Δευτέρα 26 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 2. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΜΑΞΙΜΟΒΙΤΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Β΄.
ΙΩΑΝΝΗΣ ΜΑΞΙΜΟΒΙΤΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Κανὼν βιοτῆς ἀσκητικῆς, τύπος ἀρχιποίμενος, τῶν Ἀποστόλων ἑπόμενος, νοσούντων ἴαμα, θεολόγων στέμμα, διδασκάλων πρόβολος, καὶ πάντων ἰθυντὴρ ἀπλανέστατος, πρὸς ἀφθαρτότητα, Ἰωάννη ἀναδέδειξαι, ἐν ἐσχάτοις, τοῖς χρόνοις μακάριε.

Ῥωσσίας ἐκβλάστημα σεπτόν, Ἰωάννη πάνσοφε, ἡ χάρις σε ἐπεσκίασε, τοῦ θείου Πνεύματος, ἐκ νεότητός σου, χρόνων καὶ ἀνέδειξε, σοφίας τοῦ Παντάνακτος σύνοικον, καὶ ἐνδιαίτημα, ἀρετῆς θεομακάριστε, σὲ καὶ στῦλον, τῆς πίστεως ἄσειστον.

Ἑλλήνων χορείας λειτουργόν, Ἰωάννην μέλψωμεν, Μοναστηρίου γηθόμενοι, Σερβίας κράζοντες· τὴν χειμαζομένην, ταύτην μειονότητα, ὁ λόγοις ἀναψύξας ἐνθέοις σου, πᾶσιν ἀνέδειξας, πρὸς ἐμπεριστάτους ἅπαντας, σὴν ἀγάπην, σεπτὲ καὶ συμπάθειαν.

Ἀλώβητον χάριτι Θεοῦ, τὸ σὸν σκῆνος ἔμεινε, μετὰ σὸν θάνατον Ὅσιε, τοῖς εὐσεβόφροσιν, ἅπασι δεικνύων, Ἰωάννη πάνσοφε, Χριστῷ ὅτι σαφῶς ἐυηρέστησας, λόγοις καὶ πράξεσι, φιλοθέῳ πολιτείᾳ σου, ταπεινώσει εὐχῇ καὶ στερήσεσι.

Δόξα. Ἦχος δ΄.
Ἰσαγγέλως πολιτευσάμενος, οὐκ ἔδωκας νυσταγμὸν τοῖς βλεφάροις σου, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις σου, Ἰωάννη Ἱεράρχα χαριτώνυμε. Σὺ γὰρ ὡς ποιήσας καὶ διδάξας, τῶν μεγάλων τῆς Ἐκκλησίας Πατέρων ἰσοστάσιος ὤφθης, ἐν τοῖς ἐσχάτοις Πάτερ ἔτσι. Καὶ νῦν σὺν Ἀγγέλοις ἀγαλλιώμενος, μὴ παύσῃ τῷ εὑϊλάτῳ Κυρίῳ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον Δογματικὸν
Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Θαυμάτων σου ἐνέπλησας, τὴν οἰκουμένην ἅπασαν, Ἰωάννη Ἱεράρχα τοῦ Χριστοῦ, ὡς ἔχων παῤῥησίαν, πρεσβεύων μὴ ἐλλίπῃς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Προστάτην ὀρφανῶν καὶ πτωχῶν, γινώσκομέν σε ἅπαντες, Ἰωάννη, οἱ κυκλοῦντες νοερῶς, τὰ θεῖα λείψανά σου· δυσχερειῶν καὶ νόσων, καὶ πειρασμῶν ἡμᾶς ἀπάλλαξον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μακάριε θεράπον Χριστοῦ, Ἀγγέλων ἰσοστάσιε ἐξελοῦ με, πειρασμῶν καὶ λυπηρῶν, καὶ θυμηδίαν δίδου, ἵνα Σε Ἰωάννη, εἰς τοὺς αἰῶνας μεγαλύνω σε.

Δόξα. Τριαδικόν.
Τὴν ἄκτιστον Τριάδα ὑμνῶ, αἰτίαν τῆς τῶν πάντων ζωῆς, τὸν Πατέρα καὶ Υἱόν, σὺν ἀγαθῷ Πνεύματι Παναγίῳ, ἄληπτον θεαρχίαν, ἁπλὴν ἀμέριστον τρισήλιον.

Καὶ νῦν. Θεοτοκίον.
Μαρία καθαρώτατον Χριστοῦ κατοικητήριον, κεκτημένοι πάντες οἱ πιστοί, ἄγκυραν σωτηρίας καὶ πύργον ἀσφαλείας, Σὲ μεγαλύνομεν θεόνυμφε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἰωάννη Μαξίμοβιτς ἀγγελόμορφε, Ἱεραρχῶν θεοφόρων, καὶ διδασκάλων σοφῶν, ἐκλαμψάντων ἄρτι σάπφειρε πολύτιμε, ὡς Ὀρθοδόξων ἀσκητῶν, καλλονὴν καὶ ποταμόν, ἀστείρευτον θαυμασίων, σὲ ἀνυμνοῦντες εὐχάς σου, θερμὰς πρὸς Κύριον αἰτούμεθα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἰωάννη Ὅσιε, περιοικίδος ἐκβλάστημα, τοῦ Χαρκώβου θειότατον,
ὁ ἄνθη πανεύοσμα, ἐν ἐσχάτοις χρόνοις, ἐξανθήσας μάκαρ, μοναδικῆς διαγωγῆς, καὶ ταπεινώσεως τὴν ὑφήλιον, σῇ ἀρετῇ καθήδυνας, καὶ τῇ πληθύϊ θαυμάτων σου, ἰσαπόστολε πάνσοφε, προσευχῆς ἐνδιαίτημα.

Ἰωάννη Ὅσιε, τὴν κλῆσιν ἔχων Μαξίμοβιτς, Ἱεράρχα θειότατε, Χριστοῦ κατηγλάϊσας, θείαν Ἐκκλησίαν, σοῦ τῇ θεαρέστῳ, καὶ πολυτίμῳ προσφορᾷ, ἐν τοῖς ἐσχάτοις, τοῖς χρόνοις ἔνθεε, καὶ τὴν Σαγγάην πόνοις σου, καὶ Σὰν Φρανσίσκο ἡγίασας, πρὸς ὀρθὴν καθοδήγησιν, τῆς ἐλλόγου ἀγέλης σου.

Ἰωάννη Ὅσιε, πνευματοφόρε διδάσκαλε, Ὀρθοδόξου πληρώματος, τοὐπικλὴν Μαξίμοβιτς, ὁ οὐκ ἔχων κλίνην, πρὸς ἀνάπαυσίν σου, καὶ πόλιν μένουσαν ἐν γῇ, τὴν Βασιλείαν τὴν ἀδιάδοχον, σαφῶς ἐζήτεις πάντοτε, καὶ ἀγαλλίασιν ἄληκτον, σὺν Χριστῷ τῷ Παντάνακτι, ἐν τοῦ πόλου σκηνώμασιν.

Ἰωάννη Ὅσιε, σὸν ἀδιάφθορον σκήνωμα, ὡς πηγὴ ἁγιάσματος, καὶ ῥεῖθρον ἰάσεως, ἁγιάζει πάντας, τοὺς αὐτῷ ἐν πίστει, ἀσπαζομένους θαυμαστέ, Κυρίου φίλε, καὶ τιμιώτατε, ἀρχιερεῦ κραυγάζομεν, ὁ ἐν ψυχῇ ταπεινόφρονι, ἀρετῆς κρύπτων ἄῤῥητον, ὕψος Πάτερ πανεύφημε.

Ἰωάννη Ὅσιε, Ἀμερικῆς θεῖον σέμνωμα, Οὐκρανίας ἐκβλάστημα, Σερβίας καλλώπισμα, τῆς Σαγγάης κρίνον, καὶ τοῦ Σὰν Φρανσίσκο, σημειοφόρε ἰατρέ, τοὺς προσκυνοῦντας, τὸ θεῖον σκῆνός σου, δεινῶν παθῶν ἐκλύτρωσαι, καὶ πάσης βλάβης καὶ θλίψεων, τῇ δοθείσῃ σοι χάριτι, δαψιλῶς πνευματέμφορε.

Ἰωάννη Ὅσιε, ὁ τῆς παιδείας ὑπέρμαχος, ποιμασίας ἀρχέτυπον, κανὼν ἀπαράβατος, βίου Ὀρθοδόξου, καὶ εἰκὼν ἀγάπης, καὶ προσφορᾶς πρὸς ἐνδεεῖς, χειμαζομένους, καὶ χρείαν ἔχοντας, Κυρίῳ εὐηρέστησας, τῇ θεαυγεῖ πολιτείᾳ σου, τῷ ἀξίως δοξάσαντι, σὲ πανεύφημε θαύμασι.






Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικῆς σταθερότητος καὶ αὐστηρότητος ἀκτῖσι, διέλαμψας ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ἀπολύτου πνευματικῆς παραλύσεως, Ἱεράρχα Ἰωάννη φωτόλαμπρε· ἰσαγγέλως γὰρ πολιτευσάμενος, καὶ Ἀποστόλων ἐπιδειξάμενος ζῆλον, ἀνὰ τὴν ὑφήλιον Ὀρθοδοξίαν ἐκήρυξας, καὶ ψυχὰς ὡς δῶρον ἀτίμητον Χριστῷ προσήνεγκας. Καὶ νῦν Ἁγίοις Ἀγγέλοις συγχορεύων ἐν πόλῳ δόξης, καὶ Χριστοῦ τοῦ σὲ θαύμασιν ἀντιδοξάσαντος, τὸ ἀμήχανον τοῦ προσώπου κάλλος θεώμενος, μὴ παύσῃ Αὐτῷ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον ταῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ’, 10-19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται


Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Τὸν νεοπαγῆ τῆς Ὀρθοδοξίας στῦλον, καὶ φωτοβόλον νεολαμπῆ παντοίων ἀρετῶν ἀστέρα, Ἰωάννην ἀρχιερέων ὡς νέον ἐγκωμιάσωμεν σεμνολόγημα· οὗτος γὰρ ἀόκνως ἐργαζόμενος, ἀδιαλείπτως προσευχόμενος, καὶ νυχθημερὸν πιστοὺς ἐπιστηρίζων, ψυχῆς τὸ τριμερὲς ἐκάθηρε, καὶ μύστης θειότατος τῆς Τρισηλίου ὤφθη Θεότητος. Καὶ νῦν Αὐτῆς ἀπολαύων τῆς ἀϊδίου εὐκλείας, ἀσιγήτως πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν ὁδηγὸν τῶν πεπλανημένων, ἰατρὸν τῶν ἀνιάτως ἀσθενούντων, καὶ διδάσκαλον τῶν τοῦ Θεοῦ ἐνταλμάτων, Ἰωάννην τοὐπίκλην Μαξίμοβιτς, εὐφημήσωμεν κράζοντες· ὁ περιπατῶν ἐπὶ τῆς γῆς ὡς ἄνθρωπος, καὶ περιπολεύων τοὺς οὐρανοὺς ὡς ἀσώματος, Ἱεράρχα θεόπνευστε, Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Ἦχος γ’.
Μαρμαρυγαῖς λελαμπρυσμένος, τοῦ Παρακλήτου Πνεύματος, ἐφώτισας Ἀμερικὴν Εὐρώπην καὶ Ἀσίαν, διδάσκαλε Ὀρθοδοξίας φαεινότατε, Ἀποστόλων θεοσόφων ἑπόμενε, καὶ Ἱεραρχῶν λαοφιλήτων Ἰωάννη ἐκτύπωμα· ὅθεν τὴν πανσεβάσμιον μνήμην σου ἑορτάζοντες, καὶ τοὺς ἀόκνους ἀγῶνάς σου θαυμάζοντες, Χριστὸν δοξάζομεν, τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου, Αὐτοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος δ’.
Εὐσυμπάθητε Σαγγάης καὶ Σὰν Φρανσίσκο Ἱεράρχα, εἰκὼν διαυγεστάτη Χριστοῦ τοῦ ἀρχιποίμενος, διορατικοῦ χαρίσματος ὡς ἔμπλεως, ψυχῶν ἐγίγνωσκες τὰ ἐσώτερα, καὶ σοῖς λόγοις αὐτὰς ἀνέπαυες, Ἰωάννη χαριτόβρυτε. Πρὸς τὸ φῶς ὅθεν τῆς ἀληθείας ἑλκύσας, διὰ τῶν σῶν διδαγμάτων, τοὺς ἐν σκιᾷ ἀγνωσίας κειμένους, χάριν εἴληφας τῷ Φωτοδότῃ Κυρίῳ πρεσβεύειν, καὶ ἡμᾶς ἀξιῶσαι φωτὸς τοῦ ἀϊδίου ἀπολαῦσαι, τοὺς σὲ μακαρίζοντας.

Δόξα. Ἦχος πλ. α’.
Δεῦτε Ὀρθοδόξων οἱ δῆμοι, τὸν ἐν ὁσίοις πατράσι θεοειδῆ Ἱεράρχην, καὶ ἐν νεοφανέσιν ἀσκηταῖς ἱερώτατον σέμνωμα, Ἰωάννην τὸν παναοίδιμον εὐφημήσωμεν, ἐν κατανύξει βοῶντες· ὁ θαυμαστωθεὶς κατ’ ἀξίαν θεόθεν, καὶ τιμηθεὶς ἀφθαρσίᾳ τοῦ τιμίου σου σκήνους, ἀφθίτου ζωῆς κληρονόμους δεῖξον εὐχαῖς σου, τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου.


Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ τῆς Ῥωσίας βλαστός, περιοικίδος τοῦ Χαρκώβου λευκάνθεμον, νεόφυτον εὐσεβείας, καὶ ἀγωγῆς ἀκραιφνοῦς, ἴον μυροβόλον, χαριτώνυμε, Σαγγάης κιννάμωμον, Σὰν Φρανσίσκο μυρίπνοον, ῥόδον καὶ πάσης, οἰκουμένης ἀλάβαστρον, εὐωδέστατον, Ἰωάννη Μαξίμοβιτς· ἕλκων γὰρ χάριν ἄφθονον, ὑψόθεν τοῦ Πνεύματος, τοῦ Παναγίου ἐδείχθης, πηγὴ θαυμάτων ἀείῤῥύτος, καὶ χείμαῤῥος ἄρτι, ἰαμάτων Ἱεράρχα, πνευματοφόρητε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ὀρφανῶν ὁ πατήρ, ἐμπεριστάτων ἡ ἑτοίμη ἐντίληψις, ἀνάψυξις τεθλιμμένων, τροφὴ πενήτων πολλῶν, ἰατὴρ νοσούντων, ἀνακούφισις, χηρῶν περικράτησις, γήρως Πάτερ ἀοίδιμε, φυλακισμένων, ἡ γλυκεία ἐπίσκεψις, καὶ τὸ στήριγμα, ἀδυνάτων θειότατε, ἀρχιερέων καύχημα, τῶν νέων τῆς πίστεως, θεοειδὲς Ἰωάννη, πηγὴ χαρᾶς τῶν τιμώντων σε, καὶ φρέαρ θαυμάτων, ἀκεσώδυνον τῶν ὕμνοις, μακαριζόντων σε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μνήμην τὴν ἱερὰν καὶ σεπτήν, τῆς σῆς κοιμήσεως λαμπρῶς ἑορτάζοντες, σεβάσμιε Ἰωάννη, Ἱεραρχῶν καλλονή, καὶ Ὀρθοδοξίας, νέον σέμνωμα, σεπτὰ κατορθώματα, ἀγωγῆς τῆς ἀρίστης σου, ὑμνολογοῦμεν, καὶ δοξάζομεν Κύριον, τὸν τιμήσαντα, ἀφθαρσίᾳ λειψάνου σου, σὲ καὶ θαυμάτων δείξαντα, παντοίων ἀκένωτον, πηγὴν ἐν χρόνοις ἐσχάτοις, ἡσυχαστὰ ἱερώτατε, ἀπόστολε νέε, καὶ διδάσκαλε Κυρίου, λαμπρὲ τῆς πίστεως.

Δόξα. Ἦχος πλ. β΄.
Ἀρεταῖς κεκοσμημένος θείαις, καὶ διδασκαλίᾳ ὀρθῇ καὶ θαύμασιν ὡραϊσμένος, οὐρανοπολίτης ἐγένου Ἰωάννη μακάριε· ὅθεν πάντες οἱ τοὺς ἀποστολικοὺς ἀγῶνάς σου σέβοντες, καὶ τὴν σὴν μνήμην λαμπρῶς πανηγυρίζοντες, τὰς θεοπειθεῖς σου εὐχὰς ἐκζητοῦμεν, πρὸς ἀρετῆς καὶ σοφίας ἐνθέου ἀπόκτησιν, καὶ βίον κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐν κόσμῳ ἐβίωσας ὡς ἀσκητὴς θαυμαστός, καὶ γέγονας στήριγμα τῶν λογικῶν τοῦ Χριστοῦ, προβάτων μακάριε. Ἄφθαρτον τὸ σὸν σκῆνος, καὶ ἀκέραιον ὤφθη, ῥέον ἀδιαλείπτως τῶν θαυμάτων τὴν χάριν· διό σε ὦ Ἰωάννη σοφέ, πόθῳ γεραίρομεν.
Δόξα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἰωάννη Μαξίμοβιτς ἀγγελόμορφε, Ἱεραρχῶν θεοφόρων, καὶ διδασκάλων σοφῶν, ἐκλαμψάντων ἄρτι σάπφειρε πολύτιμε, ὡς Ὀρθοδόξων ἀσκητῶν, καλλονὴν καὶ ποταμόν, ἀστείρευτον θαυμασίων, σὲ ἀνυμνοῦντες εὐχάς σου, θερμὰς πρὸς Κύριον αἰτούμεθα.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.
























ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Στρουθίον ἱερόν, ἀηδὼν γλυκυτάτη, καὶ ὄρνις τῷ Χριστῷ, ἐπιῤῥίπτουσα πάσας, μερίμνας φιλέρημος, Ἰωάννη μακάριε, τὴν εὐσέβειαν, περιερχόμενος πᾶσαν, τὴν ὑφήλιον, καὶ σωστικὴν ἐκελάδεις, τῷ κόσμῳ ἀλήθειαν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἀγγέλων γλυκασμέ, χαρμονὴ θλιβομένων, πιστῶν καταφυγή, ἀρωγὴ τρυχομένων, καὶ πάντων τιμώντων σε, ἡ ἑτοίμη βοήθεια, πέλεις Δέσποινα, Θεογεννῆτορ γλυκεῖα· ὅθεν ἅπαντες, ἐν συμφοραῖς ταῖς τοῦ βίου, τῇ σκέπῃ Σου σπεύδομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Λαμπρὸν ἐνδιαίτημα χαρίτων τῶν τοῦ Θεοῦ, σοφίας ἐκτύπωμα καὶ ἀρετῆς φρυκτωρέ, λαοὺς κατεφώτισας, φέγγει νουθεσιῶν σου, καὶ αὐγαῖς διδαγμάτων, θείων σου Ἰωάννη, συμπαθὲς ἀρχιθύτα, καὶ ζόφον ἀγνωσίας ταχύ, πάντων ἐσκέδασας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Σεμνὴ ἀειπάρθενε τῶν θλιβομένων χαρά, θερμὸν καταφύγιον τῶν τρυχομένων δεινῶς, πανύμνητε Δέσποινα, καὶ ποδηγὲ σῶν δούλων, πρὸς νομὰς σωτηρίας, κάθαρον τὰς ἐννοίας, καὶ διόρθωσον τάχος, ἀτάκτους λογισμοὺς τῶν πιστῶς, καταφευγόντων σοι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα
Τὸν ἀξιεράστον, ἱεροφάντορα, τὸν κατατήκοντα, παννύχοις στάσεσι, αὐτοῦ τὴν σάρκα τὴν φθαρτὴν καὶ στῦλον τῆς Ἐκκλησίας, ἐποφθέντα μέλψωμεν, ὡς σεπτὸν ὑφηγήτορα, καὶ σεμνὸν διδάσκαλον, Ὀρθοδόξου πληρώματος, ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· Χαῖρε τρισμάκαρ Ἰωάννη.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ι΄, 9-16)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὡς σεπτὸς θεολόγος καὶ μύστης τῆς χάριτος, μεγίστην ὠφέλειαν τοῦ πληρώματος λογιζόμενος, τὴν διὰ τὴν ἀγήρω μακαριότητα αὐτοῦ προετοιμασίαν, Ἰωάννην τὸν θεόσοφον Ἱεράρχην καὶ ἰσαπόστολον, ἐγκωμίων καταστέψωμεν ᾄσμασιν ἐκθύμως βοῶντες· φιλέρημον τῆς ὑδρογείου σφαίρας στρουθίον, ὁ ἐν Ἀμερικῇ Εὐρώπῃ καὶ Ἀσίᾳ καλιὰς πήξας ἀγώνων, Χριστοῦ τοῦ εὐϊλάτου Κυρίου μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν λαμπρὰν καὶ πανσεβάσμιον μνήμην σου.

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννου, νέου ὁσίου Ἱεράρχου, αἶνος. Χ. Μ. Μ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἰσχύν μοι κατάπεμψον, ἐξ ὕψους δόξης ἀῤῥήτου Σου, Χριστὲ ἀγαθόδωρε, ὅπως ὑμνήσω λαμπρῶς, τὰ παλαίσματα, τοῦ θείου Ἰωάννου, τοῦ ἄρτι φωτίσαντος, κόσμου τὰ πέρατα.
Ὡς στῦλον τῆς πίστεως, νεοπαγῆ σε γεραίροντες, σεπτὲ χαριτώνυμε, Ἱεραρχῶν καλλονή, καὶ ὡράϊσμα, ἐνθέων διδασκάλων, τὴν πάνσεπτον μνήμην σου, ᾄσμασι στέφομεν.
Ἀγγέλων ὁμόσκηνε, Χαρκόβου γόνε πανεύφημε, Χριστὸν ἐκ νεότητος, ἐπιποθήσας θερμῶς, ἠκολούθησας, ταῖς τρίβοις Ἰωάννη, πατέρων τῆς πίστεως, ὅλῃ ἐφέσει σου.
Θεοτοκίον.
Νικήτορας Δέσποινα, τοὺς Σοὺς οἰκέτας ἀνάδειξον, κατὰ τοῦ ἀλάστορος, τοὺς Σὲ ὑμνοῦντας λαμπρῶς, καὶ τὰ σκάμματα, τοῦ θείου Ἰωάννου, ᾠδαῖς μεγαλύνοντας, Θεογεννήτρια.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Νεκρώσας τὰ πάθη τῆς σαρκός σου, συντόνῳ ἀσκήσει καὶ εὐχῇ, ἀδιαλείπτῳ ἔτεινας, τὸν νοῦν σου πρὸς σκηνώματα, τῶν οὐρανῶν ὑπέρφωτα, ἀρχιερεῦ χαριτώνυμε.
Ὁ τρίβοις σαφῶς ἀκολουθήσας, λαῶν Ἰωάννη φωτισμοῦ, ὡς νέος ἰσαπόστολος, διέδραμες τὰ πέρατα, κηρύττων τὴν Ὀρθόδοξον, πίστιν τοῖς πᾶσι θειότατε.
Ὑμνοῦντες τοὺς πόνους Ἰωάννη, Μαξίμοβιτς ἄρτι σοὺς σεπτούς, οὓς ἔτλης πρὸς διάδοσιν, τῆς Ὀρθοδόξου πίστεως, καὶ σωτηρίαν ποίμνης σου, τῆς λογικῆς σε γεραίρομεν.
Θεοτοκίον.
Ναὲ τοῦ Θεοῦ ἡγιασμένε, καὶ θρόνε χρυσότευκτε Αὐτοῦ, Κυρία Μητροπάρθενε, ναοὺς ἡμᾶς χρηστότητος, καὶ θρόνους ἁγιότητος, τοὺς πρόσφυγάς Σου ἀνάδειξον.



Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως
Ταπεινώσεως, καὶ ἀκακίας, ἐγρηγόρσεως, καὶ ἡσυχίας, προσευχῆς ἀδιαλείπτου καὶ νήψεως, τὸν πολυτίμητον σμάραγδον μέλψωμεν, τρανῶς βοῶντες· ποιμὴν ἱερώτατε, θείας πίστεως, Χριστῷ Ἰωάννη πρέσβευε, ὑπὲρ τῶν μελῳδούντων σὰ παλαίσματα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε, Παρθενομῆτορ, ἀφθαρτότητος, πρὸς τὰς ἐπάλξεις, τοὺς ὑμνοῦντάς σε ἐκθύμως ἀνάγαγε, ψαλμοῖς καὶ ὕμνοις εὐτάκτοις καὶ ᾄσμασιν, καὶ τὸν Σὸν Τόκον δοξάζοντας πάντοτε, ἡ τὰ δώματα λαμπρύνουσα τὰ οὐράνια, διὰ τῆς φωτολάμπρου παρουσίας Σου.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐνθεώτατε ἀλεῖπτα, Ὀρθοδόξου νεότητος, διδασκάλων γέρας, φιλαρέτων καὶ ἰσαπόστολε, νεολαμπὲς Ἰωάννη χαριτόβρυτε, ζόφον ἔλυσας, τῆς ἀγνωσίας σοῖς φθέγμασιν.
Ὁδηγὲ τῶν ἐν σκοτίᾳ, καθευδόντων ἀνύστακτε, πρὸς τὸ θεῖον φέγγος, τῆς Ὀρθοδοξίας κατεύθυνον, τοὺς ἐκτελοῦντας τὴν μνήμην τὴν ἁγίαν σου, χαριτώνυμε, πρὸς ἀφθαρσίας σκηνώματα.
Ὑπερόπτα τῶν προσύλων, Ἰωάννη μακάριε, καὶ τῶν ἐν τῷ πόλῳ, ζηλωτὰ ἀΰλων διέδραμες, τῆς βιοτῆς τῆς προσκαίρου σου τὸν δόλιχον, καὶ κατήντησας, εἰς παμφαῆ πόλου δώματα.
Θεοτοκίον.
Οὐρανίου Βασιλείας, κληρονόμους ἀνάδειξον, κεχαριτωμένη, τοὺς οἰκέτας Σῆς θείας χάριτος, τοὺς μεγαλύνοντας πόθῳ θαυμασίων Σου, πλῆθος Δέσποινα, εὐλογημένη Μητρόθεε.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Σαγγάη σεμνύνεται, καὶ Σὰν Φρανσίσκο γάνυται, σοῦ τῇ φιλοθέῳ ποιμασίᾳ, καὶ προστασίᾳ, καὶ ταχινῇ ἀρωγῇ, σεπτὲ Ἰωάννη ποταμέ, χάριτος ἀείῤῥυτε, καὶ θαυμάτων ἀστείρευτε.
Ἰάσεων ἄσυλον, θησαύρισμα τὸ σκῆνός σου, ὤφθη ἀρχιθῦτα θεοφόρε, ὃ μετὰ πότμον, ἐν ἀφθαρσίᾳ τηρεῖ, Χριστὸς ὁ δοξάζων τοῖς Αὐτοῦ, φίλοις πλείστοις θαύμασιν, Ἰωάννη Μαξίμοβιτς.
Οὐράνιε ἄνθρωπε, καὶ ἄγγελε ἐπίγειε, ὁ διδάξας ἄρτι ἔθνη πάντα, καὶ ἀνατείλας, Ὀρθοδοξίας τὸ φῶς, ἠπείρων τριῶν ἐν τοῖς λαοῖς, Ἰωάννη ἔλυσας, ἀγνωσίας σκοτόμαιναν.
Θεοτοκίον.
Ὑμνοῦμεν ἀείποτε, πληθὺν τῶν θαυμασίων Σου, κεχαριτωμένη Θεοτόκε, καὶ τὸν Υἱόν Σου, δοξολογοῦμεν πιστῶς, θεράποντα δείξαντα Αὐτοῦ, ἄρτι ἱερώτατον, Ἰωάννην Μαξίμοβιτς.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰθύντωρ ὤφθης ἀνύστακτος, ἐλλόγου Ἰωάννη ἀγέλης σου, καὶ ἀπλανέστατος, χειραγωγὸς πρὸς τὴν ἄληκτον, ζωὴν τῶν ἐκζητούντων, τὰς νουθεσίας σου.
Εὐλόγει πάντας ἁγίαζε, καὶ φρούρει καὶ περίσκεπτε Ὅσιε, τοὺς προσκυνοῦντάς σου, τὸν ἀδιάφθορον σκήνωμα, τρισμάκαρ Ἰωάννη, χαρίτων τέμενος.
Ῥανίσι θείων ἱδρώτων σου, καὶ ῥείθροις Ἰωάννη δακρύων σου, ψυχῆς ἐλεύκανας, τῆς ἱερᾶς σου ἱμάτιον, ἣν καθαρὰν ὡς δῶρον, Χριστῷ προσήγαγες.
Θεοτοκίον.
Ἁπάσης ῥῦσαι στενώσεως, καὶ πάσης δυσθυμίας τοὺς δούλους Σου, Θεογεννήτρια, χαριτωνύμου τὰ σκάμματα, τιμῶντας Ἰωάννου, ποιμένος ἔμφρονος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ταπεινὸν ἁπλοῦν φιλόθεον φιλάρετον, σεμνὸν μακρόθυμον πραΰν καὶ εὐσυμπάθητον, εὐφημήσωμεν Ὀρθόδοξον Ἱεράρχην, Ἰωάννην τὸν Μαξίμοβιτς μελίσμασιν, ὡς θαυμάτων φρέαρ ὄντως ἀκεσώδυνον, πόθῳ κράζοντες· Χαίροις χάριτος σκήνωμα.
Ὁ Οἶκος.
Ἄριστε Ἱεράρχα, Ἰωάννη ὁσίως, ἐβίωσας ὡς ἄγγελος ἄλλος, καὶ σεπτῶν Ἀποστόλων ὁδούς, διοδεύσας ἄρτι ἐν σκιᾷ ἔνδοξε, καθεύδοντας ἐφώτισας, καὶ ἔπιθες λαοὺς βοᾶν σοι·
Χαῖρε, σεπτοῦ τοῦ Χαρκώβου γόνος·
χαῖρε, στεῤῥὸς Ἐκκλησίας στῦλος.
Χαῖρε, ταπεινώσεως ὄλβος πολύτιμος·
χαῖρε, ἐγρηγόρσεως λύχνος ἀκοίμητος.
Χαῖρε, ἔνθεε διδάσκαλε, τῆς νεότητος ἐθνῶν·
χαῖρε, πάνσοφε ἀπόστολε, καὶ διάσωσμα ψυχῶν.
Χαῖρε, ὅτι χαρίτων πλείστων, βρύσις ἐδείχθης·
χαῖρε, ὅτι θαυμάτων ξένω, κρήνη ἐπώφθης.
Χαῖρε, εὐχῆς καὶ νήψεως σκήνωμα·
χαῖρε, ψυχῆς ἡμῶν ἀγαλλίαμα.
Χαῖρε, φανὸς νεαυγὴς ἀπαθείας·
χαῖρε, πυρσὸς τηλαυγὴς εὐσεβείας.
Χαίροις, χάριτος σκήνωμα.






Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Μαξίμοβιτς
Θεὸς ἐτίμησε ἀφθαρσίᾳ σκήνους,
σὲ τὸν Ὅσιον, Ἰωάννη, ποιμένα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ γυναικός.
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοΐντου·
Θλασθεὶς σκέλη Κόιντος, ἐῤῥώσθη πάλιν,
Στεφθήσεται πλὴν καὶ θανὼν κοινῷ τέλει.

Τῇ ἀυτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰουβεναλίου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Μνήμην γεραίρω τὴν Ἰουβεναλίου,
Οὗ μνῆμα θεῖον ἡ Παλαιστίνη φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Θεσσαλονίκῃ· Ἀνθίμου τοῦ γέροντος, Παῦλου, Βήλωνος, Θέωνος, Ἥρωνος καὶ ἑτέρων Τριάκοντα Ἓξ Αἰγυπτίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχιανοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωτίου, Μητροπολίτου Μόσχας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Λάμπρου, μαρτυρήσαντος ἐν τῇ Μάκρῃ Ἀλεξανδρουπόλεως, ἐν ἔτει 1835ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Στεφάνου, βοεβόδα τῆς Μολδαβίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.









ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ῥῶσιν ἄνωθεν λαβὼν καὶ σθένος Ὅσιε πανιερώτατε, ἱεροφάντορ λαούς, ἐθνῶν ἄρτι ἴσχυσας, ἀνῦσαι δίοδον, τῆς θεώσεως, δυνάμει παραδείγματος, τοῦ σεπτοῦ σου Ἰωάννη.
Χαῖρε πάνσοφε ποιμήν τε καὶ διδάσκαλε τρανῶς κραυγάζοντες, σὰς ὁλοθέρμους εὐχάς, πρὸς Κτίστην αἰτούμεθα, τὸν πολυέλεον, Οὗ τὸ πρόσωπον, ὁρᾷς νῦν τοῖς βλεφάροις σου, τοῖς ἰδίοις Ἰωάννη.
Ὁσιώτατε ἐπίσκοπε οὐκ ἔκλινας σάρκα βροτείαν σου, εἰς κλίνην ἐγκρατευτά, σεμνὲ τεσσαράκοντα, ἔτη καὶ ὄμμασι, σοῖς οὐκ ἔδωκας, θεόφρον χαριτώνυμε, νυσταγμὸν σημειοφόρε.
Θεοτοκίον.
Ὑπερένδοξε Κυρία Μητροπάρθενε Θεογεννήτρια, τοῦ Ἰωάννου λιταῖς, Σοὺς δούλους ἀπάλλαξον, δεινῶν καὶ θλίψεων, καὶ στενώσεων, καὶ συμφορῶν Παντάνασσα, ἱλαστήριον τοῦ κόσμου.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἄμεμπτε τοῖς λόγοις καὶ τοῖς ἔργοις, ἐδίδαξας ἐνουθέτησας ἐκήρυξας, καὶ λαοὺς ἐφώτισας, θείῳ παραδείγματι, σοῦ βίου παναοίδιμε· διὸ καὶ χάριτος, πολλῆς κατηξιώθης θεόθεν, Ἰωάννη μάκαρ, σημειοφόρε Πάτερ.
Ἴθυνας τὰ διαβήματά σου, σαφῶς Πάτερ ἐκ τῶν χρόνων σῆς νεότητος, ἐντολῶν πρὸς τήρησιν, σωτηρίων Ἅγιε· διὸ καὶ χάριν εὕρηκας, ἰθῦναι βήματα, προσφυγών σου πρὸς θείας ἐπάλξεις, Ἰωάννη σῶφρον, ἀρχιερέων κῦδος.
Νεῦσον σῶν προσφύγων ἱκεσίαις, σαρκὸς καταπαύων τὰ ὁρμήματα, καὶ τὸν νοῦν πρὸς εὔσπλαχνον, ἀνατείνων Κύριον, τὸν πάντας διασώζοντα, πιστοὺς σεβάσμιε, ἐνθέων ζηλωτὰ Ἀποστόλων, καὶ θεοκηρύκων, λαμπρότης Ἰωάννη.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν Θεοκυῆτορ, ἀφθόνως τὸν ὑετὸν Σῆς θείας χάριτος, καταρδεῦσαι δούλων Σου, τὰς ψυχὰς πρὸς ἄφθονον, καρποφορίαν Δέσποινα, θερμῶς βοῶμέν Σοι· πανύμνητε Κυρία Παρθένε, σωτηρίας κόσμου, νεφέλη ὀμβροτόκε.











ᾨδὴ θ’. Ἅπας γηγενής.
Σὲ ὡς νεαυγῆ, ἀστέρα τῆς χάριτος, Θεοῦ τιμῶμέν σε, Ἰωάννη πάντιμε, ψαλμοῖς καὶ ὕμνοις, φαιδροῖς ἑκάστοτε, καὶ μέλποντες σεμνότητα, καὶ καθαρότητα, τοῦ σοῦ βίου, κράζομεν· Μαξίμοβιτς, τῶν παθῶν ἡμῶν βόρβορον ἔκπλυνων.
Χαῖρε ἀσκητά, ἐπίσκοπε σύμπαντα, ποιμαντορίᾳ σου, ὁ φωτίσας ἔτεσιν, ἐν τοῖς ἐσχάτοις, θεοφορούμενε, βοῶντες δυσωποῦμέν σε· ἴσθι ἀνύστακτος, παραστάτης, ἐν τοῦ βίου θλίψεσιν, Ἰωάννη τῶν νῦν προσφευγόντων σοι.
Μέμνησο ἡμῶν, θερμῶς δεομένων σου, σοφίας σκήνωμα, Ἰωάννη Ὅσιε, καὶ σοὺς ἀσόφους, ἱκέτας σόφισον, τῇ δαψιλῶς δοθείσῃ σοι, θεόθεν χάριτι, ἵνα μνήμην, ἐκτελῶμεν πάντοτε, τὴν σεπτήν σου τερπνοῖς μελῳδήμασι.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, πιστοὺς περίσκεπε, φρούρει καὶ διάσωζε, ἀπὸ κινδύνων, καὶ περιστάσεων, θερμῶς παρακαλοῦμέν Σε, οἱ μεγαλύνοντες, θαυμασίων, πλῆθός Σου τὸ ἄμετρον, καὶ Υἱὸν δοξαζόντων τὸν θεῖόν Σου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Διδάσκαλον θειότατον, σεμνὸν ἱεροφάντορα, τῆς νεολαίας ἀλείπτην, πρὸς Ὀρθοδόξους λειμῶνας, καὶ ἀσκητὴν πανόσιον, ἐκθύμως μακαρίσωμεν, νῦν Ἰωάννην ἔνθεον, ὡς θείας χάριτος κρήνην, καὶ ποταμὸν ἰαμάτων.
Θεοτοκίον.
Καρδίαν τὴν αὐχμῶσάν μου, ἁμαρτιῶν τοῖς πλήθεσι, τῇ αὔρᾳ τῆς χάριτός Σου, καὶ ἀῤῥαγοῦς προστασίας, ἀνάψυξον Μητρόθεε, ἡγιασμένη Δέσποινα, καὶ δρόσῳ Σῶν δεήσεων, Υἱὸν πρὸς μονογενῆ Σου, αὐτὴν διάψυξον τάχος.














Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Σαγγάης καὶ Σὰν Φρανσίσκο, τὸν ἀρχιποίμενα, τῶν ἱεραποστόλων, Ὀρθοδόξων τὸ κλέος, καὶ στῦλον εὐσεβείας νεοπαγῆ, καταστέψωμεν ᾄσμασι, θαυματουργὸν Ἱεράρχην ὡς ἀληθῶς, Ἰωάννην τὸν Μαξίμοβιτς.

Τῆς ἡσυχίας φωστῆρα, φανὸν συνέσεως, καὶ ταπεινοφροσύνης, τηλαυγέστατον φάρον, διδάσκαλον ὡς θεῖον καὶ ποδηγόν, Ὀρθοδόξου νεότητος, ὕμνοις θεόσδοτον μέλψωμεν μελιχροῖς, Ἰωάννην χαριτόβρυτον.

Θεοειδὲς Ἰωάννη, σκῆνος ἠφθάρτισε, σὸν θεῖον μετὰ πότμον, ὁ Χριστὸς καὶ θαυμάτων, ἀνέδειξε παντοίων αὐτὸ ποταμόν, Ἰωάννη Μαξίμοβιτς, βλύζοντα πᾶσιν ἰάματα δαψιλῶς, καὶ κρουνοὺς ἀφθόνως χάριτος.

Ὡς ἀσκητὴς ἐν τῷ κόσμῳ, πολιτευσάμενος, καὶ λογικῶν προβάτων, τὴν ἀγέλην στηρίξας, τῇ ῥάβδῳ σῶν πανσόφων νουθεσιῶν, Ἰωάννη τῷ κτίσαντι, Χριστῷ ἀπῆλθες θεόφρον ἀρχιερεῦ, ὑπαντῆσαι χαριτώνυμε.

Δόξα. Ἦχος πλ. α΄
Δεῦτε φιλεόρτων χορεῖαι τὴν μνήμην σήμερον πανηγυρίσωμεν, τοῦ χαριτοβρύτου Ἱεράρχου Ἰωάννου, τοῦ ἀσκήσει καὶ ποιμασίᾳ καθαγιάσαντος, Ἀμερικῆς Εὐρώπης καὶ Ἀσίας τὴν χθόνα. Οὗτος γὰρ σοφῶς τὸν λαὸν τοῦ Θεοῦ ποδηγετήσας, χάριν εἴληφεν οὐρανόθεν εὐλογεῖν ἀοράτως τοὺς αὐτὸν τιμῶντας, καὶ χαρᾶς πληροῦν τὰς καρδίας, τῶν βοώντων ἀπαύστως· Κύριε δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἱεράρχα νεοφανές, μάκαρ Ἰωάννη, ταπεινώσεως κορυφή· χαίροις ὁ ἀνύσας, οὐρανοδρόμον ἄρτι, πορείαν καὶ θαυμάτων, κρήνη γενόμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου