Τρίτη 13 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 30!! ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΙΟΥΛΙΟΣ Λ΄.

ΣΙΛΑΣ ΑΠΟΣΤΟΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Χάριν τὴν τοῦ Πνεύματος, τοῦ Παναγίου δεξάμενος, Ἀποστόλων ὁμότροπος, ἐδείχθης καὶ σύσκηνος, Ἀπόστολε Σίλα, καὶ τῷ θείῳ Παύλῳ, ἀκολουθήσας ἱερῶς, τῷ θείῳ λόγῳ πολλοὺς ἐφώτισας, πρὸς πίστιν τὴν σωτήριον, ὡς τοῦ Σωτῆρος διάκονος, διὰ τοῦτο τὴν μνήμην σου, τὴν Ἁγίαν γεραίρομεν.

 

Παῦλός σε ὁ ἔνθεος, ἐπιλεξάμενος ἔνδοξε, συνοδίτην σε ἔσχηκε· σὺν τούτῳ γὰρ ὥδευσας, ἐπὶ πλείστας πόλεις, καὶ πολλοὺς κινδύνους, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, Σίλα Ἀπόστολε καθυπέμεινας· διό σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Ὤφθη Μακεδὼν ἀνήρ, ὑμᾶς καλῶν εἰς βοήθειαν, ἐν ὁράματι ἔνδοξοι. Ἐντεῦθεν ἐξήλθετε, ἀπὸ τῆς Τρῳάδος, εἰς Μακεδονίαν, Παῦλε καὶ Σίλα οἱ σοφοί, εἰς τὴν Νεάπολιν καὶ Φιλίππους δε, σταθμεύσαντες ἀνάπαυσιν, τὴν ἀληθῆ διὰ πίστεως, τοῖς τῇ πλάνῃ συγκάμνουσιν, ἐβραβεύσατε Ἅγιοι.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡς Ἀποστόλον ἔνθεον, καὶ τοῦ Παύλου συνέκδημον, Σίλα παμμακάριστε εὐφημοῦμέν σε· ὅτι τὸν λόγον τῆς πίστεως, πανσόφως ἐκήρυξας, καὶ ὡδήγησας λαούς, πρὸς τὴν θείαν ἐπίγνωσιν, τοῦ δι’ ἔλεος, σαρκωθέντος καὶ σώσαντος τὸν κόσμον· Ὃν ἱκέτευε σωθῆναι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

 

Τῇ τοῦ Πνεύματος χάριτι, συνεδέθης Ἀπόστολε, τῷ οὐρανοβάμονι ἐθνῶν κήρυκι· ἐπιλογῇ γὰρ τῇ κρείττονι, αὐτῷ ἠκολούθησας, καὶ ἐν πᾶσι χαρακτήρ, ἀκριβὴς ἐχρημάτισας, τούτου ἔνδοξε, τῶν δεσμῶν καὶ τῶν τρόπων καὶ τῶν λόγων, κοινωνήσας αὐτῷ Σίλα, ἐν τῷ ἐνθέῳ κηρύγματι.

 

 

 

 

Τῇ προσκλήσει ὑπείκοντες, τοῦ ὀφθέντος Ἀπόστολοι, ὑμῖν θείῳ Πνεύματι ἐν ὁράματι, ἀπὸ Τρῳάδος διέβητε, εὐαγγελιζόμενοι, εἰς Νεάπολιν λαμπρῶς, καὶ Φιλίππους τὸν Κύριον, Παῦλε ἔνδοξε, καὶ θεόληπτε Σίλα Ἀποστόλων, Ἑβδομήκοντα τὸ κλέος, καὶ πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀποστολικῇ ἐμπρέπων χάριτι, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ὑπηρέτης σοφὸς ἐχρημάτισας, Ἀπόστολε Σίλα. Πεφωτισμένος γὰρ τῇ ἐλλάμψει τοῦ Παρακλήτου, ὡς φωστὴρ λόγον ζωῆς ἐπέχων, τῷ κόσμῳ ἐξέλαμψας, καὶ τὸν Ἥλιον τῆς δόξης, τοῖς ἐν νυκτὶ τῆς ἀγνωσίας ἀληθῶς ἐγνώρισας. Τῷ γὰρ σκεύει τῆς ἐκλογῆς συνοδεύσας, πλείστους πόνους καὶ ἀγῶνας σὺν αὐτῷ ὑπέστης, καὶ τὸν δρόμον τὸν καλόν, ἀκλινῶς ἐτέλεσας· ὅθεν τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτησαι δεόμεθα, εἰρήνην καὶ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Πράξεις ΙΕ΄, 30-41)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀπολυθέντες οἱ Ἀπόστολοι, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν. ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ' εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους. ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον· Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. ἐγένετο οὖν παροξυσμὸς, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον. Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν, διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Πράξεις ΙΣΤ΄, 8-16)

Ἐν ταῖς ἡμέραις ἐκείναις, παρελθόντες οἱ Ἀπόστολοι τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθράκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις κολωνία. ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς, τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί. καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε· καὶ παρεβιάσατο ἡμᾶς. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.

 

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Πράξεις ΙΣΤ΄, 16-35)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν Ἀποστόλων,  εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;  οἱ δὲ εἶπον· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.

 

Λιτή. Ἦχος β΄.

Πλήρης χάριτος καὶ σοφίας, τοῦ Παρακλήτου τῇ ἐνεργείᾳ, ἀνεδείχθης Ἀπόστολε, δικαιοσύνῃ ἐκλάμπων· ὅθεν τὸ μέγα τῆς εὐσεβείας μυστήριον, λόγῳ σοφῷ διετράνωσας, καὶ ἔργῳ ἐβεβαίωσας, καὶ θαύμασιν ἐστήριξας, τῶν πιστῶν τὰς καρδίας. Μαθητευθεὶς γὰρ τῷ θείῳ Κήρυκι, κατ’ ἀξίαν δεδόξασαι, Σίλα θεοδόξαστε.

 

Ἦχος γ΄.

Τὴν τῆς ψυχῆς σου λαμπρότητα, ὁ τῶν ἀποῤῥήτων κατιδὼν θεατής, ἀκολουθεῖν σε ἐξελέξατο, καὶ συνεργόν σε ἀνέδειξεν, ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, Σίλα Ἀπόστολε· ὅθεν σὺν αὐτῷ ὡς ἀετὸς ὑψιπετής, πλείστας πόλεις καὶ χώρας διέδραμες. Καὶ ἐν Μακεδονίᾳ συμμοχθήσας, τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην, καὶ τὰ ἀγαθὰ τῆς πίστεως, εὐηγγελίσω ἡμῖν Ἅγιε. Ὧν τρυφῶντες ἑορτάζομεν, τὴν φωτοφόρον μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Μαθητευθεὶς τῷ λόγῳ τῆς Χάριτος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, κήρυξ θεόληπτος ὤφθης, Σίλα Ἀπόστολε. Τὴν γὰρ γενομένην ἡμῖν σωτηρίαν, γλώσσῃ σοφῇ ἐκήρυξας, τοῖς ἐν σκότει καὶ σκιᾷ τῆς ματαιότητος καθεύδουσιν. Εἰρήνην γὰρ καὶ λύτρωσιν, καὶ φῶς ἀληθινὸν ἡμῖν ἐβράβευσε, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Παύλῳ, μαθητευθεὶς τῷ σοφῷ, τῶν ὑπὲρ λόγον μυστηρίων διάκονος, Ἀπόστολε Σίλα ὤφθης, καὶ λειτουργὸς ἀληθής, τῆς σκηνῆς τῆς θείας ἥνπερ ἔπηξε, Χριστὸς ὁ Θεὸς ἡμῶν, σαρκωθεὶς ὡς φιλάνθρωπος, οὗ τῆς ἀγάπης, καὶ τῆς θείας χρηστότητος, ἐν τοῖς ἔθνεσι, τὸν βυθὸν ἀνεκήρυξας· ὅθεν σε μακαρίζομεν, τελοῦντες τὴν μνήμην σου, καὶ τοὺς μακρούς σου ἀγῶνας, ὑπὲρ Χριστοῦ μεγαλύνομεν, αἰτοῦντές σε μάκαρ, ἱκετεύειν τὸν Σωτῆρα, ὑπὲρ τῆς ποίμνης σου.

 

Στ.: Εἰς πᾶσα τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ὤφθη, τῇ εὐδοκίᾳ Θεοῦ, ὑμῖν ἀνήρ τις Μακεδὼν ἐν ὁράματι, Ἀπόστολοι θεηγόροι, τὴν παρ’ ἡμῶν ἐξαιτῶν, σωτήριον χάριν καὶ βοήθειαν· ἐντεῦθεν ὑπείκοντες, ἐμφανίσει τῇ ἄνωθεν, ἀπὸ Τρῳάδος, εἰς Νεάπολιν ἥκετε, καὶ Φιλίππους δε, τῷ Χριστῷ προσηγάγετε, Παῦλε θεομακάριστε, καὶ Σίλα θεόληπτε, τῶν οὐρανίων δογμάτων, λόγῳ καὶ ἔργῳ ἐκφάντορες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ἔχων, τοῦ Παρακλήτου τὸ φῶς, ἐκ Νεαπόλεως ὁδεύων Ἀπόστολε, πρὸς πόλιν τὴν τοῦ Φιλίππου, ἀναψυχὴν τοῦ λαβεῖν, ἐν τῷδε τῷ τόπῳ ἔστης Ἅγιε, ἐν ᾧ Μονὴ θεία σοι, εἰς ψυχῆς περιποίησιν, ᾠκοδομήθη, καὶ τῇ σῇ ἀνατέθηται, θείᾳ χάριτι, καυχωμένη τῇ κλήσει σου. Ταύτην ἀεὶ περιέπε, ταῖς σαῖς ἀντιλήψεσι, καὶ τοῖς προστρέχουσι ταύτῃ ἁγιασμόν τε καὶ λύτρωσιν, ἑκάστοτε δίδου, τῇ θερμῇ σου προστασίᾳ, Σίλα πανεύφημε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς εὐσεβείας τὸν πλοῦτον, ταῖς πενομέναις τῇ πλάνῃ ψυχαῖς, ἀφθόνως παρέθου, θεηγόρε Ἀπόστολε. Τοῦ γὰρ Χριστοῦ τὴν χρηστότητα, κηρύττων τοῖς πᾶσι, τῆς σωτηρίας τὴν ὁδὸν ὑπέδειξας, τοῖς πλανωμένοις ἐν τρίβοις σκολιαῖς, πάσης ματαίας ἀναστροφῆς· διὸ ἡ Μακεδονία ἡγιάσθη τοῖς ἱδρῶσί σου, ἀποστολικῇ λαμπρυνθεῖσα πορείᾳ σου, Σίλα παμμάκαρ. Ταύτης γὰρ τὰς πόλεις διῆλθες, ὡς ἀστὴρ θεοφεγγής, τὸ ἀληθινὸν φῶς ἐκλάμπων, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Συνοδίτης τοῦ Παύλου γεγονὼς καὶ συνέκδημος, τὴν Νεάπολιν μάκαρ καὶ Φιλίππους ἐφώτισας, τῆς θείας ἐπιγνώσεως φωτί, Ἀπόστολε Σίλα ἱερέ. Ἀλλὰ φύλαττε καὶ σκέπε πάντας ἡμᾶς, ἐν πίστει ἐκβοῶντάς σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ὡς ἄστρον νοητόν, τῷ ἡλίῳ τῷ Παύλῳ, ἑπόμενος σοφέ, ἀληθείας τὸ φέγγος, τοῖς πέρασιν ἐξήστραψας, καὶ ἡμᾶς κατεφώτισας, Σίλα ἔνδοξε, λόγοις καὶ πράξεσι θείοις· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Συνέλαβες ἁγνή, ἐν γαστρὶ ἀποῤῥήτως, καὶ τέτοκας ἡμῖν, τὸν ὑπέρθεον Λόγον, ἡμᾶς ἀνακαλούμενον, διὰ πλοῦτον χρηστότητος, πρὸς οὐράνιον, ἐξ ἧς πεπτώκαμεν δόξαν, ἀπειρόγαμε, εὐλογημένη Μαρία, βροτῶν ἀνακαίνισις.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.

Ἀκολουθήσας τῷ θεόφρονι Παύλῳ, ἀπὸ Τρῳάδος εἰς Νεάπολιν ἧκες, ὑποταγεὶς τῷ θεϊκῷ ὁράματι, ἔνθεν εἰς Φιλίππους δε, τὸν Χριστὸν καταγγείλας, ἅπασαν διέδραμες, ὡς Ἀπόστολος θεῖος, Μακεδονίαν Σίλα ἱερέ, ταύτην καθαίρων, τῷ θείῳ κηρύγματι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὥσπερ πυρίμορφος καὶ ἔμψυχος θρόνος, ἐν ταῖς ἀγκάλαις τὸν Δεσπότην τῶν ὅλων, οἷάπερ βρέφος φέρεις ὑπομάζιον, μόνη παντευλόγητε, Θεοτόκε Παρθένε, ᾧ ἀγαθὰ λάλησον, ὡς Υἱῷ Σου καὶ Κτίστῃ, ὑπὲρ ἡμῶν τῶν πίστει ἀκλινεῖ, καταφευγόντων, τῇ Σῇ ἀγαθότητι.

 

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἀγαλλομένη, τὴν ἁγίαν μνήμην σου, ἡ Ἐκκλησίᾳ ἐν χαρᾷ, Σίλα θεόφρον Ἀπόστολε, ὑπὸ τὴν σκέπην, τὴν Σὴν καταφεύγουσα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐκ γαστρός Σου ἔλλαμψε, τοῖς ἐν τῷ σκότει, ὁ τῆς δόξης ἥλιος, μετὰ σαρκὸς ὑπερφυῶς, Θεογεννῆτορ πανάμωμε, οὗ τῇ ἐλλάμψει, τὸν νοῦν μου καταύγασον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσα τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, κατὰ Λουκᾶν (κεφ. Ι΄, 1-7)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τοῦ Εὐαγγελίου τὸν σπόρον, εἰς λογικὰς ἀρούρας σπείρας Ἀπόστολε, πολὺν καρπὸν Χριστῷ προσήγαγες, τῶν πεπιστευκότων τὰς ψυχάς· ὅθεν τῶν ἀγώνων, κομισάμενος τὰ ἔπαθλα, μὴ διαλίπῃς πρεσβεύων δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

 

Εἶτα, ὁ Κανὼν τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς: Σίλα μέλπω τὰς θείας πορείας. Γερασίμου.

ᾨδὴ α’. Ἦχος α’. ᾨδὴν ἐπινίκιον.

Σοφίαν παράσχου μοι, Χριστὲ Σωτήρ μου, θερμαῖς παρακλήσεσι, Σίλα τοῦ μάκαρος, ἵνα ὑμνήσω φαιδρῶς, τούτου τοὺς πόνους τοὺς μακρούς, ὑπὲρ τῆς δόξης σου.

χνῶν καὶ τῆς χάριτος, τοῦ θείου Παύλου, ἀκόλουθος γέγονας, ψυχῆς θερμότητι, Σίλα θεράπον Χριστοῦ, καὶ τῶν καμάτων αὐτοῦ, ὤφθης συμμέτοχος.

Λαμπρῶς ἑορτάζει σου, ἡ τῶν Φιλίππων, τὴν μνήμην τὴν ἔνδοξον, καὶ Νεαπόλεως, νῦν Ἐκκλησία σοφέ, λαμπρυνομένη τῇ σεπτῇ διδασκαλίᾳ σου.

Θεοτοκίον.

σπόρως συνέλαβες, τὸν Θεὸν Λόγον, ἀφθόρως δὲ τέτοκας, τοῦτον πανάχραντε, διαφθορᾶς καὶ παθῶν, ἀπολυτρούμενον ἡμᾶς, τοὺς Σὲ δοξάζοντας.

 

 

 

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.

Μυσταγωγὸς θεοειδέστατος, τοῦ Εὐαγγελίου τῆς χάριτος, καὶ τῆς ζωῆς τῆς ἀληθοῦς, καὶ τῆς θείας σαρκώσεως, ἀνεδείχθης Σίλα ἔνδοξε, ὡς θεῖος Ἀπόστολος.

πιλεξάμενος ὁ Παῦλός σε, οἷάπερ δοχεῖον τοῦ Πνεύματος, ἐπὶ τὰ Ἔθνη τὰ μακράν, μετὰ σοῦ παραγέγονε, καὶ ἡμᾶς κατεφωτίσατε, Σίλα θείᾳ χάριτι.

Λάμπων κηρύγματι τῆς πίστεως, Σίλα θεηγόρε Ἀπόστολε, εἰς τὴν Νεάπολιν σοφέ, καὶ Φιλίππους ἐξέλαμψας, καὶ διέλυσας τοῖς λόγοις σου, πλάνην τὴν καχέσπερον.

Θεοτοκίον.

Πεποικιλμένη ὑπὲρ ἔννοιαν, ταῖς τῆς παρθενίας φαιδρότησι, καὶ ταῖς ἀῤῥήτοις καλλοναῖς, δωρεῶν τε τοῦ Πνεύματος, Θεοῦ Μήτηρ ἐχρημάτισας, Παρθένε ἀμόλυντε.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείαις πίστεως, ταῖς λαμπηδόσι, ἀνατέταλκας, πάσῃ τῇ κτίσει, καὶ εἰδώλων τὴν ἀπάτην ἐμείωσας· ὅθεν φωστῆρά σε ἄδυτον εὕρατο, Μακεδονία τρισμάκαρ Ἀπόστολε, Σίλα ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὰρξ γεγένηται, ἀνερμηνεύτως, ἐξ αἱμάτων Σου, τῶν παναχράντων, καὶ ἐτέχθη καὶ ἐφάνη ὡς ἄνθρωπος, ἐκ τῆς γαστρός Σου ὁ Λόγος ὁ ἄναρχος, τῆς ἀρχεγόνου κατάρας ῥυόμενος, Κόρη πάναγνε, τοὺς Σὲ Θεοτόκον ἄχραντον, κηρύττοντας ἀεὶ καὶ μεγαλύνοντας.

 

ᾨδὴ δ’. Ἐν Πνεύματι προβλέπων.

ράθη εὐδοκίᾳ τῇ θείᾳ ἀληθῶς, ὑμῖν θεομακάριστε ἀνήρ τις Μακεδών, οὗ τῇ προσκλήσει καθυπείκοντες φωστῆρες, ἡμῖν ἐπέστητε Παῦλε καὶ θεῖε Σίλα, τοῦ Χριστοῦ τὴν δόξαν κηρύττοντες.

Τῶν θείων Ἀποστόλων Ἀπόστολε σοφέ, ὤφθης τῶν Ἑβδομήκοντα ἀγλάϊσμα σεπτόν, τοῦ Παρακλήτου γὰρ τὴν χάριν περιφέρων, καθάπερ φλόγα τὴν ἀπάτην καταφλέγεις, Σίλα τῷ ἐν Θεῷ κηρύγματι.

νύσας τὰς πορείας θεόφρον τὰς μακράς, κινδύνους πλείστους τέτληκας στεῤῥῶς ὑπὲρ Χριστοῦ, ἐκ τῆς Σιὼν ἐξορμηθεὶς Πνεύματι θείῳ, Μακεδονίας δὲ τὰς πόλεις διατρέξας, ἄχρι τῆς Κορίνθου διέλαμψας.

Θεοτοκίον.

Σαρκοῦται ἐξ ἁγνῶν Σου αἱμάτων ὁ Θεός, καὶ τῆς φθορᾶς ἐῤῥύσατο τὸ γένος τῶν βροτῶν· Ὃν ἐκδυσώπει ὡς Ὑιόν Σου Θεοτόκε, φθοροποιῶν ἡμᾶς λυτροῦσθαι νοσημάτων, καὶ πολυειδῶν ἄλλων θλίψεων.

 

 

 

ᾨδὴ ε’. Ἐκ νυκτός ὀρθρίζοντες.

Θεϊκοῖς προστάγμασιν, ἰθύνων πρὸς Χριστόν, τοὺς πλανωμένους πρότερον, πρὸς τρίβους ματαιότητος, ὡς Ἀπόστολος θεῖος, Σίλα τεθαυμάστωσαι.

ν Φιλίπποις Ἅγιε, δεσμὰ καὶ φυλακήν, καὶ ῥαβδισμοὺς ὑπέμεινας, καὶ δεσμῶν τῆς ματαιότητος, ἀπέλυσας Σίλα, ἀνθρώπων συστήματα.

ερὰν πανήγυριν, τελεῖ χαρμονικῶς, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, ἡ Ἐκκλησίᾳ Ἀπόστολε, καὶ τὴν σὴν προστασίαν, ἀεὶ ἀπεκδέχεται.

Θεοτοκίον.

γνὴ Θεογεννήτρια, Ἀγγέλων χαρμονή, τὴν ἀθυμοῦσαν πάθεσι, ψυχήν μου παρακάλεσον, οἰκτιρμῶν Σου Παρθένε, τῇ θείᾳ χρηστότητι.

 

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Συνοδεύων ἀκλινῶς, Παύλῳ τῷ πανευκλεεῖ, συνεργὸς ὤφθης αὐτῷ, τῷ τῆς πίστεως Χριστοῦ, κηρύγματι, καὶ ἐν τοῖς ἄθλοις, σύναθλος ἔνδοξε.

Πλείστας πόλεις διελθών, καὶ τὸ φῶς τὸ θαυμαστόν, τῆς χρηστότητος Χριστοῦ, διαλάμπων ἐν αὐτοῖς, τῷ λόγῳ σου, Μακεδονίαν, πάσας ἐφώτισας.

δηγήσας πρὸς Χριστόν, τὴν Νεάπολιν σοφέ, καὶ Φιλίππους τὴν κλεινήν, κατῳκίσθης ἐν αὐτῇ Ἀπόστολε, ὑπὲρ Κυρίου χαίρων τῷ Πνεύματι.

Θεοτοκίον.

ώμην δίδοι μοι ἁγνή, τοῦ πατεῖν δι’ ἀρετῆς, τὴν δολίαν κεφαλήν, ὄφεως τοῦ νοητοῦ, καὶ βαίνειν με, τρίβῳ εὐθείᾳ, πρὸς τὰ οὐράνια.

 

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἐν εὐφροσύνῃ, τὴν ἁγίαν μνήμην σου, ἡ Ἐκκλησία ἡ σεπτή, ἣν περιφύλαττε πάντοτε, Σίλα παμμάκαρ, Ἀπόστολε ἔνδοξε.

Ὁ Οἶκος.

Ὡς ὑπηρέτης τοῦ Χριστοῦ, καὶ κήρυξ θεηγόρος, τοῦ σκεύους τῆς ἐκλογῆς, ἀκόλουθος καὶ μιμητής, καὶ τύπος τε καὶ χαρακτήρ, ὡς ἀληθῶς ἐδείχθης. Τῆς Σιὼν γὰρ σὺν αὐτῷ ἐξελθών, καὶ τῇ τοῦ φανέντος ὁράματος ὁδηγίᾳ, τὴν Μακεδονίαν καταλαβών, τὴν Νεάπολιν ὡς ἀπαρχὴν ἁγίαν, καὶ Φιλίππους ὁδηγήσας εἰς Χριστόν, καὶ τὴν λοιπὴν χώραν, διαδραμών· ὅθεν, Μονήν σοι ἀνήγειραν ἱερὰν ὡς ἱλαστήριον ψυχῶν νοητόν, ἔνθα συναθροιζόμενοι εὐλαβῶς, τὴν ἁγίαν μνήμην σου ἑορτάζομεν ἐν χαρᾷ, Σίλα παμμάκαρ, Ἀπόστολε ἔνδοξε.

 

Συναξάριον

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’. Τοὺς ἐν καμίνῳ.

κλελεγμένος Παύλῳ τῷ σοφῷ, σοφίας τοῦ Πνεύματος σάλπιγξ ὤφθης μυστική, καὶ λόγον Χριστοῦ τὸν σωτήριον, πᾶσιν ἀληθῶς ἐσάλπισας, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

ερομύστης ὤφθης ἱερός, ὡς θεῖος Ἀπόστολος μυστηρίων ὑψηλῶν, καὶ τῆς ζωῆς τὸ Εὐαγγέλιον, κόσμῳ Σίλα ἱερούργησας, καθιερώσας Χριστῷ, πεπιστευκότων πληθύν.

ναπαυθεὶς μάκαρ καθ’ ὁδόν, ἐκ Νεαπόλεως εἰς Φιλίππους προχωρῶν· ἔνθα σοι Μονὴν σεπτὴν ἐδείματο, Σίλα ὁ ποιμὴν ὁ ἔνθεος, τὸν τόπον τοῦτον σοφέ, ἡγίασας ἀληθῶς.

Θεοτοκίον.

Σεσαρκωμένον τέτοκας ἡμῖν, Θεὸν τὸν ἀσώματον διὰ σπλάγχνα οἰκτιρμῶν· ὅθεν τῆς σαρκός μου τὰ συντρίμματα, ἅμα καὶ ψυχῆς τὴν κάκωσιν, ἴασαι Κόρη ἁγνή, οἷάπερ Μήτηρ Θεοῦ.

 

ᾨδὴ η’. Ὃν φρίττουσιν Ἄγγελοι.

Γεώργιον ἔμψυχον, Κυρίου γεγονώς, σοφῶς ἐγεώργησας ταῖς θείαις διδαχαῖς, προσφέρειν τῷ λόγῳ, ἀρετῶν τοὺς καρπούς, τῆς Μακεδονίας τὰς πόλεις θεηγόρε.

Εἰς πόλιν ἐπέφθασας, Φιλίππων ἱερέ, ἐκ τῆς Νεαπόλεως προσκλήσει μυστικῇ, ἀνδρὸς Μακεδόνος, ἐκ Τρῳάδος ἐλθών, καὶ Θεσσαλονίκην, καὶ Βέῤῥοιαν λαμπρύνεις.

οαῖς τῶν δογμάτων σου, ἀρδεύεις δαψιλῶς, Ἀμφίπολιν Ἅγιε, κηρύξας τὸν Χριστόν, καὶ Ἀπολλωνίαν, διοδεύσας καλῶς, πρὸς ὁδὸν ἰθύνεις, αὐτὴν ζωῆς ἁγίας.

Θεοτοκίον.

φθόρως ἐκύησας, Χριστὸν τὸν Λυτρωτήν, φθορᾶς ἐκλυτρούμενον, ἡμᾶς τοὺς γηγενεῖς· διό με φθαρέντα, μεθοδείαις ἐχθροῦ, καίνισον Παρθένε, τῇ Σῇ ἐπιστασίᾳ.

 

ᾨδὴ θ’. Τὴν φωτοφόρον νεφέλην.

Συνοδοιπόρος τυγχάνων, τοῦ θεοῤῥήμονος Παύλου, πλείστους κινδύνους σὺν αὐτῷ, θεῖε Σίλα ὑπέστης, καὶ διανύσας ἱερῶς τὸν δρόμον τὸν κάλλιστον Ἀπόστολε, ἐπαξίως ἐδέξω, τὰς ἀφθάρτους δωρεὰς παρὰ Χριστοῦ.

αματόβρυτος κρήνη, γένοιτο Σίλα τοῖς πᾶσιν, ἡ παναγία σου εἰκών, τοῖς πιστῶς προσιοῦσι, καὶ προσκυνοῦσι αὐτῇ ἰάματα νέμουσα ἑκάστοτε, καὶ χαρὰν καὶ εἰρήνην, καὶ παντοίων πειρασμῶν ἀπαλλαγήν.

Μακεδονία καυχᾶται, ταῖς ἱεραῖς διδαχαῖς σου· ὅτι ἐπέδραμες αὐτήν, ὡς ἀστὴρ ἑωσφόρος, καὶ εὐσεβείας τῷ φωτί, κατηύγασας Σίλα παμμακάριστε, ἃς διέδραμες πόλεις, ὡς Ἀπόστολος Χριστοῦ θεοειδής.

Οἱ ἐν τῇ Μάνδρᾳ σου ταύτῃ, τῇ ἱερᾷ ἐνοικοῦντες, καὶ ἑορτάζοντες φαιδρῶς, τὴν ἁγίαν σου μνήμην, τὴν προστασίαν σου ἀεί, ἐπιβοώμεθα Ἀπόστολε, ἣν ἡμῖν δίδου Σίλα, ὡς θερμὸς ἡμῶν φρουρὸς καὶ ἀρωγός.

Θεοτοκίον.

ψος τοῦ Σοῦ μυστηρίου, καὶ τῆς ἀῤῥήτου Σου δόξης, τις διηγήσεται ἁγνή, Θεοτόκε Παρθένε. Σὺ γὰρ προήγαγες ἡμῖν, σαρκὸς ὁμοιώματι τὸν ἄσαρκον, καὶ ὑπέρθεον Λόγον, ἀλογίας ἐκλυτρούμενον ἡμᾶς.

 

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.

Τὸν μαθητὴν καὶ ἔνθεον μυστολέκτην, τῆς ὑπὲρ τοῦ λόγου νοῦν οἰκονομίας, Σίλαν τὸν Ἀπόστολον ὑμνήσωμεν· ὅτι ἡμᾶς ἐῤῥύσατο, τῆς τῶν εἰδώλων ἀπάτης, Εὐαγγελίου τῷ λόγῳ.

Θεοτοκίον.

Θεὸν τεκοῦσα Κόρη δι’ εὐσπλαγχνίαν, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου σαρκωθέντα, Μήτηρ ἀνεδείχθης ἀειπάρθενος, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν τῇ δρακὶ πᾶσαν κτίσιν, φέροντα Θεὸν Λόγον.

 

Αἶνοι. Ἦχος πλ. δ΄., Ὢ τοῦ παραδόξου θαύματος.

Σίλα, τοῦ Χριστοῦ Ἀπόστολε, καθάπερ ῥεῖθρον ζωῆς, ταῖς ἀρδείαις τοῦ Πνεύματος, μυστικῶς κατήρδευσας, τὰς αὐχρώσας τοῖς πάθεσι, ψυχῶν ἀρούρας καὶ ταύτας ἔδειξας, καρποφορούσας σπόρον τῆς πίστεως· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον πνευματικοῖς, ὕμνοις ἑορτάζοντες, ἐπαγαλλόμεθα. (Δίς)

 

Σίλα, ἱερὲ Ἀπόστολε, τῇ τοῦ φανέντος φωνῇ, ἐν ὁράματι Ἅγιε, Μακεδόνος ἔδραμες, θείῳ Παύλῳ ἑπόμενος, ἀπὸ Τρῳάδος εἰς τὴν Νεάπολιν, καὶ εἰς Φιλίππους Χριστὸν ἐκήρυξας, ἔνθα ὑπέμεινας, ῥαβδισμοὺς τῷ σώματι καὶ ἐν εἱρκτῇ, καθειρχθεὶς δεδόξασαι, ἐν ξένῳ θαύματι. (Δίς)

 

Δόξα. Ἦχος δ΄.

Τῆς ἐν Χριστῷ οἰκονομίας, θεοειδὴς Ἀπόστολος καὶ διαπρύσιος κήρυξ, ἀνεδείχθης ἐν τοῖς πέρασι, Σίλα παμμάκαρ. Ἐκ τῆς Σιὼν γὰρ ἀνατείλας, ὡς οὐρανὸς κατὰ Δαβὶδ ὁ ἔμψυχος, τοῖς ἐν γῇ διηγήσω, τοῦ κενωθέντος ἐπὶ γῆς δι’ εὐσπλαγχνίαν, καὶ οὐρανίους ἡμᾶς τελέσαντος τὴν δόξαν τὴν ἄῤῥητον, καὶ τῆς κενώσεως αὐτοῦ, τὸ μέγα μυστήριον. Αὐτὸν ἱκέτευε, θεηγόρε Ἀπόστολε, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Χαίροις εὐσεβείας θεῖος πυρσός, Ἀπόστολε Σίλα, καὶ τῆς χάριτος θησαυρός· χαίροις ὁ τῷ Παύλῳ, πιστῶς διακονήσας, αἰτούμενος δὲ πᾶσιν, ἡμῖν τὰ κρείττονα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁμοφρονήσας τῷ θεόφρονι Παύλῳ, Χριστῷ συνδέδεσαι μακάριε Σίλα, Οὗ κήρυξ ἐν τοῖς ἔθνεσιν ἐδείχθης ἱερός, διωγμοῖς καὶ θλίψεσι, καὶ δεσμοῖς ἀριστεύσας, Κορινθίων γέγονας, Ἱεράρχης θεόφρων, καθικετεύων πάντοτε Χριστόν, ὑπὲρ τῶν πίστει, εὐχὰς δεομένων σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐχαῖς, ὦ Σίλα, φύλαττε φιλαποστόλους. Ἀ(θανάσιος)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Εὐχαῖς σου ὦ Σίλα ταῖς ἱεραῖς, φυλάττοις τοὺς πόθῳ, σὲ τιμῶντας ἀπὸ ψυχῆς, καὶ θείαν πρεσβείαν ἐκζητοῦντας, πρὸς τὸν Σωτῆρα Ὃν βίῳ ἐδόξασας.

πάρχων δοχεῖον χωρητικόν, τῆς χάριτος Σίλα, ἠκολούθησας τῷ Χριστῷ, μηδόλως γηΐνων προσπαθήσας, ὧν καὶ ἡμᾶς ἀμετόχους ἀνάδειξον.

Χαρᾶς πεπλησμένος τῆς θεϊκῆς, ὦ Σίλα τῷ Παύλῳ, ἠκολούθησας ταπεινῶς, καὶ τούτου ἐκμίμημα ἐδείχθης· ὅθεν ἡμᾶς μιμητάς σου ἀνάδειξον.

Θεοτοκίον.

γνείαν φυλάξασα ἀκριβῆ, ἁγνείας Παρθένε, δεῖξον οἴκους τοὺς ἐκ ψυχῆς, τιμῶντας ἐν ὕμνοις Σου ἁγνείαν, δι’ ἧς Τριάδος τὴν χάριν ἐφείλκυσας.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

κανὸς ἐλογίσθης, ἀποσταλεὶς Ἅγιε, σὺν τῷ θείῳ Παύλῳ καὶ ἄλλοις, εἰς Ἀντιόχειαν, πρὸς ὑποστήριξιν, Χριστιανῶν νεοφύτων· ὅθεν Σίλα στήριξον, ἡμᾶς ἐν θλίψεσι.

Σάλον κόπασον Σίλα, τοῦ δολεροῦ δράκοντος, καὶ τὴν χριστοδώρητον δίδου, εἰρήνην ἅπασιν, ἵνα δοξάζομεν, τὴν ἐκ Θεοῦ σοι δοθεῖσαν, χάριν οἱ τιμῶντές σου, μνήμην τὴν πάντιμον.

ς ἐχάρησαν πάλαι Ἀντιοχεῖς Ἅγιε, ἐπὶ τῇ ὑμῶν παρουσίᾳ, οὕτως ἀξίωσον, τοὺς σοὶ προσπίπτοντας, χαίρειν χαρὰ τοῦ Κυρίου, καὶ τὴν παρουσίαν σου, ἀεὶ αἰσθάνεσθαι.

Θεοτοκίον.

Σῷζε τέκνα Σου Μῆτερ, τὰ ἐπὶ Σοὶ τρέχοντα, καὶ τὴν τῶν πτερύγων Σου σκέπην, πόθῳ αἰτούμενα, ὅπως τοῦ δαίμονος, πάσης παγίδος ῥυσθῶμεν, καὶ κληρονομήσωμεν, γλυκὺν Παράδεισον.

Διάσωσον, τοὺς σοὺς ἱκέτας, Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀγάπην τὴν σὴν ἣν ἔσχες πρὸς τὸν Κύριον, μετάδος ἡμῖν ὦ Σίλα χριστοκάρδιε, καὶ παγίδων λύτρωσαι ἃς ὁ δόλιος ἡμῖν ἵστησι, διαφυλάττων τὰς ψυχάς, ὁμοῦ καὶ σώματα τῶν τιμώντων σε

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

ερὰ σάλπιγξ γέγονας Σίλα, τοῦ Κυρίου τὰ δικαιώματα, ἐκδιδάξας ἐν τοῖς πέρασι· διὸ καὶ ἡμῖν ταῦτα ἐκδίδαξον.

Λαμπροτάτην τὴν εἴσοδον, εἰς τὴν Βασιλείαν Κυρίου ποίησον Σίλα, πᾶσι τοῖς προστρέχουσι, καὶ θερμῶς αἰτοῦσι τὰς πρεσβείας σου.

Αὐγαζόμενος χάριτι Σίλα, τοῦ ἡλίου τῆς δόξης αὔγασον, τοὺς κειμένους ἐν τοῖς πταίσμασι, καὶ τὸ φῶς Κυρίου ἀναμένοντος.

Θεοτοκίον.

Φεῖσαι Μῆτερ τῶν τέκνων Σου, τῶν παραβαινόντων Χριστοῦ θελήματα, καὶ κρημνοῦ ταῦτα ἐξάρπασον, λυτρουμένη θείαις ἱκεσίαις Σου.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

πνου ψυχικοῦ, ἡμᾶς Σίλα διανάστησον, πρὸς ἐργασίαν ἐντολῶν Χριστοῦ· δι’ ὧν θεοῦται, κατὰ χάριν τὸ ἀνθρώπινον.

Λύτρωσαι σειρᾶς, ἁμαρτίας Σίλα ἔνδοξε, ὡς σὺ ἐῤῥύσθης ἐν Φιλίππῳ θαυμαστῶς, μετὰ τοῦ Παύλου, ἐξ ἀδίκου φυλακίσεως.

Αἴτησαι ἡμῖν, ἐκ Κυρίου Σίλα πάντιμε, τὴν προστασίαν ἐκ δαιμόνων φοβερῶν, οὕς περ δυνάμει, τοῦ Σταυροῦ πάλαι κατήργησας.

Θεοτοκίον.

Τρῶσον τὰς ψυχάς, τῇ ἀγάπῃ τοῦ θείου Τόκου Σου, Παρθενομῆτορ, καὶ ἀξίωσον ἡμᾶς, ὀπίσω Τούτου, ἐν παντὶ τῷ βίῳ ἕπεσθαι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Τὰ πάθη μου, τὴν ψυχὴν συνθλίβοντα, ὡς ὀγκόλιθος ὦ Σίλα τρισμάκαρ, θραῦσον εὐθύς, ὡς τὰ εἴδωλα πάλαι, τὸ κατ’ εἰκόνα καθαίρων πρεσβείαις σου, καὶ ἐνισχύων με ἀεί, εἰς ἀπόκτησιν τοῦ καθ’ ὁμοίωσιν.

νίσχυσον, τὰς ψυχὰς τῶν δούλων σου, κλονουμένας πειρασμοῖς μάκαρ Σίλα, καὶ ἀβλαβεῖς, ἐξ ἐχθροῦ ἐπηρείας, σαῖς ἱκεσίαις ἡμᾶς διατήρησον, συντρίβων ἀποστολικῶς, τὰς παγίδας αὐτοῦ καὶ τὰ σκάνδαλα.

Φροντίδων με, ἀγχωδῶν ἀπάλλαξον, καὶ μερίμνης ψυχοφθόρου ὦ Σίλα, καταξιῶν, ἀνατίθεσθαι πάντα, πεπερασμένον μου βίου τῷ Κτίσαντι, τῷ ἔχοντι τὴν πατρικήν, οἰκουμένης φροντίδα καὶ πρόνοιαν.

Θεοτοκίον.

άτρευσον, τῶν σωμάτων Δέσποινα, καὶ ψυχῶν τὰς ἀσθενείας καὶ νόσους, τὸν Ἰατρόν, Ἰησοῦν Σαῖς πρεσβείαις, ἐξιλεοῦσα ὑπὲρ τῶν τιμώντων σε, καὶ ὕμνον τὸν ἀγγελικόν, ἐκβοώντων σοι· χαῖρε πανάμωμε.

Διάσωσον, τοὺς σοὺς ἱκέτας, Ἀπόστολε θεῖε Σίλα, ἀπὸ πάσης ἀνάγκης ψυχῆς τε καὶ σώματος, καὶ πρέσβευε διὰ παντός, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πυρωθεὶς τῷ πυρὶ θείου Πνεύματος, ὥσπερ γίγας τὸν κόσμον διέδραμες, μάκαρ Σίλα πλάνης λαοὺς πολλοὺς ἐξαγαγών· διὸ ῥῦσαι καὶ ἡμᾶς, προσπίπτοντάς σοι ἐκ ψυχῆς, ἐκ παγίδων ἀλάστορος· δίδου Χριστοῦ ἀγάπην, φλέξον παθῶν ἀκάνθας, καὶ Βασιλείας οὐρανῶν, ταῖς εὐχαῖς σου πᾶσι χάρισαι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Εἰς πᾶσα τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον, κατὰ Ματθαῖον (κεφ. θ΄, 37-38, ι’, 5-9)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀποστόλου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Σίλα θεοδόξαστε, Ἁγίου Πνεύματος θρόνε, πᾶσαν γῆν ἐφώτισας, σωτηρίοις λόγοις σου καὶ συνήρμοσας, τῷ Χριστῷ ἄριστα, τοὺς ἐν σκότει ὄντας, καὶ υἱοὺς φωτὸς καὶ χάριτος, τούτους ἀνέδειξας· ὅθεν καὶ ἡμᾶς νῦν ἀξίωσον, ἐν τῷ φωτὶ πορεύεσθαι, τοῦ Εὐαγγελίου καὶ ἄξια, κλήσεως Κυρίου, ἐργάζεσθαι τὰ ἔργα καὶ παντός, κινδύνου ῥῦσαι τοὺς ὅσοι σου, δέονται ἐκ πίστεως.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Λιμὸν λόγου Κυρίου ἀποδίωκε Σίλα ἐκ τῶν τιμώντων σε, πλουσίως διατρέφων, ἡμᾶς σεπταῖς εὐχαῖς σου, ὅπως Λόγῳ ἑνούμενοι, ἐν οὐρανίᾳ Σιών, ζήσωμεν εἰς αἰῶνας.

ποστόλων με ζήλῳ, καταπλούτισον Σίλα θεομακάριστε, καὶ τῆς Χριστοῦ ἀγάπης· δι’ ὧν σὺ πεπλησμένος, οἰκουμένην διέδραμες, καὶ ὥσπερ σάλπιγξ λαμπρῶς, ἤχησας σωτηρίαν.

Πεδηθεὶς ἑκουσίως, ἁμαρτίαις ποικίλαις Σίλα μακάριε, βοῶ σοι· θραῦσον πέδας, καθάπερ ἐν Φιλίπποις, σοῦ τὰς πέδας κατέθραυσεν, ἐν φυλακῇ ὁ Χριστός, ὄντος μετὰ τοῦ Παύλου.

Θεοτοκίον.

ρμαθὸν τῶν παθῶν μου Θεοτόκε Παρθένε ταχὺ ἀφάνισον, ἡ ἀπαθῶς τὸν Λόγον, κυήσασα ἐν χρόνῳ, καὶ τοῖς πάθεσι σώσαντα, ἅπαν τὸ γένος ἡμῶν, ἀπὸ παθῶν ἀτίμων.

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Σίλα ὡς δῶρον, τὴν προσευχήν μοι παράσχου, καὶ ὑπνοῦντι καὶ ἐξεγειρομένῳ, ὅπως ἰσαγγέλως, τὸν Κύριον δοξάζω.

Τρῶσον ψυχήν μου, Σίλα τῷ πόθῳ Κυρίου, ἐκδιώκων ἀγάπην τὴν τοῦ κόσμου, ἵνα διανύσω, ὁδὸν Εὐαγγελίου.

λον τὸν νοῦν μου, καθυπόταξον Σίλα, τοῦ Δεσπότου θελήματι τῷ θείῳ, λογισμοὺς ἀκαίρους, καθαίρων καὶ ἐννοίας.

Θεοτοκίον.

Λάμπρυνον Μῆτερ, ἠσβολωμένην ψυχήν μου, ἡ τεκοῦσα τὸ Φῶς παντὸς τοῦ κόσμου, καὶ ἀξίωσόν με, φωτὸς τοῦ Παραδείσου

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Πνεύματι Ἁγίῳ, πάθη θεραπεύων, ψυχῆς καὶ σώματος Σίλα μακάριε, τοὺς αἰτουμένους σε πόθῳ, θεράπευσον.

πὲρ τῆς Ἐκκλησίας, Σίλα ἐκδυσώπει, τὸν Ἰησοῦν ὑπὲρ Οὗ ἄθλους ἤνεγκας, ἵνα Αὐτὴν ἐν εἰρήνῃ, φυλάττῃ πάντοτε.

Σίλα ἀξίωσόν με, θείου Παραδείσου, τὸν προσκυνοῦντα ἁγίαν εἰκόνα σου, καὶ σὲ προβάλλοντα πρέσβυν, πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.

νάνηψον ψυχήν μου, ἐκ βαθέος ὕπνου, τῆς ἀμελείας καὶ δεῖξον μετάνοια, τὴν Θεοτόκον καὶ Σίλαν, μεσίτας ἔχουσα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Σίλα σάλπιγξ τοῦ Ἰησοῦ, ἡ ἐκ σκότους πλάνης, ἀναστήσασα τοὺς λαούς, καὶ υἱοὺς ἡμέρας, αὐτοὺς ἐναποδείξας, θείῳ κηρύγματί σου, καὶ βίῳ λάμποντι.

Γέγονας συνέκδημος ἱερός, Σίλα θείου Παύλου· μεθ΄ οὗ ἔδραμες ὡς φωστήρ, πᾶσαν οἰκουμένην, συνάπτων τῷ Κυρίῳ, καὶ νῦν τοὺς σὲ τιμῶντας, σκέπεις πρεσβείαις σου.

Τοὺς προσερχομένους τῷ σῷ ναῷ, Σίλα χριστοφόρε, δεῖξον οἴκους τοῦ Ἰησοῦ, πάθη θεραπεύων, ψυχῶν τε καὶ σωμάτων, Πνεύματι τῷ Ἁγίῳ, Οὗ πλήρης γέγονας.

Σκέπε ταῖς ἁγίαις σου προσευχαῖς, Ἐκκλησίας Σίλα, ἐν αἷς ἔδρασας θαυμαστῶς, τὴν Ἀντιοχείας, Φιλίππων τε Βεῤῥοίας, κλεινῆς Θεσσαλονίκης, Κορίνθου πόλεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Σίλα, Θεοῦ Λόγου μαθητά, κήρυξ τῆς Χριστοῦ Βασιλείας, Παύλου ὁμόψυχε, τοὺς πιστῶς προστρέχοντας, τῷ ἱερῷ σου ναῷ, νοσημάτων ἀπάλλαξον, καὶ Πνεύματος δεῖξον, θεῖα οἰκητήρια, κεκαθαρμένους παθῶν· ὅπως, ἐν ἐσχάτῃ ἡμέρᾳ, τύχωμεν ἐλέους Κυρίου, καὶ Αὐτοῦ κατίδωμεν τὸ πρόσωπον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου