ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΔ΄!!
ΣΙΛΟΥΑΝΟΣ ΟΣΙΟΣ ΑΘΩΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου
ἱερομονάχου Σιμωνοπετρίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Νέον
ἄνθος ἐξήνθησε, Θεοτόκε τοῦ κλήρου Σου, πνέον τὴν τοῦ Πνεύματος θείαν ὄσφρησιν,
Σιλουανὸς ὁ θαυμάσιος, ἀρχαίων ὁμότροπος,
ἀσκητῶν καὶ ἐραστής, Σοῦ Υἱοῦ μανικώτατος, Ὃν τρανώτερον, ἱκετεύει δοθῆναι τοῖς
τιμῶσι, τὴν ὁσίαν αὐτοῦ μνήμην, τὰς δωρεὰς τὰς τῆς Χάριτος.
Ἐκ
Ῥωσσίας μὲν πέφυκας, ὡς βλαστός τις θεόσπαρτος, Ἄθω δὲ κατέλαβες τὸν
ἐξάκουστον, ἔνθα ὡς κλῆμα καλλίκαρπον, τοῦ Σχήματος ἤνεγκας, οἶνον τὸν
μεθυστικόν, ὃν παρέχεις ἀκένωτον, τοῖς διψῶσί σου, τὰ θεόπνευστα λόγια
τρισμάκαρ, γραμματεῦ τῆς Βασιλείας, Σιλουανὲ
ἀπλανέστατε.
Οὐδαμῶς
ἐκολάκευσας, τὸ σὸν σκεῦος τὸ πήλινον, πόθον ἔχων Ὅσιε ἀποδύσασθαι, τοῦ
πεπτωκότος τὸ ἔνδυμα, φορέσαι δὲ ἔκλαμπρον, τοῦ καινοῦ Ἀδὰμ στολήν, συνεργὸν
προσλαβόμενος καὶ συλλήπτορα, μετανοίας σου θεῖον κηδεμόνα, Ἀθλοφόρων
πρωτοστάτην, Παντελεήμονα μέγιστον.
Ὡς
θυσίαν αἰνέσεως, τῷ Κυρίῳ προσῆξέ σε, ἡ πατρίς σου Ὅσιε ἑορτάζουσα, τοῦ
φωτισμοῦ τὰ μνημόσυνα, καὶ λέγει προσδέχου μου, ὦ Νυμφίε Ἰησοῦ, τὸν καρπὸν τῆς
κοιλίας μου, ὃν τὸ Πνεῦμά Σου, ἀπεκύησε δῶρον εὐφροσύνης, Ἐκκλησίᾳ τῇ ἁγίᾳ, Σιλουανὸν τὸν μακάριον.
Δόξα.
Ἦχος β΄.
Ἐθαυμάστωσας
τὸν Κύριον Ὅσιε, ἐν τῷ βίῳ σου τῷ θεσπεσίῳ. Αὐτὸν γὰρ ἐκζητῶν ἀπὸ παιδὸς
διψητικῶς, διὰ τῆς πείρας τοῦ Ἁγίου Πνεύματος εὗρες ἐν τέλει, καὶ τοῦ γλυκασμοῦ
ἐμφορηθεὶς τῶν ἀκτίστων δωρεῶν, πᾶσι παρέχεις διὰ τῶν θεογράφων σου λόγων, τὸ
πλήρωμα τῆς ζωῆς τοῦ Εὐαγγελίου, ὅπερ ταπεινώσει διηνεκεῖ κεκρατηκώς, δώρησαι
ἡμῖν Σιλουανέ, τοῖς τιμῶσί σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάριν
Σιλουανέ, τοῦ Πνεύματος παράσχου, πᾶσι τοῖς μετὰ πόθου, τὴν μνήμην σου τελοῦσι,
καὶ ὕμνοις σε γεραίρουσιν.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Δίψαν
τὴν τοῦ Θεοῦ, κατάσβεσον γραφαῖς σου, καὶ δρόσισον καρδίας, Σιλουανὲ ὡς οἶσθα,
τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Θρήνησον
ἐπ’ ἐμοί, Προπάτορος τῷ θρήνῳ, Σιλουανὲ τρισμάκαρ, καὶ γὰρ αἱ ἀνομίαι, ζωήν μου
κατεκάλυψαν.
Δόξα.
Τριαδικόν.
Δόξα
Σοι ὁ Θεός, Τριὰς ἡ Παναγία, ἡ νῦν χαρισαμένη, παράκλησιν τῷ κόσμῳ, Σιλουανὸν
τὸν δοῦλόν Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
νῦν ἰδού, εὐῶδες ἄνθος ἦλθεν, ἐκ τοῦ Σοῦ κλήρου νέον, πιστοὺς καταμυρίζον,
ὀσμαῖς τοῦ θείου Πνεύματος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Κήρυξ
δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης
τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν
κατέμαθες· ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς σοῖς θεογλώσσοις ῥήμασι,
δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.
Δόξα.
Ὅμοιον.
Πνεῦμα
Ἅγιον, λαβὼν ἐν γνώσει, καὶ κτησάμενος, Ἀδὰμ τὸ πένθος, ἀκορέστως Χριστὸν
ἐπεπόθησας· στεῤῥῶς τὸν νοῦν εἰς τὸν ᾍδην ἐκράτησας, καὶ τοὺς βροτοὺς ὑπὲρ
φύσιν ἠγάπησας, Πάτερ πρέσβευε ἀεὶ τῷ Θεῷ δωρήσασθαι, ἡμῖν Σιλουανὲ τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Εὐφραντικῶς
ἐν ὕμνοις ἀνευφημήσωμεν, νέον βλαστὸν τοῦ Ἄθω, προστεθέντα ἀξίως, τῷ δήμῳ τῶν
Ὁσίων ὧν ἀκριβῶς, ἀρετὰς ἐμιμήσατο, Σιλουανὸν τὸν θεόπτην ἐκζητητήν, καὶ
μηνύτορα τῆς Χάριτος.
Ἀπὸ
παιδὸς Ὃν ἐζήτεις Θεὸν κατέχεις ἰδού, οὐχὶ ψιλῇ τῇ γνώσει, ἀλλὰ Πνεύματος
Πάτερ, δυνάμει ἀποῤῥήτῳ καὶ ἐκτενῶς, τὰς δεήσεις προσάγεις σου, ὅπως τὰ ἔθνη
πλησθῶσι Σιλουανέ, δωρεᾶς τῆς θείας Χάριτος.
Ἡ
τοῦ Θεοῦ Βασιλεία ἐντὸς ἀνθρώπου ἐστί, καθὼς φησὶν ἀψεύστως, ὁ ἡμῶν Νομοθέτης·
διὸ σφοδρῶς ἐγκύψας Σιλουανέ, εὗρες ταύτης τὰ ῥεύματα, καταδροσίζοντα γῆν σου
τὴν νοητήν, καὶ τὰ σπέρματα αὐξάνοντα.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις,
εὐγνωμοσύνης ᾄσμασιν, ἀποδώσομεν τὴν ὀφειλήν σοι, Πάτερ θεοδόξαστε ὅσοι σου,
δίψῃ ταῖς γραφαῖς ἐτρυφήσαμεν, καὶ ἐστοιχειώθημεν παμπλουσίως, εἰς ᾅδου,
κρατεῖν τὸν νοῦν τὸν ἀκράτητον, καὶ ἔχειν τῆς σωτηρίας τὴν ἐπίτευξιν, ἐν
ἀγαθαῖς ταῖς ἐλπίσι, Σιλουανὲ τρισμάκαρ, τὸ γὰρ Πνεῦμα καθηγητήν, σὲ κατέστησεν
Ὅσιε, τῆς οἰκουμένης ἀπλανέστατον.
Πτῶσις
ψυχαῖς ἀνδρείαις ἐγγίνεται, ἀνορθώσεως οἰκονομία, τῆς θεογνωσίας ὑπόθεσις, καὶ
ἐχθροῦ τελεία καθαίρεσις, νοερῶς γὰρ πάσας τὰς δυνάμεις, τῷ πόθῳ, τῶν οὐρανίων
ὑποτάττουσι, καὶ μόνον, πρὸς τὸν Θεὸν κατευθύνουσιν, ἔνθεν μετέχουσι πλουσίως,
δωρεῶν ἀκτίστων, καὶ Ἀδὰμ παλαιόν, ἐκδυόμενοι σύμμορφοι, τῷ Χριστῷ
ἀναδείκνυνται.
Προῖκα
σωτηριώδη εἴληφας, τὴν μετάνοιαν ἐκ Θεοτόκου, ὅτε γὰρ τὸν ὄφιν κατέπιες, τότε
παρ’ Αὐτῆς ἐξελήλεγξαι, μὴ ἀρεσκομένης τῷ σῷ βίῳ, καὶ πόθος ὁ τῆς ἀσκήσεως
ἀνέφλεξε, ψυχήν σου, Σιλουανὲ παμμακάριστε· ὅθεν κλαυθμὸν κλεῖδα ἐφεῦρες, δι’
ἧς ἤνοιξας οἰκτιρμῶν, Κυρίου τὸ πέλαγος, ἐν τῷ Ἄθῳ βιώσας ἄριστα.
Δόξα.
Ἦχος πλ. β΄.
Ὁ
φιλανθρωπότατος Θεός, Χριστὸς ὁ Κύριος, νέαν παράκλησιν ἡμῖν, ἐπ’ ἐσχάτων καὶ
Εὐαγγέλιον ἔμπνουν, εἰκόνα τε Αὐτοῦ ἀκηλίδωτον, Σιλουανὸν τὸν παμμακάριστον
ἐχαρίσατο. Πρὸς ὃν ὡς πατρὶ ἀτενίζοντες, πνευματικῆς χαρμονῆς πληρούμεθα καὶ ὡς
ἀσφαλῆ ὁδηγὸν τοῦτον ἔχοντες, τὴν πορείαν πρὸς Θεόν, ἀκλινῶς ποιούμεθα· ὅθεν
εὐγνωμόνως ἀναφωνοῦντες, πρὸς Αὐτὸν ἀνακράζομεν· Δόξα Σοι Κύριε, ὁ ἐν ἑκάστῃ
γενεᾷ ὡς ἀστέρας πολύφωτους τοὺς Ἁγίους Σου ἐνδεικνύμενος, δι’ ὧν Σὲ τὸν
ἀνέσπερον Ἥλιον βλέποντες φωτιζόμεθα.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Προφητείας
Ἰωὴλ τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄, 1-4)
Τάδε
λέγει Κύριος· καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν
σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ
πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις
ὄψονται· καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις
ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. καὶ δώσω τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς
γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ
σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
Λιτή.
Ἦχος α΄.
Ὡς
ἀπαρχὴν πολυτίμητον ὁ κόσμος ἀρτίως τῷ Θεῷ προσάγει σε, Σιλουανὲ θεοτίμητε, καὶ
ὡς ἀντίβαρον τῆς ἀνομίας καὶ γλυκασμὸν ἀναιρετικὸν τῆς ἁμαρτητικῆς πικρίας·
ἐξαιρέτως ὅμως χαίρει ἐπὶ σοὶ ὁ ἁγιοτόκος Ἄθως, τῆς συνειδήσεως τὸ μέγα
γυμναστήριον, ὡς σχών σε πύκτην νικηφόρον κατὰ τοῦ ἀντιπάλου ἐχθροῦ, καὶ ἐξ ὧν
ἔπαθες οἰκουμενικὸν διδάσκαλον, δι’ οὗ τὴν Χάριν ἀνευρίσκομεν καὶ τῷ Κυρίῳ
οἰκειούμεθα.
Ἦχος
β΄.
Τοῦ
κόσμου ἔξω γενόμενος, εὐχαῖς τοῦ Ποιμένος τοῦ Θεοῦ, εἰσῆλθες Πάτερ εἰς τὴν
κάμινον τοῦ ᾍδου, ὥσπερ χρυσὸς δοκιμώτατος, καὶ ταῖς φλοξὶν αὐτοῦ καταπυρωθείς,
εὗρες τὴν ἀναψυχήν σου ἐν τόπῳ τῆς κατὰ Θεὸν ἡσυχίας, τῷ μοναχοτρόφῳ Ἄθωνι,
ἔνθα Παντελεήμονος ἡ Μάνδρα σε ἐδέξατο ὡς πρόβατον θεοδιψητικόν, καὶ ἐχάλκευσέ
σε σκεῦος τιμιώτατον, δοχεῖον τοῦ Παρακλήτου, σάλπιγγα θείου ἔρωτος, κιθάραν
μετανοίας, φόρμιγγα ἀγάπης τῆς ἀληθοῦς, καὶ τῶν ἀκτίστων ἐνεργειῶν μηνύτορα.
Ἦχος
γ΄.
Ἔστησας
ἐπὶ πέτραν τοὺς πόδας σου, Σιλουανὲ τῆς μετανοίας, λογιζόμενος ἀνυπερθέτως, ὅτι
ἐνταῦθα ἀποθανοῦμαι διὰ τῆς ἁμαρτίας μου· ὅθεν διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ
Κυρίου, τὴν τῆς προσευχῆς ἐνέργειαν παρὰ τῆς Θεομήτορος ἐδέξω ὥσπερ βράβευμα,
δι’ ἧς τῶν δαιμόνων τὰς ἀναιδεῖς φαλαγγαρχίας νενίκηκας, ὡς ἄγγελος βιῶν,
ἀγρύπνως ἱστάμενος καὶ τῷ Κυρίῳ παριστάμενος. Ταύτης τῆς χάριτος καὶ ἡμᾶς
ἀξίωσον, τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου.
Ἦχος
δ΄.
Τὴν
τοῦ Δεσπότου παρουσίαν ἔχων ἀεὶ πρὸ ὀφθαλμῶν σου, ὡς πιστὸς οἰκονόμος τῆς
χάριτος Αὐτοῦ, ἐν τῷ μύλωνι τοὺς ἀδελφούς σου διηκόνεις, ἔνθα καὶ ἠξίωσαι τῆς
τοῦ Χριστοῦ ἀῤῥήτου ἐμφανείας, τοῦ Ἄρτου τῆς ζωῆς, Ὅνπερ φαγὼν μυστικῶς,
εἰσέδυς εἰς τὴν τῶν μυστηρίων ἐντρύφησίν τε καὶ κατανόησιν, πολλοῖς τρόποις
οἰκονομικῶς ἐγκαταλειπόμενος, ἵνα τὴν Χάριν διψητικώτερον ἀναζητήσῃς, Ἧς καὶ
ἡμᾶς μετόχους Πάτερ ποίησον, Σιλουανὲ θεοπτικώτατε.
Δόξα.
Ἦχος πλ. α΄.
Ἐν
Ἀγίῳ Πνεύματι τὸν Ζῶντα Χριστὸν ἑωρακώς, τὸ περισσὸν τῆς ζωῆς εἴληφας, Σιλουανὲ
ὁσιώτατε. Καὶ σύμμορφος γενόμενος τῆς εἰκόνος Αὐτοῦ, ἀνώρθωσας πολλὰς ἰγνύας
παραλελυμένων, τῆς ἁμαρτίας τῷ δυσβαστάκτῳ βάρει, καὶ ἐμπειρίᾳ βιώσας τὴν
ἀνάστασιν τῆς ψυχῆς, τὴν εἰς Θεὸν πίστιν ἑδραιοτέραν εἰργάσω, περιλαμπόμενος τῷ
Θαβωρίῳ φωτί. Διὸ τούτου κήρυξ Πάτερ γέγονας, οὕτως οἰκονομήσαντός σοι τοῦ
Θεοῦ, καὶ παρ’ ἡμῶν δέχῃ εὐγνωμοσύνης τὰ ψελλίσματα, ἀνθ’ ὧν παράσχου ταῖς
ἀηττήτοις σου εὐχαῖς, τὴν Χάριν τοῦ Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Σιλουανὲ θαυμαστέ, ἡ τῆς Ῥωσσίας θεοβλάστητος καύχησις, τοῦ Ὄρους τοῦ Ἄθω δόξα,
τῆς Ἐκκλησίας Χριστοῦ, Χάριτος τῆς θείας κήρυξ μέγιστος, πιπτόντων ἀνόρθωσις,
ἱσταμένων παράκλησις, ἀπηλπισμένων, εἰς Χριστὸν ἡ ἐδραίωσις, ταπεινώσεως,
ἔμπνους βίβλος μακάριε· ὅθεν ἀνευφημοῦντές σε, δεόμεθα Ὅσιε, ἐγκατοικῆσαι
καρδίαις, ἡμῶν τὸ Πνεῦμα τὸ Ἅγιον, εὐχαῖς σου ἁγίαις, πρὸς Θεὸν Ὃν τῷ σῷ βίῳ,
τρανῶς ἐδόξασας.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Χαίροις,
ὁ συναφθεὶς τῷ Χριστῷ, τῇ ἐνεργείᾳ δωρεῶν τῶν τῆς Χάριτος, τὴν ἄρσιν αὐτῆς μὴ
φέρων, οὐδόλως Σιλουανέ, ἣν ζωήν ἔγνως ἀψευδέστατα, εὐχὴν ἐργαζόμενος, μέχρις
αἵματος Ὅσιε, κλαυθμὸν ὡσαύτως, ὑπὲρ πάσης τῆς κτίσεως, ἐξαιρέτως δέ, τῶν
νεκρὼν ὦ φιλόψυχε, πρόβλημα εἰς διήγησιν, ὁ βίος σου πρόκειται, ἡμῖν μακάριε
ὅτι, ἀέρα ἄλλον τοῦ Πνεύματος, ἀνέπνεις ἡμεῖς δέ, ταῖς τοῦ βίου πραγματείαις,
ἐγκυλινδούμεθα.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις,
ὁ τῶν κλεπτῶν λογισμῶν, ἀφανιστὴς καὶ τῶν δαιμόνων ἀναίρεσις, καρδίας ὁ νήφων
φύλαξ, αἰσθητηρίων λαμπρά, τράνωσις παμμάκαρ καὶ συνένωσις, ῥομφαία ἡ
σφάττουσα, τὴν κενόδοξον κίνησιν, φωτὸς ἀκτίστου, ἡ σκηνὴ ἡ ὑπέρλαμπρος, μέγα
καύχημα, Ὄρους Ἄθω μακάριε, ἔνθα περ καὶ μεμύησαι, ἀῤῥήτων μυστήρια, ἃ ὀφθαλμὸς
οὔτε εἶδε, καὶ νοῦς ἀνθρώπου εἰργάσατο, τὸ στόμα Κυρίου, διαγγέλον τοῖς
ἀνθρώποις, τὸ θεῖον θέλημα.
Δόξα.
Ἦχος πλ. δ΄.
Δέχου
καὶ μὴ ἀπόῤῥιπτε συμπαθέστατε Πάτερ, τὴν αἴνεσιν ταύτην τὴν μικρὰν πλὴν ὅμως
φιλοπάτορα. Τίσι γὰρ λόγοις Ὅσιε, τὸν θαυμαστόν σου βίον ἐπαινέσωμαι; ὅτι
γέγονας τῶν παλαιῶν ἀσκητῶν ἰσοβάθμιος, καὶ ὁδηγεῖς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ
πεπλανημένας ψυχάς, ὥσπερ ἀστὴρ ἑωθινός, ἐν νυκτὶ βαθείᾳ τῆς σκοτώδους
ἁμαρτίας. Καὶ τὴν κτῆσιν διδάσκεις τοῦ Πνεύματος, οὐ λογιστικῶς, ἀλλὰ
βιωματικῶς· ὅθεν σε Σιλουανέ, ὁρῶντες ἐκπληττόμεθα καὶ μακαρίζομεν τὴν
ἐνεγκαμένην σε Χώραν, τὴν δὲ πνευματικήν σου πατρίδα μεγαλύνομεν, ἐν ᾗ καὶ τῆς
ἁγιότητος πλήρης γέγονας. Πρέσβευε δεόμεθα, τῶν Ἀθωνιτῶν ἡ ἐσχάτη καὶ μεγάλη
δόξα, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Κήρυξ
δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης
τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν
κατέμαθες· ὅθεν ἅπαντες, Σιλουανὲ
ἐλλαμπόμενοι, τοῖς σοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.
Δόξα.
Ὅμοιον.
Πνεῦμα
Ἅγιον, λαβὼν ἐν γνώσει, καὶ κτησάμενος, Ἀδὰμ τὸ πένθος, ἀκορέστως Χριστὸν
ἐπεπόθησας· στεῤῥῶς τὸν νοῦν εἰς τὸν ᾍδην ἐκράτησας, καὶ τοὺς βροτοὺς ὑπὲρ
φύσιν ἠγάπησας, Πάτερ πρέσβευε ἀεὶ τῷ Θεῷ δωρήσασθαι, ἡμῖν Σιλουανὲ τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάπης
πρὸς Θεόν, καὶ τὸ πέλας θεόφρον, ἐπλήσθης δαψιλῶς· διὸ δέδεξαι Χάριν, νοεῖν τὰ
μυστήρια, καὶ προβλέπειν τὰ μέλλοντα· ὅθεν ἅπαντες, τὸν χαριτόβρυτον βίον,
μελετῶντές σου, Σιλουανὲ ἐκβοῶμεν· Χριστὲ ἡμῶν δόξα Σοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κυρία
Μαριάμ, ἡ τοῦ Ἄθω προστάτις, ὡς ἄνθος νοητόν, ἐν τῷ κήπῳ Σου τούτῳ, ἐφύτευσας
Ὅσιον, καὶ αὐτὸν ἐμεγάλυνας, ἀναδείξασα, σὺν τῷ χορῷ τῶν Πατέρων, οἵπερ
πρότερον, ἐνταῦθα εὗρον τὴν δόξαν, θεώσεως Δέσποινα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάλλεται
σήμερον Μονή σου Πάτερ φαιδρῶς, ἡ σὲ τιθηνήσασα καὶ ὥσπερ δῶρον Χριστῷ,
ἐνέγκασα Ὅσιε, χαίρει δὲ Ἐκκλησία, ἐπὶ τῇ βιοτῇ σου, ἔχουσα μέγαν πρέσβυν, πρὸς
Θεὸν καὶ Δεσπότην, Ὃν πάντοτε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Διδάσκεις
πανάμωμε τὰς εὐαγώγους ψυχάς, ὡς πάνυ φιλόψυχος ποικίλους τρόπους δι’ ὧν,
Χριστῷ πλησιάσουσιν, ὥσπερ Σιλουανόν Σου, καθωδήγησας Μῆτερ, πρῶτον τῇ
μετανοίᾳ, καὶ τῇ Χάριτι εἶτα, δοξάσαντα τὸν Κύριον, ἐν Ὄρει Ἄθωνος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
σοφίαν τοῦ Λόγου μεμαθηκώς, πείρᾳ Πάτερ διδάσκεις πῶς δεῖ Αὐτῷ, ψυχὰς
ἀνατίθεσθαι, καὶ ζητεῖν τὴν τοῦ Πνεύματος, ζωηφόρον Χάριν, κρατεῖν ἐνέργειαν,
τῶν παθῶν καθαίρεσθαι, καὶ φῶς ὑποδέχεσθαι· ὅθεν χαρμοσύνως, τὴν σὴν μνήμην
τελοῦντες, δεόμεθα Ὅσιε, συντηρεῖσθαι πρεσβείαις σου, καὶ αὐξάνεσθαι ἅπαντας,
τῷ φόβῳ τοῦ γλυκέος Θεοῦ, τοῦ παρέχοντος πλοῦτον αἰώνιον, τοῖς προσιοῦσιν ἐν
πίστει, Σιλουανὲ χριστόληπτε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
φιλάνθρωπος Κύριον Ἰησοῦν, δεξαμένη νηδύϊ Σου μητρικῇ, φιλάνθρωπα σπλάγχνα Σου,
ἐπιδείκνυς ὦ Δέσποινα, γινομένη Μήτηρ τοῦ θέλοντος σώζεσθαι, καὶ παρέχεις τὴν
Χάριν, πιστοῖς τελειότητος· ὅθεν καὶ Σῷ δούλῳ, εὐχομένῳ παρέσχες, εἰκόνος
ἐνώπιον, τῆς σεπτῆς Σου θεόνυμφε, τὴν εὐχὴν ἀδιάλειπτον, ὡς ἔνδειξιν εὐνοίας
ἁγνή, ἧς περ ἤμελλε δέξασθαι, καὶ τῆς δόξης ἣν ἔχει, σὺν Σοὶ παριστάμενος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες
μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τοῦ
πεπτωκότος Ἀδὰμ ἀναλαβὼν τὸν θρῆνον Πάτερ, ἀπεξεδύσω τὴν φθοράν, καὶ Χριστῷ
συμμεμόρφωσαι, Ὅνπερ ἀξίωσον καὶ ἡμᾶς, Σιλουανὲ θεοπτικώτατε, ἐπενδύσασθαι
πρεσβείαις σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σιλουανέ, χορήγει μοι Πνεῦμα τὸ θεῖον. Ἀ(θανάσιος).
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Συνέσεως πλήρωσον Πνεύματος
Πάτερ καρδίαν μου, τολμῶντος ὑμνῆσαί σου βίον τὸν ἔκλαμπρον, καὶ σωφρόνισον,
Σιλουανὲ τρισμάκαρ, τὸν νοῦν τὸν ἀκράτητον, θείαις πρεσβείαις σου.
Ἰθύνας τὴν ἔφεσιν πρὸς τὸν
Θεὸν παμμακάριστε, Αὐτὸν ἐξεζήτησας, διψητικῶς ἐφευρεῖν, Οὗ ἐπέτυχες, καὶ ᾯ
προσεκολλήθης, παρ’ Οὗ καὶ μεμύησαι, Πάτερ τὰ ἄῤῥητα.
Λογίζεται Ὅσιε παντὶ
ἀνθρώπῳ κατοίκησις, Θεοῦ ὥσπερ εἴρηκεν, καρδία ὁ Ἰησοῦς, ἔνθα εὕρηκας, Αὐτὸν Ὃν
ἐπεζήτεις, ἀπίστου ἀμφίβολον, λύσας τὴν ἔννοιαν.
Θεοτοκίον.
Ὁ τόκος Σου Δέσποινα πυρὶ
ἀγάπης κατέφλεξε, καὶ ὄπισθεν ἥρμοσε, τῶν ἀσκητῶν τῷ χορῷ, ὃν ἐκάλεσας, ὁράματι
Παρθένε, τὴν τούτου ἐξέλιξιν, προοιμιάζουσα.
Ἕτερος, οὗ ἡ ἀκροστιχίς: Δέχου καὶ μὴ ἀπόῤῥιπτε μέος, ὦ Ἀθωνῖτα. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Δεσμευτικὴ ἡ ἀγάπη ἡ πρὸς
Θεόν, πέφυκε παμμακάριστε, καὶ σοφὲ Σιλουανέ, ἧς περ πεῖραν εἴληφας σαφῶς, καὶ
παρέχεις δαψιλῶς τοῖς σοὶ προστρέχουσι.
Επιποθοῦσαν ψυχήν σου
Χριστὸς ἰδών, ὕδατος ἐνέπλησεν ἀγαπήσεως Αὐτοῦ, Πνεύματι Ἁγίῳ φανερῶν, σοὶ
μυστήριον τρανῶς, ἐνανθρωπήσεως.
Χέει ἀγάπην τοῖς πᾶσιν ὁ
Ἰησοῦς, ὅσοι μετὰ πίστεως, θεῖον ἔλεος Αὐτοῦ, ἐκζητοῦσι καὶ ἑλκυστικῶς,
προσκολλῶνται ὡς Θεὸς φιλανθρωπότατος.
Θεοτοκίον.
Ὁ ἐπιγνοὺς Θεομῆτορ ὕψος τὸ
Σόν, Πνεύματι ἐξέλκεται, ἀκρατήτως πρὸς Θεόν, καὶ αἰτεῖται γνῶναι τοὺς λαούς,
δυναστείαν τὴν Αὐτοῦ, οὕς περ διέπλασε.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὑφῆψε Χριστὸς προγονικήν
σου, εὐσέβειαν Πάτερ ἐπὶ πρός, συμβάλλεται γὰρ φύσεως, προαίρεσις τῇ Χάριτι,
καὶ κεκραμένη δείκνυται, λαμπρὸν Θεοῦ ἀποτέλεσμα.
Ἀνόνητον χρόνον ὡς ἐπέγνως,
τὸν ἄνευ τῆς μνήμης τοῦ Θεοῦ, εὐθέως χεῖρα ἔβαλες, ἐπ’ ἄροτρον θεόσοφε, Σιλουανὲ
πληττόμενος, τῷ κέντρῳ τῆς συνειδήσεως.
Νεότητος πτώσεις σοι
βαθμίδες, ἐγένοντο Πάτερ πρὸς Θεόν, Ὅνπερ λυπῆσαι πώποτε, θέμενος ἐν καρδίᾳ
σου, τῇ μετανοίᾳ ὕστερον, μεγάλως ἐχαροποίησας.
Θεοτοκίον.
Ἐνέσπειρας πνεῦμα
μετανοίας, Παρθένε τῷ νέῳ Συμεών, ὀφθεῖσα ἐν ὁράματι, καὶ θαυμαστῶς καλέσασα,
ποιεῖν Θεῷ ἀρέσκοντα, καὶ πράττειν Τούτου τὸ θέλημα.
Ἕτερος.
Οὐκ ἔστιν ἅγιος.
Ὑπερηφάνῳ λογισμῷ, πνεῦμα
εὐχῆς οὐκ ἔστιν, ἀλλὰ δίδοται Χάρις, προσευχῆς τῷ ταπεινῷ, Σιλουανὸς ἐκβοᾷ, καὶ
ποιοῦντι τοῦ Θεοῦ τὸ θέλημα.
Καρδία ἥνωται νοΐ, δι’
εὐχῆς ἀρεμβάστου, καὶ ἁπλότητι τρόπων, ἐπομβρίᾳ τε Θεοῦ, ταπεινουμένη δ’ εὐθύς,
τῷ Κυρίῳ, οἰκειοῦται Χάριτι.
Ἁγίῳ Πνεύματι Χριστός, τῇ
ψυχῇ φανεροῦται, καὶ ἀγάπῃ ἑδρεύει, ἐν αὐτῇ εὐφραντικῶς, χαροποιῶν θαυμαστῶς,
ὥσπερ νύμφην, ἥν περ ἐξελέξατο.
Θεοτοκίον.
Ἱλέωσαι τὸν Σὸν Υἱόν,
πανακήρατε Μῆτερ, καὶ εὐχαῖς Σου παράσχου, εὐχομένοις τὴν εὐχήν, καθάπερ τῷ
Σιλουανῷ, εὐχομένῳ, προσευχὴν κεχάρισαι.
Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
ὡραιότητα, τῆς μετανοίας σου, ἰδὼν ὁ Κύριος, τὸ θεῖον ἔλεος, πλουσίως ἔδειξε
σοφέ, βραβεύων τὴν ἀνδρείαν σου, καὶ γνωστῶς ἐγνώσθη σοι, οἰκουμένης
διδάσκαλον, σὲ προχειρισάμενος, δι’ ὧν πείρᾳ μεμάθηκας, διδάσκειν πῶς τὸ Πνεῦμα
τὸ θεῖον, Σιλουανὲ ψυχαῖς ἐγγίνεται.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπαγγελίας
Σου, Παρθένε ἔχοντες, Ὄρους οἱ τρόφιμοι, ἅς περ ἐπήγγελσαι, Πέτρῳ τῷ πρώτῳ
ἀσκητῇ, τοῦ Ἄθω τῷ θεμελίῳ, χαίρουσι λαμβάνοντες, δωρεάς σου καὶ χάριτας, ὡς
Σιλουανὸς σεμνή, καὶ βεβαίως ἐλπίζουσι, λαβεῖν τὴν Οὐρανῶν Βασιλείαν,
ὑπεσχημένων τὴν ἀκρώρειαν.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Χῦμα Πάτερ μετανοίας τὴν
ψυχήν σου ἐκάλυψεν, κρίσεως τὴν ὥραν, ἀναζωγραφοῦν πρὸ ὀμμάτων σου, καὶ
ὑπανάπτον τὸν πόθον θείου Σχήματος, δι’ οὗ σώζεται, πᾶς ὁ τηρῶν τὰ ἐντάλματα.
Ὁ σοφὸς ποιμὴν Κροστάνδης
τῇ εὐχῇ σε ἐνεύρωσεν, κόσμου ἀποστῆναι, διὰ τῆς τοῦ ᾅδου αἰσθήσεως, οὗ αἱ
παφλάζουσαι φλόγες ἕως Ἄθωνος, ἠκολούθησαν, Σιλουανὲ τὴν πορείαν σου.
Ῥήματι βραχεῖ λυσσῶντα,
κύνα Πάτερ ἐδίωξας, πείρᾳ γὰρ Κυρίου, ἔγνως ἐπικλήσεως δύναμιν, δι’ ἧς
ἀφίστανται πόῤῥω οἱ μισόψυχοι, καὶ ἐγκάθηται, ἐν τῇ καρδίᾳ εἰρήναρχος.
Θεοτοκίον.
Ἥψατό Σου Θεοτόκου εὐδοκία
μακάριε, καὶ ἐκάλεσέ Σε, μεῖναι ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ ἀπολαῦσαι ἐνταῦθα
ὑποσχέσεων, ὧνπερ δέδωκεν, Αὐτῇ Υἱὸς ὁ παμφίλτατος.
Ἕτερος.
Χριστός μου δύναμις.
Μεγίστη πέφυκε, φύλαξις
Χάριτος, ἡ συντριβὴ τῆς καρδίας διηνεκῶς, ᾅδου ἡ ἐνθύμησις, ἀπελπισμοῦ ἀποβολή,
ἐκ ψυχῆς Πάτερ ἐδίδαξας.
Ἡ Χάρις δίδοται, τοῖς
ταπεινόφροσι, διὰ δακρύων δὲ θάλλει θεοπρεπῶς, καὶ ψυχὴ παράδεισος,
μεταποιεῖται εὐθύς, ἔνδυμα θεώσεως φέρουσα.
Ἁγίῳ Πνεύματι, ἡ γνῶσις,
ἔρχεται, τῶν μυστηρίων θεότητος ἀκριβῶς, καὶ χρηστὸν αἰσθάνεται, τὸν Ἰησοῦν ἡ
ψυχή, ὡς Σιλουανὸς πεῖρᾳ εἴρηκε.
Θεοτοκίον.
Παρθένε πάναγνε, πάντων
ὑπέρκεισαι, τῇ ταπεινώσει δειχθεῖσα τῷ Ταπεινῷ, Μήτηρ καὶ λοχεύτρια· διὸ φιλεῖς
τοὺς ταπεινούς, οἰκειοῦσα, τούτους τῷ Δεσπότῃ Σου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Γρηγόρως κατείληφας, τὸ
Ὄρος τὸ τοῦ Ἄθωνος, καὶ Παντελεήμονος εἰς Μάνδραν, καθυπετάγης, ὡς στρατιώτης
Χριστοῦ, Μάρτυς συνειδήσεως ὀφθείς, Πάτερ ὑπαλείπτην σου, ἔχων Μεγαλομάρτυρα.
Εἰρήνευσας Ὅσιε, λαβὼν ἀνομημάτων
σου, ἄφεσιν τελείαν ἐν Κυρίῳ, ἀλλ’ ὁ ἐχθρός σοι, σφοδρῶς ἐπέθετο, ὅνπερ
ἀπελάκτισας εἰπών, ᾧδε ἀποθνήξομαι, διὰ τὰς ἁμαρτίας μου.
Ἱλέως ἐπέβλεψεν, ἐπὶ ψυχήν
σου Κύριος, δούς σοι ὡς διδάσκαλον Παρθένον, ὑφηγουμένην εὐχῆς ἐνέργειαν, ἥνπερ
ὁ βασκαίνων τὰ καλά, Πάτερ ἐπεφθόνησε, καὶ ὀμφαῖς πονηραῖς κατεπόνησε.
Θεοτοκίον.
Μὴ μόνον ἐάσῃς, Κυρία
παναμώμητε, πρὸς τὸν πονηρὸν ἀναλαβόντα, πόλεμον μέγαν καὶ δυσκατόρθωτον· ὅθεν
σὺν πατρὶ Σιλουανῷ, Δέσποινά μου πρόφθασον, καὶ σβεννύμενον λύχνον ὑπάναψον.
Ἕτερος.
Ἐκ νυκτός.
Ὁ φιλῶν ποιεῖν αὐτοῦ τὸ
θέλημα, πόῤῥω διώξεται, τὴν εἰρήνην τῆς ψυχῆς, ἣν χορηγεῖ τὸ Πνεῦμα, ὡς πείρᾳ
ἐκδιδάσκει, Σιλουανὸς εἰρήνης σκήνωμα.
Ῥητορεύει Πνεύματι ὁ Ὅσιος,
εἰρήνη ἔρχεται, δι’ ἀγάπης τῇ ψυχῇ, καὶ γνώσει θείου λόγου, καὶ βασιλεύει αὐτῆς,
Χριστὸς ἄρχων εἰρήνης.
Ῥωννυμένη ἡ ψυχή τῷ
Πνεύματι, δέομαι Κύριε, τὴν εἰρήνην δὸς λαοῖς, κράζει ἐκ τῶν βαθέων, ἵνα
προσώπου τοῦ σοῦ, τοῦ κάλλου ἐμπλησθῶσι.
Θεοτοκίον.
Ἰατρὸν γεγέννηκας
πανάχραντε, εἰρήνης πρύτανιν, τὰς δυνάμεις τῆς ψυχῆς, πρώην διεσχισμένας,
συναγαγόντα εἰς ἕν, τῷ τοῦ Σταυροῦ ἐλέει.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὁρῶν δαιμόνων τὸν πόλεμον,
καὶ τούτων ἐκμαθὼν ἀφιλάνθρωπον, ἔγνως τρισόλβιε, τοῦ φιλανθρώπου ἀντίληψιν, Ὃν
τρόμῶ πρώην εἴρηκας ἀδυσώπητον.
Ἰδοὺ Χριστός σοι ὀπτάνεται,
ἐν μύλωνι ὁ Ἄρτος ὁ τίμιος, καταπληρώσας σου, θεογνωσίας τὴν ὕπαρξιν, ἀῤῥήτως
ἐν Ἁγίῳ, Πνεύματι Ὅσιε.
Πυρὸς ἐγένου συνόμιλος, ὃ
ἤνεγκε Χριστὸς σωματούμενος, δροσῖζον ἅπαντας, καὶ τῷ φωτὶ κατεκάλυψαι, ὡς ἐν
Θαβὼρ τρισμάκαρ, θεῖοι Ἀπόστολοι.
Θεοτοκίον.
Νοεῖ ἑτέρως θεόνυμφε, τοῦ
κόσμου ὁ μετέχων τοῦ Πνεύματος, Θεὸς ἐπίγειος, φιλανθρωπίᾳ γινόμενος, Σιλουανὸς
γὰρ ἔστι, τοῦ λόγου ἔνδειξις.
Ἕτερος.
Τοῦ βίου τὴν θάλασσαν.
Παράκλητε Ἅγιε, σκεῦος
εὖρες καθαρόν, Σιλουανὸν θεόφρονα, ὃν Χάριτί σου ἔμπλησας μαρτυρικῆς, νοεῖν
παρεσκεύασας, καὶ διψᾶν παραφόρως χριστοπάθειαν.
Τῆς χάριτος πίπτουσα, ἡ
ψυχή μου δειλιᾶ, καὶ ἐκβοᾷ χηρεύουσα, μὴ μὲ ἐάσῃς Παράκλητε ὀρφανήν, ζωή μου ἡ
ὄντως Σύ, καὶ μακράν σου, μόνον ἔστι θάνατος.
Ἐλέους Σου Δέσποτα, πλήρης
ἅπασα ἡ γῆ, ἐν ᾧ ζωοῦται ὕπαρξις, καὶ ἑλκομένη ὀπίσω ἀκολουθεῖ, ὡς βρέφος τῇ
Χάριτι, τρεφομένη αὔξει, εἰς τελείωσιν.
Θεοτοκίον.
Μαρία πανάχραντε, διηγοῦ τῷ
Σῷ λαῷ, πῶς τὸν Χριστὸν ἠγάπηκας, καὶ εὐχομένη πῶς ἤνεγκας χωρισμόν, Αὐτὸν
ἀνερχόμενον, πρὸς Πατέρα, ὅτε ἐθεώρησας.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς
πολὺ ἠγάπησας, καὶ πολλὴν εὗρες, Χάριν θείου Πνεύματος, Σιλουανὲ παρὰ Χριστοῦ· ὅθεν τὰ ἔθνη βοῶσί σοι· Χαίροις ὦ Πάτερ,
Πατέρων παγκόσμιε.
Ὁ
Οἶκος.
Γλυκυτάτου
Χριστοῦ πεῖραν ἔχοντες, οἱ σεπτοὶ μαθηταὶ Τούτῳ ἔλεγον, φίλτρον ἀγάπης τὸ μὲν
ἐπιδεικνύμενοι, τὸ δὲ ζωὴν ἑτέραν ὡς μηδὲν λογιζόμενοι· Κύριε ποῦ πορευσόμεθα;
Τίνος ἑτέρου ὀπίσω ἀκολουθήσομεν; Τῆς ζωῆς Σου ὑπὲρ λόγον ἐνεπλήσθημεν, χωρὶς
δὲ Σοῦ βιοῦν οὐ δυνάμεθα; Οὓς ἐσχάτως Σιλουανὸς ἐκιμουμένος, οἰκουμένην τῷ πανοσίῳ
βίῳ αὐτοῦ κατέπληξε. Τὸν Χριστὸν γὰρ ὑπερφυῶς θεασάμενος, καὶ τῆς Χάριτος πείρᾳ
γνοὺς τὰ μυστήρια, ὁδηγεῖ νῦν πρὸς Θεοῦ τὴν ἀγάπησιν, τοὺς λαοὺς ὑπὲρ ὧν καὶ
ἀεὶ εὔχεται, ἵνα τῆς θεογνωσίας ἐμπλησθῶσι, καὶ τοῦ Πνεύματος μέτοχοι
γενήσωνται. Διὸ εὐγνωμόνως τούτῳ τὰ ἔθνη ἅπαντα, ὡς διδασκάλῳ βοῶμεν· Χαίροις,
ὦ Πάτερ, Πατέρων παγκόσμιε.
Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Σιλουανοῦ, τοῦ Ἀθωνίτου.
Χριστόν, Ὃν
εἶδες Σιλουανέ, πρὶν βίῳ
Αὐτὸν νῦν
βλέπεις, ἀλλ’ οὐχὶ ἐν ἐσόπτρῳ.
Γάννυται
πατρὶς ἡ σὴ φύσει, ὦ Πάτερ,
χαίρει Ἄθως
δέ, ἐν Πνεύματί σε θρέψας.
Δασώνυμον
οὐρανὸς μέγαν δέξατο Ἀθωνίτην
Σιλουανὸς
οὗτος, ὁ τῆς ἐπουρανίου Ἱερουσαλὴμ πολίτης, γονέων ὑπῆρξεν εὐσεβῶν, ἐκ τῆς τῶν
Ῥώσων χώρας ὁρμωμένων, ἀπὸ κώμης τελούσης ὑπὸ τὴν Μητρόπολιν Ταμπώβης, Σόβσκ
καλουμένης. Ἐγεννήθη δὲ τῷ 1866 ἔτει, ἐκ νεότητος κληθεὶς εἰς μετάνοιαν
ὑπ’Αὐτῆς τῆς Πανυμνήτου Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τοῦ εἰκοστοῦ ἑβδόμου
τοίνυν τῆς ἡλικίας αὐτοῦ χρόνου εἰσεληλυθότος, ἀπετάχθη τοῖς βιωτικοῖς, καὶ
πρὸς ἐφόδιον λαβὼν τὰς τοῦ ἐν Ἁγίοις Ἰωάννου τῆς Κροστάνδης εὐχάς, ἀνεχώρησεν
εἰς τὸ κατ’ Ἑλλάδα περιφανέστατον Ὄρος τοῦ Ἄθω, ὑποδὺς τὸν μοναδικὸν ζυγὸν ἐν
τῷ Μοναστηρίῳ τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Ἐκδεδωκὼς
οὖν ἐαυτὸν ὁλοψύχος τῷ Θεῷ, ἐν ὀλίγῳ χρόνῳ οὐ μόνον τὴν ἄπαυστον ἔλαβεν εὐχὴν
παρὰ τῆς Ὑπεραγίας Θεοτόκου δωρεάν, ἀλλὰ καὶ θεοφανείας ἀῤῥήτου ἠξιώθη ἐν τῷ
σεβασμίῳ οἴκῳ τοῦ Ἁγίου Προφήτου Ἠλιού, τῷ ὄντι παρὰ τῷ μύλωνι τῆς εἰρημένης
Μονής, ἀλλὰ καὶ πλείστοις, παραχωρήσει Θεοῦ, παραδοθεὶς τῶν νοητῶν ἐχθρῶν
πειρασμοῖς, ἐνιαυτοὺς πέντε καὶ δέκα, τοῖς ἴχνεσιν ἐπακολουθῶν τοῦ Χριστοῦ,
δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ
κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας (Ἑβρ. Ε΄, 7), διδακτὸς Θεοῦ γεννηθεῖς
(πρβλ. Ἰωάν. στ΄, 45), ἄνωθεν ἐνηχεῖται νομοδότου φωνῆς· Κράτει τὸν νοῦν σου εἰς τὸν ᾅδην καὶ μὴ ἀπελπίζου. Ἥνπερ, ὡς κανόνα
τηρήσας ἀπλανῆ, ἔδραμε τὴν ὁδὸν Ἀντωνίου, Μακαρίου, Σισώη, Ποιμένος καὶ τῶν
ἄλλων κλεινῶν καθηγητῶν τῆς ἐρήμου, ὧν καὶ τὰ μέτρα κατέλαβε καὶ χαρίσματα,
ἀποστολικὸς καὶ προφητικὸς διδάσκαλος φανεὶς ζῶν καὶ μετὰ θάνατον. Κατέλιπε γὰρ
γραφὰς πλήρεις χάριτος καὶ Πνεύματος Ἁγίου, ἅς ἐξέδοτο ὁ τούτου μαθητὴς καὶ
φοιτητὴς Γέρων Σωφρόνιος, ὁ κτίτωρ καὶ ἀρχιμανδίτης τῆς ἐν Βρεττανῶν νήσῳ
Μονῆς, τῶν εὐσεβῶν Ὀρθοδόξων. Ἧν γὰρ ὁ θαυμάσιος, πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾳ
(Ματθ. ια΄, 29), διάπυρος πρὸς Θεὸν παρακλήσεως, ὐπὲρ σωτηρίας πάντων ἀνθρώπων,
καὶ κήρυξ τῆς εἰς ἐχθροὺς ἀγάπης, ἧς οὐδὲν ἀσφαλέστερον τῆς τοῦ θείου Πνεύματος
ἀληθοῦς παρουσίας τεκμήριον. Μεταβέβηκε δὲ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ὁ
μακάριος οὗτος Ὅσιος Σιλουανός, πλήρης ἡμερῶν, μηνὶ Σεπτεμβρίῳ εἰκοστῇ τετάρτῃ,
ἔτους 1938.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φιλερήμου,
ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν Μαυροβουνίῳ, καὶ ἧς ἀκριβὲς
ἐκτύπωμα θησαυρίζει καὶ ἡ ἐν Ῥόδῳ φερώνυμος ταύτης ἁγία Μονή.
Τῆς Φιλερήμου
ἡ Εἰκὼν πελαγίζει,
Τοῖς προσιοῦσιν ἰαμάτων τὰ ῥεῖθρα.
Τοῖς προσιοῦσιν ἰαμάτων τὰ ῥεῖθρα.
Αὕτη
ἡ σεβασμία καὶ θαυματουργὸς Εἰκὼν τῆς Κεχαριτωμένης Θεοτόκου τῆς «Φιλερήμου»
ὑπῆρχεν ἐξ ἡμερῶν ἀρχαίων ἐν Ῥόδῳ, τεθησαυρισμένη ἐν τῇ φερωνύμῳ ἁγίᾳ Μονῇ,
ἄχρι τοῦ χρόνου τῆς ἁλώσεως τῆς νήσου ὑπὸ τῶν ἀσεβῶν Ὀθωμανῶν, ὅτε φεύγοντες οἱ
δορυκτήτορες τῆς νήσου Ἰωαννίται Ἱππόται παρέλαβον αὐτὴν μετ᾿ αὐτῶν. Οὕτω
εὑρέθη ἡ ἁγία Εἰκών πρῶτον ἐν Ἰταλίᾳ (1523-1527), εἶτα ἐν Γαλλίᾳ (1527-1530),
ὕστερον δὲ ἐν τῇ νήσῳ Μάλτᾳ (1530-1798). Καταληφθείσης δὲ τῆς νήσου ὑπὸ τοῦ Μ.
Ναπολέοντος μετεκομίσθη ὑπὸ τῶν Ἱπποτῶν εἰς Ῥωσσίαν, ἔνθα παρέμεινε μέχρι τοῦ
ἔτους 1919, ὅτε παραληφθεῖσα ὑπό τινων εὐσεβῶν Χριστιανῶν, φευγόντων τὸν
διωγμὸν τῶν ἀθέων, εὑρέθη ἐν Δανίᾳ (1919-1928) καὶ κατόπιν ἐν Βερολίνῳ
(1928-1929), ἐντεῦθεν δὲ ἐν Βελιγραδίῳ ἄχρι τοῦ ἔτους 1941, ὅτε διὰ μείζονα ἀσφάλεια,
ἕνεκα τοῦ ἐνσκήψαντος δευτέρου παγκοσμίου πολέμου, μετεφέρθη εἰς τὴν Ἱερὰν
Μονὴν τοῦ Ὀστρόγου ἐν Μαυροβουνίῳ, ἐν ᾗ καὶ παρέμεινε τιμωμένη ἄχρι τοῦ ἔτους
1952. Τότε παραληφθεῖσα ὑπὸ τῶν κυβερνώντων μετεφέρθη εἰς τὸ Ἐθνικὸν
θησαυροφυλάκιον τοῦ Μαυροβουνίου, ἀπὸ δὲ τοῦ ἔτους 1978 μέχρι σήμερον εὕρηται
ἐν τῷ Ἐθνικῷ Μουσείῳ τῆς ὡς ἄνω χώρας.
Ἀντίτυπον
τῆς θαυματουργοῦ καὶ ἁγίας ταύτης Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου ἐπλούτησεν
ἐσχάτως καὶ ἡ νῆσος Ῥόδος, μετακομισθὲν ἐν αὐτῇ, τῇ εὐσεβεῖ αἰτήσει τοῦ αὐτῆς Ποιμενάρχου
Κυρίλλου τοῦ Κρητός, ὑπὸ τοῦ Μητροπολίτου Μαυροβουνίου καὶ Παραθαλασσίας
Ἀμφιλοχίου, καὶ ἐναποτεθὲν ἐν τῷ Καθολικῷ τῆς φερωνύμου Ἱερᾶς Μονῆς τῇ 24ῃ
Σεπτεμβρίου τοῦ 2008ου σωτηρίου ἔτους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου
Θέκλης.
Αὐτὸς σε
σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει
πρὶν ἐῤῥάγησαν αἱ πέτραι.
Αὕτη
γέγονεν ἐκ πόλεως Ἰκονίου, μητρὸς Θεοκλείας, τῶν εὐγενῶν καὶ ἐνδόξων. Κατηχήθη
δὲ τὸν λόγον τῆς πίστεως παρὰ τοῦ Μεγάλου Παύλου τοῦ Ἀποστόλου, διδάσκοντος ἐν
τῷ τοῦ Ὀνησιφόρου οἴκῳ· ἧν δέ, ὅτε προσῆλθε τῇ πίστει, ἐτῶν δέκα ὀκτώ,
μνηστευθεῖσα Θαμύριδι. Περιφρονήσασα δὲ πυρός, ἐν ᾧ ἐβλήθη, καὶ μητρὸς καὶ
μνηστῆρος, τῷ Παύλῳ ἠκολούθησε. Καὶ μετὰ ταῦτα γενομένη ἐν Ἀντιοχείᾳ, θηρίοις
ἐκδίδοται ὑπὸ Ἀλεξάνδρου, καὶ ταύροις εἰς διασπασμὸν προσπίπτεται. Καὶ ἐκ
πάντων τῇ τοῦ Χριστοῦ χάριτι ῥυσθεῖσα, καὶ ἐν διαφόροις πόλεσι τὸν Κύριον
εὐαγγελισαμένη, καὶ πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπισπασαμένη, ὕστερον
ἐν τῇ ἰδίᾳ πατρίδι γίνεται. Καὶ ἕν τινι τῶν ὀρέων ἰδιάσασα, καὶ πολλὰς δυνάμεις
ἐπιτελέσασα, τὸν βίον κατέλιπε, πέτρας ῥαγείσης, καὶ ὑποδεξαμένης αὐτήν. Ὁ δὲ
πᾶς χρόνος τῆς ζωῆς αὐτῆς ἔτη ἐνενήκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως
τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης,
Ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὗ καὶ
Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου, καὶ πάντων τῶν ἀπείρων
θαυμάτων, ἅτινα δι’ αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως
ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν.
Πόθῳ καὶ χαρᾷ
ὁ λαὸς Κυθηραίων,
Τὴν τῆς νήσου
ἄγρυπνον ὑμνεῖ Προστάτιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κόπρι.
Οὐκ ἦν ὁ
Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,
Καλὸν
κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.
Οὗτος
ἐγεννήθη εἰς μίαν κοπρίαν, εὑρισκομένην ἔξωθεν τοῦ Μοναστηρίου Θεοδοσίου τοῦ
Κοινοβιάρχου. Διωκομένη γὰρ ἡ μήτηρ αὐτοῦ ἀπὸ τοὺς Ἀγαρηνούς, ὁμοῦ μὲ ἄλλους
πολλοὺς πλησιοχώρους, καὶ καταφεύγουσα πρὸς τὸν Ἅγιον Θεοδόσιον διὰ νὰ σωθῇ ἀπὸ
τὰς χεῖρας τῶν ἀσεβῶν, ἐκρατήθη ἀπὸ τὰ κοιλοπονήματα. Καὶ εὑρίσκουσα τὴν ἐκεῖ
κοπρίαν, ἐγέννησεν ἐπάνω εἰς αὐτήν. Ἀφ’ οὗ δὲ ἐπέρασαν οἱ Ἀγαρηνοί, εὑρίσκοντες
οἱ Μοναχοὶ τὸ βρέφος ἐν τῇ κοπρίᾳ, κατὰ προσταγὴν τοῦ Ἁγιου Θεοδοσίου, ἔλαβον
αὐτό, καὶ Κόπριν ἐπωνόμασαν. Ἔτρεφον δὲ αὐτὸ μὲ γάλα αἰγός· ἡ ὁποῖα ἔβοσκε μὲν
ὁμοῦ μὲ τὰς ἄλλας αἶγας, ὅταν δὲ ἤρχετο ὁ καιρὸς διὰ νὰ βυζάνῃ τὸ παιδίον, τότε
διεχωρίζετο ἀπὸ τὰς ἄλλας, καὶ μόνη κατέβαινεν ἀπὸ τὸ βουνόν. Καὶ ἀφ’ οὗ
ἐβύζαινε τὸ παιδίον, πάλιν ἐπέστρεφεν εἰς τὴν συνήθη της βοσκήν. Καὶ τοῦτο
ἐποίει, ἕως οὗ τὸ παιδίον ηὔξησε, καὶ ἔτρωγε στερεωτέραν τροφήν.
Οὗτος
λοιπόν, ὅταν ἔφθασεν εἰς ἡλικίαν τελειοτέραν, ἔγινεν ἀγαπητὸς εἰς τὸν Μέγαν
Θεοδόσιον. Καὶ ἐπειδὴ ἐφύλαξεν ἀμόλυντον τὸ κατ’ εἰκόνα, διὰ τοῦτο ἠξιώθη καὶ
τῆς τοῦ Πνεύματος χάριτος, καὶ τὰ θηρία ὑπέτασσε. Διότι, μίαν φορὰν εὑρίσκων
ἄρκτον τινά, ἥτις ἔτρωγε τὰ μαρούλια τοῦ κήπου, ἔλαβεν αὐτὴν ἀπὸ τὸ ὠτίον, καὶ
ἐξήγαγε τοῦ κήπου. Καὶ ἐπιτιμήσας αὐτὴν μὲ τὴν εὐχὴν τοῦ Μεγάλου Θεοδοσίου, τὴν
ἔκαμε νὰ μὴ ἔμβῃ πλέον εἰς τὸν κῆπον.
Ἀλλά,
καὶ ἀναβαίνων ποτὲ εἰς τὸ βουνὸν ὁμοῦ μὲ τὸν ὄνον τοῦ Μοναστηρίου διὰ νὰ κόψῃ
ξύλα, ἐπειδὴ μία ἄρκτος ἐπλήγωσε τὸν ὄνον εἰς τὸ μηρίον, ἐκράτησεν ὁ Ὅσιος τὴν
ἄρκτον, καὶ ἐφόρτωσεν εἰς αὐτὴν τὰ ξύλα, εἰπών: Δὲν θὰ σὲ ἀφήσω πλέον, ἀλλὰ σὺ θὰ κάμνῃς τὴν ὐπηρεσίαν τοῦ ὄνου τὸν
ὁποῖον ἐπλήγωσας, ἕως οὗ ὑγιάνῃ ἐκεῖνος. Καὶ λοιπόν, διὰ τῆς εὐχῆς τοῦ
Ἀγίου Θεοδοσίου ὐπετάσσετο εἰς αὐτὸν ἡ ἄρκτος, καὶ ἔφερε τὰ ξύλα.
Οὗτος,
μίαν φορὰν ὑπηρετῶν εἰς τὸ μαγειρεῖον, καὶ βλέπων ὅτι ὁ λέβης ἔβραζε καὶ
ἐχύνετο ἔξω τὸ μαγειρευόμενον ὄσπριον, ἐπειδὴ δὲν ηὗρε τὴν συνηθισμένην
χουλιάραν, ἔβαλε γυμνὴν τὴν χεῖρά του μέσα εἰς τὸν λέβητα ἐκεῖνον, καὶ ἐυθὺς
ἔπαυσε τὸ ὑπερβολικὸν βράσιμον, χωρὶς νὰ πάθῃ παραμικρὰν βλάβην ἡ χείρ του.
Ἐπειδὴ
δὲ ἦτον ἐστολισμένος μὲ πᾶν εἶδος ἀρετῆς, καὶ μέχρι τοῦ γηρατείου του δὲν
ἠμέλησεν τὴν ἄσκησιν, ἄν καὶ ἦτον ἐτῶν ἐννενήκοντα· διὰ ταῦτα τὰ ἔνθεα αὐτοῦ
κατορθώματα, ἠξιώθη νὰ βλέπῃ τὸν Μέγαν Θεοδόσιον, μετὰ τὸν ἐκείνου θάνατον, ὁ
ὁποῖος ἐφαίνετο εἰς αὐτὸν καὶ συνέψαλλε μετ’ αὐτοῦ. Ἀκολούθως ἤκουσε καὶ μίαν
φωνὴν αὐτοῦ τοῦ ἰδίου Θεοδοσίου ὅπου ἔλεγεν αὐτῷ ταῦτα: Ἀδελφὲ Κόπρι, Ἰδού, ἔφθασεν ὁ καιρὸς τοῦ θανάτου σου. Ὅθεν, ἐλθὲ πρὸς
ἐμὲ, διὰ νὰ ἀναπαυθῇς εἰς τὸν ἑτοιμασθέντα τόπον τῆς ἀναπαύσεως. Ἀφ’ οὗ
ἤκουσε τὴν ἄνωθι φωνήν, ἠσθένησεν ὀλίγον. Καὶ ἀποχαιρετίσας ὅλους τοὺς Πατέρας
καὶ Ἀδελφούς, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Περσίδος.
Μικρὸν
θαλαττεύουσα Πέρσα, πρὸς χρόνον,
Μέγαν πρὸς
ὅρμον οὐρανοῦ προσωρμήσω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικάνδρου τοῦ ἐρημίτου, τοῦ ἐν
Ποσκοβίᾳ, θαυματουργοῦ τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου βασιλέως τῶν Σέρβων.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς Εὑρέσεως τῆς Ἁγίας Εἰκόνος τῆς
Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης Γοργοπηγής, ἐν τῇ νησίδι Πρώτῃ τῆς
Τριφυλίας.
Γοργοπηγὴ
Δέσποινα τὴν Σὴν Εἰκόνα,
Δῶρον ὡς
ἔνθεον ἡμῖν ἐδωρήσω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Δωροθέας τῆς θαυματουργοῦ τοῦ
Κασίν, τῆς Ῥωσσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐλεήμονος Θεοῦ ἐγεύθης Ὅσιε
τὴν ἀγαθότητα, τὸ περισσὸν τῆς ζωῆς, ἀῤῥήτως ἐκχέαντος ἐπὶ σὴν ὕπαρξιν· ὅθεν
ἔκραζες· ὁ τῶν Πατέρων Κύριος, ὁ αὐτός με ἐπεσκέψω.
Ὑποτύπωσις τοῖς μέλλουσιν
ἐνέργειαν λαβεῖν τοῦ Πνεύματος, ὑπῆρξε σὴ βιοτή, ᾗ πόθῳ ἐγγίζοντες, Θεὸν
δοξάζομεν, ἀναδείξαντα, τοιοῦτον μέγαν μάρτυρα, τῆς Αὐτοῦ φιλανθρωπίας.
Μετανοίας σου ἡ δύναμις
ἀνέκφραστος Σιλουανὲ θαυμαστέ, οὐκέτι λυπῆσαι γάρ, Θεὸν τὸν φιλάνθρωπον, Πάτερ
ἐσπούδασας, ἐργαζόμενος, εἰρήνην συνειδήσεως, δι’ ἀγάπης φιλοθέου.
Θεοτοκίον.
ᾍδης Δέσποινα ὑπάρχει καὶ
ἀπώλεια χωρὶς τοῦ Τόκου Σου, Ζωῆς τῆς ἀληθινῆς· διὸ τῆς καρδίας μου μὴ
χωρισθῆναι Αὐτόν, καθικέτευε, ἀλλὰ εὐφραίνειν ἅπασαν, τὴν ζωήν μου εἰς αἰῶνας.
Ἕτερος.
Δροσοβόλον μὲν τὴν κάμινον.
Ἐλευθέρα ἡ ψυχὴ γνωρίζεται,
πράττουσα τοῦ Θεοῦ ἐντολάς, κραταιοῦται δὲ τὸ πνεῦμα τῇ Χάριτι, καὶ μερίμνας
ἀπωθεῖ κοσμικάς, κατεδαφίζον χαλκοῦν, τεῖχος θελήματος.
Λογισμῶν ἡ τρικυμία
ἀφανίζεται, ὅταν ταπείνωσις ἐνοικήσῃ ψυχῇ, ἀναβλύζει δὲ εὐχάριστος διάθεσις,
τοῦ Θεοῦ προνοουμένου ἡμῶν, καὶ συγχωροῦντος λαοῦ, μετανοοῦντος πταίσματα.
Ὀδυνᾶται ἡ καρδία πάσχουσα,
ὅσον μειζότερον, τὸν Θεὸν ἀγαπᾶ, αἰσθομένη δὲ Αὐτοῦ τὴν γλυκύτητα, ἐφορμᾷ
ἀπαύστως εἰς κατάληψιν, διακαῶς προτιμᾶν, τῆς τῶν παθῶν ἡδονῆς.
Θεοτοκίον.
Συνημμένη Σου Υἱοῦ
θελήματι, ἴσχυσας πάναγνε, ὑπομεῖναι σταυροῦ, τὴν ῥομφαίαν καὶ τὸν θάνατον,
ὥσπερ πάντες οἱ βοῶντες Θεῷ, ἰδοὺ ἡ δούλη Σου ψυχή, τὸ συμφέρον γενήθητώ μου.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Τέλος ἀρετῆς οὐκ ἔστι, Θεὸς
γὰρ ἀόρατος διώκεται· ὅθεν Πάτερ Ὅσιε, τρέχων φόβῳ ἔτρεχες, καιρῷ ἐγκαταλείψεως
ἀρθείσης Χάριτος· διόπερ, ἐπὶ πλέον ἐζήτεις, τὸν Ἠγαπημένον καμάτοις φιλοθέοις.
Ὅρος προσευχῆς καρποφόρου,
ταπείνωσις δέδοται σοφέ, καὶ ἡ τοῦ νοῦ κατάβασις, ᾅδου τὰ βασίλεια, ἀπελπισμὸς
σωτήριος, ἡ τῶν Πατέρων ὁδός, ἣν πίστει, πορευθεὶς θεοφόρε, ἔφθασας εἰς μέτρα,
Ὁσίου Ἀντωνίου.
Θέλων ὁ πανάγαθος Δεσπότης,
ῥαδίαν ἐργάσασθαι βροτῶν, τὴν σωτηρίαν ἔθηκεν, ὥσπερ θεὸν ἐπίγειον, δι’ οὗπερ
ἀναγόμεθα πρὸς Τούτου ἕνωσιν, πλησίον, ὡς γραφαῖς ἐκδιδάσκει, ὁ φιλαδελφίᾳ,
Σιλουανὸς βιώσας.
Θεοτοκίον.
Ἵνα τὴν μωρὰν Χριστὸς
σοφίαν, διῶξαι θελήσας παναμώμητε, τὴν σοφίαν Πνεύματος, ἁλιεῦσι δέδωκεν, ἧς
μετασχὼν ὁ δοῦλός Σου, Σιλουανὸς φωταυγής, ὡς ἥλιος, ἐφάνη τῷ κόσμῳ, τοὺς
ἐσκοτισμένους, ποιῶν φωτὸς μετόχους.
Ἕτερος.
Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ὢ μεγίστης Σου χάριτος
πολυέλεε, ἁμαρτίας καθαίρεις τῶν ἐπταικότων σοι, Πνεῦμα δὲ παρέχεις τῷ λαῷ καὶ
τὴν γλυκύτητα, τῆς ἀφέσεώς Σου, Σιλουανὸς ὡς ἔφη.
Ἄλλη γνῶσις ὑπάρχει Θεοῦ ἐκ
πίστεως, καὶ ἐκ πείρας ἑτέρα Αὐτῷ ἐγγίζουσα, ἥνπερ ἔσχον ἄνθρωποι θνητοί,
Πνεύματος Χάριτι, αὕτη τῶν τελείων, πέλει καὶ κλῆρος μόνον.
Θρῆνον ᾄδει καρδία Ἀδὰμ
Προπάτορος, ἐννοοῦσα Κυρίου μεγαλειότητα, καὶ ἁμαρτιῶν μνημονεύουσα πάντοτε,
τῆς Ἐδὲμ ποθοῦσα, τὴν αἰωνίαν Χάριν.
Θεοτοκίον.
Ὦ Παρθένε τοῦ κόσμου παντὸς
μεσίτρια, ἀναμάρτητον τήρει με ἱκεσίαις Σου, ὕψος γὰρ τῆς Σῆς, ἀγαπήσεως
οἴδαμεν, καὶ τῆς παῤῥησίας, πρὸς τὸν γλυκὺ Υἱόν Σου.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἴθι πρὸς λαόν, Θεοῦ
ὁσιώτατε, Σιλουανὲ καὶ κλαυθμόν, τοῦ Ἀδὰμ ἐπάκουσον, καὶ ἆρον χεῖρας καὶ κλῖνον
γόνυ σου, καὶ Πνεῦμα τὸ πανάγιον, εὐχαῖς σου βράβευε, τοῖς ποθοῦσι, τοῦτον καὶ
μεσίτην σε, πρὸς Υἱὸν καὶ Πατέρα προβάλλουσι.
Ὅπου οἱ χοροί, Ἀγγέλων νῦν
ἵστασαι, καὶ θεωρεῖς τηλαυγῶς, τοῦ Θεοῦ μυστήρια, ἄπερ ἐν κόσμῳ ἐσόπτρῳ
ἔβλεπες, καὶ συνενοῖς τὴν δέησιν τῇ πανενότητι, τῶν Ἁγίων, Πάντων γλυκυπόθητε,
τῇ ἀγάπῃ ἐνθέως τηκόμενος.
Νέος παλαιούς, Πατέρας
ἐπέφθασας προφητικώτατε, καὶ τῇ πολιτείᾳ σου, καταφαιδρύνεις, κόσμου τὰ πέρατα,
ταῖς διδαχαῖς τῶν λόγων σου, ἀναβιβάζεις δέ, τὰς καρδίας, πρὸς τὰ ὑπερκόσμια·
ὅθεν πάντες τιμῶμεν τὴν μνήμην σου.
Θεοτοκίον.
Ἄκουσόν μου δή, τοῦ ὄρους
Βασίλισσα, καὶ μὴ ἀπώσῃ με, βδέλυγμα γὰρ πέφυκα, τῆς ἐρημώσεως ὁ ταλαίπωρος,
ἀλλὰ θαῤῥῶν προσέρχομαι καὶ ἐκβοῶ Σοι θερμῶς, ὡς παρέσχες, τῷ Σιλουανῷ ποτέ,
δὸς κἀμοὶ Σὴν ἀντίληψιν Δέσποινα.
Ἕτερος.
Θεὸν ἀνθρώποις.
Νοεῖν τὴν δόξαν Θεοῦ
ἀδύνατον, καὶ τῶν Αὐτοῦ, Ἁγίων παρομοίως τοὺς ἔχοντας, σαρκικοὺς ὀφθαλμοὺς καὶ
διάνοιαν, πάθεσι σκοτουμένην, πάντη ἀμέθεκτος, ἡ τῶν χαρισμάτων δωρεά, ἄνευ
καθάρσεως.
Ἰσχὺν τῆς χάριτος δὸς τοῖς
δούλοις Σου, ὦ Ἰησοῦ, πρεσβείαις Οὗ αὐτῆς κατηξίωσας, καὶ μεγάλου μεσίτης ὑπάρχοντος,
ἔμπροσθεν τοῦ Σοῦ θρόνου, κόσμῳ δὲ δείξαντος, ὅτι Σὺ ὑπάρχεις ὁ ἀεί, Θεὸς
φιλάνθρωπος.
Τί εἴπω Πάτερ ὁ
ἀναιδέστατος; Σοῦ καθορῶν, τοῦ βίου τὸ πανάπαν συμπέρασμα, δι’ οὗ εἴληφας τῆς
Χάριτος πλήρωμα, τὴν ταπεινοφροσύνην! ὅμοιος γέγονας, τῷ ταπεινωθέντι Ἰησοῦ, Οὗ
ἠλλοτρίωμαι.
Ἁγίων σώματα ἐκπηγάζουσι,
Χάριν Θεοῦ, τοῖς πίστει προσιοῦσιν ἑκάστοτε, τῆς τελείας ἀγάπης γὰρ ἔνδειξις,
τοῦτο σαφῶς ὑπάρχει, ἧς περ μετέσχηκας, ὦ Σιλουανὲ ὡς καὶ ἡμεῖς, πείρᾳ
ἐγνώκαμεν.
Θεοτοκίον.
Ἀκόρεστόν μου δῖψαν
ἀφάνισον, Κόρη ἁγνή, ποθῶ γὰρ τὸν γλυκύτατον Κύριον, ἐν Αὐτῷ ἐφευρίσκω τὴν
λύτρωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, Πνεῦμα δὲ δίδοται, ὡς Σιλουανὸς πιστοποιεῖ, ὁ
ἁγιώτατος.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Φῶς ἀναλλοίωτον.
Φωτὶ
τοῦ πνεύματος ἔγνως, Σιλουανὲ τὸν Δεσπότην,
καὶ τῷ φωτὶ τούτῳ μένων, ἥλιος ὤφθης φωτίζων, θείῳ φωτὶ διδαχῶν σου, φωτὸς Θεοὺ
κληρονόμε.
Θεοτοκίον.
Καρπὸν
ἀρτίκοπτον δίδως, Παρθενομῆτορ Κυρία, τοῦ Περιβόλου Σου κόσμῳ, Σιλουανὸν τὸν
Σὸν λάτρην, δόξαν μεγάλην τοῦ Ἄθω, καὶ οἰκουμένης εὐχέτην.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Πατέρων ἰσότιμε, Σιλουανὲ θαυμαστέ, οἰκουμένης διδάσκαλε, Ἀποστόλων μέτοχε,
δωρεᾶς τῆς τοῦ Πνεύματος, τῶν δὲ Μαρτύρων πόθῳ ἰσότιμε, τῆς Ἐκκλησίας δόξα καὶ
καύχημα, πρὸς τὸν Πατέρα σου, Πνεύματι ἱστάμενος διηνεκῶς, μνήσθητι τιμώντων
σου, μνήμην τὴν πάντιμον.
Ἐξωμοιώθης
προτύπῳ σου, Σιλουανὲ θαυμαστέ, ἐπιγνοὺς τὸν φιλάνθρωπον, καὶ τὸ πολυέλεον διὰ
Πνεύματος Ὅσιε· διὸ ἀπαύστως δεήσεις πρόσφερε, τὰ ἔθνη πάντα, τὴν γνῶσιν
κτήσαθαι, Θεοῦ τοῦ πλάσαντος, Ὅνπερ Πάτερ εὕροιμεν ὑπερφυῶς, μόνιμον
θησαύρισμα, καὶ τῶν ψυχῶν γλυκασμόν.
Πλήρωμα
Νόμου καὶ Χάριτος, ἀγάπη ἔστι Θεοῦ, ἣν λαβὼν ἐν καρδίᾳ σου, Θεὸς θέσει γέγονας,
καθ’ ἑκάστην φλεγόμενος, θυσίαν φέρων, ὁλοκαυτώσεως, εὐχὰς ἀπείρους, δάκρυα
ἄμετρα, ἅπερ ὁ Κύριος, μύρα προσδεξάμενος ὡς λογικά, στέφανόν σοι δέδωκε, τῆς
ἁγιότητος.
Ἐπιστημῶν
ἐπιστήμονα, τὴν ἐπιστήμην ὀρθῶς, ἐπιγνόντα γινώσκομεν, ἔνδυμα θεώσεως, τὴν
ταπείνωσιν Ὅσιε, δι’ ἧς Κυρίῳ ἡνώθης Πνεύματι, ἐν μέσῳ πλήθους βιῶν ὡς ἔρημον,
ἄλλοι κατώκησαν· ὅθεν σε δοξάζομεν Σιλουανέ, θήκην τῶν λειψάνων σου,
κατασπαζόμενοι.
Δόξα.
Ἦχος πλ. α΄.
Μέγα
Σου τὸ ἔλεος, τρισάγιε Κύριε! Καὶ πῶς ἀξίως τὰς δυναστείας Σου ἐκδιηγησώμεθα;
ἀνέπλασας γὰρ ἡμᾶς τῷ Πνεύματί Σου τῷ Ἁγίῳ, καὶ μακρυνθέντας ἀσώτως τῆς
πατρικῆς ἑστίας, πάλιν ἐπανεισήγαγες, ἐπενδύσας τῇ ἀλουργίδι τῶν χαρισμάτων·
ὅθεν νέον ἔχοντες μάρτυρα τῆς δωρεᾶς Σου, Σιλουανὸν τὸν μεγαλοφωνότατον,
ἐκπληττόμενοι ἱκετεύομέν Σε, τὴν φωνὴν αὐτοῦ ὑποκλέπτοντες· δὸς τοῖς λαοῖς τὴν
ἀγάπην Σου τὴν ὑπέρλογον, ἵνα γνόντες συμφώνως δοξάζομεν ἅπαντες Σὲ τὸν Ποιητὴν
ἡμῶν, εἰς τοὺς αἰῶνας φιλάνθρωπε, τὸν καταξιώσαντα, γενέσθαι συμμόρφους τῆς
εἰκόνος Σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τῆς
Ῥωσσίας βλάστημα θαυμαστόν, καὶ τοῦ Ὄρους Ἄθω, καλλιέρημα λογικόν, Πνεύματος
Ἁγίου, τὸ θεοφόρον στόμα, Σιλουανὸν τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Τοῦ
Μεγαλομάρτυρος ἡ Μονή, χόρευε σκιρτῶσα, ἐκ τῶν σπλάγχνων Σου θαυμαστόν,
Ἐκκλησίᾳ δοῦσα, διδάσκαλον καὶ μύστην, Σιλουανὸν τὸν θεῖον, Χάριτος κήρυκα.
Χάριν
τὴν τοῦ Πνεύματος δαψιλῶς, Πάτερ μοι χορήγει, τῷ αὐθάδει σου ὑμνητῇ, πόθος γὰρ
δυνάμεις, συχνάκις ὑπερβαίνει· διὸ συγχώρησόν μοι, τῷ ὑποχρέῳ σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ
νοῦν κρατήσας εἰς κατώτατα ᾍδου, καὶ ἀνελθὼν τῇ ταπεινώσει εἰς ὕψος, θεωριῶν τῇ
Χάριτι σεπτὲ Σιλουανέ, δέχου τοὺς προστρέχοντας, πατρικαῖς σου πρεσβείαις,
δίδου πεῖραν Πνεύματος, λογισμὸν μετανοίας, ὅπως τῇ γνώσει Πάτερ τοῦ Θεοῦ,
ἀξιωθῶμεν, τῆς ἄνω συστάσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Διψητικῶς ἀξίωσον, ζητεῖν Θεόν, ὦ Πάτερ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Διψῶντες τὴν Χάριν τοῦ Ἰησοῦ, προστρέχομεν πίστει, σοὶ
ὦ Πάτερ Σιλουανέ, πρεσβείαις ἁγίαις οὖν χορήγει, τὰς δωρεὰς καὶ ἡμῖν θείου
Πνεύματος.
Ἱλέωσαι Πάτερ τὸν ἀγαθόν, Δεσπότην καὶ δίδου, τῆς
εἰρήνης ἐγκαινισμόν, καρδίαις ζητούσαις τὴν γαλήνην, ἥνπερ παρέχει τὸ Πνεῦμα τὸ
Ἅγιον.
Ψυχὰς ἀποκάθαρον τῶν παθῶν, τρισόλβιε Πάτερ, καὶ οἰκίας
φωτολαμπεῖς, ἀνάδειξον ταύτας Παρακλήτου, ὡς τὴν ψυχήν σου τελείως ἐκάθηρας.
Θεοτοκίον.
Ἣν ἔσχες ταπείνωσιν ἀληθῆ, Παρθένε παράσχου, σοῖς
οἰκέταις ἐγκατοικεῖν, γενέσθαι δὲ πάντας κατὰ χάριν, τοῦ γλυκυτάτου Υἱοῦ Σου
σκηνώματα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν σφοδράν σου ἀγάπην πρὸς
τὸν Θεὸν ἔδειξας, διὰ μετανοίας ἀρίστης, μακαριώτατε, ὅρον σου θέμενος, μὴ
προσβαλεῖν Τούτῳ ἔτι, ἑκουσίῳ πταίσματι ἢ παραπτώματι.
Ἰησοῦ ἐπικλήσει τῇ ζωηρᾷ
σέσωσαι, ὅτε ὁ λυττώτων σοι κύων, Πάτερ προσήγγισε· διό με λύτρωσαι, ἐκ τοῦ
κυνὸς διαβόλου, προσευχὴν διδάσκων μοι, τὴν ἀδιάλειπτον.
Κεκμηκότα με Πάτερ ἐκ
πονηρῶν πράξεων, στῆσον καὶ ἀνόρθωσον πάλιν τῇ μεσιτείᾳ σου, σὺ γὰρ φιλάνθρωπα,
ἐκ δωρεᾶς ἔχεις σπλάγχνα, ἅπερ μοι ἐπίδειξαι, ἵνα δοξάζω σε.
Θεοτοκίον.
Ὡς τὸν ὄφιν Παρθένε τὸν
πονηρὸν ἤλασας, ἀπὸ Συμεὼν ἐνυπνίῳ, πάντοτε δίωκε, ἀπὸ καρδίας μου, τὰς
ἀκαθάρτους ἐννοίας, σκεῦος καθαρώτατον, ἀποδεικνῦσά με.
Διάσωσον,
Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ
φύλαττε αὐτούς, ἐν τῇ Χάριτι Κυρίου.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας τὰς σὰς
πλουτοῦντες παμμακάριστε, κινδύνων ἀεί, λυτρούμεθα οἱ δοῦλοί Σου, καὶ Θεὸν
γνωρίζοντες, διὰ Χάριτος ὁσιώτατε, Σιλουανὲ ἐκ ψυχῆς, τὸν ὕμνον σοι
ἀναπέμπομεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σταθερὰν ὡς ἐπέδειξας, ἔφεσίν σου Πάτερ ἀφιερώσεως,
οὕτω πάντοτε τὸν δοῦλόν σου, πολιτεύεσθαι Θεῷ ἀξίωσον.
ᾍδου Πάτερ ἐκύκλωσαν,φλόγες τὴν καρδίαν μετανοοῦσάν
σου, ὧν με λύτρωσαι τὸν τάλανα, δροσισμὸν παρέχων θείας Χάριτος.
Ξένος γέγονας Ὅσιε, τὸν σταυρὸν ἀράμενος θείου
Σχήματος, τὸν Χριστὸν οἰκεῖον ἔχων σοι, ᾯ με παῤῥησίᾳ σου οἰκείωσον.
Θεοτοκίον.
Ἱερὸν ὡς ἀνάθημα, δέδεξαι Παρθένε ἐν θείῳ Ἄθωνι, τὸν
Σὸν δοῦλον κατασκέπουσα, μητρικῇ Σου σκέπῃ, ᾗ με σκέπασον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθη σοι Χριστός, τῷ πολέμῳ ἀτονήσαντι, καὶ ψυχῆς
ἠλλοίωσε ἰσχύν, Ὃν ἀτονοῦντι, ἀντιλήπτορα παράσχου μοι.
Σῶμα καὶ ψυχή, εἰληφότα θείαν ὅρασιν, ἀνεώθησάν σου
Πάτερ εὐθύς, κἀμοῦ κραυγάζω, ἀνανεούσθω ἔσω ἄνθρωπος.
Ὄμμα νοερόν, ὥσπερ ἄγγελος ἐτήρησας, ἐν ἀγρυπνίαις
ἐκτηκόμενος, καὶ νήψει Πάτερ· διό με νήφειν καταξίωσον.
Θεοτοκίον.
Νέωσον τὸν νοῦν, καὶ καρδίαν μου Θεόνυμφε,
ἐγκατασπείρουσα τὸ σπέρμα εὐχῆς, ὡς εὐχομένῳ, τῷ Ὁσίῳ ξένως ἔσπειρας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ζωήν σου, τοὺς ἀδελφοὺς οἰόμενος, δι’ ὧν εὕρισκες Θεὸν
τὸν Πατέρα, Σιλουανέ διηκόνεις προθύμως, αὐτοῖς τὴν Χάριν λαμβάνων τοῦ
Πνεύματος· διὸ κἀμὲ παρακαλῶ, βλέπειν πάντας ὡς σὺ καταξίωσον.
Ἠλόγησας, τῆς φθαρτῆς σου φύσεως, καὶ ἀγῶνας ὑπὲρ
μέτρον ἐτέλεις, φόβον ἐν νῷ, ἔχων μήπως ἐκπέσῃς, τῆς Ἰησοῦ ἀγαπήσεως Ὅσιε, ἧς
πάντοτε ἐμὴν ψυχήν, ἐξαρτᾶσθαι εὐχαῖς σου μοὶ δώρησαι.
Τηρήσας σου, εἰς τοῦ ᾅδου πέταυρα, λογισμὸν μακαριώτατε
Πάτερ, τῆς ἀγαθῆς, τοῦ Σωτῆρος ἐλπίδος, μὴ μακρυνθῆναι ἠξίωσαι Ὅσιε· διὸ βοῶ
σοι ἐκ ψυχῆς· ἐργασίαν τοιαύτην ἐργάζοιμι.
Θεοτοκίον.
Ἐλέους Σου, μητρικοῦ ἀπήλαυσεν, ὁ θεράπων Σου Παρθένε
Κυρία, καὶ γὰρ οὐδείς, μετὰ πόθου προσπίπτων, οὐκ ἂν κενὸς πορευθείη τῆς
χάριτος, ἧς δέομαι ὁ ἀμελής, ἀπολαῦσαι ἐν βίῳ μου ἅπαντι.
Διάσωσον,
Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ
φύλαττε αὐτούς, ἐν τῇ Χάριτι Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Διὰ πείρας μαθὼν τὰ θεῖα
μυστήρια, τὴν ἀγάπην καλῶς πρὸς πάντας ἐναπέδειξας, ἣν καὶ νῦν Σιλουανέ, τοῖς
χρήζουσι πιστοῖς, καὶ προστρέχουσι τῇ σῇ, μεσιτείᾳ ἐπίδειξαι, πάθη ψυχῶν
σωμάτων, πόῤῥω ἀποδιώκων, καὶ τὴν τοῦ Πνεύματος χαράν, παρέχων τὴν ἄμισθον.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν
Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν
βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ
πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’
ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅλην σου τὴν ἔφεσιν, πρὸς
τὸν Θεὸν ἀνατείνας, δρόμον τῆς ἀσκήσεως, Πάτερ ὁσιώτατε διεπέρασας, καὶ
δραγμοὺς Χάριτος, ἀποδρέψας πόθῳ, νῦν πλουτεῖς παναληθέστατα, τὴν ἑκατόμμοιραν,
τοῦ Εὐαγγελίου ὡς εἴρηται· διὸ καὶ τοῖς προστρέχουσι, ῥείθροις τῶν ῥημάτων σου
πάρεχε, δροσισμὸν καρδίας, καὶ τρόπους μετανοίας ἀψευδοῦς, Σιλουανὲ θείου
Πνεύματος, κτῆτορ καὶ διδάσκαλε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερὰν πολιτείαν τῶν μοναστῶν ᾔνυσας, Πάτερ ἐν πολλῇ
κατανύξει, καὶ ἔχων πάντοτε, πρὸ τῶν ὀμμάτων σου, τὴν Παρουσίαν Κυρίου, Ὃν κἀμὲ
ἐνώπιον, βλέπειν ἀξίωσον.
Νοῦν τετήρηκας ξένον τῶν κοσμικῶν πράξεων, καὶ θεωριῶν
θεοφόρε, διὰ τοῦ Πνεύματος, συγκατερχόμενος, ταλαιπωρίαις τοῦ κόσμου, καὶ εὐχὰς
ποιούμενος, ἃς καὶ νῦν ποίησον.
Θρηνωδίας παρῆλθε τῆς τοῦ Ἀδὰμ Ὅσιε, χρόνος ὅτι νῦν
ἀπολαύεις, Οὗπερ ἐπόθησας· διὸ ὡς μείζονα, τὴν παῤῥησίαν νῦν ἔχων, τοῦ λαοῦ σου
μνήσθητι, φιλοψυχότατε.
Θεοτοκίον.
Ἐν Σταυρῷ ἱσταμένη ὠκεανὸν θλίψεως, ἄχραντε ἐξέπιες
ὅμως, χαρᾶς πεπλήρωσαι, ὅτε ἑώρακας, τὸν Σὸν Υἱὸν ἀναστάντα, ἧς χαρᾶς ἀξίωσον,
λαὸν ὑμνοῦντά Σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανωθέντες, χορὸς ἁπάντων Ἁγίων, ὑπὲρ κόσμου
πρεσβεύετε ἀπαύστως, ἅμα συνευχέτῃ, Σιλουανῷ τῷ θείῳ.
Νίκην εὑρίσκει, ὁ ταπεινῶν ἕως τέλους, τὴν ὑψαύχενον
διάθεσιν καρδίας, ἣν εὐχαῖς σου Πάτερ, εὕροιμεν ὑμνηταί σου.
Ὢ τῆς ἀφράστου, φιλανθρωπίας Δεσπότου, τοῦ παρέχοντος
παράκλησιν τοῖς δούλοις, Χάριν Παρακλήτου, πρεσβείαις τῶν Ἁγίων.
Θεοτοκίον.
Πάλιν Παρθένε, προσπίπτοντά με προσδέχου, ἐξαιτούμενος
Σὴν ἄμαχον πρεσβείαν, δι’ ἧς εὐελπίζω, τυχεῖν τῆς σωτηρίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγάπης τὸ ταμεῖον, σὲ καθικετεύων, Σιλουανὲ
παμμακάριστε Ὅσιε, διπλῆν μοι ταύτην παράσχου, ταῖς μεσιτείαις σου.
Τὴν φύσιν ὑπερῆρας, Πνεύματι Ἁγίῳ, καὶ ὑπὲρ φύσιν ὡς
ἄγγελος ἔζησας, οὕτω βιοῦν ὑμνητάς σου, Πάτερ ἱκέτευε.
Εὐφραίνομαι τρισμάκαρ, βίον μελετῶν σου, καὶ τοῦ Κυρίου
ὁρῶν μέγα ἔλεος, Σιλουανὲ ᾧ σωθῆναι, κἀμὲ ἀξίωσον.
Ῥημάτων ἀπορήσας, μίαν ἀνακράζω, φωνὴν ἱκέτιδα Πάτερ
μακάριε, τὸν κόσμον ἅπαντα γνῶναι, Πνεύματι Κύριον.
Θεοτοκίον.
Αἰτοῦντί μοι τὸ φῶς Σου, τῷ ἐσκοτισμένῳ, Φωτοκυῆτορ
ἀκτῖνα κατάπεμψον, καὶ Βασιλείας φωτός με, μέτοχον ποίησον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τὸν τῆς μετανοίας
καθηγητήν, καὶ φωτὸς ἀκτίστου, ἀπλανέστατον μυητήν, Πνεύματος Ἁγίου, διδάσκαλον
καὶ οἶκον, Σιλουανὸν ἐν ὕμνοις, ἀνευφημήσωμεν.
Ἔσπειρας ἐν δάκρυσι δαψιλῶς,
Πάτερ θεοφόρε· ὅθεν δράγματα νῦν κρατῶν, ἀρετῶν τῶν θείων, χορήγει τοῖς
αἰτοῦσι, Σιλουανὲ θεόφρον, καρποὺς τῆς Χάριτος.
Πνεῦμα τὸ Πανάγιον σαῖς
εὐχαῖς, ἐγκαίνισον Πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τὸν κόσμον πάντα, ἀξίωσον
πλησθῆναι, τῆς γνώσεως Κυρίου, μακαριώτατε.
Πίστει προσκυνοῦντας
Σιλουανέ, λειψάνων σου θήκην, χαρισμάτων ζωοποιῶν, πλήρωσον καὶ ζέσιν, ὑπάναψον
ἀγάπης, ἵνα σε εὐγνωμόνως, πάντες δοξάζομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δός μοι, τὴν τοῦ Πνεύματος
χαράν, δός μοι τῆς ἀγάπης ὦ Πάτερ, τὴν τελειότητα, δὸς τὴν ἐπιπόθησιν, τοῦ
γλυκυτάτου Χριστοῦ, ἀρετῶν τὴν πληρότητα, ταπείνωσιν θείαν, ἵνα πνευματέμφορος,
ὅλως δοξάζω σε, Ὄρους τοῦ Ἁγίου ἡ δόξα, καὶ τῆς Ἐκκλησίας τὸ στόμα, ὦ Σιλουανὲ
θεομακάριστε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου