Παρασκευή 16 Αυγούστου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 16. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΜΥΤΙΛΗΝΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄.
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΜΥΤΙΛΗΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη Ῥόδου)

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Δεῦτε ἀνυμνήσωμεν, ἐν κατανύξει φιλέορτοι, ἑορτάζοντες σήμερον, τὸν θεῖον Νικόλαον, τὸν ἐκ Μυτιλήνης, φανέντα φωστῆρα, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τοῦ μαρτυρίου τοῖς ἀπαυγάσμασι, καὶ τούτῳ ἐκβοήσωμεν· Ὑπὲρ ἡμῶν καθικέτευε, τὸν φιλάνθρωπον Κύριον, ἵνα εὕρωμεν ἔλεος.

Πίστεως τὴν δύναμιν, ἐνδεδυμένος Νικόλαε, πρὸς ἀθλήσεως ἔδραμες, προθύμως τὸ στάδιον, καὶ καταπαλαίσας, ἀνδρείως ἐν τούτῳ, τὸν πολυμήχανον ἐχθρόν, νίκης ἐδέξω στέφος ἀμάραντον· διό σε μακαρίζομεν, οἱ εὐσεβεῖς παμμακάριστε, τὸ σεπτόν σου μνημόσυνον, ἐκτελοῦντες ἐν ᾄσμασι.

Ὅλην ἀναθέμενος, τῷ Βασιλεῖ τῶν δυνάμεων, τῆς ψυχῆς σου τὴν ἔφεσιν, αὐτὸν ὡμολόγησας, ἐπὶ τῶν ἀπίστων, καὶ ἔδωκας χαίρων, τῷ μαρτυρίῳ σεαυτόν, καταφρονήσας πόνων τοῦ σώματος· ἀλλ’ ὡς τὴν ἐπουράνιον, ἀναψυχὴν κληρωσάμενος, ὑπὲρ πάντων Νικόλαε, τῶν ὑμνούντων σε πρέσβευε.

Σήμερον ἀγάλλεται, ἡ Μυτιλήνη Νικόλαε, ἡ πατρίς σου καὶ γάνυται, τελοῦσα τὴν μνήμην σου, τὴν δεδοξασμένην, καὶ ἀνακραυγάζει, ἐν κατανύξει σοι ψυχῆς· Μάρτυς Κυρίου Μαρτύρων καύχημα, πρεσβείαις εὐπροσδέκτοις σου, πρὸς τὸν φιλάνθρωπον Κύριον, τὸν λαὸν καὶ τὴν πόλιν σου, σκέπε φρούρει καὶ φύλαττε.

Δόξα. Ἦχος β΄.
Τὴν ἔνδοξον μνήμην σου, τιμῶμεν πάντες σήμερον, Νεομάρτυς Νικόλαε, τῆς Μυτιλήνης καύχημα· ἀθλήσεως γὰρ αἵμασι, τὸν ἀλαζόνα ἐναπέπνιξας, καὶ νικηφόρος πρὸς Χριστόν, τὸν ποθητόν σοι ἀνέδραμες. Αὐτῷ οὖν πρέσβευε ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, τιμήσωμεν ἐν ὕμνοις, Νικόλαον τὸν θεῖον, ὡς νέον Ἀθλοφόρον, Χριστοῦ τοῦ Παντοκράτορος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Πίστεως ἀληθῶς, ἰσχὺν διεζωσμένος, Νικόλαε τρισμάκαρ, ἐν ἄθλοις μαρτυρίου, ἐδόξασας τὸν Κύριον.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἔχων πρὸς τὸν Θεόν, πολλὴν τὴν παῤῥησίαν, ὡς Μάρτυς τροπαιοῦχος, Αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν Νικόλαε.

Δόξα. Ἦχος πλ. β΄.
Χριστὸν ἐν τῇ ψυχῇ σου, διὰ πίστεως ἐνστερνσάμενος, ὑπὲρ Αὐτοῦ ἐνήθλησας, καὶ τὴν ἀσέβειαν ἐπόρθησας, Νεομάρτυς Νικόλαε· διὸ πρέσβευε Αὐτῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νικήσας τοῖς ἄθλοις σου τὸν παλαμναῖον ἐχθρόν, ἐδέξω τὸ νίκαθρον τῆς ἀθανάτου ζωῆς, θεόθεν Νικόλαε· ὅθεν μετὰ Μαρτύρων, ἐν ὑψίστοις χορεύων, πρέσβευε τῷ Κυρίῳ, ἐν πολλῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα πάντες θεῖον Νικόλαον, οἱ εὐσεβεῖς ἐν ὕμνοις, εὐφημήσωμεν πόθῳ· Μαρτύρων γὰρ τελέσας οὗτος στεῤῥῶς, ἐπὶ γῆς τὸ ἀγώνισμα, ἐν τοῖς ὑψίστοις παρίσταται τῷ Χριστῷ, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Ἡ Μυτιλήνη ἀγάλλου ἐκ σοῦ γὰρ ἔλαμψεν, ἀνατολῇ τῇ θείᾳ, τοῦ σεπτοῦ μαρτυρίου, ἐν χρόνοις τοῖς δουλείας ὥσπερ φωστήρ, ὁ θεόφρον Νικόλαος, τὰς διανοίας φωτίζων τῶν εὐσεβῶν, ἀστραπαῖς Θεοῦ τῆς χάριτος.

Τῆς εὐσεβείας ἐκλάμπων τοῖς προτερήμασι, μαρτυρικῆς εὐκλείας, κοινωνὸς ἀνεδείχθης, βασάνους ὑπομείνας ὑπὲρ Χριστοῦ, καὶ ἀθλήσας δι’ αἵματος, τῆς Μυτιλήνης ὁ γόνος ὁ θαυμαστός, παμμακάριστε Νικόλαε.

Ὡς τῶν Μαρτύρων ζηλώσας τὰ κατορθώματα, καρτερικῶς ὑπῆλθες, μαρτυρίου τὸ σκάμμα, Νικόλαε θεόφρον καὶ δυσμενῶν, τὴν παράταξιν ἤσχυνας· διὸ ἀξίως ἐδέξω παρὰ Θεοῦ, ἀφθαρσίας τὸ διάδημα.

Ὁμολογίας ῥομφαίαν Μάρτυς Νικόλαε, ἐν τῇ καρδίᾳ πήξας, τοῦ Βελίαρ τὸ πρῶτον, δι’ ἄθλον μαρτυρίου τοῦτον οἰκτρῶς, ἐθανάτωσας ὕστερον, καὶ κατ’ αὐτοῦ φερωνύμως νίκην σοφέ, ἐκατόρθωσας αἰώνιον.

Νικητικῶς ἐκτελέσας τὴν μαρτυρίαν σου, παρὰ Θεοῦ παμμάκαρ, ἐν Ἐδὲμ ἐδοξάσθης· διὸ τοὺς ἐκτελοῦντας χαρμονικῶς, τὴν ὑπέρτιμον μνήμην σου, ἀπὸ παντοίων διάσωσον πειρασμῶν, τῇ πρεσβείᾳ σου Νικόλαε.

Δόξα. Ἦχος β΄.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον, τοῦ Ἀθλοφόρου φιλομάρτυρες. Δεῦτε εὐφημήσωμεν, αὐτὸν ἐκ καρδίας βοῶντες καὶ λέγοντες· Χαίροις, παμμάκαρ Νικόλαε, ὁ τῇ ἀγάπῃ Χριστοῦ ἀναφλεχθείς, καὶ μαρτυρίου ἀνύσας τὸν δίαυλον· χαίροις, ὁ φερωνύμως νικήσας, δι’ εὐσεβοῦς ὁμολογίας, τὰς φάλαγγας τοῦ δεινοῦ κοσμοκράτορος· χαίροις, Μυτιλήνης τὸ βλάστημα, Ὀρθοδόξων τὸ καύχημα, καὶ κλέος τῆς Ἐκκλησίας. Παῤῥησίαν ὡς ἔχων πρὸς τὸν φιλάνθρωπον Θεόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Σήμερον χορείαν πλέξαντες, προφρόνως φιλομάρτυρες, μέλος ἐπινίκιον, τῷ Νεομάρτυρι προσοίσωμεν. Νίκην τὴν καλὴν γὰρ νικήσας, ὡς τῆς εὐσεβείας ἀγωνιστὴς γενναιότατος, τοὺς στεφάνους ἀνεδήσατο· διὸ καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Μακάριε Νικόλαε, Μυτιλήνης τὸ καύχημα, πρέσβευε τῷ Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Προκινδυνεύων ζήλῳ θεϊκῷ, εὐσεβείας πατρώας, πρὸς μαρτυρίου τὸ στάδιον, γενναιοφρόνως ἐχώρησας, Νεομάρτυς Νικόλαε· ἔνθα σταθερὰν τὴν γνώμην, ἀσάλευτον τὴν ψυχήν, καὶ ἀήττητον τὸ φρόνημα, ῥώμῃ θεϊκῇ ἐπιδειξάμενος, διὰ θανάτου τῷ Δεσπότῃ, θῦμα ἐδείχθης τελεώτατον, καὶ καθάρσιον λαοῦ, τοῦ ἐν δουλείᾳ στενάζοντος· ὅθεν σήμερον οἱ πιστοί, τὴν μνήμην σου ἑορτάζοντες, καὶ θερμότατόν σε πρέσβυν προσάγομεν, τῷ δοξάσαντί σε, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἐτήσιον ἐκτελοῦντες, καὶ πανέορτον μνήμην, Νικολάου τοῦ Μάρτυρος, σπουδαίως φιλέορτοι συνδράμωμεν, ἐπαινοῦντες αὐτοῦ τὰ κατορθώματα. Οὗτος γὰρ τυράννων πρὸ βήματος, ἀνδρειοφρόνως κηρύξας, τοῦ Κυρίου τὸ σωτήριον, τὸν ἀνίσχυρον ἐχθρόν, ἀθανάτοις τροπαίοις νίκης εἰς τέλος κατέαξε, καὶ κοινωνὸς τῶν Μαρτύρων, τῆς δόξης ἐγένετο· ὅθεν ἐν οὐρανοῖς, Χριστῷ παριστάμενος, τῇ Ἐκκλσίᾳ τὴν εἰρήνην αἰτεῖται, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Οἱ πιστοὶ συνελθόντες, προθύμως ὑμνήσωμεν, Νικόλαον τὸν Χριστοῦ Νεομάρτυρα. Νεκρώσεως γὰρ τὸν χιτῶνα, τοῖς ἄθλοις ἀπεκδυσάμενος, στολὴν μαρτυρικῆς ἀφθαρσίας ἐνεδύσατο· μεθ’ ἧς σὺν Ἁγίοις χορεύει, εἰς Βασιλείαν οὐρανῶν, τὸ πλάτος εὐφραινόμενος, καὶ πρεσβεύει ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, εὐφημήσωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, τὸν Ἀθλοφόρον Χριστοῦ, ἔνδοξον Νικόλαον, τὸν ἐναθλήσαντα, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ καταβαλόντα, πᾶσαν τὴν παράταξιν, τῆς ματαιότητος· τούτου γὰρ ἡ ἔνδοξος μνήμη, σήμερον λαμπρὰ ἐπεφάνη, τοὺς αὐτὸν γεραίροντας φωτίζουσα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἔχων, διαλάμπουσαν ἐν σοί, Πνεύματος Ἁγίου τὴν χάριν, ὡς θεοφόρος ἀνήρ, ζήλῳ ὁμολόγησας, Χριστοῦ τὸ ὄνομα, καὶ προθύμως ἐβάστασας, αὐτοῦ τῇ σαρκί σου, στίγματα τὰ τίμια, τῷ μαρτυρίῳ σου· ὅθεν, τῆς ζωῆς κληρονόμος, γέγονας ἀπαύστως πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε Νικόλαε.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δῶρον, προσενήνοχας καλόν, καὶ εὐωδεστάτην θυσίαν, τῷ ἐν Τριάδι Θεῷ, σεαυτὸν Νικόλαε, ἐκδοὺς τὸ σῶμά σου, τοῖς βασάνοις ὡς ἄσαρκος, καὶ θάνατον χαίρων, ὡς ζωῆς σοι πρόξενον, Μάρτυς δεξάμενος· ὅθεν, δοξασθεὶς ἐν ὑψίστοις, πάντοτε μνηνόνευε πάντων, τῶν ἀνευφημούντων σε ἐν ᾄσμασι

Δόξα. Ἦχος πλ. β΄.
Ὡς ὄρθρος, ὡς ἥλιος φαιδρός, ἡ φωσφόρος σου μνήμη ἀνέτειλε, ἀξιομακάριστε Νικόλαε, φωταγωγοῦσα τὴν κτίσιν, ἀστραπαῖς τῶν χαρισμάτων σου· ἡμέρας γὰρ ὑπάρχων, καὶ φωτὸς υἱὸς γνήσιος, μαρτυρίου τῇ αἴγλῃ ὑπερήστραψας, καὶ ἀσεβείας σκοτίαν διέλυσας· ὅθεν σήμερον οἱ πιστοί, εὐσεβῶς σε ὑμνοῦντες, τὸν φωτισμὸν διὰ σοῦ αἰτούμεθα, καὶ τὸ μέγα ἔλεος

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις ταῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Ταῆς ἐρήμου πολίτης
Μυτιλήνης τὸν γόνον Ἐκκλησίας τὸ καύχημα, τῶν Νεομαρτύρων τὴν δόξαν, σὲ τιμῶμεν Νικόλαε· φερώνυμος γὰρ νίκη ἀληθῶς, ἐδείχθης τοῦ λαοῦ τοῦ εὐσεβοῦς, ἐν ἡμέραις τῆς δουλείας μαρτυρικῶς, τὸν δρόμον σου ἐκτέλεσας· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νικήσας τοῖς ἄθλοις σου τὸν παλαμναῖον ἐχθρόν, ἐδέξω τὸ νίκαθρον τῆς ἀθανάτου ζωῆς, θεόθεν Νικόλαε· ὅθεν μετὰ Μαρτύρων, ἐν ὑψίστοις χορεύων, πρέσβευε τῷ Κυρίῳ, ἐν πολλῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐκλάμψας ὡς φωστήρ, μαρτυρίου τοῖς ἄθλοις, φωτίζεις μυστικῶς, τὴν Χριστοῦ Ἐκκλησίαν, Νικόλαε μακάριε, φωταυγείᾳ τῆς χάριτος, ἥτις σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζουσα, δοξολογεῖ τὸν Δεσπότην, ὡς σὲ θαυμαστώσαντα.
Δόξα.
Τῇ ἄνωθεν ῥοπῇ, δυσμενῶν ἀοράτων, ἐχθρῶν καταβαλών, τὰς δυνάμεις εἰς τέλος, ἐνδόξως ἐθριάμβευσας, Νεομάρτυς Νικόλαε· ὅθεν στέφανον, ἀπολαβὼν ἀφθαρσίας, καθικέτευε, ὑπὲρ ἡμῶν τῶν αἰνούντων, ἐκ πόθου τὴν δόξαν Σου.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁμολογήσας τὸν Χριστὸν τοῖς τυράννοις, καὶ ὑποκύψας μηδαμῶς τοῖς βασάνοις, Μαρτύρων ἐξετέλεσας τὸν δρόμον εὐκλεῶς, καὶ εἰς τὸν οὐράνιον, μετετέθης νυμφῶνα, ἔνθα ἀξιούμενος, τῆς χαρᾶς τῶν Ἁγίων, ὑπὲρ ἡμῶν μὴ παύσῃ τῷ Θεῷ, πρεσβείαν φέρων, παμμάκαρ Νικόλαε.
Δόξα.
Τοῖς ἀσεβέσι παραστὰς ῥωμαλέος, ὡς εὐσεβείας τὴν ἰσχὺν κεκτημένος, τὸν Ἰησοῦν ἐκήρυξας Σωτῆρα καὶ Θεόν, οὗπερ καὶ τὸ τίμιον, μιμησάμενος πάθος, δόξης κατηξίωσαι, ἀθανάτου ἐν πόλῳ· διὸ ἀεὶ ἱκέτευε θερμῶς, ὑπὲρ ἡμῶν Νεομάρτυς Νικόλαε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Μυτιλήνη ἀγάλλου ἐκ σοῦ γὰρ ἤνθησεν, ὡς ἐυωδέστατον ἄνθος, μαρτυρικαῖς ἀρεταῖς, τοῦ Χριστοῦ ὁ ἀριστεὺς θεῖος Νικόλαος, τὰ αἰσθητήρια ἀεί, εὐωδίᾳ μυστικῇ, τῆς χάριτος καθηδύνων, τῶν πόθῳ ἐπιτελούντων, τὴν ἱερὰν αὐτοῦ πανήγυριν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμήν, τῶν προστρεχόντων Σοι, ἀειπάρθενε ἁγνή, τὸν Υἱόν Σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὅπλοις τῆς πίστεως φραξάμενος, πρὸς πάλην μαρτυρικὴν ἐξελήλυθας, καὶ νικηφόρως αὐτὴν ἐξετέλεσας, ὡς τῆς νίκης ἐπώνυμος, Νεομάρτυς Νικόλαε· ὅθεν, ἀθανάτοις τροπαίοις, ἐν τοῖς ὑψίστοις κλεϊζόμενος, τῷ Χριστῷ στεφηφόρος παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικήσας τὸν ὄφιν μαρτυρικῶς, φερώνυμον στέφος, ὑπεδέξω παρὰ Θεοῦ· διὸ χάριν αἴτει μοι καὶ λόγον, ὡς ἄν σοι πλέξω τὸν ὕμνον Νικόλαε.
Χριστοῦ τῇ ἀγάπῃ ἀνακραθείς, τυράννοις ἀντέστης, μιαιφόνοις περιφανῶς, καὶ τούτων κατήσχυνας τὸ θράσος, τοῦ μαρτυρίου τοῖς ἄθλοις Νικόλαε.
Ἰδού σε τιμῶμεν οἱ εὐσεβεῖς, Νικόλαε μάκαρ, ὅτι χαίρων τοῦ Ἰησοῦ, τὴν κλῆσιν κηρύξας τοῖς ἀπίστοις, ἐν μαρτυρίου τῇ πάλῃ διέπρεψας.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, ἄχραντε Παρθένε, χάριτός Σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.

ᾨδὴ γ’. Στερεωθήτω ἡ καρδία μου.
Στηρίξας τὸ φρόνημα, ἐπὶ τὴν πέτραν τῆς πίστεως, ταῖς προσβολαῖς τῶν κολαστηρίων, οὐκ ἐσείσθης Νικόλαε.
Τυράννων οὐκ ἔπτηξας, τὸ ἐπαιρόμενον φρύαγμα, καὶ τοῦ Χριστοῦ, τούτους τῇ δυνάμει, ἐτροπώσω Νικόλαε.
Ἰσχύϊ τῆς ἄνωθεν, ἐνισχυόμενος χάριτος, μαρτυρικόν, ἐπορεύθης δρόμον, ἀπτοήτως Νικόλαε.
Θεοτοκίον.
ψόθεν ἐπίβλεψον, ἐπὶ τοὺς δούλους Σου Δέσποινα, ἐκ πειρασμῶν, πάντας λυτρουμένη, καὶ κινδύνων ὡς εὔσπλαγχνος.


Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σαρκὸς μὴ φεισάμενος ὡς φθειρομένη σαφῶς, Χριστῷ ἠκολούθησας τῷ μαρτυρίῳ πιστῶς, παμμάκαρ Νικόλαε· ἤνεγκας τὰς βασάνους, καὶ τὸν θάνατον χαίρων, δόξῃ ἐστεφανώθης, καὶ τιμῇ ἀθανάτῳ· διὸ ὑπὲρ ἡμῶν ἐκτενῶς, δυσώπει τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν χρόνων ἐπέκεινα καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας ὑπερφυῶς ἐν σαρκί, Θεάνθρωπον ἄχραντε· ὅθεν Σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς Σοι βοῶμεν· τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἐφιέμενος Ἅγιε, δόξαν τοῦ Κυρίου σου τὴν ἀείζωον, κατεφρόνησας τοῦ σώματος, καὶ Μαρτύρων δρόμον ἐξετέλεσας.
Φοβερώτατον στάδιον, τῆς ὁμολογίας σου καὶ ἀθλήσεως, ὦ Νικόλαε διήνυσας, καὶ ἐστεφανώθης ὡς καλλίνικος.
Βασιλείας σὺ ἔλαβες, ἄνωθεν Νικόλαε τὸ δηνάριον, τῶν Πατέρων τὴν εὐσέβειαν, πόνοις στερεώσας μαρτυρίου σου.
Θεοτοκίον.
υπωθέντα με πταίσμασι, ῥείθροις ἀποκάθαρον τῆς Σῆς χάριτος, ἵνα τόκον Σου τὸν ἄχραντον, μακαρίζω Κόρη ἀειπάρθενε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ὅλος τῷ Θεῷ, ἀνακείμενος Νικόλαε, ἐν τῷ κράτει τῆς δυνάμεως αὐτοῦ, τὸν ἀρχέκακον ἐνίκησας πολέμιον.
Γνόφον αἰσθητόν, διαβὰς τῷ μαρτυρίῳ σου, ταῖς ἀκτῖσι κατελλάμφθης μυστικῶς, τοῦ Δεσπότου σου τῆς χάριτος Νικόλαε.
Στύλος ἀῤῥαγής, ἀναδέδειξαι τῆς πίστεως, ἐν ἐσχάτοις τοῦ Μαρτύρων τοῦ Χριστοῦ, μιμησάμενος τὴν ἔνστασιν Νικόλαε.
Θεοτοκίον.
δε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Βαπτίσματος τὴν στολήν, κοσμήσας Μάρτυς τοῖς αἵμασι, μετέστης πρὸς οὐρανόν, ἐν δόξῃ Νικόλαε, Χριστῷ παριστάμενος, καὶ ἡμῖν βραβεύων, τὰ γνωρίσματα τῆς χάριτος.
Ἀγάπης τοῦ Ἰησοῦ, τῆς γλυκυτάτης γευσάμενος, Ἀγαρηνῶν τὴν πικράν, ἀσέβειαν ἤλεγξας, καὶ ἤθλησας ἄριστα, ἐν ἐσχάτοις χρόνοις, ὑπὲρ πίστεως Νικόλαε.
Ὡς κλίμακι νοητῇ, τῷ μαρτυρίῳ χρησάμενος, πρὸς Βασιλείαν Θεοῦ, τὸ ὕψος ἀνέδραμες, παμμάκαρ Νικόλαε, ἐκ οὗ ἐποπτεύων, μὴ ἐλλίπῃς τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Λαμπάδι τῇ νοητῇ, τῆς μητρικῆς εὐσπλαγχνίας Σου, παθῶν μου τὸν σκοτασμόν, τελείως διάλυσον, καὶ σῶσόν με ἄχραντε, ἀνυμνολογοῦντα, τὸ μυστήριον τοῦ τόκου Σου.

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Ὡς εὐσεβείας παγκράτιστον στρατιώτην, καὶ ἀσεβείας τῶν τυράννων καθαιρέτην, πάντες Νικόλαε εὐφημοῦμέν σε, καὶ εὐλαβῶς τελοῦμεν, τὴν σὴν σεπτὴν πανήγυριν, πταισμάτων τὴν λύσιν ἐξαιτούμενοι.
Ὁ Οἶκος.
Τὸν θαυμαστὸν καὶ θεῖον Κυρίου ἀθλητήν, ποία γλῶσσα λιγυρὰ γηγενῶν, ἔπαινον προσφέρειν δυνήσεται; ὃν γὰρ στεφάνῳ ὁ Χριστός, δόξης ἐστεφάνωσε, ποῖος λόγοις τιμήσει; Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν κατ’ ἀξίαν, Νικόλαον τὸν Μάρτυρα, τὸν ἐν Μυτιλήνῃ τελέσαντα, μαρτυρίου τὸ γυμνάσιον. Ἀλλ’ ὦ φιλομάρτυρες, δεῦτε πάντες τῷ Μάρτυρι, ὕμνον προσφέροντες, πταισμάτων τὴν λύσιν ἐξαιτούμενοι.

Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐν Μυτιλήνῃ.
Νικόλαος Μαρτύρων ὁδὸν ἀνύσας,
λαοῦ ἐδείχθη νίκη χριστεπωνύμου.
Ἕκτῃ καὶ δεκάτῃ, Νικόλαος λίπε βίον μαρτυρικόν.

Τ αὐτ ἡμέρᾳ, ἡ προσκύνησις τῆς Ἁλύσεως τοῦ Ἀποστόλου Πέτρου.
Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων αὐταδέλφων Μαρτύρων· Πευσίππου, Ἐλασίππου, Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,
πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
ὥς πέρ τις ἀκμάζουσα καρτερεῖ νέα.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δάνακτος.
Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.
τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μήλα τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Ῥινοκούρων τῆς Συρίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνωράτου, ἀρχιεπισκόπου Ἀρελάτης τῆς Γαλλίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμύλου τοῦ Ἁγιορείτου, καὶ τῶν σὺν αὐτῷ· Νέστορος, Μαρτίνου, Δανιήλ, Σισώη, Ζωσιμᾶ καὶ Γρηγορίου.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Δαμασκηνοῦ.
Χαρίζεταί σοι διὰ συκοφαντίαν,
τὸ μαρτύριον ὦ Ἀθλητὰ Κυρίου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Πλάνης συνδέσμους διαλύσας, τῇ ἀτρύτῳ σου ἐν ἄθλοις καρτερίᾳ, τῷ Δεσπότῃ Χριστῷ, συνήφθης μετὰ δόξης, καὶ ζῆς Μάρτυς Νικόλαε, σὺν Ἁγίοις εἰς αἰῶνας.
Λόγῳ Κυρίου πειθαρχήσας, ὡμολόγησας τυράννων ἐναντίον, στεντορείως αὐτόν, Νικόλαε παμμάκαρ, καὶ ἔθραυσας τὸ φρύαγμα, ἀλλοπίστων ἀσεβείας.
Θῦμα εὐῶδες προσηνέχθης, εὐαπόδεκτον παμμάκαρ τῷ Δεσπότῃ, παρ’ οὗ χάριν πολλήν, κτησάμενος ἐκβλύζεις, τὰ θαύματα ὡς νάματα, εὐσεβῶν εἰς σωτηρίαν.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, ἐν τοῖς πάθεσι ἀθλίως σκοτισθεῖσαν, καὶ φωτός με ἀεί, ἐνίσχυσον τὰ ἔργα, ἐργάζεσθαι θεόνυμφε, ἵνα τύχω σωτηρίας

ᾨδὴ η’. Τὸν Βασιλέα.
Τοῦ μαρτυρίου, φέρων τὸ ἄῤῥητον κάλλος, ὡς διάδημα ζωῆς ἡγιασμένον, φωτὸς ἐν θαλάμοις, Νικόλαε χορεύεις.
Τόξα καὶ βέλη, τοῦ δυσμενοῦς ἀπαμβλύνας, τῇ ἐνδόξῳ σου παμμάκαρ μαρτυρίᾳ, νίκης ἐκοσμήθης, τροπαίοις φερωνύμως.
Ἡ Μυτιλήνη, μαρτυρικόν σε λαμπτῆρα, ὦ Νικόλαε παμμάκαρ κεκτημένη, Χριστὸν μεγαλύνει, τὸν ἀναδείξαντά σε.
Θεοτοκίον.
λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός Σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα Σε γεραίρω, τὴν κεχαριτωμένην.







ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἀήττητον τὸ κράτος, ἔχων τοῦ Κυρίου, τῆς πονηρίας ἐνίκησας πνεύματα, καὶ Νεομάρτυς ἐδείχθης, θεῖος Νικόλαε.
Ταμεῖόν σε χαρίτων, ἔδειξεν ὁ Κτίστης, διὰ σοῦ Μάρτυς παρέχων ἰάματα, τοῖς μακαρίζουσι πόθῳ, τὴν μαρτυρίαν σου.
Τριὰς ὑπεραγία, ἔλεος εἰρήνην, καὶ τῶν πταισμάτων τελείαν συγχώρησιν, δίδου ἡμῖν ταῖς πρεσβείαις, τοῦ Νεομάρτυρος.
Θεοτοκίον.
πέραγνε Μαρία, κεχαριτωμένη, ἐν Σοὶ καυχώμεθα ὅτι ἐκύησας, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, ἐνανθρωπήσαντα.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Πλήρης ὑπάρχων πίστεως, καὶ φρονήματος θείου, τυραννικὴν θρασύτητα, οὐδαμῶς ἐπτοήθης, ἀλλ’ ἀπαράτρεπτος ἔστης, τοῦ Σωτῆτος κηρύττων, Νικόλαε τὸ ὄνομα, καὶ ἐλέγχων τὴν πλάνην· ὅθεν λαμπράν, νίκην φερωνύμως ἐπιτελέσας, παρὰ Θεοῦ ἀπέλαβες, στέφος δικαιοσύνης.
Θεοτοκίον.
Τριάδος Κόρη τέτοκας, ἀποῤῥήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει. Τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς Σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Τοῦ ζωηφόρου Σταυροῦ, τειχιζόμενος χάριτι, κατ’ ἐχθρῶν τῆς πίστεως, νικηφόρος ἐγένετο, ὁ Νεομάρτυς Χριστοῦ Νικόλαος, τῆς Μυτιλήνης βλαστὸς ὁ τίμιος, πρὸς ὃν βοήσωμεν· Ἀθλοφόρε Ἅγιε φρούρει ἡμᾶς, τοὺς ἐπιτελοῦντάς σου, μνήμην τὴν πάντιμον.

Νέε Ἀθλητὰ τῆς πίστεως, ὡς ἀγαπήσας Χριστόν, ὁλοτρόπως τὸν Κύριον, καὶ νεκρώσας φρόνημα, τῆς σαρκὸς τὸ δυσήνιον, ἐν μαρτυρίου τῷ ἀγωνίσματι, ὡς στρατιώτης καλὸς ἠρίστευσας, καὶ κατετρόπωσας, ἐν ἰσχύϊ χάριτος δαιμονικάς, φάλαγγας Νικόλαε ἀξιοθαύμαστε.

Μάρτυς θαυμαστὲ Νικόλαε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, τῆς ζωῆς ὀρεγόμενος, μαρτυρίου ἔδραμες, εὐσεβῶς πρὸς τὸ στάδιον, ἐν ᾧ ἐμπρέψας τῇ καρτερίᾳ σου, τῇ Ἐκκλησίᾳ φωστὴρ ἀνέτειλας, τῶν χαρισμάτων σου, ταῖς ἀκτῖσι πάντοτε φωταγωγῶν, τοὺς ἐν κατανύξει σοι, ὕμνους προσάδοντας.



Χαίροις, Νεομάρτυς κράτιστε, τῶν εὐσεβῶν ἡ χαρά, Ὀρθοδόξων τὸ στήριγμα, καὶ Μαρτύρων καύχημα, θεομάκαρ Νικόλαε, τῆς Μυτιλήνης ἄνθος πανεύοσμον, καὶ Ἐκκλησίας κλέος νικώνυμον· ἔσο οὖν πάντοτε, φύλαξ ἀπροσμάχητος καὶ βοηθός, τῶν μακαριζόντων σε, θεομακάριστε

Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικῶν ἀγωνισμάτων, τὸ στάδιον ὑπελθών, κατὰ τῆς ἀσεβείας ἠνδραγάθησας, καὶ ἐπάξια τοῦ ὀνόματος τὰ κατορθώματα ἐπέτυχες, Νεομάρτυς Ἅγιε Νικόλαε, τῆς Μυτιλήνης ἐγκαλλώπισμα. Ἀλλ’ ὡς Μαρτύρων τάγμασιν, ἐν οὐρανοῖς συνὼν καὶ ἀγαλλόμενος, ἱκέτευε διαπαντός, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, καὶ τῆς εὐσεβείας, ὁ νικώνυμος ἀριστεύς· χαίροις Μυτιλήνης, Νικόλαε ἡ δόξα, καὶ πάσης Ἐκκλησίας, τὸ ἐγκαλλώπισμα.


http://www.imr.gr/article/583/akoloythia-toy-agioy-endoxoy-neomartyros-nikolaoy-toy-mytilhnaioy

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου