ΣΕΠΤΕΜΒΡΙΟΣ 23!!
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΑΡΠΕΝΗΣΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἄνθος εὐωδέστατον, τῇ
γεωργίᾳ τῆς πίστεως, νοητῶς ἀνεβλάστησας, παμμάκαρ Νικόλαε,
ἐκ Καρπενησίου, καὶ τῇ σῇ ἀθλήσει, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὐωδιάζεις Ἁγίῳ
Πνεύματι, διό σου ἑορτάζοντες, τὴν ἱερὰν μνήμην Ἅγιε, τὸν Σωτῆρα δοξάζομεν, τὸν
λαμπρῶς σε δοξάσαντα.
Πίστιν τὴν ἀμώμητον, πρὸς
τὸν Σωτῆρα καὶ Κύριον, τὸν Χριστὸν λαμπρῷ στόματι, ἐκήρυξας Ἅγιε, στεῤῥοτάτῃ
γνώμῃ, μηδόλως τὸ θράσος, καὶ τὴν μανίαν τῶν ἐχθρῶν, πτήξας Νικόλαε παμμακάριστε, ἀλλ’ ἔστης ἀπερίτρεπτος,
ἐπαγωγαῖς τῶν κολάσεων, καὶ τῶν πάλαι ἰσότιμος, Ἀθλητῶν ἐχρημάτισας.
Ξίφει τὸν αὐχένα σου,
ἀποτμηθεὶς ἐναπέταμες, τῆς ἀπάτης τὸ φρύαγμα, τρισμάκαρ Νικόλαε, καὶ τοῖς τῶν αἱμάτων, ῥείθροις σου ἀρδεύεις, τὰς
διανοίας τῶν πιστῶν, ἀγάπης θείας φέρειν βλαστήματα, καὶ πόθον τὸν οὐράνιον,
καρποφορεῖν τῇ σῇ χάριτι, καὶ λαμπρῶς μακαρίζειν σε, ὡς στεῤῥὸν Νεομάρτυρα.
Χαίρει τῇ ἀθλήσει σου, καὶ
ἑορτάζει τὴν μνήμην σου, καυχωμένη τῇ δόξῃ σου, ἡ πόλις Νικόλαε, τοῦ Καρπενησίου, ἣν ταῖς σαῖς πρεσβείαις, σκέπε καὶ
φύλαττε ἀεί, πάσης ἀνάγκης καὶ περιστάσεως, καὶ δίδου ταύτῃ Ἅγιε, τῶν σῶν
θερμῶν ἀντιλήψεων, Νεομάρτυς πανεύφημε, τὰς ἐκφάνσεις ἑκάστοτε.
Δόξα. Ἦχος β΄.
Μαρτυρικῇ ἐνστάσει νικήσας,
τῶν ἀντικειμένων τὴν ἰσχύν, ἀθλητικῶς ἠνδραγάθησας, Νεομάρτυς Νικόλαε. Καὶ τοῖς οἰκείοις αἵμασι, πλουσίως
καταρδευθείς, καρποφορεῖς ἡμῖν ἑκάστοτε, ὥσπερ δένδρον ἀειθαλές, ψυχῶν καὶ σωμάτων
ἰάματα, καὶ πταισμάτων λύσιν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς
Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν ἀθληταῖς, Νικόλαε ἐδείχθης, ἐν τοῖς ὑστέροις χρόνοις, ὑπὲρ Χριστοῦ ἀθλήσας, ἀνδρείῳ παραστήματι.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤλεγξας εὐθαρσῶς, τῆς πλάνης τὴν ἀπάτην, Χριστὸν ὁμολογήσας, Νικόλαε θεόφρον, ἀκαταπλήκτῳ στόματι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἄνωθεν θεῖον φῶς, τῷ θείῳ σου λειψάνῳ, κατῆλθε καταυγάζον, πιστῶν τὰς διανοίας, Νικόλαε μακάριε.
Δόξα. Τριαδικόν.
Δύναμιν καὶ ἰσχύν, ἐκ Σοῦ Τριὰς Ἁγίας, λαμβάνων ἀοράτως, Νικόλαος ὁ Μάρτυς, τὴν δόξαν Σου ἐκήρυττε.
Καὶ νῦν. Θεοτοκίον.
Θρόνος περιφανής, τοῦ πάντων Βασιλέως, Παρθένε ἀνεδείχθης, κρατοῦσα ἐν ἀγκάλαις, Ὃν ἀποῤῥήτως τέτοκας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, Καρπενησίου, ἄνθος εὔοσμον, τῆς Ἐκκλησίας, ἀνεδείχθης Νεομάρτυς Νικόλαε, σὺ γὰρ ἀνδρείῳ φρονήματι ἤθλησας, καὶ τῆς ἀπάτης καθεῖλες τὸ φρύαγμα, καὶ νῦν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς τῆς νίκης ἐπώνυμος,
Ἀθλοφόρε Νικόλαε, τὸν ἐχθρὸν ἐνίκησας τῇ
ἀθλήσει σου, μαρτυρικῇ γὰρ στεῤῥότητι, ἀνδρείως ἠρίστευσας, καὶ ἐδόξασας
Χριστόν, τοῖς ἐνθέοις ἀγῶσί σου, παρ’ Οὗ εἴληφας, τὸν τῆς νίκης σου στέφανον
ἀξίως, ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Τὰς παγίδας συνέτριψας, τῇ
τοῦ Πνεύματος χάριτι, ἃς ἐχθρός σοι ἔστησε πρὸς ἀπώλειαν, καὶ τὸν Χριστὸν
ὡμολόγησας, Θεὸν πάσης κτίσεως, τετρωμένος τῇ Αὐτοῦ, ἀγαπήσει Νικόλαε, καὶ διέδραμες, μαρτυρίου τὸ στάδιον
ἀνδρείως, καταπλήξας τοὺς τυράννους, καρτερικῷ σου φρονήματι.
Οὐ βασάνων ἐπίτασις, οὔτε
ὥρα νεότητος, οὐ τρυφῆς ἀπόλαυσις Μάρτυς ἴσχυσαν, τῆς τοῦ Χριστοῦ ἀποστῆσαί σε,
ἀγάπης Νικόλαε, πάντα γὰρ θείῳ νοΐ, ἀποῤῥίψας
ὡς σκύβαλα, χαίρων ἤνεγκας, τὰς πικρὰς ἀλγηδόνας καὶ καθεῖλες, τῆς ἀπάτης τὴν
μανίαν, μαρτυρικοῖς σου παλαίσμασι.
Τῶν μαστίγων τὴν ἔφοδον,
καὶ πληγὰς τὰ τοῦ σώματος, καὶ φρουρᾶς τὴν κάθειρξιν Μάρτυς ἔφερες, τῇ ἐνεργείᾳ
τῆς χάριτος, ὥσπερ ἄλλου πάσχοντος, καὶ τμηθεὶς τὴν κεφαλήν, νικηφόρος
ἀνέδραμες, πρὸς οὐράνια, καὶ Μαρτύρων τοῖς δήμοις ἠριθμήθης, σὺν αὐτοῖς ἀεὶ
πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Φῶς οὐράνιον Ἅγιε, κατελθὸν
κατεκάλυψε, τὸ σεπτόν σου λείψανον καὶ σεβάσμιον, ὃ οἱ πιστοὶ περιστείλαντες,
ὁσίως ἐκήδευσαν, χορηγίᾳ θεϊκῇ, δοξασθὲν θείοις θαύμασι, καὶ τὴν κάραν σου, ὡς
ποθούμενον δῶρον τῷ πρεσβύτῃ, ἐδωρήσω Νεομάρτυς, ἁγιασμὸν πᾶσι βλύζουσαν.
Ὥσπερ ἄνθος πανεύοσμον, καὶ φυτὸν εὐθαλέστατον, ἡ Καρπενησίου σε πόλις ἤνεγκε, διὸ καὶ χαίρει Νικόλαε, τῇ θείᾳ ἀθλήσει σου, καὶ βοᾷ σοι ἐκ ψυχῆς· Σύ μου δόξα καὶ καύχημα, πέλεις Ἅγιε, καὶ μεσίτης καὶ πρέσβυς πρὸς τὸν Κτίστην, καὶ τῇ σῇ θερμῇ πρεσβείᾳ, πάσης λυτροῦμαι κακώσεως.
Δόξα. Ἦχος πλ. β΄ .
Σήμερον, ὑπὲρ ἡλίου αὐγὰς ἐξέλαμψεν, ἡ τοῦ νέου ἀθλητοῦ, Νικολάου μνήμη, τοὺς πιστοὺς καταλαμπρύνουσα. Τὰ γὰρ ὅπλα τοῦ φωτὸς ἀναλαβών, τὸν τοῦ σκότους ἄρχοντα καθεῖλε, καὶ ταῖς ἀκτῖσι τῶν ἄθλων καταυγάζει, τοὺς βοῶντας αὐτῷ· Χαίροις, ὁ ἐν νεότητι σώματος, τὸν ἀρχαῖον πτερνιστὴν καταβαλών, καὶ τοῦ Σωτῆρος τὸ ὄνομα, εὐθαρσῶς κηρύξας· χαίροις, ὁ τῶν πάλαι Μαρτύρων τὴν ἀνδρείαν ἐνδειξάμενος, καὶ τῶν ἐκείνοις κοινωνήσας βραβείων· χαίροις, Καρπενησίου βλαστὸς περιφανής, Εὐρυτανίας κλέος, καὶ νίκη τοῦ θεόφρονος λαοῦ. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Νεομάρτυς πρὸς Χριστόν, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε,
Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνεται ἐνθέως, ἡ σὲ
βλαστήσασα πατρίς, καυχωμένη τοῖς σπαργάνοις σου, καὶ τῇ ἀθλητικῇ σου εὐκληρίᾳ,
Νεομάρτυς Νικόλαε. Καὶ τῆς σῆς ἀθλήσεως,
ἀγαμένη τοὺς ἀγῶνας, τὴν φωτοφόρον μνήμην σου, πανδήμως ἑορτάζει, ὡς γὰρ φοῖνιξ
εὐθαλής, ἐκ ταύτης ἐκβλάστησας, καὶ τοῖς καρποῖς τῶν ἄθλων σου, τὴν Ἐκκλησίαν
εὐφραίνεις. Στεῤῥῶς γὰρ ἠγωνίσω, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, καὶ οὐρανίων
ἐπάθλων, ἐπαξίως ἔτυχες, αἰτούμενος ἅπασιν, εἰρήνην καὶ θεῖον ἔλεος.
Ἦχος β΄.
Τοῖς εὐσεβείας τοῖς ἤθεσι,
κεκοσμημένος εὐπρεπῶς, τοῦ μαρτυρίου ὑπῆλθες τὸ σκάμμα, ἀνδρειοτάτῃ ψυχῇ,
παμμάκαρ Νικόλαε. Τὸ γὰρ πῦρ τῆς θείας
ἀγάπης, ὅλον σε ἀνέφλεξε, καὶ τῶν γηΐνων ἁπάντων, ὑπέρτερόν σε ἔδειξε. Καὶ
καλῶς ἀγωνιζόμενος, τοῖς τυράννοις ἐβόας· Οὐκ ἀρνοῦμαι Χριστὸν τὸν Κύριον,
σύνετε ὦ ἄνομοι, Αὐτὸς γάρ ἐστιν, ὁ τῶν ὅλων Θεός, ὁ παρέχων τοῖς αὐτῷ
ἑπομένοις, ζωὴν τὴν αἰώνιον.
Ἦχος γ΄.
Ἐν νεότητι σώματος, τὴν
ψυχικὴν λαμπρότητα, πᾶσιν ὑπέδειξας, Νεομάρτυς Νικόλαε,
ἀνατεθεὶς γὰρ Χριστῷ, ὑπὲρ Αὐτοῦ θανεῖν προθύμως, ὁλικῇ ἐφέσει, προείλου
μακάριε. Διὸ οὐδόλως ἐκάμφθης, μαστιζόμενος σφοδρῶς, καὶ εἱρκταῖς
συγκλειόμενος, ὡς τῶν μελλόντων ἀγαθῶν, προορῶν τὴν ἀπόλαυσιν. Καὶ ξίφει τὸν
αὐχένα τμηθείς, τελεώτερον ἡνώθης, τῇ πηγῇ τῶν ἀγαθῶν, καὶ Σωτῆρι πάντων καὶ
Θεῷ. Οὐ τῆς δόξης κατατρυφῶν, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Τῷ ζήλῳ τῆς πίστεως,
σεαυτὸν ἠρνήσω, καὶ μαρτυρικῆς εὐκλείας ὤφθης κοινωνός, θεόφρον Νικόλαε. Τῆς γὰρ ἀπάτης τὸ φρύαγμα, εὐθαρσῶς
κατήσχυνας, πεπαῤῥησιασμένῃ ὁμολογίᾳ, ἄνθος νεότητος ὑπεριδών, καὶ ἐπαγγελιῶν
σφαλλομένων ὑπερφρονήσας, οὐρανίῳ φρονήματι, ὅθεν Χριστὸς δοξάζων τοὺς ἀγῶνάς
σου, οὐρανίῳ φωτί, τὸ σὸν θεῖον ἐλάμπρυνε λείψανον, βεβαιῶν ἣν εὗρες
λαμπρότητα, καὶ παρέχων διὰ σοῦ, ἱλασμὸν ἡμῖν ἁμαρτιῶν, καὶ παθῶν ἐκλύτρωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς
δούλους Σου φύλαττε Εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Νικόλαε Χριστοῦ, πτερωθεὶς τῷ ἔρωτι, μαρτυρικῶς
ἠνδραγάθησας, δυνάμει κρείττονι, καθελὼν τῆς πλάνης, τὴν ὀφρῦν καὶ εὔφρανας,
τοῖς ἄθλοις σου πιστῶν τὰ συστήματα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς
ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ ἄνθος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Νεότητος ὥραν παριδών,
ἀνδρικῷ φρονήματι, τὰς ἀπειλὰς καὶ τὰς μάστιγας, ἤνεγκας Ἅγιε, ὡς στεῤῥὸς
ἀδάμας, καὶ ἐχθρῶν κατέπληξας, τὸ θράσος ψυχικῇ σου στεῤῥότητι, Μάρτυς Νικόλαε, διὰ τοῦτό σε ὁ Κύριος, ἀθανάτου δόξης
κατηξίωσε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Νικήσας ἐχθρῶν τὰς μηχανάς,
Ἀθλητὰ Νικόλαε, ὁμολογίᾳ τῆς πίστεως, καὶ
θείοις σκάμμασιν, ὡς στεῤῥὸς ὁπλίτης, Χριστοῦ τοῦ Παντάνακτος, εὐφραίνεις τὴν
πατρίδα σου Ἅγιε, τῇ σῇ λαμπρότητι, διὰ τοῦτο ἑορτάζει, χαρμοσύνως τὴν ἁγίαν
ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἀσεβείας τὴν ὀφρύν,
μαρτυρικῇ σου ἐνστάσει, καταβαλὼν ἐθριάμβευσας, Νεομάρτυς Νικόλαε. Οὐ γὰρ ἐπτόησαι μακάριε, τυραννικὰς
ἀπειλάς, καὶ τῶν μαστίγων τὸ ἄλγος, ὡς τρυφὴν ἡγήσω, ἐν τῇ ἑνώσει τοῦ
κρείττονος. Καὶ ὡς ἀρνίον ἄκακον, σφαγιασθεὶς ὑπὲρ Χριστοῦ, ὡς θυσία ἄμωμος,
Αὐτῷ προσενήνεξαι, πᾶσιν αἰτούμενος παθῶν ἀπαλλαγήν, καὶ πταισμάτων συγχώρησιν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν
Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις
δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν
ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα,
Καρπενησίου, ἄνθος εὔοσμον, τῆς Ἐκκλησίας, ἀνεδείχθης Νεομάρτυς Νικόλαε, σὺ γὰρ ἀνδρείῳ φρονήματι ἤθλησας, καὶ τῆς
ἀπάτης καθεῖλες τὸ φρύαγμα, καὶ νῦν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι
ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν
σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ
προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἤθλησας στεῤῥῶς, δι’
ἀγάπην τὴν θείαν, ἀνέτειλας ἡμῖν, ὡς νεόφωτον ἄστρον, Νικόλαε
πανεύφημε, καὶ ἀκτῖσι τῶν ἄθλων σου, λύεις ἅπασαν, παθῶν ὁμίχλην τῶν
πίστει, ἐκτελούντων σου, τὴν ἀξιέπαινον μνήμην, Ἀγγέλων συνόμιλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς ἔτεκες ἡμῖν, μετὰ
σώματος Κόρη, τὸν πάντων Ποιητήν, ἀναπλάττοντα κόσμον, τῆς Εὔας τὸ κατάκριμα,
καὶ τὴν λύπην διέλυσας, ὅθεν λῦσόν μου, τῆς ἀθυμίας τὸ νέφος, τῇ Σῇ χάριτι, καὶ
μετανοίας τῷ φέγγει, τὸν νοῦν μου καταύγασον.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νικήσας Νικόλαε ὡς ἀριστεὺς τοῦ Χριστοῦ, γενναίᾳ ἀθλήσει
σου τὰς παρατάξεις ἐχθροῦ, ἀξίως δεδόξασαι, πόνους γὰρ τῆς σαρκός σου, καὶ
μαστίγων τὸ ἄλγος, ἤνεγκας ἀνενδότως, ὡς φωτὸς θείου πλήρης, καὶ νῦν παντὸς κινδύνου,
καὶ πόνου ἡμᾶς λύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ναμάτων τοῦ Πνεύματος οὖσα
πηγὴ δαψιλής, ἐπόμβρησον Δέσποινα τῇ ταπεινῇ μου ψυχῇ, τὸ ὕδωρ τῆς χάριτος,
σβέσον τὸ πῦρ Παρθένε, τῶν παθῶν τῆς κακίας, δίδου δὲ τῷ νοΐ μου, φωτισμὸν
ἀπαθείας, τῇ Σῇ γὰρ Θεοτόκε, προστρέχω χρηστότητι.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Νεανίας εὐπρεπής, πέλων
λαμπρότητι ψυχῆς, στρατιώτης εὐκλεής, καὶ Ἀθλητὴς περιφανής, τῆς εὐσεβείας Νικόλαε ἀνεδείχθης, πᾶσαν γὰρ ἐχθροῦ, καθεῖλες
ἔπαρσιν, πόνους ἐνεγκών, ὑπὲρ τῆς πίστεως, καὶ νῦν Μαρτύρων συνόμιλος γέγονας,
καλῶς τελέσας τὸν δρόμον σου, μεθ’ ὧν δυσώπει, τοῖς σὲ τιμῶσι, χάριν δοθῆναι
καὶ ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ἀειπάρθενε ἁγνή, Μῆτερ τοῦ
πάντων Ποιητοῦ, καταφύγιον ἡμῶν, καὶ προστασία ἀσφαλής, καὶ λυπουμένων ἀνάψυξις
Θεοτόκε, πᾶσαν καθ’ ἡμῶν, ἐχθροῦ ἐπήρειαν, παῦσον τῇ θερμῇ, ἐπιστασίᾳ Σου, καὶ
τὴν ζωὴν ἡμῶν Κόρη εἰρήνευσον, ταραττομένην τοῖς πάθεσι, τῇ Σῇ γὰρ σκέπῃ,
σπεύδομεν πάντες, μὴ οὖν παρίδῃς τοὺς δούλους Σου.
Τὸ α΄
ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ
Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον,
τοῦ Ὄρθρου τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τὴν ὁδόν,
ἀνεπιστρόφως ἐβάδισας, θεολήπτῳ καρδίᾳ, Νεομάρτυς Νικόλαε.
Τοῖς γὰρ ἴχνεσι Χριστοῦ ἀκολουθῶν θεοφρόνως, τῶν πάλαι Μαρτύρων μιμητὴς ἐγένου,
τυραννικὴν φαυλίσας μανίαν. Καὶ νῦν τῷ θρόνῳ τοῦ Χριστοῦ παρεστὼς ἐν δόξῃ,
ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Ἀθλητὴν Νικόλαον μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῆς δόξης Κυρίου κατατρυφῶν, Νικόλαε Μάρτυς ταῖς πρεσβείαις σου πρὸς Χριστόν, νόος μου διάλυσον τὸ σκότος, ὅπως ὑμνήσω τὴν θείαν σου ἄθλησιν.
Ὁλόκληρον ἔχων πρὸς τὸν Χριστόν, τὴν ἔφεσιν Μάρτυς ὑπερεῖδες ἅπαν φθαρτόν, καὶ ἤθλησας γνώμῃ στεῤῥοτάτῃ, ὑστέροις χρόνοις παμμάκαρ Νικόλαε.
Νεότητι σώματος τῆς ψυχῆς, τὸ κάλλος ἐκφαίνων νεανίας ὡς εὐπρεπής, καθεῖλες τοῦ πλάνου τὴν μανίαν, τὴν κατὰ σοῦ φερομένην Νικόλαε.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Ποιητήν, ναὸς φωτοφόρος καὶ καθέδρα βασιλική, Παρθένε ἐδείχθης τοῦ Κυρίου, διὸ ὑμνοῦμεν τὴν ἄῤῥητον δόξαν Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θυρεῷ εὐσεβείας περιφραχθεὶς Ἅγιε, ἤμβλυνας τοῦ πλάνου τὰ κέντρα καὶ ὡμολόγησας, Χριστοῦ τὸ ὄνομα, ἀθλητικῶς τῆς ἀπάτης, καθελὼν Νικόλαε, ἅπαν τὸ φρύαγμα.
Λαμπρυνόμενος φέγγει τῆς ἀληθοῦς πίστεως, ὡς ἀστὴρ νεόφωτος ὤφθης ἡμῖν Νικόλαε, καὶ διαλέλυκας, τῆς ἀσεβείας τὸν ζόφον, τῷ φωτὶ τῶν ἄθλων σου, ἰσχύϊ κρείττονι.
Ἡ σὴ ἄθλησις Μάρτυς χαρᾶς πολλῆς ἔπλησε, τὰς τῶν εὐσεβούντων καρδίας καὶ ἀνεπτέρωσε, πιστῶν τὸ φρόνημα, πρὸς εὐσεβείας ἀγῶνας, ὅθεν σε Νικόλαε, πάντες γεραίρομεν.
Θεοτοκίον.
Τὸν Θεὸν τῶν ἁπάντων ὑπερφυῶς τέξασα, ἔλυσας Ἀδὰμ τὴν κατάραν καὶ πᾶσιν ἔβλυσας, χάριν καὶ λύτρωσιν, ὅθεν ὑμνοῦμέν Σε Κόρη, ὡς ζωῆς τῆς κρείττονος, ἀρχὴν καὶ εἴσοδον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν Μαρτύρων ὑπῆλθες καλῶς
τὸ στάδιον, καὶ αἱμάτων πλημμύρᾳ τῶν σῶν ἀπέπνιξας, τὸν ἀρχαῖον πτερνιστὴν
Μάρτυς Νικόλαε, ὅθεν ὡς Μάρτυρα Χριστοῦ, καὶ
γενναῖον Ἀθλητήν, τιμῶμέν σε καὶ βοῶμεν· μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν
εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Παρθένε καὶ
ἀπειρόγαμε, ἡ τὸν πάντων Σωτῆρα κυοφορήσασα, τῶν παγίδων τοῦ ἐχθροῦ ῥῦσαί με
δέομαι, καὶ τῶν ματαίων λογισμῶν, ἐλευθέρωσον τὸν νοῦν, παρέχουσα τῇ ψυχῇ μου,
εἰρήνην καὶ σωτηρίαν, ὡς σωτηρίας κόσμου πρόξενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ πατρίς σου Νικόλαε,
χαίρει κεκτημένη σε θεῖον ἔφορον, καὶ γεραίρει τοὺς ἀγῶνάς σου, πόθῳ ἑορτάζουσα
τὴν μνήμην σου.
Νοῦν ἀλάστορα ἤσχυνας, τῇ σῇ καρτερίᾳ Μάρτυς Νικόλαε, τῶν μαστίγων γὰρ τὴν ἔφοδον, ὥσπερ ἄλλου
πάσχοντος ὑπέμεινας.
Νεκρωθεὶς τὴν διάνοιαν, πᾶσι τοῖς τερπνοῖς τοῦ κόσμου Νικόλαε, τὴν ζωὴν Χριστὸν ἐκήρυξας, ἐν ὑστέροις
χρόνοις λαμπρῷ στόματι.
Θεοτοκίον.
Ἰησοῦν τὸν Θεὸν ἡμῶν, κόσμῳ ὡς προήγαγες ὥσπερ
ἄνθρωπον, καθικέτευε πανάμωμε, μώμου ἁμαρτίας ἀπαλλάξαι με.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Κολακείαις τυράννων, καὶ παντοειδέσι σοφὲ ὑποσχέσεσιν,
οὐδαμῶς ὑπεῖξας, ἀλλ’ ἀτρέπτῳ καρδίᾳ ἐχώρησας, πρὸς ποικίλους πόνους, ὑπὲρ τοῦ
πάντων εὐεργέτου, ὑπὲρ Οὗ καὶ νομίμως ἐνήθλησας.
Ὁλικῶς ἀνανεύων, πρὸς τὸν σοὶ ποθούμενον Χριστὸν Νικόλαε, τοῖς πικροῖς διώκταις, παῤῥησίᾳ πολλῇ
ἀνεκραύγαζες· Τὸν Χριστόν μου σέβω, καὶ προσκυνῶ τε καὶ λατρεύω, ὡς Θεὸν τῶν
ἁπάντων καὶ Κύριον.
Λαμπρυνθεὶς τὴν καρδίαν, θείας ἀγαπήσεως φωτὶ Νικόλαε, θεῖος νεανίας, ἀνεδείχθης ζωῆς
καθαρότητι, καὶ τοῦ σκότους Μάρτυς, καταβαλὼν τὸν ἀρχηγέτην, πρὸς ἀνέσπερον
φέγγος ἀνέδραμες.
Θεοτοκίον.
Ἀποῤῥήτως τεκοῦσα, τὸν ἀπεριόριστον φύσει Θεότητος,
σάρκα εἰληφότα, ἐξ ἀχράντων αἱμάτων Σου πάναγνε, ὤφθης εὐλογίας, πηγὴ πηγάζουσα
τῷ κόσμῳ, θεϊκῆς εὐσπλαγχνίας τὰ νάματα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ νέος ἐν Ἀθληταῖς, Καρπενησίου τὸ βλάστημα, Νικόλαος ὁ κλεινός, ὑμνείσθω τοῖς ᾄσμασι, Μαρτύρων
ζηλώσας γάρ, τοὺς λαμπροὺς ἀγῶνας, σὺν αὐτοῖς λαμπρῶς δεδόξασται.
Νεότητος παριδών, ἀκμὴν καὶ ὥραν Νικόλαε, παρέδωκας σεαυτόν, πρὸς πόνους καὶ
μάστιγας, τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τῆς ἀφθαρσίας, ἀνεπλέξω τὸ διάδημα.
Μαστίγων ἐπιφοράς, ὑπενεγκὼν καρτερώτατα, ὑπομονῇ
σταθερᾷ, ἐχθρῶν κατεμάστιξας, εἰδεχθῶν τὰ πρόσωπα, καὶ στεφάνῳ νίκης, ἐκοσμήθης
ὡς καλλίνικος.
Θεοτοκίον.
Ἐκύησας ἐν σαρκί, τὸν Ποιητὴν πάσης κτίσεως, τὸ γένος
τὸ χοϊκόν, φθορᾶς ἐξαιρούμενον, μόνη ἀειπάρθενε, ὅθεν τῆς σαρκός μου, τὰς
ὀδύνας ἐπικούφισον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ
Παρθένος σήμερον.
Μαρτυρίου ἤνυσας,
ἀνδρειοφρόνως τοὺς ἄθλους, ἐν ἀκμῇ νεότητος, καταβαλὼν τὸν βελίαρ, ὅθεν σε, ὁ
ἀθλοθέτης στεφάνῳ νίκης, ἔστεψεν, ὡς ἀριστεύσαντα Νεομάρτυς, Ὃν Νικόλαε
δυσώπει, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.
Ὁ Οἶκος.
Ὥσπερ ἀστὴρ νεοφανής,
ἀνέτειλας παμμάκαρ, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, διὰ τοῦ μαρτυρίου, καὶ καταυγάζεις
τῶν πιστῶν, τὰς διανοίας μυστικῶς, ἀκτῖσι τῶν σῶν ἄθλων. Σὺ γὰρ εὐσεβείας
τρόποις διαλάμπων, καὶ ἀγάπῃ θείᾳ στοιχειούμενος, μαρτυρικοὺς ἀγῶνας διήνυσας,
ἀκαταπλήκτῳ διανοίᾳ, καταπλήξας τοὺς τυράννους, καὶ εὐσταθεῖ ὁμολογίᾳ, τῆς
ἀληθείας ἐκφήνας τὴν δύναμιν. Καὶ πάντα παριδών, νεότητος ἄνθος, πλοῦτον. Καὶ
δόξαν καὶ τιμάς, ἐβόας τοῖς ἀπίστοις· Χριστός ἐστι Θεὸς τῶν ὅλων, ὁ δι’ ἐμὲ
ἑκὼν παθών, καὶ ἀπαθείας βλύσας μοι τὴν χάριν, ὑπὲρ Οὗ καὶ χαίρων πάσχω καὶ
προθύμως θνήσκω, ἵνα σὺν Αὐτῷ αἰωνίως ζήσω. Ὃν Νεομάρτυς Νικόλαε δυσώπει, ἡμῖν
δοθῆναι, πταισμάτων ἄφεσιν.
Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ
Βαπτιστοῦ Ἰωάννου.
Ἀνδρὶ
Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου,
Τεκεῖν
Προφήτην, καὶ Προφήτου τι πλέον.
Εἰκάδι
τῇ τριτάτῃ γαστὴρ λάβε Πρόδρομον εἴσω.
Ταύτην τὴν θείαν σύλληψιν
εὐηγγελίσατο τῷ Προφήτῃ καὶ Ἱερεῖ Ζαχαρίᾳ, ὁ θεῖος Ἀρχιστράτηγος Γαβριήλ,
εἰπών: Εἰσηκούσθη ἡ δέησίς σου· ὡς ἐκ τούτου προμηνύεσθαι διὰ τὸ
παράδοξον τοῦτε γήρως καὶ τῆς στειρώσεως τῆς Ἐλισάβετ, τὸν θεῖον καὶ παρθενικὸν
τῆς παναχράντου Θεοτόκου τόκον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ παντοπώλου, τοῦ
Καρπενησιώτου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1672.
Ὁ
Νικόλαος πάντα πωλήσας κάτω,
ἐξηγόρασε
Χριστὸν ἄνω ἐκ ξίφους.
Εἰκάδι
τριτάτῃ Νικόλαον φάσγανον εἶλεν ὀξύ.
Οὗτος ἦν ἐκ Καρπενησίου,
πόλεως Εὐρυτανίας, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν. Τὸ 15ον ἔτος τῆς
ἡλικίας ἄγων, τῷ ἑαυτοῦ πατρὶ ἀκολουθῶν, μετέβη εἰς Κωνσταντινούπολιν καὶ ἦν
βοηθῶν αὐτῷ, τὸ τοῦ παντοπώλου ἀσκοῦντι ἐπάγγελμα. Ὥρᾳ νεότητος καὶ νοὸς
ὀξύτητι καὶ καθαρότητι ζωῆς διαλάμπων, ἐβιάσθη παρὰ τῶν Ἀγαρηνῶν πρὸς ἐξώμοσιν,
ὃς μηδόλως προσχών, ἀτρέπτῳ ψυχῇ καὶ πολλῇ παῤῥησίᾳ ὡμολόγησε τὸ τοῦ Σωτῆρος
ὄνομα. Καὶ ποικιλοτρόπως αἰκισθείς, καὶ ἐπαλλήλως μαστιγωθείς, καὶ εἱρκτῆς τὴν
κάκωσιν ὑποστάς, ἀπετμήθη τὴν κεφαλὴν τῇ ΚΓ΄ Σεπτεμβρίου, ἐν ἔτει 1672, ἡμέρᾳ
Δευτέρᾳ τῆς ἑβδομάδος καὶ θείῳ φωτί, οὐρανόθεν κατερχομένῳ, κατελάμπετο τὸ
σεπτὸν αὐτοῦ λείψανον, ὅπερ εὐσεβεῖς, τιμίαις χερσὶν ἀνελόμενοι, ἐκήδευσαν ἐν
τῇ νήσῳ Χάλκῃ. Νεύσει δὲ τοῦ Μάρτυρος, μετήνεκται ἡ τούτου τιμία Κάρα, ἐν τῇ
κατὰ τὸ Ἁγιώνυμον τοῦ Ἄθω Ὄρος, ἱερᾷ τοῦ Ξηροποτάμου Μονῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων αὐταδέλφων γυναικῶν
Πολυξένης καὶ Ξανθίππης.
Ἀξίως
εἰλήφατε θεόθεν γέρα,
ὁμαίμονες, Ξανθίππη καὶ Πολυξένη.
ὁμαίμονες, Ξανθίππη καὶ Πολυξένη.
Αἱ ὁσίαι Ξανθίππη καὶ
Πολυξένη, ἀδελφαὶ οὖσαι κατὰ σάρκα καὶ ἐξ Ἰσπανίας καταγόμεναι, ἐδιδάχθησαν τὴν
εἰς Χριστὸν πίστιν ἐν τοῖς χρόνοις τοῦ Κλαυδίου Καίσαρος (4145 μ. Χ.). Ἐκ τούτων ἡ
μὲν Ξανθίππη ἦν γυνὴ τοῦ ἄρχοντος τῆς χώρας Πρόβου, μαθητεύσασα παρὰ τῷ
Ἀποστόλῳ τῶν ἐθνῶν Παύλῳ καὶ πολλοὺς εἰς τὴν ἀληθινὴν πίστιν ἐπιστρέψασα· ἡ δὲ
Πολυξένη ἐν σκιᾷ ἀγνωσίας καθημένη ἡρπάγη ὑπό τινος ἐπὶ διαφθορᾷ καὶ κατήντησεν
εἰς τὴν Ἑλλάδα ἔνθα θείᾳ χάριτι ἐδιδάχθη τὰ σωτηριώδη γράμματα καὶ εἰς Χριστὸν
ἐβαπτίσθη. Ἐπανελθοῦσα εἰς τὴν ἑαυτῆς πατρίδα ἐπανεῦρε τὴν Ξανθίππην, μεθ᾿ ἧς
θεοφιλῶς τὸν βίον ἐδαπάνησεν. Ἀμφότεραι ἐν ἔργοις εὐαγγελικοῖς διαπρέψασαι,
ἐκοιμήθησαν ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ
Ἀντωνίου, τῶν ἐν Ἀφρικῇ τελειωθέντων.
Ὑπὲρ
νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου,
Λόγχαις
νυγεὶς ἤνεγκε διτταῖς Ἀνδρέας.
Ἔχθραν
πλανηθείς, καὶ σφαγεὶς Ἰωάννης,
Σφάττει
τὸν ἐχθρόν, καὶ συν αὐτῷ τὴν πλάνην.
Ἀντώνιος
καὶ Πέτρος ὡς στεῤῥαὶ πέτραι,
Πρὸς
τὰ μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν.
Βασιλείου τὴν Ῥωμαίων ἀρχὴν
διϊύνοντος τῆς Ἀφρικῆς ἁπάσης ἐκράτει καὶ ἐτυράννει, ὁ ὡμότατος τῶν Ἀγαρηνῶν
Ἰβραχίμ. Οὗτος πορθήσας τὰς Συρακκούσας Σικελίας, ἐκεῖθεν ἠγάγετο Ἰωάννην, ἅμα
σὺν τοῖς παισὶν αὐτοῦ, Πέτρῳ καὶ Ἀντωνίῳ, παῖδας ἔτι ἀώρους τυγχάνοντας. Οὕς
καὶ παραυτίκα τοῖς Ἀγαρηνῶν ἐκέλευσεν ἐκπαιδεύεσθαι γράμμασιν. Ἐπεὶ δὲ εἰς
ἄνδρας ἐτέλουν, καὶ φρονήσει καὶ ἀρετῇ πολλοὺς ὑπερεῖχον, ἀγασθεὶς ἐπ’ αὐτοῖς ὁ
Βελίαρ, γενικὸν μὲν τὸν Ἀντώνιον, σακελλάριον δὲ τὸν Πέτρον προχειρίζεται.
Οὗτοι μὲν κρυφίως ἐχριστιάνιζον, εἰς τὸ φανερὸν δὲ τὰ τῶν Σαρακηνῶν ὑπεκρίνοντο,
ἀλλ’ οὐκ ἔλαθον. Γνοὺς γὰρ τοῦτο ὁ Ἰβραχίμ, καὶ μανείς, τοὺς πόδας αὐτῶν ξύλῳ
ἀσφαλισάμενος, ξύλοις ἀγρίοις αἰκίζει.
Τετρακοσίας τοίνυν λαβὼν
κατὰ τῶν ποδῶν ὁ μακάριος Ἀντώνιος καὶ τούτοις κατακλασθείς, ηὐχαρίστει τῷ Θεῷ.
Εἶτα ὄνῳ ἐπιβιβάζεται καὶ κατὰ τοῦ σάγματος σχοινίοις δεδεμένος, διὰ μέσης τῆς
πόλεως θεατρίζεται. Πέτρος δὲ γυμνωθείς, ῥάβδοις τὸν τένοντα αὐτοῦ καὶ τὴν
κοιλίαν αἰκίζεται, καὶ ἐν τῇ εἱρκτῇ ἀποτίθεται. Ἐξαγαγὼν δὲ αὐτούς, τοὺς
βραχίονας ἀπὸ τῶν ὤμων καὶ τὰς χεῖρας ξύλοις ἀγρίοις συνθλᾷ, ἔπειτα τοὺς μηροὺς
αὐτῶν καὶ τὰ σκέλη, καὶ τοὺς πόδας ὡσαύτως συνέτριψεν, ὡς ὅλον μὲν τὸ ὀστῶδες
ἀπαλυνθῆναι, τὸ σαρκῶδες δὲ χυλωθέν, τῷ αἵματι συμφυραθῆναι. Μετὰ δὲ ταῦτα,
ἀνθράκων πλήθη ἀθροίσας, καὶ χαλκέα προσκαλεσάμενος, διὰ σιδηρᾶς λαβίδος πεπυρακτωμένης,
τὰ αἰδοῖα αὐτῶν ἐκέλευσεν ἀποτεμεῖν, καὶ τοῖς τῶν μακαρίων στόμασιν ἐμβαλεῖν.
Τούτων ἐν τούτοις
τελειωθέντων, τὸν πατέρα αὐτῶν Ἰωάννην ἑλκύσας πρὸς ἑαυτόν, καὶ τῇ λαιᾷ χειρὶ
τὸν τράχηλον ἀνακλάσας, τὴν ἰδίαν αὐτοῦ μάχαιραν ἔπηξεν ἐν τῷ φάρυγγι, καὶ
οὕτως ἐπανωτῶν ἰδίων αὐτοῦ τέκνων ἀφῆκε τὸ πνεῦμα. Εἶθ’ οὗτω πυρὰν πολλὴν
ἀνάψας, κατέκαυσεν ἅμα τὰ τῶν Ἁγίων σώματα.
Τὸν δὲ μακάριον Ἀνδρέαν,
γηραιὸν ὄντα πάνυ τὴν ἡλικίαν, χρόνοις πολλοῖς καθειρχθέντα, καὶ λιμῷ καὶ δίψει
καὶ γυμνότητι καὶ ταλαιπωρίαις τεταριχευμένον, καὶ μὴ πειθόμενον τῷ κυνί, τι
ποιεῖ ὁ θήρ; Ἵππῳ ἐπιβάς, καὶ ἀκόντιον λαβών, κατ’ εὐθὺς τὸν Ἅγιον εὑρών, κατὰ
τοῦ στήθους ἔκρουσεν. Ἐπεὶ οὖν ὁ Ἅγιος εὐχαριστήσας, ἔῤῥηξε φωνὴν πρὸς τὸν
Θεόν. Αὖθις ἐκ τῶν ὄπισθεν ὁ μιαιοφόνος παριών, ἑτέρῳ τοῦτον ἔβαλε κατὰ τοῦ
νώτου πελτῷ, καὶ οὕτω κατὰ τῶν σπλάγχνων αὐτοῦ τῶν δύω δοράτων διαδυομένων,
πίπτει ὁ μακάριος ἐπὶ τῆς γῆς μαχαίρᾳ, τὴν τιμίαν ἀποτμηθεὶς κεφαλήν, καὶ οὕτως
ἐπληρώθη αὐτῶν ἡ μαρτυρία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου.
Ποθοῦσα
κάλλος ἡ Ῥαΐς Θεοῦ βλέπειν,
Σαρκὸς
τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει.
Αὕτη γέγονεν ἐν τῇ Αἰγυπτίῳ
χώρᾳ, ἐν τόπῳ ἐπιλεγομένῳ Τάμμα, θυγάτηρ πρεσβυτέρου τινός, Πέτρου τοὔνομα, ἦν
δὲ τῶν μοναζουσῶν σχῆμα περιβεβλημένη, οὖσα ἐτῶν ὡσεὶ 2. Κατελθοῦσα δὲ μεθ’
ἑτέρων παρθένων ὑδρεύσασθαι καὶ θεασαμένη πολλὰς παρθένους, καὶ πλῆθος ἀνδρῶν
πρεσβυτέρων καὶ διακόνων καὶ μοναζόντων, οὕς εἶχε δεσμίους ὁ ἡγεμῶν Λουκιανός,
παρερχομένων πλοίῳ, καὶ μαθοῦσα ὅτι διὰ Χριστὸν δέδενται, ἀνδρισαμένη συνέμιξεν
αὐτοῖς ἑαυτήν, δεηθεῖσα ἐπὶ τοῦτο τοῦ Κομενταρησίου. Τοῦ δὲ παραινέσαντος
αὐτήν, τὴν ἀσφάλειαν ἑλέσθαι, καὶ μὴ συναποθανεῖν τοῖς δεσμίοις, ἐπεὶ οὐκ
ἐπείσθη, ἐνεφανίσθη τε τῷ ἡγεμόνι, και τοὺς αὐτοὺς θεοὺς ἐμυκτήρισε καὶ εἰς τὸ
τούτο ἐνέπτυσε πρόσωπον, ὡς τὰ χριστιανῶν διαπαίζοντος, τὴν διὰ ξίφους μετὰ
πολλὰς βασάνους ἐδέξατο τελευτήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου ἐνδόξου Νεομάρτυρος Ἰωάννου τοῦ ἐκ Κονίτσης
τῆς Ἠπείρου καταγομένου, καὶ ἐν Βραχωρίῳ (Ἀγρινίῳ) τῆς Αἰτωλίας ἀθλήσαντος ἐν
ἔτει 1814.
Ῥίζης
δυσώδους ἐκφυεὶς Ἰωάννη,
ἀθλήσεως
ἤνεγκας καρποὺς ἡδίστους.
Οὗτος ἦν ἐκ Κονίτσης,
κωμοπόλεως τῆς Ἠπείρου, γεννηθεὶς ἐξ Ὀθωμανῶν γονέων, παρ’ ὧν καὶ ἀνετράφη τῇ
ἰδίᾳ πλάνῃ, καταλεγεὶς τῷ τάγματι τῷ λεγομένῳ τῶν Δερβισῶν. Εἰκοσαετὴς γεγονώς,
ἔζη βίον σεμνόν, τοῖς χριστιανικοῖς νεύων ἤθεσι καὶ τρόποις ἐν πολλῇ συνέσει.
Καὶ μετ’ οὐ πολύ, ἀφεὶς τὴν οἰκείαν πλάνην, προσῆλθε τῷ φωτὶ τῆς θεογνωσίας,
πεπιστευκὼς Χριστῷ τῷ Θεῷ, καὶ ἀναγεννηθεὶς διὰ τοῦ θείου βαπτίσματος ἐν τῇ
νήσῳ Ἰθάκῃ ἔλαβε τὸ ὄνομα Ἰωάννης. Ἐπανελθὼν ἐν Ξηρομέρῳ καὶ ἔν τινι ἐκεῖσε
χωρίῳ παροικήσας ᾧ ἡ κλῆσις Μαχαλάς, ἐνυμφεύθη σεμνήν τινα νέαν, μεθ’ ἧς ἔζη
βίον θεοφιλῆ καὶ χριστιανικόν. Μαθόντες οἱ προσήκοντες αὐτῷ ὅτι ἐγένετο
χριστιανός, εὑρόντες τοῦτον παντοίοις ἐχρήσαντο τρόποις, ἵνα μεταστήσωσι τῇ προτέρᾳ
πλάνῃ. Παραστήσαντες τοῦτον τῷ ἐν Βραχωρίῳ κριτῇ τῶν Ἀγαρηνῶν, ὁμολογήσαντα
διατόρως καὶ ἐν πολλῇ παῤῥησίᾳ τὴν εἰς Χριστὸν ἀμετάθετον αὐτοῦ πίστιν καὶ μὴ
ὑπενδόντα ἀπειλαῖς καὶ ἐπαγγελίαις καὶ εἱρκταῖς καὶ πλείσταις τιμωρίαις καὶ
κολάσεσιν, ἀπέτεμον τὴν τιμίαν αὐτοῦ κεφαλήν, τῇ κγ΄ τοῦ μηνὸς Σεπτεμβρίου, ἐν
ἡμέρᾳ Τετάρτῃ τῆς ἑβδομάδος, τοῦ σωτηρίου ἔτους 1814. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα
ῥιφθὲν οὐ μακρὰν τῆς ἐκκλησίας τοῦ Ἁγίου Δημητρίου ἐτάφη παρά τινων εὐλαβῶν ἔν
τινι ἀγρῷ, ὅν οἱ Βραχωρῖται ἔκτοτε τιμῶσιν. Ἐν ἔτει δὲ 1794, εὑρέθησαν τὰ ἱερὰ
αὐτοῦ λείψανα ἐν τῇ Ἱ. Μ. τῆς Προυσιωτίσσης, ἀποκρυβέντα πάλαι ἐκεῖσαι μετὰ τὴν
ἐκ τάφου ἀνακομιδήν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Γρηγορίου Μητροπολίτου Ἄργους καὶ Ναυπλίου,
τοῦ Νέου Ἐθνοϊερομάρτυρος, καὶ ἐν Τριπόλῃ τελειωθέντος ἐν τῇ εἱρκτῇ ἐν ἔτει
1821.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἄνταμν (Adamnan) τοῦ Σκωτσέζου.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Λάμπων ἀκτῖσιν εὐσεβείας, χαίρων ἤνυσας Μαρτύρων τοὺς
ἀγῶνας, καὶ τῷ ξίφει τμηθείς, Νικόλαε κραυγάζεις·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Πόνους σαρκὸς καθυπομείνας, πρὸς τὴν ἄπονον μετέβης
κληρουχίαν, πάντα πόνον ἡμῶν, Νικόλαε κουφίζων,
τῶν προσιόντων Ἅγιε, τῇ θερμῇ σου προστασίᾳ.
Ὤφθης ὡς ἄκακον ἀρνίον, ἀπαγόμενον χερσὶ ταῖς τῶν
τυράννων, πρὸς σφαγὴν Ἀθλητά, καὶ τῷ Χριστῷ προσήχθης, ὡς ἱερεῖον ἄμωμον,
ἐκτμηθεὶς τὴν κεφαλήν σου.
Θεοτοκίον.
Γέφυρα ὤφθης Θεοτόκε, ἐπανάγουσα ζωὴν πρὸς ἀφθαρσίας,
τοὺς ὑμνοῦντας πιστῶς, τὸν ἄφραστόν Σου τόκον, καὶ ἐκβοῶντας πάναγνε· Χαῖρε
Κεχαριτωμένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν σοὶ καυχᾶται, Καρπενησίου ἡ πόλις, καὶ τὴν μνήμην
σου πανδήμως ἑορτάζει, ἣν ἀπαύστως σκέπε, Νικόλαε τρισμάκαρ.
Ῥείθροις αἱμάτων, τὴν σὴν στολὴν πορφυρώσας, ἀνελήλυθας
λαμπαδηφόρος Μάρτυς, πρὸς τὰς οὐρανίους, Νικόλαε σκηνώσεις.
Ἄνωθεν Μάρτυς, φῶς τῷ σεπτῷ σου λειψάνῳ, κατερχόμενον
ἐδείκνυε τοῖς πᾶσιν, ἣν εὗρες θεόθεν, λαμπρότητα καὶ δόξαν.
Θεοτοκίον.
Σάρκα ἀτρέπτως, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, προσλαβόμενος
ὁ Λόγος Θεοτόκε, πάσης ἀλογίας, τοὺς Σὲ ὑμνοῦντας σώζει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ οὐρανίῳ, Μάρτυς ἀριστεύσας, ἐχθροῦ ἀνίσχυρον
κράτος κατέβαλες, καὶ νικηφόρος ἐν πᾶσιν ὤφθης Νικόλαε.
Μαρτύρων ταῖς χορείαις, Μάρτυς συνημμένος, καὶ κατὰ
μέθεξιν θείαν θεούμενος, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀεὶ Νικόλαε.
Ὁ νέος ἀθλοφόρος, τοῦ Καρπενησίου, τὸ θεῖον γέρας Νικόλαε ἔνδοξε, κατὰ παθῶν νικητήν με δεῖξον
πρεσβείαις σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, πάσης ἁμαρτίας, τὴν μολυνθεῖσαν ψυχήν
μου ἐκκάθαρον, καὶ μετανοίας ἀκτῖσι τὸν νοῦν μου λάμπρυνον.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σταυροῦ τὴν θείαν δύναμιν,
ἐνδυσάμενος μάκαρ, ἀθλητικῶς ἠγώνισαι, ἐν ὑστέροις τοῖς χρόνοις, ὑπεριδὼν τὰ ἐν
κόσμῳ, καὶ νεότητος ἄνθος, καταλιπὼν Νικόλαε,
καὶ νικήσας τοῦ πλάνου τὰς μηχανάς, ὅθεν ἀφθαρσίας τὸ θεῖον στέφος, παρὰ Χριστοῦ
ἀπείληφας, ὡς κλεινὸς Νεομάρτυς.
Θεοτοκίον.
Θεὸν ἀφράστως τέξασα, ἐν
μορφῇ τῇ βροτείᾳ, ἀναλλοιώτως πάναγνε, τὴν θνητὴν ἡμῶν φύσιν, πρὸς τὴν ἀθάνατον
δόξαν, ἐπανήγαγες Κόρη, διὸ τῶν θανατούντων μου, τὴν ψυχὴν νοημάτων καὶ
λογισμῶν, τῇ Σῇ εὐσπλαγχνίᾳ δέομαι ῥῦσαι, καὶ τὴν καρδίαν λάμπρυνον, τῷ φωτὶ
τῆς Σῆς δόξης.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθλητὴν τοῦ Κυρίου καὶ
Νεομάρτυρα, Νικόλαον τὸν θεῖον, εὐφημήσωμεν
πάντες, οὗτος γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας κατήσχυνε, τῶν ἀνομούντων τὴν
πλάνην καὶ τῶν πιστῶν, τὰς καρδίας κατεφαίδρυνε.
Οὔτε νεότητος ὥρα οὔτε
βασάνων ποιναί, κατίσχυσαν χωρίσαι, τῆς Χριστοῦ σε ἀγάπης, ἀνδρείως γὰρ
ἐκραύγαζες· τὸν Χριστόν, οὐκ ἀρνοῦμαι παράνομοι, καὶ ἐκτμηθεὶς τὸν αὐχένα νίκης
λαμπρόν, στέφος εἴληφας Νικόλαε.
Φῶς οὐρανόθεν τῷ θείῳ
Μάρτυς λειψάνῳ σου, κατήρχετο εὐφραῖνον, τῶν πιστῶν τὰς καρδίας, καὶ πᾶσιν
ἀριδήλως ὑποδηλοῦν, τὴν σὴν δόξαν Νικόλαε,
ὅθεν παθῶν ἀμαυρώσεως σαῖς λιταῖς, ῥῦσαι πάντας τοὺς τιμῶντάς σε.
Καρπενησίου ἡ πόλις χαίρει Νικόλαε, τὴν μνήμην σου τιμῶσα, τὴν ἐτήσιον πόθῳ,
ἣν πάσης δυσπραγίας καὶ συμφορᾶς, ἀσινῇ διαφύλαττε, μαρτυρικαῖς σου πρεσβείαις
πρὸς τὸν Χριστόν, Νεομάρτυς ἀξιάγαστε.
Δόξα. Ἦχος πλ. α.
Τῷ φωτὶ τῆς πίστεως, τὴν
ζωὴν καταλαμπρύνων, ἐν πολλῇ φρονήσει, τέκνον φωτὸς ἐδείχθης, Νεομάρτυς Νικόλαε. Τὸν γὰρ προκείμενον ἀγῶνα, ἐν οἰκείῳ
αἵματι ἐτέλεσας, καὶ τὸν ἄρχοντα τοῦ σκότους καθεῖλες, ἀθλητικῇ ἐνστάσει, ὅθεν
Ἄγγελοι ἐκρότησαν τοὺς ἄθλους σου, καὶ ἡ Χριστοῦ Ἐκκλησία, εὐφροσύνως γεραίρει
σε, λαμπρυνομένη τῇ δόξῃ σου, ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε
παμμάκαρ, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου
Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων
δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ
Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ
Ἰησοῦ, Νικόλαε μάκαρ, Ἀθλοφόρων ἡ καλλονή,
τοῦ Καρπενησίου, ἀγλάϊσμα καὶ κλέος, καὶ νίκη Ὀρθοδόξου, λαοῦ καὶ στήριγμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου