ΙΟΥΛΙΟΣ
ΚΕ΄.
ΟΛΥΜΠΙΑΣ
ΔΙΑΚΟΝΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ὀλυμπιάδος
τὴν μνήμην πανηγυρίσωμεν· αὕτη γὰρ πτερωθεῖσα, τοῦ Χριστοῦ τῇ ἀγάπῃ, ὁσίως καὶ
δικαίως καὶ εὐσεβῶς, ἐπὶ γῆς πεπολίτευται· καὶ διὰ τοῦτο ἀπαύστως ἐν οὐρανοῖς, ἱκετεύει
τοῦ σωθῆναι ἡμᾶς.
Τῷ
Ἱερῷ Χρυσοστόμῳ διακονοῦσα σεμνή, ἐκ τῶν σῶν ὑπαρχόντων, οὐρανόφρονι γνώμῃ,
Διάκονος ἀξία τῆς τοῦ Χριστοῦ, Ἐκκλησίας γεγένησαι, Ὀλυμπιὰς μακαρία σκεῦος ἁγνόν,
τῶν ἀΰλων ἐπιλάμψεων.
Ἐκ
τοῦ πανσόφου ποιμένος ὥσπερ ἀμνὰς λογική, χειρὶ βιαιοτάτῃ, χωρισθεῖσα Ὁσία, τῶν
τούτου μελιῤῥύτων λόγων ἀεί, ὧν σοφῶς σοι ἀπέστελλεν, Ὀλυμπιὰς ἐνετρύφας καὶ τὸ
τραχύ, τῆς ἀνίας κατεγλύκανες.
Πεποικιλμένη
τῷ κάλλει τῶν εὐαγῶν ἀρετῶν, καὶ τῶν τῆς εὐσεβείας, ἀοιδίμων καμάτων, μετέστης
εἰς νυμφῶνα τὸν νοητόν, καὶ Χριστῷ τῷ Νυμφίῳ σου, χαρμονικῶς συνευφραίνῃ Ὀλυμπιάς.
Ἀλλὰ πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Ἦχος α΄.
Ἐξ
εὐγενοῦς ἀναφανεῖσα ῥίζης, τῆς ψυχικῆς εὐγενείας τοὺς καρπούς, εἰς ἑκατὸν ἐγεώργησας,
Ὁσία Μῆτερ· ὡς γὰρ ἐλαία κατάκαρπος, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἐβλάστησας, τῇ κατὰ
Χριστὸν πολιτείᾳ, εὐσεβῶς διαπρέψασα. Ἀλλὰ πρέσβευε Ὀλυμπιὰς μακαρία, τυχεῖν καὶ
ἡμᾶς, τῆς οὐρανίου μακαριότητος.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη,
καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι
ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βίον
θεοπρεπῆ, πολιτευθεῖσα Μῆτερ, ἐξ ἁπαλῶν ὀνύχων, Χριστῷ τῷ ζωοδότῃ, ἀμέμπτως ἠκολούθησας.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Λόγῳ
ζωοποιῷ, ἐκ χρυσολόγου γλώσσης, ἀρδευομένη Μῆτερ, ἐξήνθησας πλουσίως, τὰς αἰωνίους
χάριτας.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Στήλη
σεμνῶν ἠθῶν, καὶ ἐναρέτου βίου, ὑπόδειγμα ἐδείχθης, Χριστοῦ τῇ Ἐκκλησίᾳ, Ὀλυμπιὰς
θεόληπτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
ἀγαθή, τὴν ἄναρχον Τριάδα, σὺν τῇ Ὀλυμπιάδι, ὑπὲρ ἡμῶν δυσώπει, τῶν πίστει
προσιόντων Σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ἁγίας Ὀλυμπιάδος. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸν
πλοῦτον σκορπίσασα τὸν σὸν τελείῳ νοΐ, Χριστῷ ἠκολούθησας, δι’ ἐναρέτου ζωῆς, Ὁσία
πανεύφημε· σὺ γὰρ ἐφεπομένη, τῷ σοφῷ Χρυσοστόμῳ, χρύσεον ὤφθης σκεῦος, τῆς
Χριστοῦ Ἐκκλησίας· διό σε Ὀλυμπιάς, ὁ Κύριος ἐδόξασε.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον. Τῆς Ἁγίας Ἄννης. Ὅμοιον.
Ζωὴν
τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον,
ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ,
πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἁγίας Ἦχος δ’.
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐκ
παιδὸς βίον κρείττονα, εὐσεβῶς ἀγαπήσασα, ἀγαθῶν τὴν ὕπαρξιν τὴν ἐπίκηρον,
καθάπερ ὄναρ λελόγισαι, καὶ μόνα τὰ μένοντα, ἐκζητοῦσα νουνεχῶς, τοῦ Χριστοῦ τὰ
προστάγματα, ἐκπεπλήρωκας· διὰ τοῦτο ἀξίως ἐδοξάσθης, καὶ λαμπρῶς ἐμεγαλύνθης, Ὀλυμπιὰς
παναοίδιμε.
Ἀρετῶν
ὑποτύπωσις, καὶ ἐλέους θησαύρισμα, γνώμῃ φιλοικτίρμονι ἐχρημάτισας, Ὀλυμπιὰς ἀεισέβαστε·
πτωχοῖς γὰρ ἐπήρκεσας, ἐν ἀγάπῃ ἀληθεῖ, καὶ πλουσίᾳ χρηστότητι, ἐβοήθησας, τοῖς
ποικίλως ἐν βίῳ τρυχομένοις, ἱερεῖς ξεναγωγοῦσα, καὶ ἐν Χριστῷ θεραπεύουσα.
Ὡς
συνήθης καὶ γνώριμος, καὶ μαθήτρια ἔνθεος, τοῦ σοφοῦ ἐν ἅπασι Χρυσοῤῥήμονος,
τούτῳ πιστῶς διηκόνησας, ἐκ τῶν ὑπαρχόντων σοι, καὶ τῶν θλίψεων αὐτῷ, ἐκοινώνησας
χαίρουσα, ὑπερόριον, κακουχίαν ἀνδρείως ἐνεγκοῦσα· μεθ’ οὗ νῦν καὶ συναγάλλῃ, Ὀλυμπιὰς
παμμακάριστε.
Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γένους
περιφάνειαν σεμνή, πλοῦτον καὶ ἀκμὴν ἡλικίας, ἐμφρόνως ἔλιπες, καὶ
κατηκολούθησας, ἐνθέῳ ἔρωτι, τοῦ Σωτῆρος τοῖς ἴχνεσι, ζωῆς ἐναρέτου, θείαις ἐπιδόσεσιν,
ἐνδιαπρέπουσα· ὅθεν ὡς λαμπὰς διαυγάζεις, ἐν τῇ Βυζαντίδι Ὁσία, αἴγλῃ τῶν λαμπρῶν
κατορθωμάτων σου.
Οἶκον
τῆς Τριάδος εὐαγῆ, διὰ τῆς καθαρᾶς πολιτείας, καὶ οὐρανίων ἠθῶν, σεαυτὴν
τελέσασα, Ὀλυμπιὰς νοητῶς, ἱερὸν φροντιστήριον, καὶ Μονὴν ἁγίαν, εὐσεβῶς ἀνήγειρας,
πρὸς σωτηρίαν πολλῶν, ἔνθα, ἀσκουσῶν αἱ χορεῖαι, τῷ σῷ ὑποδείγματι Μῆτερ, τῷ
Χριστῷ γηθόμεναι ἀνήχθησαν.
Ὢ
τῆς μακαρίας σου ψυχῆς! τίς σου τὴν ἁγίαν ἀγάπην, ἐξείπῃ πάνσεμνε, ἣν πρὸς τὸν ἰσάγγελον
ἔσχες Χρυσόστομον; Σὺν αὐτῷ γὰρ προήρησο, συμπάσχειν Ὁσία, καὶ σκληρῶς ἐξέωσαι,
ἐκ τῆς πατρίδος τῆς σῆς· ὅθεν, κοιμηθεῖσα ὁσίως, πρὸς τὰς οὐρανίους σκηνώσεις, ἐν
ἀγαλλιάσει μεταβέβηκας.
Δόξα. Ἦχος πλ. δ΄.
Ἡ
ἐξ εὐγενοῦς ῥιζουχίας, ἀειθαλὲς ἀναφανεῖσα βλάστημα, καὶ Θεῷ εἰς ἑκατὸν
καρποφορήσασα, Ὀλυμπιὰς ἡ ἔνδοξος, εἰς εὐφημίαν πρόκειται. Τὸ σκεῦος τῆς
χάριτος, τὸ τῶν σεμνῶν γυναίων, ἔξοχον ἐγκαλλώπισμα· ἐκ γὰρ πρώτης ἡλικίας, ἐνατενίσασα
Χριστῷ εὐαγγελικῶς ἀκολουθῆσαι, αὐτῷν προέκρινεν· ἔνθεν τῆς ἐν καινότητι ζωῆς τὰς
δυνάμεις ἐνέγκασα, δυνατὴ ἐν ἔργῳ καὶ λόγῳ, ἐν ἀγαθοεργίαις πέφηνε. Καὶ νῦν
πρεσβεύει Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης. Ἦχος πλ. δ'
Οἱ
ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ
κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ
καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ
Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ
ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου
Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ
ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.Ἦχος α'
Εὐφραίνου
ἐν Κυρίῳ, τὴν ἀληθῆ εὐφροσύνην, ὁ ἱερὸς Χρυσόστομος, γράφων σοι ἐπέστελλεν. Εἰ
γὰρ καὶ θλῖψιν ἔχομεν, ἐν τῷ παρόντι κόσμῳ, ἀλλ’ ἀνδρισθῶμεν Ὀλυμπιάς· ὁ γὰρ
Χριστὸς πρὸς Ὃν ἐλπίζομεν, τὸν κόσμον νενίκηκεν. Οὕτως οὖν ἱκανουμένη, καὶ
θεοφρόνως ῥυθμιζομένη, ῥᾷον ὑπέφερες, τῶν πειρασμῶν τοὺς πόνους Μῆτερ. Καὶ νῦν ἄπονον
ἀπολαβοῦσα ζωήν, τοὺς τῆς ζωῆς ἡμῶν πόνους κούφισον, καὶ τῶν πταισμάτων τὴν
λύσιν αἴτησαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ἦχος β΄.
Ἀγγελικῆς
πολιτείας ἐρασθεῖσα, πάντων τῶν γεηρῶν ὑπερίπτασο, οὐρανόφρονι γνώμῃ, καὶ ἀνδρείῳ
λογισμῷ, Ὀλυμπιὰς ἀεισέβαστε. Καὶ κατάλληλον τρόπον, ἐπιδεικνυμένη σοφῶς, τύπος
τῶν πιστῶν ἐγένου, ἐν λόγῳ ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ καὶ πίστει, καὶ οἰκτιρμοῖς
πενήτων· ὅθεν ἡ δικαιοσύνη σου εἰς τὸν αἰῶνα μένει, καὶ τὸ μνημόσυνόν σου, εἰς
γενεὰν καὶ γενεάν.
Ἦχος γ΄.
Τοῦ
εὐκλεοῦς Χρυσοῤῥήμονος, τοῖς χρυσέοις νάμασιν ἀρδευομένη, χρύσεα ἤθη ἤνθησας,
καὶ χρηστότητος καρπούς, ὡς γλυκεῖς βότρυας ἐξήνεγκας· ἐξ ὧν ἡ Ἐκκλησία,
γευομένη μυστικῶς, τῆς σωφροσύνης σου τὸν πλοῦτον, καὶ ὑπομονῆς τὴν στεῤῥότητα,
καὶ τῶν λοιπῶν προτερημάτων σου τὸν θησαυρόν, μακαρίζει θεόληπτε. Καὶ
στηλογραφίαν σε ἔμπνουν, παντὸς καλοῦ προβάλλεται, τοῖς εὐσεβῶς ζῆν ἐθελοῦσιν. Ἀλλ’
ἐν πάσῃ εὐσεβείᾳ, καὶ ἀγαθῇ ἀναστροφῇ, ἀξίωσον ἡμᾶς πολιτεύεσθαι, ταῖς πρὸς
Χριστὸν πρεσβείαις σου, Ὀλυμπιὰς ἀοίδιμε.
Ἦχος δ’.
Ὡς
Διάκονος Χριστοῦ, θεοειδὴς καὶ θεόληπτος, τῆς κατὰ ψυχὴν διακονίας, ἐπιστεύθης τὴν
ἐπιμέλειαν. Πράξει γὰρ τοῦ κρείττονος, τὸν νοῦν λαμπρύνασα, τὴν τοῦ Πνεύματος ἔλλαμψιν,
ὡς καθαρὰ τὴν ψυχὴν ἐπλούτισας Μῆτερ· ἐντεῦθεν μοναστριῶν σεμνῶν, ὑποφῆτις σοφὴ
ἐδείχθης, καὶ παιδαγωγὸς δόκιμος, πρὸς ἀρετῶν ἀναβάσεις. Καὶ ἐν πειρασμοῖς, ὡς
χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθεῖσα, ἀξίως ἐδοξάσθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ
Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, δεῦτε φιλεόρτων αἱ τάξεις, δεῦτε καὶ ὕμνοις αἰνέσωμεν, τὴν
πολλαχῶς τῷ κόσμῳ ἐμπρέψασαν, ἐν ἁγίαις ἀναστροφαῖς, Ὀλυμπιάδα τὴν θεόσοφον.
Περιουσίᾳ γὰρ θείου ἔρωτος, τὸν προσόντα πλοῦτον, εὐαγγελικῶς διεσκόρπισε. Καὶ τὴν
πτωχείαν τοῦ Χριστοῦ ποθήσασα, ἐν πάσῃ ἀρετῇ ἐξέλαμψε, καὶ ὑπὲρ δικαιοσύνης ἐδιώχθη.
Πρὸς αὐτὴν οὖν βοήσωμεν· Ὀλυμπιὰς θεόληπτε, σὺν τῷ σοφῷ ὑφηγητῇ Χρυσοστόμῳ, μὴ
παύσῃ δυσωπεῖν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Τῆς Ἁγίας Ἄννης. Ἦχος πλ. α'
Ὦ
μακαρία δυάς, ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν
ἐβλαστήσατε, ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ. Μακαρία
ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας. μακάριοι οἱ μαστοί,
οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, ὃν δυσωπεῖν ἡμᾶς
παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἄμεμπτον
ἐτήρησας, μετὰ θανὴν τοῦ συνεύνου σου, σεαυτὴν παναοίδιμε, Χριστῷ τῷ
παντάνακτι, ὃν καὶ ἐκζητοῦσα, ὅλῃ διανοίᾳ, αὐτῷ ἐβόας Γραφικῶς· Δεῖξόν μοι Σῶτερ
τὴν θείαν ὄψιν σου, φωνὴν δὲ σοῦ τὴν ἄχραντον, ἐν τοῖς ὠσί μου ἀκούτισον, δεῦρο
λέγων μοι Κύριε, δεῦρο δράμε πλησίον μου.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Γράφων
σοι ἐπέστελλεν, ἐπιστολὰς πλήρεις χάριτος, καὶ σοφίας καὶ γνώσεως, ὁ θεῖος
Χρυσόστομος, δι’ ὧν μακαρία, τὴν τῆς ἀθυμίας, διασκεδάζουσα ἀχλύν, τῶν ἐπελθόντων
δεινῶν τὸν τάραχον, ὑπέστης καρτερώτατα, καὶ πρὸς λιμένα οὐράνιον, προσωρμίσθης
γηθόσυνος, Ὀλυμπιὰς ἀεισέβαστε.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Πατρίδος
ἐξένωσαι, καὶ στεῤῥοτάτως ὑπέμεινας, ἐξορίαν καὶ κάκωσιν, ἐν ᾗ τὸ μακάριον,
τέλος εὑραμένη, τὸ σεπτόν σου σκῆνος, Ὀλυμπιὰς πανευκλεής, διὰ θαλάσσης δυνάμει
κρείττονι, πρὸς τὴν Κωνσταντινούπολιν, ὑπερφυῶς παραγέγονε, καὶ ὡς δῶρον
πολύτιμον, τοῖς ποθοῦσί σε δέδοται.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν
ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἀμφιδέξιος ἐργάτις, Ὀλυμπιὰς θαυμαστή, ἀληθῶς ἐχρημάτισας.
Οὐ μόνον γὰρ τὸν προσιόντα σοι πλοῦτον, ταῖς τῶν Ἁγίων χρείαις διέθου, ἀλλὰ καὶ
ὑπὲρ τῆς ἀληθείας, διωγμοὺς καὶ θλίψεις ὑπήνεγκας. Καὶ νῦν τῶν πραέων,
κληρονομήσασα γῆν, μὴ παύσῃ μνημονεύουσα, τῶν ἐτησίως μνημονευόντων σου.
Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης. Ἦχος πλ. δ'
Δεῦτε
πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ
θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου
σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία
σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ
οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν,
Ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ἁγίας Ὀλυμπιάδος. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸν
πλοῦτον σκορπίσασα τὸν σὸν τελείῳ νοΐ, Χριστῷ ἠκολούθησας, δι’ ἐναρέτου ζωῆς, Ὁσία
πανεύφημε· σὺ γὰρ ἐφεπομένη, τῷ σοφῷ Χρυσοστόμῳ, χρύσεον ὤφθης σκεῦος, τῆς
Χριστοῦ Ἐκκλησίας· διό σε Ὀλυμπιάς, ὁ Κύριος ἐδόξασε.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον. Τῆς Ἁγίας Ἄννης. Ὅμοιον.
Ζωὴν
τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον,
ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ,
πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως
Θείοις
ῥήμασι, τοῦ Χρυσοστόμου, ὥσπερ ὕδασι, ζωοδωρήτοις, δαψιλῶς ἀρδευομένη ἐν
Πνεύματι, Ὀλυμπιὰς ὡς ἐλαία κατάκαρπος, τῆς ἀληθείας τοὺς καρποὺς ἐγεώργησας·
καὶ νῦν πρέσβευε, δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν, ἐνθέων οἰκτιρμῶν τὴν ἱλαρότητα.
Δόξα. Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης. Ἦχος γ' Τὴν ὡραιότητα
Ἡ
εὐκλεέστατος, καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ
ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μετ' Ἀγγέλων χορεύουσα, σὺν τῇ
θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει
ταύτην μακαρίζοντας.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτήρ
Τὸν
βίον σου σεμνή, ἐλεήμονι γνώμῃ, διένειμας καλῶς, θεολήπτῳ καρδίᾳ, κουφίζουσα τοὺς
πάσχοντας, καὶ πιστῶς θεραπεύουσα, καὶ ξενίζουσα, τοὺς ἱερεῖς τοῦ Κυρίου· ὅθεν
εἴληφας, Ὀλυμπιὰς μακαρία, ζωὴν τὴν οὐράνιον.
Δόξα. Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης.
Τὰς
νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον,
Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον
νυμφῶνα, Δικαίων ὑπέρκεισαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν
τῷ βίῳ τελοῦσα περιφανής, ἐν ἀσκήσει ἐδείχθης θεοειδής· γένους γὰρ λαμπρότητι,
καὶ ἐν πλούτῳ ἐμπρέπουσα, ὑπὲρ πᾶσαν ἀξίαν, Χριστὸν ἐπεπόθησας, καὶ ἐνυμφεύσω
τούτῳ, ἠθῶν καθαρότητι· ὄθεν ἐπαξίως, ἀρεταῖς κοσμηθεῖσα, Ἁγίων ἰσότιμος, ἀνεδείχθης
τοῖς τρόποις σου, Ὀλυμπιὰς ἀεισέβαστε· μεθ’ ὧν ἀεὶ δυσώπει Χριστόν, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης.
Μεταστᾶσα
ἐν δόξῃ θεοφανεῖ, πρὸς μονὰς οὐρανίους καὶ θεαυγεῖς, ὡς μήτηρ ὑπέρτιμος, τῆς
Μητρὸς τοῦ Θεοῦ ἡμῶν, τῆς ὑπὲρ νοῦν ἀξίας, λαμπρῶς ἐκοινώνησας, καὶ τοῦ ἀδύτου
φάους, τρυφᾶς ταῖς φαιδρότησιν· ὅθεν συνελθόντες, ἐπαξίως τιμῶμεν, τὴν θείαν
σου κοίμησιν, τὴν σεπτὴν καὶ σεβάσμιον, Ἄννα μάμμη τοῦ Κτίσαντος. Πρέσβευε τῷ σῷ
ἐγγόνῳ ἀεί, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν
μνήμην σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. Ζήτει τῇ Τρίτῃ τῆς Θ’ Ἑβδομάδος τοῦ
Λουκᾶ.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Στομωθεῖσα
ἀληθῶς, τῇ θεϊκῇ ἀγάπῃ ἐν τῇ κατὰ Χριστὸν ζωήν, ποικίλως διέπρεψας, Ὀλυμπιὰς
θεόφρον· ἐν ἐλέει γὰρ καὶ οἰκτιρμοῖς Χριστὸν θεραπεύουσα, μοναζουσῶν ὑποτύπωσις
ὤφθης, καὶ ἐναρέτων ἔργων ἔξοχον παράδειγμα. Καὶ ἐν πειρασμοῖς δόκιμος φανεῖσα,
Δεσποτικοῦ μακαρισμοῦ ἠξίωσαι, καὶ ἀγγελικῆς δόξης μετέσχηκας· μεθ’ ὧν ἱκέτευε,
δεόμεθα Μῆτερ, τῷ ἐλεήμονι Λόγῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἁγίας Ἄννης, καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Ὀλυμπιάδος τὰς ἀριστείας ᾄδω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ὁ
φῶς ὢν ὑπέρφωτον, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Θεὲ τρισυπόστατε, ταῖς τῆς Ὁσίας εὐχαῖς,
τῆς σῆς χάριτος, παράσχου μοι ἀκτῖνα, γεραίροντι Κύριε, ταύτης τὴν ἄθλησιν.
Λαμπρᾶς
ἀπὸ ῥίζης μέν, Ὀλυμπιὰς ἀνεβλάστησας, ἠθῶν κοσμιότητι, κεκοσμημένη σεμνῶς, τῷ Κυρίῳ
δε, καρποὺς δικαιοσύνης, ὡς δένδρον κατάκαρπον, ἐκαρποφόρησας.
Ὑψοῦσα
πρὸς Κύριον, ὁλοσχερῶς σου τὴν ἔφεσιν, ἐτρώθης τῷ ἔρωτι, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, ὧν
συμμέτοχος, Ὀλυμπιὰς ἐγένου, λιποῦσα τὰ πρόσκαιρα, θείῳ φρονήματι.
Θεοτοκίον.
Πηγὴ
ἁγιάσματος, τῇ οἰκουμένῃ πηγάζουσα, χρηστότητος νάματα, καὶ οἰκτιρμῶν δωρεάς,
καθαγίασον, τὸν μολυνθέντα νοῦν μου, καὶ σῶσόν με Δέσποινα, τῇ προστασίᾳ Σου.
ᾨδὴ γ’. Οὐκ ἐν σοφίᾳ.
Ἱλαρωτάτῃ,
διαθέσει καὶ γνώμῃ θεόφρονι, διανέμουσα πιστῶς, πλούτου τοῦ σοῦ τὴν ποσότητα, Ὁσία
ἐπήρκεσας, πτωχοῖς καὶ πένησι.
Ἀποσκοποῦσα,
Ὀλυμπιὰς πρὸς μόνα τὰ μένοντα, καταλέλοιπας σπουδῇ, θεοπρεπεῖ τὰ φθειρόμενα, καὶ
χαίρουσα ἔδραμες, Χριστοῦ τοῖς ἴχνεσι.
Δάμαλις
ὥσπερ, Ὀλυμπιὰς τιμία καὶ ἄμωμος, πειθαρχοῦσα ὁλικῶς, ποιμένι τῷ Χρυσοῤῥήμονι,
σὺν τούτῳ ὑπέμεινας, δεινῶν τὴν ἔφοδον.
Θεοτοκίον.
Ὁ
τῶν αἰώνων, Ποιητὴς καὶ Δεσπότης τῆς κτίσεως, ἐξ ἀχράντου Σου γαστρός, σωματωθεὶς
ὡς ηὐδόκησε, προστάτιν Σε ἔδειξε, κόσμου πανάφθορε.
Κάθισμα. Ἦχος πλ. α᾿ Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν
ἐμμελείᾳ καὶ καθαρότητι, ὡραϊσθεῖσα ὁσίως Ὀλυμπιὰς θαυμαστή, νύμφη ὤφθης ἐκλεκτὴ
καὶ περιώνυμος, τοῦ τῶν ὅλων Ποιητοῦ, καὶ Σωτῆρος Ἰησοῦ, ᾯ πρέσβευε θεοφόρε,
πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης.
Τὴν
οὐράνιον πύλην κυοφορήσασα, πρὸς τὴν οὐράνιον δόξαν ἐν ἀποῤῥήτῳ χαρᾷ, καὶ φωνῇ ἀγγελικῆς
ἀγαλλιάσεως, μετετέθης ἀπὸ γῆς, καὶ παρέστης τῷ Χριστῷ, ὦ Ἄννα Θεοπρομῆτορ· ἀλλὰ
δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Συνακόλουθος
τελοῦσα, τοῦ σοφοῦ Χρυσοῤῥήμονος, καὶ τῶν τούτου λόγων, ἐπακροωμένη θερμότατα,
χρύσεα ἤθη καὶ τρόπον Χριστομίμητον, ἐγεώργησας, Ὀλυμπιὰς πόθῳ κρείττονι.
Τὴν
ψυχήν σου ναὸν ἔμπνουν καὶ πανάγιον σκήνωμα, δείξασα Κυρίῳ, Μῆτερ τῇ σεμνῇ
πολιτείᾳ σου, πανευαγὲς ἀνεγείρεις φροντιστήριον, ὡς ἀχείμαστον, ψυχῶν λιμένα
καὶ ἄκλυστον.
Ἀρετῶν
σε ὑποφῆτιν καὶ ἀρχέτυπον κάλλιστον, αἱ ἐν τῇ Μονῇ σου, ἱερῶς ἀσκοῦσαι
μονάστριαι, πεπλουτηκυῖαι· θεόθεν τῇ μιμήσει σου, ᾠκειώθησαν, βίῳ λαμπρῷ τῷ
Παντάνακτι.
Συντονίᾳ
θεαρέστῳ, καὶ ψυχῆς γενναιότητι, Μῆτερ συμφρονοῦσα, τῷ πανευκλεεῖ Χρυσοῤῥήμονι,
ὑπὲρ αὐτοῦ καὶ σὺν τούτῳ, πόνους ἔφερες, ὑπερόριον, Ὀλυμπιὰς ποινὴν στέρξασα.
Θεοτοκίον.
Ἀνηρότως
ἐκβλαστάνεις, ὥσπερ χώρα θεόβλαστος, ὑπὲρ πάντα λόγον, Λόγον τοῦ Πατρὸς τὸν ὑπέρθεον,
τὴν ἐκ τοῦ ξύλου κατάραν, Κόρη λύοντα, καὶ παρέχοντα, τοῖς ἐξ Ἀδὰμ ἀπολύτρωσιν.
ᾨδὴ ε’. Ἀσεβεῖς οὐκ ὄψονται.
Ῥωμαλέως
ἤνεγκας, στεῤῥότητι φρενῶν, τὰς ποικίλας ἐπιβουλάς, καὶ δεινὰ τεχνάσματα τοῦ
πολεμήτορος· τὸν Χριστὸν γὰρ ἔσχηκας, θεοφόρε παραμύθιον.
Ἰησοῦ
νενύμφευσαι, τῷ Λόγῳ τοῦ Πατρός, ἐν πνεύματι ἱερῷ, καὶ Αὐτῷ προσήγαγες, ὡς προῖκα
ἔντιμον, τὰ τῆς πολιτείας σου, θεοφόρε ἀριστεύματα.
Σκεπομένη
χάριτι, τῆς θείας ἀρωγῆς, θριαμβεύεις Ὀλυμπιάς, ἀσθενείᾳ φύσεως, τὰ
πανουργεύματα, τοῦ δολίου δράκοντος, κατὰ σοῦ δεινῶς σφαδάζοντος.
Θεοτοκίον.
Τοῦ
Πατρὸς τὸν σύνθρονον, καὶ Πνεύματος ἁγνή, συνέλαβες ἐν γαστρί, καὶ ἀσπόρως ἔτεκες
Θεὸν καὶ ἄνθρωπον, τῶν ἀνθρώπων παύοντα, Θεοτόκε τὸ κατάκριμα.
ᾨδὴ στ’. Θύσω σοι.
Ἔρωτι,
τελειοτάτῳ σεμνὴ καὶ θεόφρονι, Χριστοῦ τὸ κάλλος ποθοῦσα, τὰ τοῦ σώματός σου
κάλλη μαραίνεις, τὴν ψυχὴν δε, ὡραΐζεις ἠθῶν ὡραιότητι.
Ἴαμα,
τῇ ἀθυμούσῃ ψυχῇ σου γεγόνασι, τοῦ ἱεροῦ Χρυσολόγου, αἱ τὸ θεῖον νέκταρ τῆς ἀμβροσίας,
μακαρία, ἐπιστολαὶ σαφῶς ἀποστάζουσαι.
Ἀσκήσει
καὶ σωφροσύνη Ὁσία ἐκλάμψασα, δικαιοσύνης τοῖς ἔργοις, ἀγαθοεργίαις καὶ εὐποιΐαις,
τὸν τῆς δόξης, Ὀλυμπιὰς ἐδόξασας Κύριον.
Θεοτοκίον.
Σῶσόν
με, Θεοχαρίτωτε Κόρη πανάμωμε, τὸν Σὸν ἀχρεῖον ἱκέτην, τῷ ἐχθρῷ οἰκτρῶς γὰρ
κατεδουλώθην, ἀλλὰ Σύ με, ἐκ τῆς αὐτοῦ μανίας ἀπάλλαξον.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐσεβείᾳ
λάμψασα, καὶ ἐγκρατείᾳ, τὸν Θεὸν ἐδόξασας, ἔργοις καὶ τρόποις ἱεροῖς, Ὀλυμπιὰς ἀεισέβαστε·
διὸ τῆς δόξης, τῆς ἄνω ἠξίωσαι.
Ὁ Οἶκος.
Τῆς
ἁμαρτίας ἡ ἀχλύς, σκοτίσασα ὸν νοῦν μου, ἠμαύρωσέ μου τὴν ψυχήν, καὶ ἔσβεσε τὴν
ἐκ Θεοῦ, δοθεῖσάν μοι χάριν, θεαυγῆ καῖ ζωηφόρον Μῆτερ. Ἀλλὰ τῇ σελασφόρῳ σου ἐπισκοπῇ
προστρέχω, ἵνα καὶ αὖθις τῷ φωτί, τῶν προς Χριστόν, ἐβάδισας πρὸς τὴν λάμψιν ἀκλινῶς,
τῆς ἁγίας αὐτοῦ δόξης, πλοῦτον παρωσαμένη γεηρόν, γένος λαμπρόν, καὶ πᾶν ἄλλον
φθαρτόν· διὸ τῆς δόξης, τῆς ἄνω ἠξίωσαι.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης,
μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ
τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ
τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ
ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς
πεσοῦσα πατρίδος φίλης,
πρὸς
τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Εἰκάδι
Ὀλυμπιὰς μεγάθυμος θάνε ἠδὲ πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ
Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι
Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ
καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ηλιοὺ ἀρχιεπισκόπου
Θεσσαλονίκης, καὶ Ζαχαρίου ἐπισκόπου Λευκάδος, ἐκ τῶν μελῶν τῆς Ε’ Οἰκουμενικῆς
Συνόδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία
πρόσεισι Χριστῷ πλουσίᾳ,
πολλαῖς
κομῶσα ψυχικαῖς εὐπραξίαις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Σάκτου, Ματτούρου, Ἀττάλου
καὶ Βλανδίνης.
Τρεῖς
ἐξ ἑνὸς πνίγουσιν ἄνδρας σπαρτίου,
ὡς
τρίπλοκόν τι σπαρτίον συνημμένους.
Νίκης
ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ,
δίδωσι
λαμπρὰ παμβασιλεὺς τὰ στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Καλλίδη,
Μητροπολίτου Ἡρακλείας καὶ Ῥαιδεστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τῆς Ζελτοδόβας, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Ὑπὲρ
χρυσίον καθαρόν, τῇ τῶν πειρασμῶν καταιγίδι, δοκιμασθεῖσα πολλαχῶς, διαλάμπεις
ψυχικῇ καθαρότητι, τῷ Νυμφίῳ σου κράζουσα· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Δεδιωγμένη
ἀπηνῶς, καὶ ἐξορισθεῖσα ἀδίκως, Ὀλυμπιὰς περικλεής, ὑπὲρ τῆς ἀληθείας ἀοίδιμε,
Βασιλείας ἠξίωσαι, οὐρανίου ὡς ἡ θεία ἐπαγγελία.
Ὡς
καθαρὰ Ὀλυμπιάς, νοῦν τε καὶ καρδίαν καὶ σῶμα, διακονεῖν πανευπρεπῶς, τῇ ἁγίᾳ Ἐκκλησίᾳ
προκέκρισαι, ἁγιάζουσα ἔνδοξε, τῇ σῇ χάριτ, τοὺς πίστει σοι προσιόντας.
Θεοτοκίον.
Γέφυρα
πέλεις νοητή, κεχαριτωμένη Μαρία, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, τοὺς πιστοὺς
μεταβιβάζουσα ψάλλοντας· ὑπερύμνητε Δέσποινα, χαῖρε σκέπη τῶν ἀνθρώπων, καὶ
σωτηρία.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἔργοις
διαλάμπουσαν ὁσίως, ὁρῶν σε Ὀλυμπιὰς ἐχθρὸς ὁ βάσκανος, πλείστους σοι ἐξήγειρε,
πειρασμοὺς ὁ δείλαιος, ἀλλ’ ἥττηται τῇ στάσει σου καὶ καταβέβληται· σὺ γάρ, ἀγαλλομένη
ἐβόας· ὑπερευλογῶ σε, Χριστέ μου ἀθλοθέτα,
Ῥήμασι
πανσόφοις γλυκυτάτοις, Ὁσία Ὀλυμπιὰς τοῦ Χρυσοῤῥήμονος, τὸ πικρὸν τῶν θλίψεων,
γλυκερῶς ὑπέφερες, καὶ τὸν τῆς ἀθυμίας σου ἰὸν ψυχόλεθρον, διέλυες, στἐρῥᾷ
διανοίᾳ, τὴν ὑπερορίαν, ἀνύουσα εὐθύμως.
Ἅπαντα
τὸν βίον σου Ὁσία, ἐν πράξεσι θεαρέστοις διετέλεσας, ἐπὶ τέλει στέφος δε, Ἀθλητῶν
ἀπείληφας, ὡς διωχθεῖσα ἔνδοξε, καὶ στενωθεῖσα πικρῶς, ὑπὲρ τῆς ἀληθείας
νομίμως· ὅθεν κληρουχίας, τῆς ἄνω ἠξιώθης.
Θεοτοκίον.
Σοῦ
τῇ εὐωδίᾳ τῇ ἀχράντῳ, καὶ τῇ ἀρωματιζούσῃ θείᾳ δόξῃ Σου, ἄχραντε πανάμωμε, ὄπισθεν
βαδίζουσα, Ὀλυμπιὰς ἡ πάνσεμνος νύμφη περίδοξος, ἐδέιχθη, τοῦ τῶν ὅλων
Δεσπότου, τοῦ ἐκ τῆς γαστρός Σου, ἀῤῥήκτως γεννηθέντος.
ᾨδὴ θ’. Εὔα μέν.
Ἰσχύϊ,
τῇ θεϊκῇ δρόμον τὸν ἔνθεον, νευρουμένη διεπέρασας, καὶ πρὸς τὴν ἄνω Βασιλείαν, Ὁσία
Ὀλυμπιὰς προσεχώρησας, ὁρῶσα τοῦ σοῦ Νυμφίου τὴν ἔλλαμψιν, καὶ θεουμένη κατὰ
μέθεξιν.
Μετέστης,
πρὸς τὰ οὐράνια σκηνώματα, ἔνθα πέλει φῶς τὸ ἄδυτον, καὶ ποταμὸς ὕδατος ζῶντος,
φρικτῶς δὲ σοῦ τὸ ἅγιον λείψανον, πρὸς τὴν Κωνσταντινούπολιν ἔφθασε, διὰ
θαλάσσης θείῳ Πνεύματι.
Ὁλόφωτον,
ἀληθῶς νυμφῶνα ἄφθαρτον, ἐκληρώσω παμμακάριστε, Ὀλυμπιὰς ἠγλαϊσμένη· διὸ ἐκ τῶν
ἀνάγνων χειλέων μου, τὸν ὕμνον τῶν μικρὸν τοῦτον πρόσδεξαι, καὶ τῶν παθῶν λῦσον
τὸν ζόφον μου.
Θεοτοκίον.
Ὕψιστον,
τοῖς ἐπὶ γῆς κυοφορήσασα, τὸν ὑψώσαντα τὸν ἄνθρωπον, εὐλογημένη Θεοτόκε, πεσοῦσαν
τὴν ψυχήν μου πρὸς βάραθρα, ἁπάσης ἁμαρτίας ἀνύψωσον, πρὸς μετανοίας
καθαρότητα.
Ἐξαποστειλάριον Ἦχος β' Τοῖς Μαθηταῖς
Τῶν
ἀπαθούντων ἔλιπες, τὴν χαμαίζηλον σχέσιν, θελχθεῖσα ταῖς φαιδρότησι, τῆς ἐνθέου
ἀγάπης, Ὀλυμπιὰς θεοφόρε, καὶ ἰσάγγελον βίον, ἐν σώματι διήνυσας· διὰ τοῦτο
μετέσχες ἐν οὐρανοῖς, τῆς τῶν Ἀσωμάτων λαμπρᾶς εὐκλείας· μεθ’ ὧν ἀεὶ ἱκέτευε, ὑπὲρ
τῶν σὲ τιμώντων.
Καὶ τὸ τῆς Ἁγίας Ἄννης. Ὅμοιον.
Χρεωστικῶς
ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα
παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην,
θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης
τοῦ κόσμου.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὀλυμπιὰς
παναοίδιμε, διακονοῦσα πιστῶς, τῷ σοφῷ Χρυσοῤῥήμονι, εὐκλεὴς διάκονος, ἀληθῶς ἐχρημάτισας,
τῆς Ἐκκλησίας Χριστοῦ πανεύφημε, καλῶν ἰδέαις περιαστράπτουσα· ὢ τις ἐξείπῃ
σου, σπλάγχνα τὸν οἰκτίρμονα· δι’ ὧν πτωχοῖς, ξένοις αἰχμαλώτοις τε, φαιδρῶς ἐπήρκεσας.
(Δίς)
Ὀλυμπιὰς
παμμακάριστε, ὑπερορίας δεινῆς, ἐνεγκοῦσα τὸ ἔμπονον, ἐν χαρᾷ ἀνέδραμες, πρὸς
νυμφῶνα οὐράνιον, τὸ δὲ σεπτόν σου καὶ θεῖον λείψανον, θαλασσοπόρον, τῇ ἐμφανείᾳ
σου, πρὸς πόλιν ἄνασσαν, θαυμαστῶς κατέπλευσε, καὶ χαρμονῆς, ἀληθοῦς ἐνέπλησε, τὰς
φοιτητρίας σου.
Ὀλυμπιὰς
θεοδόξαστε, δεδοξασμένης ζωῆς, ἐν Θεῷ κοινωνήσασα, δόξης θείας ἔπλησας, καὶ τὸ ἔνδοξον
σκῆνός σου, μετὰ ταφὴν γὰρ καὶ ἀνακόμισιν, αἱμάτων ζώντων, κρουνοὺς ἀνέβλυσε,
καὶ καθηγίασε, τοὺς καθυπουργοῦντάς σοι· σὲ γὰρ Χριστός, θαυμαστῶς ἐδόξασεν, ὁ ὑπερένδοξος.
Δόξα. Ἦχος β΄.
Δεῦτε
εὐσεβείας οἱ τρόφιμοι, τῇ θεοφόρῳ Ὀλυμπιάδι ᾄσωμεν, τὰς τοῦ Ἄσματος φωνάς, πρὸς
αὐτὴν βοῶντες· Ὅλη καλὴ ὦ Μῆτερ, ὅλη καλὴ καὶ ἄμωμος, τῶ ἀθανάτῳ Νυμφίῳ ἐγνωρίσθης.
Καθαρότητι γὰρ διέπρεψας, καὶ ἀρετῶν διαυγείᾳ. Ἀλλ’ ὡς τῆς ἄνω δόξης ἀπολαύουσα,
μὴ παύσῃ δυσωποῦσα ἐκτενῶς, ὑπὲρ τῶν πόθῳ τιμώντων, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἁγίας Ἄννης.
Δεῦτε
φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον
κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς
ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ἡ Ὁσία Ὀλυμπιάς, ἐναρέτων ἔργων, ὑποτύπωσις ἀληθής· χαίροις ἡ τῶν ἄθλων, καὶ τῆς
ἁγίας δόξης, τῷ θείῳ Χρυσοστόμῳ, συγκοινωνήσασα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου