἐπλήρωσας, καθορῶντάς σου, τὴν ἐν Πνεύματι ἄσκησιν·
ὅθεν ὁ ἀθλοθέτης σου, στεφάνοις σὲ στέψασα, γάμων ἐνθέων ἀῤῥήτων, ἐν οὐρανοῖς σὲ
ἠξίωσεν, χαρᾶς πρωτοτόκων, καὶ τρυφῆς ὑπερκοσμίου, θεομακάριστε.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις,
ἐρημιτῶν κορυφή, Σάῤῥα κλεινὸν τῆς ἀρετῆς ἀκροθίνιον, ἐρήμου ἡ εὐκοσμία,
μοναζουσῶν ἑδρασμός, ἀσκητῶν Ὁσίων ἐγκαλλώπισμα, πιστῶν τὸ ἐντρύφημα, βιαστῶν τὸ
ὑπόδειγμα, πολεμουμένων, θεοδώρητος σύμβουλος, καὶ τῆς νήψεως, θεολόγος
διδάσκαλος· ὅθεν ἐγκωμιάζοντες, τὴν μνήμην σου ἔνδοξε, ὕμνους ἐνθέους καὶ
λόγους, πανευγνωμόνως προσφέρομεν, λιτάς σου αἰτοῦντες, πρὸς Χριστὸν ὑπὲρ τοῦ σῶσαι,
τὸν κόσμον ἅπαντα.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις,
τῆς σιωπῆς ὁ κανών, Σάῥῥα ἀββάδων ἱερὸν καταφύγιον, σταυρώσεως ἑκουσίου, ὑπογραμμὸς
ἀψευδής, ταπεινοφροσύνης τὸ ὑπόδειγμα, ἀσκήσεως πρότυπον, διακρίσεως ἄγαλμα, τῆς
ἰσαγγέλου, βιοτῆς τὸ ἐντρύφημα, κατανύξεως, καὶ τῆς νήψεως ἔρεισμα· ὅθεν σε
μεγαλύνομεν, καὶ πόθῳ γεραίρομεν, μνήμην σου Σάῤῥα ἁγίαν, φιλανθρωπίας αἰτούμενοι,
τυχεῖν τοῦ Κυρίου, ταῖς θερμαῖς σου ἱκεσίαις, καὶ θείας Χάριτος.
Δόξα. Ἦχος πλ. β΄.
Ἡ
Ἐκκλησία τῶν Πρωτοτόκων, τὴν πρὸς οὐρανὸν ἄνοδον, τῆς πανευκλεοῦς Σάῤῥας καθορῶσα,
ἐν θαυμασμῷ ἀνεβόα· Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου; ἡ προσκληθεῖσα ὑπὸ
τοῦ Ἀρνίου· Ἀνάστα ἐλθὲ ἡ πλησίον μου, ἡ περιστερά μου; ἡ ἐν παῤῥησίᾳ λέγουσα·
Εἰσαγάγετέ με εἰς τὸν οἶκον τοῦ οἴνου; Ὅτε δὲ εἰς τὴν τοῦ Χριστοῦ παστάδα ἡ Ὁσία
εἰσῆλθεν, πάντες χαίροντες ἔλεγον· αὕτη ἐστὶ τὸ τῆς ἀσκήσεως κειμήλιον, καὶ τῆς
ἀγγελικῆς πολιτείας τὸ ἀκροθίνιον.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὴν
Σάῤῥαν τιμήσωμεν τῶν ἀσκητῶν στολισμόν, ἐρήμου τὸ βλάστημα καὶ παρθενίας
σεπτόν, καὶ θεῖον ἐντρύφημα· βίᾳ τε καὶ ἀσκήσει, χαρισμάτων ἀῤῥήτων, Πνεύματος
Παναγίου, ἐνεπλήσθη ἐνδόξως, διδάσκουσα τοὺς ἐν ἀσκήσει, μετὰ συνέσεως.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Τῆς
ἐρήμου τὸ ἄνθος τὸ εὐωδέστατον, τῆς κατανύξεως δῶρον καρπὸν τῆς νήψεως, ἀνυμνήσωμεν
πιστοὶ Σάῤῥαν τὴν ἔνθεον· ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, ἐνίκησε κατὰ
κράτος, θυσιάσασα τὰ τοῦ κόσμου, καὶ ἑαυτήν, ὑπὲρ τῆς ὄντως καὶ ἀγήρω ζωῆς.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν
Σάῤῥαν ἐν χαρᾷ, ἀνυμνήσωμεν λόγοις, ἐρήμου τὸν βλαστόν, καὶ ἀσκήσεως δένδρον,
δακρύων κατανύξεως, τὸν καρπὸν τὸν πανεύγεστον, ἀγρυπνίας τε, καὶ ἐγκρατείας τὸν
πλοῦτον, τὸν τῆς Χάριτος, θεοειδέστατον κόσμον, Χριστοῦ ἀφομοίωμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν
μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν
σεμνή, οἱ τῶν ἀββάδων προεστοί, καθορῶντες γυναικί, τὴν βιοτὴν τῶν ἀσκητῶν, καὶ
διακρίσεως χάριν ἐν λόγοις θείοις, βίαν ἀνδρικήν, ὑπερθαύμαστον, ἄσκησιν
σκληράν, θεοτίμητον, καὶ προσευχὴν παννύχιον καὶ στάσιν ἀγγελικὴν καὶ ὑπέρλογον·
διὸ βοῶσι· Σάῤῥα Ἁγία, ὄντως πέλεις Ὁσία.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ
χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων
νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ
Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς
ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Εἶτα, οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον.: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Οἱ
πολισταὶ τῆς ἐρήμου καὶ τῆς ἀγγελικῆς ζωῆς καθηγηταί, τῇ Ὁσίᾳ Σάῤῥᾳ, ἐν οὐρανοῖς
συνευφραίνονται. Αὕτη γὰρ εἰς τὰς τῶν προεστώτων ἀββάδων κορυφάς, τῇ θαυμαστῇ ἀσκήσει
ἀνῆλθεν καὶ τῆς αὐτῶν δόξης ἠξιώθη. Αὐτῆς τὰς πρεσβείαις ἐξαιτούμενοι, τὸν
Νυμφίον Χριστὸν ἱκετεύσωμεν, ἵνα καὶ ἡμῖν τὸν τῆς ἀσκήσεως πόθον δωρήσηται.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Σάῤῥαν,
ἀσκήσεως ἄνθος τιμῶν. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Σοφίαν
τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι τὴν Σάῤῥαν, τῇ ἀσκήσει διηνεκεῖ,
εἰς ἔρημον ἄβατον γενναίως, καταβαλοῦσα ἐχθρὸν τὸν παγκάκιστον.
Ἀξίωσον
Μῆτερ σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίον ἀσκήσεως ἐν
βίᾳ, καὶ τῆς καρδίας ἀγάπην πρὸς Κύριον.
Ῥοὴν
τῶν δακρύων τῆς σῆς ψυχῆς, τῶν ἐκ μετανοίας, καὶ ἐκ νήψεως ἀληθοῦς, προσφέρεις ἐκ
βάθους τῆς καρδίας, τῷ σῷ Νυμφίῳ Χριστῷ Σάῤῥα πάντιμε.
Θεοτοκίον
Ῥητόρων
ὑπόθεσις καὶ τρυφή, Σὺ πέλεις Παρθένε, ὡς γεννήσασα τὸν Χριστόν· Αὐτὸν ἐκδυσώπει
Θεοτόκε, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὸν τόκον Σου.
ᾨδὴ γ' Οὐρανίας ἁψῖδος.
Ἀρετῆς
ἀνεδείχθης ὑπογραμμὸς ἔνδοξε, καὶ τῆς διακρίσεως Σάῤῥα, σεπτὴ διδάσκαλος, ἀναλαβοῦσα
σταυρόν, ἀσκητικῆς πολιτείας, ἐν ἐρήμῳ στέργουσα, δεινὰ παλαίσματα.
Νικηθεῖσα
ἐκ πόθου τὸν Ἰησοῦ ἔνδοξε, σπεύδεις πρὸς Αὐτὸν ἐν ἐρήμῳ, φυγοῦσα πρόσκαιρα, καὶ
ἡσυχίας ζωήν, καὶ ἀρετῶν τὰς ὑψώσεις, Σάῤῥα ἐπεζήτησας, βία ἀσκήσεως.
Ἀποῤῥίψασα
πάσας τὰς ἡδονὰς σώματος, καὶ ἐπιθυμίας τοῦ κόσμου, Σάῤῥα κατέφυγες, ἐν τῇ ἐρήμῳ
σεμνή, ἀντιπαλαίουσα ζήλῳ, τοῦ ἐχθροῦ τὰς φάλαγγας, δυνάμει Πνεύματος.
Θεοτοκίον
Σωτηρίας
ἐγένου τῆς τῶν βροτῶν πρόξενος, τῇ κυοφορίᾳ τοῦ Κτίστου, ἐν τῇ νηδύϊ Σου,
Παρθενομῆτορ ἁγνή, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν πιστῶν ἡ πρέσβειρα, καὶ ἱλαστήριον.
Κάθισμα. Τὸν τάφον Σου Σωτήρ.
Τὴν
Σάῤῥαν ἐν χαρᾷ, ἀνυμνήσωμεν λόγοις, ἐρήμου τὸν βλαστόν, καὶ ἀσκήσεως δένδρον,
δακρύων κατανύξεως, τὸν καρπὸν τὸν πανεύγευστον, ἀγρυπνίας τε, καὶ ἐγκρατείας τὸν
πλοῦτον, τὸν τῆς Χάριτος, θεοειδέστατον κόσμον, Χριστοῦ ἀφομοίωμα.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων,
καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας,
καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
ᾨδὴ δ' Εἰσακήκοα Κύριε.
Κατανύξεως
δάκρυσιν, ἔρημον ποτίζεις ποθοῦσα λύτρωσιν, καὶ Νυμφίου γάμον ἄῤῥητον, ἐν
παστάδι τῆς αἰωνιότητος.
Ἡδονὰς
τὰς τοῦ σώματος, πάσας ἀπηρνήσω καὶ ματαιότητα, τὴν τοῦ κόσμου παναοίδιμε, οὐρανοῦ
ποθοῦσα τὴν ἀπόλαυσιν.
Σιωπὴν
καὶ τὴν ἄσκησιν, σὺ ἐπιζητήσασα εἰς τὴν ἔρημον, τῷ Κυρίῳ ἀφιέρωσας, ὅλον σου τὸν
βίον θεοδόξαστε.
Θεοτοκίον
Ἐν
δυνάμει κηρύττομεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ τῷ κόσμῳ ἀναγγέλλομεν,
τῶν Σῶν θαυμάτων τὰ ἐξαίσια.
ᾨδὴ ε' Φώτισον ἡμᾶς.
Ὥσπερ
ἀσκηταί, ἐν ἐρήμῳ ἐναθλήσασα, τὰς μεθοδείας πάσας τοῦ πειρασμοῦ, Χριστοῦ
δυνάμει, κατέβαλες Σάῤῥα ἔνδοξε.
Στήριξον
ἡμᾶς, σαῖς πρεσβείαις πρὸς τὸν Κύριον, ἐν τῷ ἀγῶνι Σάῤῥα τῷ ἱερῷ, καὶ τῇ ἀσκήσει,
πρὸς κάθαρσιν τῶν ψυχῶν ἡμῶν.
Ἅγιον
Θεόν, σὺ ποθοῦσα μανικώτατα, ὥσπερ ἀνὴρ ἐξῆλθες Σάῤῥα σεμνή, τοῦ πολεμῆσαι, ἀλάστορος
τὰ στρατεύματα.
Θεοτοκίον
Νέον
Ἰσραήλ, Θεοτόκε σῶσον τάχιστα, ταῖς πρὸς τὸν Κύριόν Σου λιταῖς ἁγνή, ὡς Μήτηρ οὖσα,
Χριστοῦ τοῦ Θεοῦ πανάμωμε.
ᾨδὴ ς' Τὴν δέησιν.
Θεώσεως,
πεπτωκυίας φύσεως, ἐπεθύμει ἀληθῶς ἡ ψυχή σου, πάντα τῆς γῆς, ἐν χαρᾷ ἀπηρνήθης,
καὶ ἀσκητῶν τὴν ζωὴν Σάῤῥα ἔστερξας, ἀσκήσει δὲ διηνεκεῖ, διακρίσεως χάρις σοὶ
δέδοται.
Οὐράνιον,
εὐφροσύνην δέδωκεν, ὁ Χριστὸς τῇ ἀνδρικῶς ἀσκουμένῃ, καὶ δωρεάς, κατανύξεως
θείας, καὶ διακρίσεως χάριν πανθαύμαστον, καὶ νήψεως θείους κρουνούς, τῶν
δακρύων ῥοὴν καὶ γλυκύτητα.
Στερέωσον,
σαῖς πρεσβείαις πάνσεμνε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ
με ὁ πλάνος, καὶ πειρασμοῖς ἀθυμίας προσβάλλει με· ἔχεις γὰρ Σάῤῥα πρὸς Θεόν,
παῤῥησίαν ὁσίας πανένδοξε.
Θεοτοκίον
Τιμῶμέν
Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ θεοχαρίτωτε Κόρη· ὅτι ἐν Σοί, ἀπαρχὴ
σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ταῖς Σαῖς λιταῖς, τοῖς βροτοῖς
ἐξ Υἱοῦ Σου δεδώρηται.
Κοντάκιον. Τῆς Ὁσίας. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει
σήμερον, ἡ Ἐκκλησία, μοναστῶν τὴν πρόκριτον, Σάῤῥαν ἁγνείας τὸ σεπτόν, καὶ
θεοδώρητον ἄγαλμα, καὶ τῶν Ἀββάδων,
συνέσεως πρότυπον.
Ὁ Οἶκος.
Τὴν
πανένδοξον Σάῤῥαν, τὴν τὰ τερπνὰ τοῦ κόσμου ὁλοθύμως ἀρνηθεῖσαν καὶ τὴν τῆς ἐρήμου
βιοτὴν καὶ σκληρὰν ἄσκησιν ὅλῃ ψυχῇ ἀκολουθήσασαν, ἐν θαυμασμῷ καὶ σκιρτώσῃ
καρδίᾳ συνελθόντες ἐγκωμίοις καὶ ᾄσμασιν εὐφημήσωμεν. Τὸν Νυμφίον Χριστὸν ὡς ἄκρον
ἐφετὸν ἀγαπήσασα, καὶ τὴν Αὐτοῦ Βασιλείαν ἐπιποθήσασα, τὴν τῶν καθηγητῶν τῆς ἐρήμου
τραχεῖαν καὶ στενὴν ὁδόν, ἐν πιστότητι ἐβάδισεν, τῶν τῆς μοναχικῆς ζωῆς δωρεῶν,
τῆς νήψεως, τῆς διακρίσεως, καὶ τῆς κατανύξεως ἀξιωθεῖσα· διὸ ὁδηγὸς ἀσκήσεως
γέγονε, καὶ τῶν Ἀββάδων, συνέσεως
πρότυπον.
Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Σάῤῥας.
Κόλπους
ὑποσχών, τὴν νέαν Σάῤῥαν δέχου,
ὦ
τῆς παλαιᾶς, Ἀβραάμ, Σάῤῥας ἄνερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς
μετονομασθείσης Μαρίας
Σκηνοῖς
Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι,
Τὸ
τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Τῶν
σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
Ὡς
οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου.
Καὶ
σκῶλα καὶ θήρατρα καὶ πάγας βίου,
φυγὼν
Στέφανος εἰς Ἐδὲμ λόχμας ἔδυ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἡλιοφώτου, Ἐπαφροδίτου, Ἀμμωνίου,
Χουλελαίου καὶ Εὐσθενίου, τῶν Ἀλαμάνων τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνησιφόρου, τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου τῆς Τισμάνα τῆς Ῥουμανίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκεσίας
τῆς Σάῤῥας, ἀποδέχεται ὄντως, ἐν οὐρανοῖς ὁ Χριστός, ὑπὲρ τῶν ἀσκουμένων, πρὸς
δόξαν τῆς Τριάδος, καὶ βοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μεγαλύνοντες
Σάῤῥαν, εὐφημήσωμεν πάντες, ἀγγελικὴν βιοτήν, χορείαν τῶν παρθένων, τῶν πόθῳ ἀνυμνούντων,
καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ
ἀσκήτρια Σάῤῥα, ἐκ βελῶν ἀντιδίκου ταῖς σαῖς πρὸς Κτίστην λιταῖς, δυσώπει
φυλαχθῆναι, ἡμᾶς τοὺς σὲ τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Νεανίδων
ἡ δόξα, καὶ Παρθένων ταὸ κλέος, Σὺ ὄντως πέλεις ἁγνή· ἁγίαζε λιταῖς Σου, χοροὺς
παρθενευόντων, καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η' Τὸν Βασιλέα.
Ἰχνηλατοῦσα,
τῶν ἀσκητῶν τὴν πορείαν, ἠξιώθης ἰδεῖν Χριστὸν Σάῤῥαν, Ὃν ὑπερυψοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Κατατρυφῶσα,
τῶν ἀγαθῶν τῆς ἐρήμου, ἐν χαρᾷ θεία Σάῤῥα κραυγάζεις, τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁλοκαρδίως,
τῶν γεηρῶν ἀπεσπάσθης, καὶ Χριστῷ ἐν ἐρήμῳ ἡνώθης, Σάῤῥα ἀνυμνοῦσα, Αὐτὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Διδασκομένη,
ἡ Σὴ ζωὴ ὀρθοδόξοις, Θεοτόκε Σὸν Τόκον προβάλλει, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ' Κυρίως Θεοτόκον.
Ἡ
ἔρημος ἀγάλλου, Σάῤῥαν καθορῶσα, ὑπερφυῶς ἀθλουμένην πρὸς δόξαν Θεοῦ, καὶ διηγοῦ
ἀσκουμένοις, αὐτῆς τὰς χάριτας.
Μετὰ
τῶν Ἀσωμάτων, τάξεται ἡ Σάῤῥα, ἡ ἐν ἀβάτῳ ἐρήμῳ σταυρὸν βαστάσασα, τῆς βιαστῶν
Βασιλείας, ἰσχύϊ Χάριτος.
Οὐράνιαι
δυνάμεις, Σάῤῥα ἀνυμνοῦσι, λατρευτικῶς τὸν Δεσπότην Χριστὸν τὸν Θεόν, Ὃν ἀγαπήσασα
κόσμου, ἠρνήθης ἅπαντα.
Θεοτοκίον
Ὑμνοῦμεν
τὸν Υἱόν Σου, καὶ Σὲ Θεομῆτορ, οἱ διὰ Σοῦ σεσωσμένοι ἐκ πλάνου ἐχθροῦ, καὶ τῶν
δεσμῶν τοῦ θανάτου, καὶ πάσης θλίψεως.
Ἐξαποστειλάριον. Ἦχος β' Γυναῖκες ἀκουτίσθητε
Τὴν
Σάῤῥαν εὐφημήσωμεν, τῶν ἀσκητῶν τὴν πρόκριτον, βίας ἁγίας τὸν τύπον, ζωῆς ἐρήμου
πυξίον, νήψεως καὶ συνέσεως, θεόσδοτον διδάσκαλον, πρότυπον κατανύξεως, ἀγάπης
θείας τὸν φάρον, καὶ μοναστῶν τὴν κρηπῖδα.
Θεοτοκίον
Εἰκόνος
ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι! ὁ τάλας, δι' ἀκρασίας τῆς
πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας,
καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σάῤῥαν
θεοδόξαστον, τῶν μοναχῶν τὴν κρηπῖδα, τῆς ἐρήμου κόσμημα, εὐλαβῶς τιμήσωμεν
φιλομόναχοι· ἀνδρικῶς ἤθλησεν, ὑπὲρ φύσιν ὄντως, ἐν ἐρήμῳ ὡς ἰσάγγελος, καὶ ἀναδέδεικται,
Πνεύματος δοχεῖον καὶ χάριτος· νηστείαις καὶ δεήσεσιν, δῶρον διακρίσεως ἔλαβεν·
ὅθεν οἱ Πατέρες, προστρέχοντες αἰτοῦσιν ἐξ αὐτῆς, τῆς ἐμπειρίας τὰ νάματα, μετὰ
ταπεινώσεως.
(Δίς)
Ἔρημον
οἰκήσασαν, μετ’ εὐφροσύνης ἡ Σάῤῥα, τὸν σταυρὸν ἀνέλαβεν, ἐν χαρᾷ ἀσκήσασα ἡ
τρισόλβιος· τοῦ ἐχθροῦ ἔφυγε, τὰς παγίδας πάσας, καὶ τὸ σῶμα κατεμάρανε,
παννύχοις στάσεσιν, καὶ διηνεκέσιν ἀσκήσεσι· χαρίσματα ἐδέξατο, τὰ τῶν νηπτικῶν
ἀξιέραστα· ὅθεν ὁ Δεσπότης, ἐδόξασεν αὐτῆς τὴν βιοτήν, καὶ τῶν ἀββάδων ἀνέδειξε,
μύστιν καὶ διδάσκαλον.
Χάριτος
μετέχουσα, τῆς σωτηρίας ἡ Σάῤῥα, τὸν Χριστὸν ἠγάπησεν, ὡς νυμφίον τέλειον
μανικώτατα· τὰ τῆς γῆς πρόσκαιρα, ἐν σπουδῇ ἠρνήθη, οὐρανοῦ δὲ τὰ αἰώνια, ἀγαθὰ
καὶ ἄῤῥητα, εὐαγγελικῶς ἐπεπόθησε, καὶ γέγονεν ὑπόδειγμα, τῶν ἐρημιτῶν
διακρίσεως· τῶν δὲ αἰτουμένων, ἐλέους τοῦ Χριστοῦ ἐπιτυχεῖν, ὑπογραμμὸς καὶ
διδάσκαλος, καὶ πρέσβις ἀκοίμητος.
Δόξα. Ἦχος πλ. β΄.
Χριστὲ
ὁ Θεός, ὁ τῆς παρθενίας ὑπογραμμός, καὶ τῆς τελειότητος ἄφθαστον πρότυπον, ὁ τὴν
νύμφην Σου Σάῤῥαν χαριτώσας, εἰς τὸν δρόμον τῆς πρὸς Σὲ κοινωνίας, καὶ διὰ
ποικίλων ἀρετῶν αὐτὴν κατακοσμήσας, τὰς πενιχρὰς ἡμῶν δέξαι δεήσεις, ὅπως τρωθῶμεν
τῷ Σῷ ἔρωτι, καὶ ἐν χαρᾷ βαστάσωμεν τὸν σταυρὸν ἡμῶν, ὑπείκοντες τυφλῶς καὶ ἀδιακρίτως
τοῖς σωτηρίοις Σου δικαιώμασι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
μοναστῶν τὸ εὐωδέστατον ἄνθος, Σάῤῥαν ἐν ὕμνοις εὐφημήσωμεν πάντες, λαμπρῶς ἐγκωμιάζοντες
τοὺς ἄθλους αὐτῆς, ἄσκησιν ἐν ἐρημίᾳ τε, καὶ κατάνυξιν θείαν, νῆψιν θεοδώρητον,
καὶ συνέσεως πλοῦτον· λιταῖς Ὁσίας Κύριε ἡμᾶς, σῶσον ἐκ πλάνου, παθῶν καὶ τῶν
θλίψεων.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Σάῤῥαν,
ἀσκήσεως ἄνθος τιμῶν. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Σοφίαν
τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι τὴν Σάῤῥαν, τῇ ἀσκήσει διηνεκεῖ,
εἰς ἔρημον ἄβατον γενναίως, καταβαλοῦσα ἐχθρὸν τὸν παγκάκιστον.
Ἀξίωσον
Μῆτερ σοὺς ὑμνητάς, τιμῆσαι ἀξίως, ἀρετάς σου πνευματικάς, καὶ βίον ἀσκήσεως ἐν
βίᾳ, καὶ τῆς καρδίας ἀγάπην πρὸς Κύριον.
Ῥοὴν
τῶν δακρύων τῆς σῆς ψυχῆς, τῶν ἐκ μετανοίας, καὶ ἐκ νήψεως ἀληθοῦς, προσφέρεις ἐκ
βάθους τῆς καρδίας, τῷ σῷ Νυμφίῳ Χριστῷ Σάῤῥα πάντιμε.
Θεοτοκίον
Ῥητόρων
ὑπόθεσις καὶ τρυφή, Σὺ πέλεις Παρθένε, ὡς γεννήσασα τὸν Χριστόν· Αὐτὸν ἐκδυσώπει
Θεοτόκε, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὸν τόκον Σου.
ᾨδὴ γ' Οὐρανίας ἁψῖδος.
Ἀρετῆς
ἀνεδείχθης ὑπογραμμὸς ἔνδοξε, καὶ τῆς διακρίσεως Σάῤῥα, σεπτὴ διδάσκαλος, ἀναλαβοῦσα
σταυρόν, ἀσκητικῆς πολιτείας, ἐν ἐρήμῳ στέργουσα, δεινὰ παλαίσματα.
Νικηθεῖσα
ἐκ πόθου τὸν Ἰησοῦ ἔνδοξε, σπεύδεις πρὸς Αὐτὸν ἐν ἐρήμῳ, φυγοῦσα πρόσκαιρα, καὶ
ἡσυχίας ζωήν, καὶ ἀρετῶν τὰς ὑψώσεις, Σάῤῥα ἐπεζήτησας, βία ἀσκήσεως.
Ἀποῤῥίψασα
πάσας τὰς ἡδονὰς σώματος, καὶ ἐπιθυμίας τοῦ κόσμου, Σάῤῥα κατέφυγες, ἐν τῇ ἐρήμῳ
σεμνή, ἀντιπαλαίουσα ζήλῳ, τοῦ ἐχθροῦ τὰς φάλαγγας, δυνάμει Πνεύματος.
Θεοτοκίον
Σωτηρίας
ἐγένου τῆς τῶν βροτῶν πρόξενος, τῇ κυοφορίᾳ τοῦ Κτίστου, ἐν τῇ νηδύϊ Σου,
Παρθενομῆτορ ἁγνή, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν πιστῶν ἡ πρέσβειρα, καὶ ἱλαστήριον.
Κραταίωσον,
μοναζουσῶν τὸ πολίτευμα Μῆτερ Σάῤῥα, ὅτι πέλεις ἡσυχαστῶν, θεόσδοτον πρότυπον,
καὶ νήψεως κλέος, καὶ παρθενίας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν πόθῳ Χριστῷ,
πιστῶς ἠκολούθησας, ἀσκήσει πολλῇ, τὰ πάθη κατενίκησας, καὶ ἀββάδων γέγονας, ἡ
διδάσκαλος τῆς συνέσεως, καὶ νηπτικῆς ζωῆς ἀληθοῦς, τὸ πρότυπον Σάῤῥα, τῇ
δυνάμει τοῦ Χριστοῦ.
ᾨδὴ δ' Εἰσακήκοα Κύριε.
Κατανύξεως
δάκρυσιν, ἔρημον ποτίζεις ποθοῦσα λύτρωσιν, καὶ Νυμφίου γάμον ἄῤῥητον, ἐν
παστάδι τῆς αἰωνιότητος.
Ἡδονὰς
τὰς τοῦ σώματος, πάσας ἀπηρνήσω καὶ ματαιότητα, τὴν τοῦ κόσμου παναοίδιμε, οὐρανοῦ
ποθοῦσα τὴν ἀπόλαυσιν.
Σιωπὴν
καὶ τὴν ἄσκησιν, σὺ ἐπιζητήσασα εἰς τὴν ἔρημον, τῷ Κυρίῳ ἀφιέρωσας, ὅλον σου τὸν
βίον θεοδόξαστε.
Θεοτοκίον
Ἐν
δυνάμει κηρύττομεν, τὸ ἐν Σοὶ μυστήριον παντευλόγητε· καὶ τῷ κόσμῳ ἀναγγέλλομεν,
τῶν Σῶν θαυμάτων τὰ ἐξαίσια.
ᾨδὴ ε' Φώτισον ἡμᾶς.
Ὥσπερ
ἀσκηταί, ἐν ἐρήμῳ ἐναθλήσασα, τὰς μεθοδείας πάσας τοῦ πειρασμοῦ, Χριστοῦ
δυνάμει, κατέβαλες Σάῤῥα ἔνδοξε.
Στήριξον
ἡμᾶς, σαῖς πρεσβείαις πρὸς τὸν Κύριον, ἐν τῷ ἀγῶνι Σάῤῥα τῷ ἱερῷ, καὶ τῇ ἀσκήσει,
πρὸς κάθαρσιν τῶν ψυχῶν ἡμῶν.
Ἅγιον
Θεόν, σὺ ποθοῦσα μανικώτατα, ὥσπερ ἀνὴρ ἐξῆλθες Σάῤῥα σεμνή, τοῦ πολεμῆσαι, ἀλάστορος
τὰ στρατεύματα.
Θεοτοκίον
Νέον
Ἰσραήλ, Θεοτόκε σῶσον τάχιστα, ταῖς πρὸς τὸν Κύριόν Σου λιταῖς ἁγνή, ὡς Μήτηρ οὖσα,
Χριστοῦ τοῦ Θεοῦ πανάμωμε.
ᾨδὴ ς' Τὴν δέησιν.
Θεώσεως,
πεπτωκυίας φύσεως, ἐπεθύμει ἀληθῶς ἡ ψυχή σου, πάντα τῆς γῆς, ἐν χαρᾷ ἀπηρνήθης,
καὶ ἀσκητῶν τὴν ζωὴν Σάῤῥα ἔστερξας, ἀσκήσει δὲ διηνεκεῖ, διακρίσεως χάρις σοὶ
δέδοται.
Οὐράνιον,
εὐφροσύνην δέδωκεν, ὁ Χριστὸς τῇ ἀνδρικῶς ἀσκουμένῃ, καὶ δωρεάς, κατανύξεως
θείας, καὶ διακρίσεως χάριν πανθαύμαστον, καὶ νήψεως θείους κρουνούς, τῶν
δακρύων ῥοὴν καὶ γλυκύτητα.
Στερέωσον,
σαῖς πρεσβείαις πάνσεμνε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ
με ὁ πλάνος, καὶ πειρασμοῖς ἀθυμίας προσβάλλει με· ἔχεις γὰρ Σάῤῥα πρὸς Θεόν,
παῤῥησίαν ὁσίας πανένδοξε.
Θεοτοκίον
Τιμῶμέν
Σε, ὡς Μητέρα ἄφθορον, τοῦ Χριστοῦ θεοχαρίτωτε Κόρη· ὅτι ἐν Σοί, ἀπαρχὴ
σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυσις, καὶ θέωσις ταῖς Σαῖς λιταῖς, τοῖς βροτοῖς
ἐξ Υἱοῦ Σου δεδώρηται.
Κραταίωσον,
μοναζουσῶν τὸ πολίτευμα Μῆτερ Σάῤῥα, ὅτι πέλεις ἡσυχαστῶν, θεόσδοτον πρότυπον,
καὶ νήψεως κλέος, καὶ παρθενίας.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Παρθενίας ὑπάρχεις
κειμήλιον πάντιμε, καὶ τῆς νήψεως τῆς ἀληθοῦς ἀκροθίνιον, τῇ ἀρνήσει ὑπὲρ
Χριστοῦ προσκαίρων ἀγαθῶν· διὸ ἔλαβες παρὰ Θεοῦ, ἡσυχαστῶν τὰς ἀρετάς, καὶ Ὁσίων
ἀνάπαυσιν· πρέσβευε τῷ Κυρίῳ, λιταῖς σου ἀδιαλείπτοις, τοῦ ἐλεῆσαι τὰς ψυχάς,
πάντων Σάῤῥα τῶν τιμώντων σε.
Εἶτα, οἱ Ἀναβαθμοί· ταὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον.: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σάῤῥαν
θεοδόξαστον, τῶν μοναχῶν τὴν κρηπῖδα, τῆς ἐρήμου κόσμημα, εὐλαβῶς τιμήσωμεν
φιλομόναχοι· ἀνδρικῶς ἤθλησεν, ὑπὲρ φύσιν ὄντως, ἐν ἐρήμῳ ὡς ἰσάγγελος, καὶ ἀναδέδεικται,
Πνεύματος δοχεῖον καὶ χάριτος· νηστείαις καὶ δεήσεσιν, δῶρον διακρίσεως ἔλαβεν·
ὅθεν οἱ Πατέρες, προστρέχοντες αἰτοῦσιν ἐξ αὐτῆς, τῆς ἐμπειρίας τὰ νάματα, μετὰ
ταπεινώσεως.
ᾨδὴ ζ' Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκεσίας
τῆς Σάῤῥας, ἀποδέχεται ὄντως, ἐν οὐρανοῖς ὁ Χριστός, ὑπὲρ τῶν ἀσκουμένων, πρὸς
δόξαν τῆς Τριάδος, καὶ βοώντων ἐν ᾄσμασιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μεγαλύνοντες
Σάῤῥαν, εὐφημήσωμεν πάντες, ἀγγελικὴν βιοτήν, χορείαν τῶν παρθένων, τῶν πόθῳ ἀνυμνούντων,
καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ
ἀσκήτρια Σάῤῥα, ἐκ βελῶν ἀντιδίκου ταῖς σαῖς πρὸς Κτίστην λιταῖς, δυσώπει
φυλαχθῆναι, ἡμᾶς τοὺς σὲ τιμῶντας, καὶ βοῶντας πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Νεανίδων
ἡ δόξα, καὶ Παρθένων ταὸ κλέος, Σὺ ὄντως πέλεις ἁγνή· ἁγίαζε λιταῖς Σου, χοροὺς
παρθενευόντων, καὶ βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η' Τὸν Βασιλέα.
Ἰχνηλατοῦσα,
τῶν ἀσκητῶν τὴν πορείαν, ἠξιώθης ἰδεῖν Χριστὸν Σάῤῥαν, Ὃν ὑπερυψοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Κατατρυφῶσα,
τῶν ἀγαθῶν τῆς ἐρήμου, ἐν χαρᾷ θεία Σάῤῥα κραυγάζεις, τὸν Χριστὸν ὑμνεῖτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὁλοκαρδίως,
τῶν γεηρῶν ἀπεσπάσθης, καὶ Χριστῷ ἐν ἐρήμῳ ἡνώθης, Σάῤῥα ἀνυμνοῦσα, Αὐτὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Διδασκομένη,
ἡ Σὴ ζωὴ ὀρθοδόξοις, Θεοτόκε Σὸν Τόκον προβάλλει, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ' Κυρίως Θεοτόκον.
Ἡ
ἔρημος ἀγάλλου, Σάῤῥαν καθορῶσα, ὑπερφυῶς ἀθλουμένην πρὸς δόξαν Θεοῦ, καὶ διηγοῦ
ἀσκουμένοις, αὐτῆς τὰς χάριτας.
Μετὰ
τῶν Ἀσωμάτων, τάξεται ἡ Σάῤῥα, ἡ ἐν ἀβάτῳ ἐρήμῳ σταυρὸν βαστάσασα, τῆς βιαστῶν
Βασιλείας, ἰσχύϊ Χάριτος.
Οὐράνιαι
δυνάμεις, Σάῤῥα ἀνυμνοῦσι, λατρευτικῶς τὸν Δεσπότην Χριστὸν τὸν Θεόν, Ὃν ἀγαπήσασα
κόσμου, ἠρνήθης ἅπαντα.
Θεοτοκίον
Ὑμνοῦμεν
τὸν Υἱόν Σου, καὶ Σὲ Θεομῆτορ, οἱ διὰ Σοῦ σεσωσμένοι ἐκ πλάνου ἐχθροῦ, καὶ τῶν
δεσμῶν τοῦ θανάτου, καὶ πάσης θλίψεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Σάῤῥαν τὴν Ὁσίαν
πανευλαβῶς, τιμήσωμεν ὕμνοις, ὡς ἀσκήσασαν εὐκλεῶς, καὶ ἀξιωθεῖσαν, χαρίσματα
τοῦ λόγου, διδάσκειν ἐν φρονήσει, ζωὴν ἰσάγγελον.
Σάῤῥαν εὐφημήσωμεν
ἐν ψαλμοῖς, ἄνθος τῆς ἐρήμου, καὶ κειμήλιον μοναχῶν, πάντων τῶν Ὁσίων, ὑπόδειγμα
καὶ τύπον, πιστῶν δὲ Ὀρθοδόξων, πρότυπον τέλειον.
Χάριν τῆς ἀσκήσεως
ἐκ Θεοῦ, ἔλαβες πλουσίως, καὶ διάκρισιν θαυμαστήν, διδάσκουσα Σάῤῥα, πατέρας τῆς
ἐρήμου, τῆς νήψεως τὸ ἔργον, ἐνθέοις λόγοις σου.
Τιμήσωμεν ὕμνοις
πανευλαβῶς, Σάῤῥαν τὴν Ὁσίαν, τὴν ὁδεύσασαν θαυμαστῶς, τὴν ἄνω πορείαν, ὡς
πάλαι οἱ ἀββάδες, ἐν νήψει καὶ ἀσκήσει, καὶ βίᾳ σώματος.
Ὁδήγησον Σάῤῥα
τοὺς μοναστάς, εἰς ζωὴν Ἀγγέλων, καὶ θεώσεως θαυμαστῆς, ταῖς λιταῖς σου Μῆτερ,
πρὸς τὸν Νυμφίον Λόγον, τὸν αἵματι ἁγίῳ, βροτοὺς λυτρώσαντα.
Κατάνυξιν νῆψιν
καὶ προσευήν, δάκρυα θυσίαν, καὶ μετάνοιαν ἀληθῆ, δώρησαί μοι Σάῤῥα, πρεσβείαις
σου ἀπαύστοις, ἵνα Χριστοῦ κερδήσω, τὸ μέγα ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν
οἱ πιστοί, Σάῤῥαν τὸ πανεύοσμον κρίνον, ἐν ἐγκωμίοις σεπτοῖς, πόθῳ δὲ
κηρύξωμεν, αὐτῆς θαυμάσια, προσευχῆς ἀδιάλειπτον, νηστείας ἀγῶνα, νήψεως
διάκρισιν, καὶ τὴν κατάνυξιν· πάντες τὰ ἀθλήματα ταύτη, ζήλῳ μιμησώμεθα, ὅπως
ταπεινῶς βιώσωμεν ἐν Χάριτι.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου