Δευτέρα 26 Αυγούστου 2019

1ο ΣΑΒΒΑΤΟ ΙΟΥΛΙΟΥ. ΑΓΙΑ ΜΕΛΩ ΤΗΣ ΚΩ ΑΚΟΛΟΥΘΙΑ


1-7!! 1ο ΣΑΒΒΑΤΟ ΙΟΥΛΙΟΥ
ΜΕΛΩ ΟΣΙΑ ΕΝ ΒΡΟΥΡΡΙΝῌ ΤΗΣ ΚΩ
ΑΚΟΛΟΥΘΙΑ
 (Κυρίλλου & Μητροφάνους, Μητροπολίτων Ῥόδου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Σήμερον χαίρει ἡ νῆσος τῆς Κῶ καὶ γάνυται, τὴν μνήμην σου τελοῦσα, ὦ Μελὼ μακαρία· σὺ δὲ τοὺς συναχθέντας πανευσεβῶς, ἐν αὐτῇ καὶ ὑμνοῦντάς σε, ἀπὸ παντοίων διάσωσον πειρασμῶν, ταῖς πρεσβείαις σου πρὸς Κύριον.

Εὐαγγελίου ῥημάτων ὡς ἐπακούσασα, ἐβάστασας ἐπ’ ὤμων, τὸν σταυρον διὰ βίου, νηστείαις ἀγρυπνίαις καὶ προσευχαῖς, ἐν ἐρήμοις σχολάζουσα· διὸ Χριστὸς ὁ Θεός σε Μῆτερ Μελώ, ἐμεγάλυνε τοῖς θαύμασιν.

Ὑπερμεγέθεις ἀγῶνας ἐν τῇ ἀσκήσεσι σου, ἀνύσασαν δι’ ἄκρας, ὦ Μελὼ ἐγκρατείας, ἁπάσας μεθοδείας τὰς πονηράς, δαιμονίων ἐγύμνωσας, ἐξ ὧν ῥυσθῆναι ἱκέτευε καὶ ἡμᾶς, τοὺς τιμῶντάς σε ἐν ᾄσμασιν.

Τῆς ἐγκρατείας εἰς κόρον κατατρυφήσασα, Μελὼ διαιτωμένη, τῶν πετρῶν ἀναμέσον, τρυφῆς κατηξιώθης τῆς θεϊκῆς, τῆς σαρκὸς ἐκδημήσασα, καὶ τῶν θαυμάτων ἀπέλαβες τὴν ἰσχύν, δι’ ὧν λάμπεις ὥσπερ ἥλιος.

Δόξα. Ἦχος β΄.
Ὅλην σεαυτήν, Θεῷ ἀναθεμένη, ὅλη σεαυτὴν ἀσκητικῶς, τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἐσταύρωσας, πρὸς τὸ βραβεῖον τῆς ἄνω κήσεως, ἀποσκοποῦσα Μελὼ παμμακάριστε· ὅθεν, χαρισμάτων πολλῶν ἀξιωθεῖσα, καὶ τῆς οὐρανίου τρυφῆς ἀπολαύσασα, μνημόνευε ἡμῶν ἀκαταπαύστως, τῶν ἐκτελούντων εὐσεβῶς, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔρωτι τοῦ Χριστοῦ, τρωθεῖσα τὴν καρδίαν, Μελὼ Ὁσία Μῆτερ, ἀσκητικῶς ἐν κόσμῳ, ὡς ἄγγελος διέπρεψας.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πόνοις ἀσκητικῶς, λεπτύνασα τὸ σῶμα, Θεοῦ τῆς Βασιλείας, ἀνῆλθες πρὸς τὴν δόξαν, Μελὼ Ὁσίων καύχημα.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εἴληφας ἐκ Θεοῦ, ἰάσεων τὴν χάριν, Μελὼ Ὁσία Μῆτερ, καὶ πάθη θεραπεύεις, τῶν ἐπικαλουμένων σε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ ἄναρχος Θεότης· Μελοῦς ταῖς ἱκεσίαις, εἰρήνην δὸς τῷ κόσμῳ σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ἡ τὸν Θεόν, τεκοῦσα ἀπειράνδρως, Θεόνυμφε Μαρία· τοὺς ὑμνητάς Σου ῥύου, ἐκ πειρασμῶν καὶ θλίψεων.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλλαμψας, τῆς εὐποιΐας, ἄθλοις ἤστραψας, τῆς ἐγκρατείας, ὡς λυχνία φωσφόρος τῆς πίστεως, φωταγωγία θαυμάτων φωτίζουσα, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου· ὅθεν πρέσβευε, Μελὼ τῷ Χριστῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.








ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν Βουῤῥίνῃ τῆς Κῶ, ἐγκρατείᾳ λάμψαντα, ὡς ἥλιος ἐπὶ γῆς, Μελὼ ἡ πάνσεμνος, θαυμάτων ταῖς ἀστραπαῖς, καὶ ἀγλαΐαις τῆς ἄνωθεν χάριτος, αὐγάζει θεουργικῶς, τοὺς ἐκβοῶντας αὐτῇ μετὰ πίστεως· χαίροις Μῆτερ πανολβία, Χριστοῦ νύμφη πάγκαλε, τοῦ ὡραίου Νυμφίου, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Βαβαὶ τῆς σῆς πολιτείας Μελώ!  Σὺ γὰρ εὐποιΐας, ἔργων ἐπιδείξεσιν, ἐμπρέμψασα εὐσεβεῖ, ζήλῳ τὸ πρότερον, ἐσύστερον βιοτήν, ἀγγελικὴν ἐγκρατείᾳ διήνυσας, καὶ ἤσχυνας τὸν ἐχθρόν, ἀῤῥενωθεῖσα δυνάμει τῆς πίστεως· ὅθεν στέφανον ὑψόθεν, δεξαμένη ἄφθαρτον, τῶν θαυμάτων ἐργάζῃ, τοῖς ἐν κόσμῳ τὰ τεράστια.

Τὴν σὴν θαυμάζουσιν ἄσκησιν, αἱ χοροστασίαι, τῶν ἄνω Δυνάμεων, καὶ τάξεις αἱ τῶν πιστῶν, Μελὼ πανεύφημε· ποθήσασα γὰρ Χριστόν, ἐν ἐρημίαις τὸν βίον διήνυσας, νηστείαις καὶ προσευχαῖς, καὶ ἀγρυπνίαις συντόνοις σχολάζουσα· ὅθεν τὴν σεπτήν σου μνήμην, ἐκτελοῦντες σήμερον, μεγαλύνομεν πάντες, τὸν δοξάσαντά σε Κύριον.

Ἕτερα. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μῆτερ ἀεισέβαστε, ἡ τοῦ Θεοῦ ἐν καρδίᾳ, ἐσχηκυῖα ἔρωτα, καὶ καταπατήσασα τὸν πολέμιον, τὸν ἡμᾶς κτείναντα, μηχανῇ ὄφεως, εὐπροσδέκτοις σου δεήσεσι, τὸν σάλον εὔνασον, τῶν ἁμαρτιῶν τὸν βαρύτατον, συγχώρησιν παρέχουσα, καὶ εἰς τὸ ἑξῆς ἀναστέλλουσα, πάθη ψυχοφθόρα, λαμβάνουσα τὴν χάριν πρὸς Θεοῦ, Ὃν ἐπιμόνως ἐπόθησας, Μῆτερ ἀεισέβαστε.

Πόνοις τῆς ἀσκήσεως, τὴν φυσικὴν λαμπηδόνα, ἔτηκας τοῦ σώματος· καὶ σαυτὴν εἰς ἔρημον εἰσοκίσασα, παγετὸν ἤνεγκας, καὶ τροφῆς ἔνδειαν, ἐναθλοῦσα ἐν τοῖς ὄρεσι, Μελὼ ἡ πάνσεμνος, ὥσπερ πελεκὰν ὁ φιλέρημος· καὶ τέλος δὲ μακάριον, ἐν τοῖς τῶν πετρῶν καταδέδεξαι, χάσμασι θανοῦσα· ἐντεῦθεν καὶ θαυμάτων αὐτουργόν, τοῖς μετὰ πόθου προστρέχουσι, γίνεται σὸν τέμενος.

Εἴσοδος εἰς ἄσκησιν, τὴν θαυμαστὴν εὐποιΐαν, σὺ σοφῶς ἀπέφηνας· καὶ σεαυτὴν ἐγύμνασας πρὸς μονώσεως, δωρεὰς νέμουσας, τοῖς πιστοῖς χρήζουσι· διὰ τοῦτο καὶ ἀνέδραμες, εἰς ὕψος ἔνθεον, τῶν θεωριῶν τῶν τοῦ πνεύματος, προσπάθειαν ἐλάσασα, τῶν βιοτικῶν περιστάσεων, πόῤῥω τε δειχθεῖσα, ἁπάντων βαρυνόντων γεηρῶν· ἵν’ ἐπαξίως τιμῶμέν σε, ὦ ἀειμακάριστε.

Δόξα. Ἦχος πλ. β΄.
Στολίζεται σήμερον ἡ Ἐκκλησία, ὡς χρέος ἐτήσιον καὶ κλητὴν ἑορτήν, τὴν χαρμόσυνον σου μνήμην ἐπιελοῦσα, Μελώ, ἀσκητριῶν τὸ ἐγκαλλώπισμα· διό, ἐν ναῷ σου σεπτῷ συναθροισθέντες, ἑόρτια κροτοῦμέν σοι, καὶ μελῳδικῶς ἀναβοῶμεν· χαίροις, ἡ τοῦ νομοθέτου σου Χριστοῦ, τὸν νόμον ἐκπληρώσασα, καὶ τὸν σταυρὸν ἐπωμάδιον ἀραμένη, ἐν ἀπαρνήσει κόσμου ματαιότητος· χαίροις, ἡ τοὺς χαρακτῆρας τῶν ἀρετῶν, σεαυτῇ ἐμμορφώσασα, καὶ τοῦ Θεοῦ ἀσκητικῶς κατ’ εἰκόνα, τὴν καθαράν σου ψυχὴν ἐπιδείξασα· χαίροις, Βουῤῥίνης τὸ κλέος, τῶν ἐν Κῷ πιστῶν ἡ προστάτις, καὶ ἀσθενούντων ἡ ῥῶσις καὶ ἀντίληψις. Ἀλλ’, ὦ Ὁσία παγγέραστε, ὡς ἔχουσα παῤῥησίαν πολλήν, πρὸς τὸ σώζειν δυνάμενον, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  





Λιτή. Ἦχος α΄.
Σήμερον πιστοί, Μελὼ ἡ πανολβία, εἰς ἔπαινον ἑόρτιον, τῶν κατορθωμάτων αὐτῆς, πάντας ἡμᾶς συνεκάλεσε· δεῦτε οὖν σπεύσωμεν ἀγαλλιώμενοι τῷ πνεύματι, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν· χαίροις, ἡ ἐν Βουῤῥίνῃ ταῖς πέτραις, ἀσκητικῶς τοὺς πόδας σου στήσασα, καὶ πρὸς Θεὸν τὸν νοῦν ἀνυψώσασα· χαίροις, ἡ τὰς ἐρημίας οἰκήσασα, καὶ ταῖς ἀρεταῖς ἐργασαμένη, αὐτὰ ἀληθῶς ἄλλον παράδεισον· χαίροις, ἡ τὴν στενὴν διοδεύσασα, καὶ ἐν πλατυσμῷ τῆς αἰωνίου ζωῆς, πεποικιλμένη καταπαύσασα. Ἀλλ’ ὡς ἔχουσα παῤῥησίαν πρὸς Χριστόν, τῇ οἰκουμένῃ τὴν εἰρήνην ἐξαίτει, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Ἀῤῥενωθεῖσα ταῖς φρεσί, ἐν σώματι θηλείας, τὸν ἀρχέκακον ἐχθρόν, τὸν τὴν Εὔαν πτερνίσαντα, ἀσκητικῶς κατεπάλαισας, καὶ ὡς στρουθίον οἰκτρόν, τῇ ἐγκρατείᾳ κατεπάτησας, Μελώ, Ὁσίων ἐγκαλλώπισμα· ὅθεν ἐν οὐρανοῖς, τῶν κατορθωμάτων σου τὸν μισθόν, παρὰ Χριστοῦ δεξαμένη, Αὐτῷ ἐν δόξῃ παρίστασαι, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.

Τῆς εὐποΐας τοῖ ἔργοις διέπρεψας, Μελὼ θεομακάριστε, τὸν πλησίον ὡς σεαυτὴν ἀγαπήσασα· τῆς ἐγκρατείας τοῖς αθλοις ἠρίστευσας, τῷ ἔρωτι τοῦ Νυμφίου σου, τῶν ματαίων καταφρονήσασα· κόσμον ἐμίσησας, καὶ Χριστῷ ἠκολούθησας· συναφείας ἀνθρώπων ἀπέστης, καὶ Ἀγγέλων συναυλίας ἠξίωσαι· διὸ Μῆτερ πανεύφημε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Ἦχος δ΄.
Τὴν πτωχείαν τοῦ δι’ ἡμᾶς, φιλανθρώπως πτωχεύσαντος, Μελὼ Ὁσία ἀγαπήσασα, ὡσεὶ χόρτον ἡγήσω, τὰ ἐπὶ γῆς θαυμαζόμενα· διό, ἐν ἐρημίαις αὐλιζομένη, τῇ ἐγκρατείᾳ αὐτὸν ἐθεράπευσας, καὶ αὐτῷ ἐνυμφεύθης μυστικῶς, προῖκα πολύτιμον ἐνεγκαμένη, τὰ ἀρετὰς τῆς ἀσκήσεως· ὅθεν πρέσβευε ἐκτενῶς, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ὁσία Μῆτερ, Μελὼ θεομακάριστε, οὐρανίῳ ἔρωτι, τῷ Χριστῷ κατηγγύησαι, καὶ τὸν σταυρὸν Αὐτοῦ ἀραμένη, κόσμῳ ἐσταυρώθης καὶ πάθεσι· διό, θυγάτηρ εὐκλεής, τῆς ἀνεσπέρου δόξης, τῆς Ἀναστάσεως ἀνεδέδειξαι, καὶ τῷ φωτὶ τῆς θεώσεως, ἐλαμπρύνθης ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συνευφραινομένη, καὶ θαύματα ἐνεργοῦσα, τοῖς ἐπὶ γῆς τιμῶσί σε, καὶ δοξάζουσι τὸν ἐν Τριάδι Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, εὐφημήσωμεν πιστοί, ἐν ἀγαλλιάσει καρδίας, τὴν θεοφόρον Μελώ· αὕτη εὐποιΐας γάρ, ἔργοις διέπρεψε, μέσον κόσμου τὸ πρότερον, καὶ ἐν ἐρημίαις, ἐγκρατείας ἔλαμψεν, ἄθλοις ἐσύστερον· νῦν δὲ ἐν Ἐδὲμ παρεστῶσα, τῇ ὁμοουσίῳ Τριάδι, τοῖς ἐν κόσμῳ βλύζει τὰ ἰάματα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πίστει, ἀγαπήσασα θερμῇ, τὸν Χριστὸν ψυχῶν τὸν Νυμφίον, Μῆτερ Ὁσία Μελώ, κόσμου κατεφρόνησας, τῆς ματαιότητος, καὶ ἐγκράτειαν ἄμετρον, ἐν ταῖς ἐρημίαις, τῆς Βουῤῥίνης ἤσκησας, καθάπερ ἄσαρκος· ὅθεν, ἀπαθείας εἰς ὕψος, χάριτι Θεοῦ ἀναχθεῖσα, τῷ φωτὶ ηὐγάσθης τῆς θεώσεως.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Πάθη, ὑποτάξασα σαρκός, ὑπερφυεστάτῃ ἀσκήσει, Μῆτερ Ὁσία Μελώ, Παρακλήτου γέγονας, τέμενος ἔμψυχον, καὶ πηγὴ πολυχεύμονα, θαυμάτων ἀπείρων, σὸν ναὸν ἀνέδειξας, τοῖς προσπελάζουσιν· ὅθεν, ἐν αὐτῷ νῦν ἐστῶτες, τῆς ἀγγελικῆς βιοτῆς σου, μέλπομεν πιστῶς τὰ κατορθώματα.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, Μελὼ τὴν Ὁσίαν ὕμνοις τιμήσωμεν, ἥτις τοῖς ἰδίοις ἱδρῶσί τε καὶ πόνοις, τὴν Ἐκκλησίαν ἐφαίδρυνε Χριστοῦ, καὶ τῶν πιστῶν τὸ πλήρωμα, χαρᾶς ἐνέπλησε· νέμει γὰρ ἰάματα, πᾶσι τοῖς προσοῦσι, καὶ παντοίων νοσημάτων ἀποπαύει ῥοάς, μῦρά τε προχέει, καὶ εὐωδίαν ἄφατον πιστοῖς. Αὐτῆς ταῖς ἱκεσίαις ὁ Θεός, ἐλέησον ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Βουῤῥίνης τὸ κλέος καὶ τῆς Κῶ τὸ θησαύρισμα, τὴν ἐρημικὴν χελιδόνα, ἀρετῶν τῶν τῆς χάριτος, Μελὼ ἀσκητριῶν τὴν καλλονήν, τιμήσωμεν συμφώνως οἱ πιστοί· ἐνεργεῖ γὰρ τῶν θαυμάτων τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι· δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ πᾶσι τὰ κρείττονα.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλλαμψας, τῆς εὐποιΐας, ἄθλοις ἤστραψας, τῆς ἐγκρατείας, ὡς λυχνία φωσφόρος τῆς πίστεως, φωταγωγία θαυμάτων φωτίζουσα, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου· ὅθεν πρέσβευε, Μελὼ τῷ Χριστῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνεται ἡ Κῶς, τῇ παρούσῃ ἡμέρᾳ, Μελοῦς τῆς θαυμαστῆς, ἐκτελοῦσα τὴν μνήμην· φαιδρῶς γὰρ ἐξανέτειλε, φωταυγὴς καὶ σωτήριος, θείας χάριτος, ταῖς ἀνεσπέροις ἀκτῖσι, καταυγάζουσα, τῶν ἐν αὐτῇ συναχθέντων, πιστῶν τὰ συστήματα.
Δόξα.
Ἀσκήσεως στεῤῥῶς, διανύσασα δρόμον, ὡς ἔρωτι Χριστοῦ, τὴν ψυχὴν ἐκκαυθεῖσα, Μελὼ θεομακάριστε, τῶν Ἀγγέλων ὁμότροπε, τὸ πολίτευμα, ἐν τοῖς ὑψίστοις ἐκτήσω· διὸ πρέσβευε, τῷ Λυτρωτῇ παῤῥησίᾳ, ὑπὲρ τῶν ὑμνούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀγάπης τοῦ ἐκ Σοῦ, σαρκωθέντος ἀφράστως, τὸ φίλτρον ἐν ψυχῇ, ἡ Μελὼ δεξαμένη, ὡς ἄσαρκος ἤσκησε, καὶ Ἀγγέλους ἐξέπληξεν· ὅθεν πρέσβευε, νῦν σὺν αὐτῇ παῤῥησίᾳ, Θεονύμφευτε, εὐλογημένη Μαρία, σωθῆναι τοὺς δούλους Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἄνω ἔχουσα, ψυχῆς τὸ ὄμμα, κόσμου ἔλιπες, τὰς ἀπολαύσεις, καὶ ἀσκήσει τελείᾳ ἐβίωσας· διὸ Χριστὸς ὁ Θεός σε ἐδόξασε, καὶ αὐτουργόν σε θαυμάτων ἀνέδειξεν· Αὐτῷ πρέσβευε, Μελὼ τῶν Ὁσίων καύχημα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Θείου Πνεύματος, προσομιλοῦσα, ἐπιλάμψεσι, νοΐ τελείῳ, ἐν ἀβάτοις διῆγες τὸν βίον σου, ξένη τοῖς πᾶσι καὶ μόνον πρὸς Κύριον, νυχθημερὸν δι’ εὐχῆς ἀτενίζουσα· Αὐτῷ πρέσβευε, Ὁσία Μελὼ ἀοίδιμε, δωρήσασθαι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Θείᾳ χάριτι, ἀῤῥενωθεῖσα, τοῦ ἐν μήτρᾳ Σου, σωματωθέντος, Θεοτόκε Μελὼ ἡ πανένδοξος, τῇ ἐγκρατείᾳ τὰ πάθη ἐνέκρωσε, καὶ ἰαμάτων τὴν χάριν ἀπέλαβε· μεθ’ ἧς πρέσβευε, Αὐτῷ ὡς Υἱῷ Σου πάντοτε, σωθῆναι τοὺς εἰς Σὲ ἁγνὴ ἐλπίζοντος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Προσπάθειαν πρόσκαιρον ἀποθεμένη σαφῶς, καὶ μόνα τὰ μένοντα ἐπιποθοῦσα σφοδρῶς, Μελὼ παναοίδιμε, ἔλαμψας ἐγκρατείας, ἀνενδότοις καμάτοις, ὡς φωταυγὴς λυχνία, τῇ Χριστοῦ Ἐκκλησίᾳ, φωτίζουσα ἡμῶν τὰς ψυχάς, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Εἰς μῦρον οὐράνιον ὀσμὴν δραμοῦσα Χριστοῦ, Θεόνυμφε Δέσποινα, τοῦ σαρκωθέντος ἐκ Σοῦ, Μελὼ ἡ πανεύφημος, τούτου ἐν τῇ παστάδι, ἐγκρατείας ἐλαίῳ, χαίρουσα συνεισῆλθε, τοῖς φρονίμοις παρθένοις· διὸ ὑπὲρ ἡμῶν σὺν αὐτῇ, Παρθένε ἱκέτευε.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῖς ἐρημικοῖς σου ἀγῶσι, ἀνδρειωθεῖσα τῇ ψυχῇ τοῦ παλαιμναίου σατὰν τὰς παγίδας, εἰς τέλος διέλυσας· τῇ οὐρανίῳ δὲ χάριτι, δι’ ἧς ὑπερφυῶς ἐδοξάσθης, παρὰ τοῦ ἐν Τριάδι Θεοῦ, τῶν εὐσεβῶν εὐφραίνεις τὸ πλήρωμα. Ἀλλ’ ὦ Μελὼ θεομακάριστε, ἀσκητριῶν ἐγκαλλώπισμα, καὶ Κῶ ἐξαίρετον καύχημα, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς ὑπερούσιε, Πάτερ Υἱὲ καὶ Παράκλητε, ἀκτῖσι τῆς χάριτος, καταύγασόν μου τὸν νοῦν, καὶ τῇ γλώττῃ μου, δὸς λόγον ὡς ἂν μέλψω, Μελοῦς τῆς Ὁσίας σου, τὰ κατορθώματα.
Ἡ χάρις τοῦ Πνεύματος, ἐπιφοιτήσασα ἄνωθεν, Μελὼ παναοίδιμε, τῇ καθαρᾷ σου ψυχῇ, κατὰ μόνας σε, κατεύθυνε διάγειν, τὸν βίον Κυρίου σου, ἐν τῷ θελήματι.
Χριστοῦ ἀγαπήσεως, πῦρ δεξαμένη τὸ ἄϋλον, τὸν κόσμον ἐμίσησας, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἐβίωσας, ὡς ἄγγελος τὰ πάθη, Μελὼ ἀποκτείνασα, πόνοις ἀσκήσεως.
Θεοτοκίον.
Κυρία τῆς κτίσεως, ἐδείχθης ἄχραντε Δέσποινα, τῆς δόξης τὸν Κύριον, ἀποτεκοῦσα φρικτῶς· ἀλλὰ κύριον, παθῶν ἀπέργασαί με, τῇ θείᾳ προνοίᾳ Σου, ἵνα γεραίρω Σε.








ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τῷ πνεύματι ὅλῃ πτερωθεῖσα, τοῦ κόσμου ἐμάκρυνας σαυτήν, καὶ ὤφθης φυγαδεύουσα, ἐν ἐρημίαις πάνσεμνε, προσδεχομένη Κύριον, Μελὼ Ὁσία τὸν σώζοντα.
Ἀσκήσει τελεία ὑπερβᾶσα, τοὺς ὅρους τῆς φύσεως Μελώ, τῆς τῶν Ἀγγέλων στάσεως, ἐν οὐρανοῖς ἠξίωσαι, καὶ ἀρετῶν ἀπέλαβες, τὴν ἀμοιβὴν πολυπλάσιον.
Δακρύων τοῖς ῥείθροις τῆς ψυχῆς σου, τὸ ὄμμα καθάρασα Μελώ, τῆς θέας κατηξίωσαι, τοῦ ποθητοῦ Νυμφίου σου, Χριστοῦ τοῦ σὲ καλέσαντος, πρὸς βιοτὴν ὑπερθαύμαστον.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Ὑψίστου, ἐκ Σοῦ ἐπεδήμησεν ἡμῖν, σωματικῶς ὁ Κύριος, πρὸς πολιτείαν κρείττονα, ἀναβιβάζων ἅπαντας, τοὺς εὐσεβῶς Σε δοξάζοντας.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῆς ἀγαπήσεως Χριστοῦ τοῦ Σωτῆρος, ἐν τῇ καρδίᾳ σου τὸ πυρ δεξαμένη, ὡς νουνεχὴς παρέδραμες, τοῦ κόσμου τὰ τερπνά, καὶ ἀεὶ σχολάζουσα, προσευχαῖς καὶ νηστείαις, Πνεύματος ἐσύλησας, τὴν σωτήριον χάριν· δι’ ἧς ἀεὶ πανεύφημε Μελώ, εὐεργετεῖς τοὺς πιστῶς σοι προστρέχοντας.
Δόξα.
Ὡς θεραπεύσασα Θεὸν κατὰ μόνας, διαιτωμένη τῶν πετρῶν ἀναμέσον, ἀσκητριῶν τὸ καύχημα, πανεύφημε Μελώ, τῶν Ἁγίων ἔτυχες, τῆς λαμπρᾶς συναυλίας, τὴν ἀχειροποίητον, εἰσοδεύσασα πόλις, μεθ’ ὧν θερμῶς ἱκέτευε τυχεῖν, καὶ ἡμᾶς ταύτης, τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Σωματωθεὶς δι’ ἀγαθότηταν ἄκραν, παρθενικῶν Σου ἐξ αἱμάτων ὁ Λόγος, προγονικῆς ἐῤῥύσατο ἀρᾶς τοὺς γηγενεῖς· ὅθεν Θεοτόκον Σε, πάντες ὁμολογοῦμεν, καὶ τὰ Σὰ κηρύγματα, μεγαλεῖα βοῶμεν· πρὸς Παραδείσου ἴθυνον νομήν, ἡμᾶς τῇ ῥάβδῳ, ἁγνὴ τῆς πρεσβείας Σου.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Σώματος νεκρώσασα τὰς ἡδονάς, ἡδονὴν ἐκτήσω αἰώνιον, φῶς τοῦ προσώπου, τοῦ Δεσπότου καθορᾶν, Μελὼ θεομακάριστε, ἐν ἐπουρανίοις σκηνώμασιν.
Φύσεως ἀσθένειαν πόθῳ θερμῷ, τοῦ Παμβασιλέως νικήσασα, τῆς ἐγκρατείας, τὸ γυμνάσιον Μελώ, διήθλησας καὶ στέφανον, δόξης ὑπεδέξω ἀμάραντον.
Ἤνεγκας ἀσκήσεως καρτερικῶς, τὸ τραχὺ Ὁσία ὡς ἄσαρκος, καὶ ἀπαθείας, ἐνεδύσω στολισμόν· διὸ σὲ ἐθαυμάστωσεν, ὦ Μελὼ ὁ Κτίστης τοῖς θαύμασιν.
Θεοτοκίον.
Ῥῦσαι ταῖς πρεσβείαις Σου ταῖς μητρικᾶς, νόσων πειρασμῶν καὶ κακώσεων, ἀμπλακημάτων, καὶ παντοίων πειρασμῶν, τοὺς ψάλλοντας τῇ δόξῃ Σου, ὕμνον Θεοτόκε ἐκ πίστεως.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ἐξέστησαν χοροί, τῶν Ἀγγέλων ὁρῶντές σε, ἐν φύσεως ἀσθενείᾳ, τὸν ἀρχαῖον δυνάστην, Ὁσία θριαμβεύουσαν.
Διέπρεψας ἐν Κῷ, τοῖς ἀοίκοις ὡς πάροικος, προσευχαῖς ἀγρυπνίαις, καὶ ἀπαύστοις νηστείαις, Μελὼ Θεῷ δουλεύσασα.
Ἰθύνασα ῥοπήν, τῆς ψυχῆς σου πρὸς Κύριον, ταπείνωσιν ἐπεδείξω, καὶ ἐγκράτειαν ἄκραν, ἐν βίῳ παμμακάριστε.
Θεοτοκίον.
Ἱλέωσαι ἡμῖν, τὸν ἐκ σπλάγχνων Σου Κύριον, κινδύνων ἵνα ῥυσθῶμεν, καὶ πυρὸς τοῦ ἀσβέστου, Παρθένε Θεονύμφευτε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Πτεροῖς ὑψώθης ἀσκήσεως, Μελὼ πρὸς ἀρετῶν τὴν ἀκρώρειαν, ἔνθα ἐκλάμπουσα, φωταγωγεῖς τῶν θαυμάτων σου, τῇ ἀνεσπέρῳ αἴγλῃ, τοὺς εὐφημοῦντάς σε.
Σαρκὸς τὸ πάχος λεπτύνασα, δι’ ἄκρας ἐγκρατείας καὶ νήψεως, Μελὼ πανεύφημε, τῶν χαρισμάτων τοῦ Πνεύματος, τῆς εὐωδίας ὤφθης, σκεῦος πολύτιμον.
Παθῶν γυμνώσει τοῦ σώματος, χιτῶνα ἀπαθείας ὑπέρλαμπρον, Μελὼ ἠμφίεσαι, καὶ ὡραιόμορφος ἔδραμες, ζωῆς εἰς τὸν νυμφῶνα, τὸν ἀκατάλυτον.
Θεοτοκίον.
Λαὸν Παρθένε Θεόνυμφε, τὸν ᾄδοντα τῇ δόξῃ Σου ᾄσματα, τῇ εὐσπλαγχνίᾳ Σου, ἐκ νόσων ῥύου καὶ θλίψεων, πειρατηρίων βίου, καὶ περιστάσεων.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ταῖς εὐποιΐαις τῷ Θεῷ Μελὼ δουλεύσασα, καὶ ἐγκρατείας ἀγωγαῖς Αὐτὸν δοξάσασα, τῶν θαυμάτων τὴν ἐνέργειαν ὑπεδέξω· δι’ ἧς πάντοτε προφθάνεις διασώζουσα, ἀπὸ νόσων πολυτρόπων καὶ κακώσεων, τοὺς βοῶντάς σοι· Χαίροις Μῆτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Ἄγγελος ἀνεδείχθης, ἐπὶ ῆς σαρκοφόρος, τῇ ἀγγελομιμήτῳ ζωῇ σου· διὸ ἅμα Ἀγγέλοις τανῦν, χοροβατοῦσα ζωῆς ἐν τοῖς δώμασι, Μελὼ ἡμῶν προστάτευε, τῶν ἐκβοώντων σοι τοιαῦτα·
Χαῖρε, τὸ ἄστρον τῆς ἡσυχίας·
χαῖρε, τὸ σέλας τῆς ἀπαθείας.
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ζηλώσασα·
χαῖρε, τῶν Ὁσίων τὴν δόξαν ποθήσασα.
Χαῖρε, καύχημα παμπόθητον, εὐσεβῶν ἀσκητριῶν·
χαῖρε, σέμνωμα περίδοξον, μοναζόντων εὐλαβῶν.
Χαῖρε, ὅτι τῶν κάτω νουνεχῶς ἐμακρύνθης·
χαῖρε, ὅτι ἐν χώρᾳ τῆς τρυφῆς ἐδοξάσθης.
Χαῖρε, τῆς Κῶ ἑτοίμη βοήθεια·
χαῖρε, ἡμῶν βεβαία ἀντίληψις.
Χαῖρε, καλὴ τῶν ἀνθρώπων προστάτις·
χαῖρε, στεῤῥὰ τῶν πιστῶν παραστάτις.
Χαίροις, Μῆτερ ἰσάγγελε.

Συναξάριον· τοῦ Μηναίου, καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ ἡμέρᾳ, τῷ πρώτῳ Σαββάτῳ τοῦ Ἰουλίου, Μνήμη τῆς Ὁσίας Μελοῦς τῆς θαυματουργοῦ, τῆς ἐν τῇ Βουῤῥίνῃ τῆς Κῶ ἀσκησάσης.
Ἡδυτέρα μέλιτος Μελὼ ὑπάρχει,
χάρις ἥν σοι δέδωκεν ὁ σὸς Νυμφίος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐπιλάμψεσι, τοῦ Παρακλήτου Πνεύματος, Μελὼ πανεύφημε, προσομιλοῦσα νοΐ, ἀσκήσεως ἤνεγκας, ἅπασαν κάκωσιν, καὶ ἀχείρωτος, τῇ προαιρέσει γέγονας, τοῦ Χριστοῦ Ὁσία Μάρτυς.
Ἐν ὀχήματι, ἀζύγῳ τῆς ἀσκήσεως, Μελὼ πανένδοξε, τῶν ὑπὲρ νοῦν ἀρετῶν, πρὸς τὰ ἐπουράνια, ἤρθης σκηνώματα, καὶ ἀπέλαβες, εἰς ἀμοιβὴν τῶν πόνων σου, τῶν θαυμάτων τὰς δυνάμεις.
Ταπεινώσεως, τοῖς ὅπλοις ὑποτάξασα, τὸν ὑπερήφανον, Μελὼ Ὁσία ἐχθρόν, βραβεῖον ἀπέλαβες, νίκης ἀθάνατον, ὃ βαστάζουσα, χοροβατεῖς αἰώνια, ἐν αὐλαῖς τῶν πρωτοτόκων.
Θεοτοκίον.
Λύμης Δέσποινα, ἁμαρτιῶν με κάθαρον, τῇ εὐσπλαγχνίᾳ Σου, καὶ κάθαρόν με Χριστῷ, τὸν ἄθλιον ἄνθρωπον, ὅλον προσάγαγε, ἵνα κράζω Σοι· Χαῖρε Παρθένε ἄχραντε, τῶν βροτῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε.
Σθενουμένη Θεοῦ Παντοκράτορος, τῇ δυνάμει Μελὼ καθυπέμεινας, ἀγαλλιάσει πνεύματος, τὸ σκληρὸν τῆς ἐρήμου, τὴν τεθλιμμένην, ἀρεταῖς ἐν πολλαῖς ὁμαλίζουσα.
Ὡς τοῦ κόσμου παντὸς παρεπίδημος, ἐν πετρώδεσι τόποις ἐβίωσας· ἐν οὐρανοῖς γὰρ πάνσεμνε, τὸ πολίτευμα ἔσχες ἀποθεμένη, τὴν ἐλπίδα Χριστῷ τῷ Νυμφίῳ σου.
Τὴν ὁδὸν τῆς ζωῆς διανύσασα, ἐν σκηναῖς ἐκλεκτῶν κατεσκήνωσας, ἔνθα Μελὼ θεώσεως, τῷ φωτὶ λαμπομένη, μὴ ἐπιλάθου, τῶν φοιτώντων ναῷ ἐν ἁγίῳ σου.
Θεοτοκίον.
Ὁ ἐκ Σοῦ σαρκωθεὶς ὑπὲρ ἔννοιαν, τῆς ἀρχαίας ἀρᾶς τοῦ προπάτορος, ὡς ἀγαθὸς ἐλύτρωσε, τῶν ἀνθρώπων τὸ γένος, καὶ τοῦ θανάτου, Θεοτόκε τὸ κέντρον κατήργησεν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Δῶρον τῷ Θεῷ, σαυτὴν τῇ ἀσκήσει σου, ἀποτελέσασα, παρ’ Αὐτοῦ ἀντίδωρον, τὴν τῶν θαυμάτων, χάριν ἀπέλαβες· δι’ ἧς Μελὼ πανεύφημε, ψυχῆς καὶ σώματος, θεραπεύεις, ἅπαντα νοσήματα· διὰ τοῦτο ἀεὶ εὐφημοῦμέν σε.
Μνήμην σου Μελώ, Ὁσία τὴν πάντιμον, σήμερον ἄγοντες, εὐσεβῶς δεόμεθα· ὑψοῦ ἀπαύστως, Θεῷ τὰς χεῖράς σου, αὐτὸν καθικετεύουσα, ῥυσθῆναι θλίψεων, πειρασμῶν τε, νόσων καὶ κακώσεων, τοῦς φοιτῶντας ναῷ ἐν ἁγίῳ σου.
Ὅλην τὴν ζωήν, Χριστοῦ ἐκτελέσασα, ἐν τῷ θελήματι, νῦν Αὐτῷ παρίστασαι, πεποικιλμένη, δόξῃ καὶ χάριτι, Μελὼ ἀειμακάριστε· διὸ ἱκέτευε, τῶν πταισμάτων, δοῦναι τὴν συγχώρησιν, τῷ τοὺς ὕμνους πιστῶς σοι ὑφάναντι.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς, τιμῶμεν τὸν ἄσπορον, Παρθένε τόκον Σου, δι’ οὗ τὸ ἀνθρώπινον, ἐῤῥύσθη γένος, τῆς παραβάσεως, καὶ ἐκ ψυχῆς δεόμεθα, ἵνα πρεσβείαις Σου, λυτρωθῶμεν, βίου περιστάσεων, καὶ γεέννης πυρὸς ἀειπάρθενε.

Ἐξαποστειλάριον. Τὸν νυμφῶνα σου βλέπω.
Λαμπαδηφόρος εἰσῆλθες, οἷα παρθένος ἐκλεκτή, ἐν ἀθανάτῳ νυμφῶνι, καὶ ἐνυμφεύθης μυστικῶς, Χριστῷ Μελὼ Ὃν δυσώπει, ὑπὲρ ἡμῶν παῤῥησίᾳ.
Θεοτοκίον.
Τοῦ σαρκωθέντος ἀφράστως, ἐκ Σοῦ Παρθένε ἡ Μελώ, πυρποληθεῖσα τῷ πόθῳ, εβίωσεν ἀσκητικῶς, μεθ’ ἧς δυσώπει ῥυσθῆναι, ἡμᾶς ἐχθροῦ τῆς κακίας.












Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁσία πανεύφημε Μελώ, εὐσεβῶς ἀγάλλεται, σήμερον Κῶς εὐφημοῦσά σε, ἐπὶ τῇ μνήμῃ σου, καὶ τῶν σῶν θαυμάτων, τὴν πληθὺν κηρύττουσα, Χριστὸν δοξολογεῖ τὸν Νυμφίον σου, τὸν σὲ δοξάσαντα, καὶ πρεσβείαις σου παρέχοντα, τῶν πταισμάτων ἡμῖν τὴν συγχώρησιν.

Ὁσία πανεύφημε Μελώ, τὸν Χριστὸν ποθήσασα, τὴν κοσμικὴν τυρβὴν ἔλιπες, καὶ δι’ ἀσκήσεως, τῶν κατορθωμάτων, ἐνυμφεύθης χάριτι, αὐτῷ ὡς ἐραστῇ τῆς καρδίας σου· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ὁσία πανεύφημε Μελώ, ὡς πτηνὸν φιλέρημον, βίον τὸν σὸν διανύσασα, πτεροῖς ἐπέτασας, ἀρετῶν ἐνθέων, πρὸς ζωῆς ὑψώματα, καὶ ἔνδον τῆς τρυφῆς κατεσκήνωσας, συνοῦσα τάξεσι, τῶν Ἁγίων καὶ πρεσβεύουσα, ὑπὲρ πάντων τῶν ἀνευφημούντων σε.

Ὁσία πανεύφημε Μελώ, ἐν ναῷ ἁγίῳ σου, οἱ εὐσεβεῖς ἀνυμνοῦντές σε, ἰδοῦ συνήχθημεν· σὺ δ’ ἐν εὐμενίᾳ, πρόσδεξαι τὰ ᾄσματα, καὶ πᾶσιν ἀντιδίδου τὴν χάριν σου, σωμάτων τάχιστα, τὰς ὀδύνας ἰατρεύουσα, καὶ τὰ πάθη ψυχῶν θεραπεύουσα.

Δόξα. Ἦχος δ΄.
Οὐκ ἔστι παρὰ τῷ Θεῷ δοῦλος, οὐκ ἔστιν ἐλεύθερος, οὐκ ἔστιν ἄρσεν καὶ θῆλυ· ἰδοὺ γὰρ ἡ θαυμασία Μελώ, ἁγνισθεῖσα τῷ Πνεύματι, τὴν πρώτην ἔχει τάξιν ἐν οὐρανοῖς· καὶ παρ’ ἡμῖν τοῖς ἐν τῇ Κῷ, ἡ πρὶν ἐν δουλικῷ τῷ σχήματι ἀναστραφεῖσα, βασίλισσα καθίσταται, δεχομένη τὰς ἁπάντων ἱκεσίας, καὶ προσάγουσα τῷ Νυμφίῳ Χριστῷ, παρ’ οὗ αἰτεῖται, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.





Μεγαλυνάρια.
Χαίροις ἡ βιώσασα ὑπὲρ νοῦν, τῇ ἀσκητικῇ σου, πολιτείᾳ Μῆτερ Μελώ· χαίροις ἡ θαυμάτων, τὴν χάριν δεξαμένη, καὶ πάθη ἐξ ἀνθρώπων, ἀποδιώκουσα.
Χαίροις πανολβία Μῆτερ Μελώ, ἠ ἐν Κῷ Ὁσίαν, μετελθοῦσα διαγωγήν· χαίροις Ἐκκλησίας, φωτοειδὴς λυχνία, πιστῶν χοροστασίας, καταπυρσεύουσα.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου