ΙΟΥΛΙΟΣ
Β΄.
ΙΟΥΒΕΝΑΛΙΟΣ
ΙΕΡΟΣΟΛΥΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμανδρίτου
Νικοδήμου Ἀεράκη)
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ἰουβενάλιον
ὕμνοις λαμπρῶς τιμήσωμεν, Χριστοῦ τοῦ Θεανθρώπου, ἀφομοίωμα θεῖον, μέγαν Ἱεράρχην
τῆς ἐν Σιών, Ἐκκλησίας καὶ καύχημα, Ὀρθοδοξίας δὲ στῦλον καὶ φρυκτωρόν, καὶ
πιστῶν τὸ ἐγκαλλώπισμα.
Ἰουβενάλιον
λόγοις ἐγκωμιάσωμεν, αἱρέσεως καὶ πλάνης, τὸν δεινὸν καθαιρέτην· οὗτος γὰρ
δυνάμει, τοῦ ἐν αὐτῷ, Παρακλήτου ἐκήρυξεν, Ὀρθοδοξίας τὰ δόγματα εὐθαρσῶς, καὶ
κατήσχυνε τὴν αἵρεσιν.
Ἰουβενάλιον
πάντες ἀνευφημήσωμεν, Σιὼν πρόεδρον θεῖον, Ὀρθοδόξων τὸ κλέος, κόσμον Ἐκκλησίας,
καὶ ἀρετῆς, τὸ δοχεῖον τὸ πάντιμον, τοῦ Θεανθρώπου δὲ κήρυκα ἀψευδῆ, καὶ πιστῶν
τὸ περιτείχισμα.
Ἰουβενάλιον
ᾄσμασιν εὐφημήσωμεν, τῶν φιλεόρτων τεῖχος, εὐσεβῶν τὸν προστάτην· κλέος τῶν
Συνόδων, καὶ τῶν πιστῶν, τῶν Ἁγίων ἐκτύπωμα, αἱρετιζόντων πολέμιον σθεναρόν, Ὀρθοδοξίας
τε τὸν φύλακα.
Δόξα. Ἦχος β΄.
Δεῦτε
τῶν Ὀρθοδόξων ὁ σύλλογος, πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ φρυκτωροῦ,
καὶ προστάτου τῆς θεοβαδίστου πόλεως Σιών, τοῦ θεοφόρου Ἰουβεναλίου. Οὗτος γὰρ ἐν
θεολογικαῖς διδαχαῖς, καὶ ἀντιαιρετικοῖς ἀγῶσι διαλάμψας, καὶ ἐν Συνόδοις τὰ τῆς
ἀληθείας δόγματα διασαφήσας, μετὰ τῶν Ἁγίων Ἱεραρχῶν συναγάλλεται ἐν τῇ ἄνῳ
Σιών, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
περιχαρῶς, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Ἱεράρχην, Σιὼν λαμπρὸν προστάτην,
σεπτὸν Ἰουβενάλιον.
Στ.:
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Πάντες
τὸν ζηλωτήν, ποιμένα Ἐκκλησίας, Σιὼν θεοβαδίστου, τιμήσωμεν ἐμφρόνως, κλεινὸν Ἰουβενάλιον.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαῖρε
θεῖα Σιών, τιμῶσά σου τὸ κλέος, τὸν μέγαν Ἱεράρχην, τῆς πίστεως τὸν στῦλον,
λαμπρὸν Ἰουβενάλιον.
Δόξα. Τριαδικόν.
Κύριον
καὶ Θεόν, Μονάδα ἐν Τριάδι, δημιουργὸν τοῦ κόσμου, ὑπὲρ ἡμῶν δυσώπει, σεπτὲ Ἰουβενάλιε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
τοῦ παντός, περίσωζε καὶ σκέπε, τοὺς εὐλαβῶς τιμῶντας, τὸν τῆς Σιὼν προστάτης,
κλεινὸν Ἰουβενάλιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
Σιὼν Ἱεράρχην Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος, καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν
λαμπρῶς καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς, τῶν δογμάτων θησαυρόν, παλαίσας
κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’,
δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας
Θεάνθρωπε, θείᾳ Σιὼν μέγαν φύλακα, φρυκτωρόν τε καὶ Πρόεδρον, τὸν Ἰουβενάλιον, τῆς
Ὀρθοδοξίας, καὶ τῆς εὐσεβείας, ὑπερμαχοῦντα ὀτρηρῶς, κατακρημνίζοντα πᾶσαν αἵρεσιν,
καὶ πλάνην καὶ δυσσέβειαν, διὰ τῶν λόγων καὶ πράξεων, καὶ στηρίζοντα ἄριστα, Ὀρθοδόξων
τὸ ποίμνιον.
Δεῦτε
ἀνυμνήσωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, ἀληθείας τὸν πρόμαχον, τὸν Ἰουβενάλιον, τῆς
Σιὼν ποιμένα, καὶ Ἀρχιερέα, τῆς ἀρετῆς ὑπογραμμόν,
καὶ τῆς ἀσκήσεως τὸ ὑπόδειγμα, τῆς πίστεως τὸ ἄγαλμα, Ὀρθοδοξίας ἀγλάϊσμα, Ἰησοῦ
ἀφομοίωμα, Ἐκκλησίας τὸ στήριγμα.
Ὕμνοις
εὐφημήσωμεν, ἱερομύστην τὸν ἔνθεον, τῆς Σιὼν τὸν ἐπίσκοπον, τὸν Ἰουβενάλιον, ἀρετῆς
τὸν τύπον, τῆς Ὀρθοδοξίας, τὸν θεοφόρον ἀσκητήν, Χριστοῦ δογμάτων φύλακα ἄριστον,
καὶ γνήσιον διδάσκαλον, τῆς ἀληθείας τῆς πίστεως, εὐλαβείας ὑπόδειγμα, ἐγκρατείας
τὸν πρόβολον.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον
ἡ τοῦ Ἁγίου καὶ θεοφόρου Πατρός ἡμῶν μνήμην, ἡμᾶς συνήγαγε. Δεῦτε οὖν χαρμονικῶς,
ἐν Πνεύματι εὐωχηθῶμεν, καὶ ἐγκωμιαστικῶς αὐτῷ βοήσωμεν· Χαίροις, θεολόγε Ἱεράρχα
θεοβαδίστου Σιών, καὶ ὀρθοδόξων δογμάτων φρουρὲ ἀκοίμητε· χαίροις, Ἀποστόλων ἰσοστάσιε,
καὶ τῶν Πατέρων ὁμότιμε· χαίροις, Ὀρθοδοξίας ὑπέρμαχε, καὶ αἱρετικῶν γλωσσαλγιῶν
ἀντίπαλε· χαίροις, τῶν ἐν πλάνῃ ὁδηγέ, καὶ τῶν Ὀρθοδόξων βοηθέ. Ὡς ἔχων παῤῥησίαν
πρὸς Χριστὸν τὸν Θεόν, Αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ
Ἀναγνώσματα
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ
ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ
ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ
ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ
ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ
ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ
ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου
ἐξολεῖται. Χείλη ἀνδρῶν σοφῶν ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν
καταστραφήσεται. Ζυγὸς δόλιος, βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαον,
δεκτὸν αὐτῷ ἐστίν. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ σοφῶν μελετᾷ
σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς. Οὐκ ωφελήσουσιν ὑπάρχοντα ἐν ἡμέρᾳ
θυμοῦ, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Ἀποθανὼν δίκαιος, ἔλιπε
μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου
ὀρθοτομεῖ ὁδοὺς, ἀσεβείᾳ ἑαυτῶν ἀλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς
δικαίου, οὐκ ὄλλυται ἐλπὶς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας
εκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ άσεβής. Ἐν στόματι παρανόμων παγὶς
πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν
ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων κατασκαφήσεται. Μυκτηρίζει πολίτας
ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α´.
Πανήγυριν
πνευματικήν, καὶ ἑορτὴν θεόσδοτον, ἡ μήτηρ τῶν Ἐκκλησιῶν, ἡ ἐπίγειος Ἱερουσαλήμ,
ἐπὶ τῇ μνήμῃ τοῦ φρυκτωροῦ αὐτῆς καὶ ποιμένος, Ἰουβεναλίου τοῦ σεπτοῦ Ἱεράρχου,
ἐν ἀγαλλιάσει καὶ χαρμοσύνῃ σήμερον λαμπρῶς ἐπιτελεῖ. Δεῦτε οὖν ἀδελφοί, τὴν
θείαν αὐτοῦ διδασκαλίαν ἐνωτισθέντες, πνευματικῶς εὐφρανθῶμεν, βοῶντες πρὸς αὐτόν·
Χαίροις, τῶν δογμάτων Χριστοῦ θεολόγε, καὶ κῆρυξ τῶν Αὐτοῦ ἀληθειῶν· χαίροις, τῶν
οὐρανίων μυστηρίων μυσταγωγέ, καὶ τῶν Ὀρθοδόξων ἐν λόγοις καὶ ἔργοις διδάσκαλε.
Νῦν δὲ ἐν τῇ ἄνω Σιών, μετὰ πάντων τῶν Ἁγίων εὐφραινόμενος, ἀδιαλείπτως
πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε
ἡ τῶν Ὀρθοδόξων σεπτὴν χορεία, μετὰ τῆς θεοβαδίστου Σιών, τὸν πανευκλεῆ Ἰουβενάλιον,
τὸν κλεινὸν Ἱεράρχην, πνευματικῶς ἐγκωμιάσωμεν λέγοντες· Χαῖρε, θεόληπτε
διδάσκαλε, καὶ τῶν τῆς πίστεως δογμάτων λαμπρὲ ὑπέρμαχε· χαίροις, τῶν ἀρετῶν
καταγώγιον, καὶ τῶν τοῦ Πνεύματος χαρισμάτων εὐρύχωρον δοχεῖον· χαῖρε, κόσμε τῆς
Σιωνίτιδος Ἐκκλησίας, καὶ θείας διδασκαλίας μυσταγωγέ. Ταπεινῶς σοῦ δεόμεθα, τῆς
ἄνω Σιὼν πολῖτα, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Σκιρτῶντες
ἐν Πνεύματι, δεῦτε οἱ πιστοί, τὸν τῆς Σιὼν ποιμένα, ἐν ἐγκωμίοις καταστέψωμεν.
Οὗτος γὰρ ἑαυτὸν ἐν τῷ τοῦ Θεοῦ ἀμπελῶνι ἀναλώσας, τὴν τοῦ Παρακλήτου χάριν
δαψιλῶς ἐδέξατο. Ἐν λόγοις τε καὶ ἔργοις, τὸν εὐσεβῆ λαὸν πνευματικῶς στηρίζων,
πατρικῶς διεποίμανε· ὅθεν καὶ ἡμεῖς εὐλαβῶς, τὴν ἄφθονον αὐτοῦ χάριν ἐπικαλούμενοι,
αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν προστασίαν, ἐκ πάσης πλάνης καὶ αἱρέσεως.
Ἦχος δ΄.
Τῆς
χαρᾶς καὶ εὐφροσύνης, τῆς θεοβαδίστου πόλεως Σιών, δεῦτε ἀδελφοὶ μέτοχοι καὶ ἡμεῖς
γενώμεθα. Ἐν ταύτῃ, ὁ τοὺς Ἁγίους δοξάζων Κύριος, ἄληστον τὴν μνήμην τοῦ Ἱεράρχου
Ἰουβεναλίου διετήρησε. Καὶ γὰρ ὡς κρουνὸς θεόσδοτος, ὁ μέγας καὶ σοφὸς
ποιμενάρχης, ἀκενώτως τοῖς μετὰ πίστεως προστρέχουσιν αὐτῷ, τὴν φωτιστικὴν αὐτοῦ
χάριν ἀναβλύζει. Αὐτοῦ ταῖς πρεσβείαις, τῆς τῶν δωρημάτων τοῦ Πνεύματος χάριτος
ἀξιωθείημεν, πρὸς φωτισμὸν τῆς διανοίας, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
χριστοφόροι λαοί, θαῦμα κατίδωμεν, ἐν τῇ θεοδαβίστῳ Ἱερουσαλὴμ τελούμενον, ὡς ὁ
Κύριος καὶ Θεὸς ηὐδόκησεν. Ὁ πρόεδρος καὶ Ἱεράρχης τῆς Ἁγίας Πόλεως, πᾶσι τοῖς
εὐλαβῶς τιμῶσιν αὐτόν, χάριν φωτιστικήν, ἀφθόνως καὶ θαυμαστῶς παρέχει, οἱ δὲ
δι’ αὐτοῦ τὰ δόγματα τῆς ἀληθείας μυούμενοι, κήρυκες τοῦ ἐν Τριάδι Θεοῦ, καὶ τῶν
ἐν μιᾷ ὑποστάσει δύο τελείων φύσεων τοῦ Θεανθρώπου Χριστοῦ, ἀπλανεῖς ἀναδεικνύονται·
ὅθεν καὶ ἡμεῖς εὐχαριστοῦντες Θεῷ, τὴν τοῦ θεοφόρου Ἰουβεναλίου χάριν ταπεινῶς
αἰτησώμεθα.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος β’. πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις,
Ὀρθοδοξίας φωστήρ, Σιὼν ἁγίας Ἱεράρχης πανένδοξος, δογμάτων τῆς ἀληθείας, ἱεροκήρυξ
δεινῶς, τῶν αἱρετιζόντων ὁ πολέμιος. Χριστοῦ τὸ ἐκτύπωμα, τῶν πατέρων ἀντίτυπον,
τῆς Ἐκκλησίας, ἀσφαλὲς περιτείχισμα, τοῦ ποιμνίου σου, παρακλήτωρ θερμότατος· ὅθεν
Ἰουβενάλιε, τιμῶντες τὴν μνήμην σου, ὕμνους συντίθεμεν θείους, ταῖς σαῖς λιταῖς
ἐξαιρούμενοι, τυχεῖν σωτηρίας, καὶ ἐλέους τοῦ Κυρίου, καὶ θείας χάριτος.
Στ.:
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Χαίροις,
ἀρχιερέων πυρσός, θείων πατέρων θαυμαστὸν ἀκροθίνιον, τῆς πίστεως Ὀρθοδόξων, ὁ
φρυκτωρὸς καὶ φρουρός, καὶ τῆς πλάνης ὄντως ὁ πολέμιος. Τῆς πίστεως πρόμαχος, ἀρετῆς
τὸ ὑπόδειγμα, τῶν ἀσκουμένων, ὁ κανὼν ὁ παντέλειος, καὶ θεώσεως, ἀληθοῦς τὸ ἐκτύπωμα·
ὅθεν Ἰουβενάλιε, ὑμνοῦντές σε ᾄσμασι, χάριν Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς
ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις,
θεοβαδίστου Σιών, ποιμὴν καὶ στῦλος φαεινὸς μέγα κλέϊσμα, δογμάτων τῆς ἀληθείας,
ἱεροκήρυξ κλεινός, τῶν αἱρετιζόντων ὁ ἀντίπαλος, λιμὴν ἀσφαλέστατος, τῶν πιστῶν
καὶ προπύργιον, ὁ τῆς χάριτος, κοινωνὸς θείου Πνεύματος, καὶ πιστῶν Χριστοῦ, ἀσφαλὲς
καταφύγιον· ὅθεν Ἰουβενάλιε, τελοῦντες τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ
λόγοις, ἀνακηρύττομεν ἅπαντες, τὴν σὴν προστασίαν, καὶ πολλὰς εὐεργεσίας, ὑπὲρ τῆς
ποίμνης σου
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον
ὁ θεοφύλακτος λαός, ἐμμελετῶν τὴν τοῦ Ἁγίου Ἰουβεναλίου περὶ Θεοῦ διδασκαλίαν,
καὶ ἐνάρετον βιοτήν, ᾀσματικοῖς ἐγκωμίοις αὐτὸν προσφωνεῖ· Χαίροις, ἐπίγειε ἄγγελε,
καὶ οὐράνιε ἄνθρωπε· χαίροις, ἐν ἀρχιερεῦσι θεολόγε, καὶ τῶν πατέρων ὁμότιμε·
χαίροις, ὁ τῆς σοφίας τοῦ Θεοῦ ἐραστής, καὶ τῶν πιστῶν πνευματικὸς πλουτιστής·
χαίροις, τῶν Συνόδων τὸ μέγα καύχημα, καὶ τῶν αἱρετικῶν ὁ δεινὸς ἀντίπαλος.
Πρέσβευε Ἅγιε δεόμεθα, ὑπὲρ τῶν τιμώντων τὴν σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
Σιὼν Ἱεράρχην Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος, καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν
λαμπρῶς καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς, τῶν δογμάτων θησαυρόν, παλαίσας
κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετῆς
ποιμενάρχην Ἰουβενάλιον, τῆς Ἐκκλησίας τὴν δόξαν καὶ τῶν πιστῶν ὁδηγόν, ἐγκαλλώπισμα
Σιὼν ἐγκωμιάσωμεν· ὅτι σοφίᾳ θεϊκῇ, αἱρετικῶν τὸν σκοτασμόν, διέλυσε καὶ τὴν
πλάνην· διὸ ἔλαμψεν ἐν τῷ κόσμῳ, τῆς ἀληθείας τοῦ Χριστοῦ διδαχήν.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ποιμένα
ἀρετῆς, Ἱεράρχην τὸν θεῖον, δογμάτων τοῦ Χριστοῦ, τὸν ὑπέρμαχον πάντες, ἐν ᾄσμασι
τιμήσωμεν, μέγαν Ἰουβενάλιον, καὶ κηρύξωμεν, περιχαρῶς Ὀρθοδόξοις, ἀγωνίσματα,
καὶ ἀρετὴν αὐτοῦ πᾶσαν, καὶ δόξαν τὴν ἄφθιτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες,
Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα·
σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν
μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Τῆς
Σιὼν ὁ φρυκτωρός, καὶ Ἐκκλησίας ὁ φωστήρ, ὁ διδάσκαλος πιστῶν, Ἰουβενάλιος
σεπτός, εἰς εὐφροσύνην ἐκάλεσε τὴν ὑφήλιον· δεῦτε καὶ ἡμεῖς ἀγαλλόμενος,
χάριτος αὐτοῦ ἀπολαύσωμεν, καὶ γεγηθότες πνεύματι βοήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾄσμασι·
Πατέρων κλέος, λιταῖς σου σῶσον, κόσμον ἐκ πάσης πλάνης.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ
χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων
νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ
Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς
ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου
λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Ἰωάννην. Ζήτει εἰς τὸν Ὄρθρον τῆς ΙΓ’
Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου….
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Ἡ
Σιωνῖτις Ἐκκλησία, τὸν ποιμένα αὐτῆς Ἰουβενάλιον, ἐν ᾠδαῖς πνευματικαῖς, εὐφροσύνως
ἐγκωμιάζει. Καὶ ἡ παλαίφατος Ἱερουσαλήμ, τὴν ἀπλανῆ τοῦ Ἁγίου θεολογικὴν
διδασκαλίαν κατέχουσα, ἱεροπρεπῶς ἐγκαυχωμένη, τοῖς πᾶσι τρανῶς ταύτην
κηρύττει. Ἡμεῖς δὲ τὴν τοῦ θαυμαστοῦ Ἰουβεναλίου
πρεσβείαν ἐπικαλούμενοι, δεόμεθα λαβεῖν τὴν τῶν πλημμελημάτων ἡμῶν συγχώρησιν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰουβενάλιον, τιμήσωμεν ὕμνοις. Νικοδήμ(ου)
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἰσχύν
σου παράσχου μοι, τοῦ ἀνυμνῆσαι ἐν Πνεύματι, τὸν Ἰουβενάλιον, ὦ Ἰησοῦ μου σεπτῶς,
καὶ κηρῦξαι, τὴν αὐτοῦ θεολογίαν, καὶ χάριν μυήσεως, εἰς θεῖα δόγματα.
Ὁ
Λόγος ἐφώτισεν, Ἰουβενάλιον ἔνδοξον, ὃς λόγον ἐρεύξατο, τῷ Βασιλεῖ καὶ Θεῷ, καὶ
ἐστήριξεν, ἐν πίστει ἀληθείας, πιστῶν τὰ συστήματα, θείοις ἐν δόγμασιν.
Ὑψώθης
ἐν χάριτι, Ἰουβενάλιος ἔνδοξος, καὶ πᾶσιν ἐκήρυξε, τοῦ Θεανθρώπου Χριστοῦ, τὴν σωτήριον,
ἐν κόσμῳ παρουσίαν, δι’ ἧς ἐλυτρώθημεν, ἅπαντες ἄνθρωποι.
Θεοτοκίον.
Βεβήλων
τὰ στόματα, καὶ πλανωμένων διδάγματα, κατάπαυσον Δέσποινα, ὡς Θεοτόκος ἁγνή, ἡ
γεννήσασα, τὸν ἕνα τῆς Τριάδος, καὶ μείνασα ἄφθορος, καὶ ἀειπάρθενος.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐπίσκοπον
ἔχει Ἐκκλησία, ποιμένα θεσπέσιον Σιών, ποίμνιον καταυγάζοντα, λόγοις τε καὶ
διδάγμασι, καὶ μυστηρίων δόγματα, ἐν ταῖς Συνόδοις στηρίζοντα.
Νῦν
Ἰουβενάλιος ὁ θεῖος, ἐν χώρᾳ τῶν ζώντων κατοικεῖ, σὺν Ἀσωμάτων τάξεσι, χαρᾷ
συμψάλλων ᾄσματα, Λόγῳ τῷ ἐνοικήσαντι, ἁγνῇ καὶ σώσαντα ἅπαντας.
Ἀπόῤῥητα
δόγματα κηρύττει, ὁ Ἰουβενάλιος λαοῖς, καὶ πλάνης τὴν δυσσέβειαν, ἀποκαλύπτει ῥήμασιν,
ἐπιστηρίζων ἅπαντας, τοὺς Ὀρθοδόξους ἐν χάριτι.
Θεοτοκίον.
Λόγον
ἡ γεννήσασα τὸν θεῖον, ἱκέτευε ἄχραντε ἁγνή, ὑπὲρ τῶν ἀνυμνούντων Σε, καὶ
πίστει κηρυττόντων Σε, ὡς Θεοτόκον Δέσποιναν, καὶ κόσμου ὄντως μεσίτρια.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Εὐφήμως
ὑμνήσωμεν ἐν ἐγκωμίοις ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν ποιμένα θείας Σιών, τὸν Ἰουβενάλιον·
οὗτος γὰρ θεοπνεύστως, καθαιρῶν τὰς αἱρέσεις, δόγματα ἀληθείας, ἐν Συνόδῳ
κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ
μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη
κοσμήσασα
τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἰσχυρῶς
ἐπιστηρίζει, θεῖος Ἰουβενάλιος, ὁ χρυσοῦς τῇ γλώττῃ, πάσης Ἐκκλησίας συστήματα,
διερμηνεύων ἐν λόγοις, θεῖα δόγματα, καὶ μυστήρια, ὄντως φρικτά, καὶ ἀπόῤῥήτα.
Ὁ
Πατρὶ συνεδριάζων, ἐσαρκώθη ὡς ἄνθρωπος, τοῦ λυτρῶσαι κόσμον, ὢν ἀεὶ Θεὸς ὑπερτέλειος,
ἐν δὲ μιᾷ ὑποστάσει, ὡς Θεάνθρωπος, ὡς ὁ τῆς Σιών, Πρόεδρός φησιν ὁ θεόσοφος.
Νικητὴς
κατὰ τῆς πλάνης ἀνεδείχθης θεσπέσιε, πάσας τὰς αἱρέσεις, ὄντως καθελὼν θείᾳ
χάριτι, καὶ Ὀρθοδόξων δογμάτων τὴν ἀλήθειαν, διεσάφησας, ἐν ταῖς Συνόδοις
πανένδοξε.
Θεοτοκίον.
Τὸν
Χριστὸν Βρεφοκρατοῦσα, ὡς Υἱόν Σου καὶ Κύριον, πάντες προσκυνοῦμεν, ἄφεσιν
διδόντα καὶ λύτρωσιν, καὶ Σὲ τιμῶμεν Παρθένε, ὡς δανείσασαν, σάρκα Αὐτῷ
παντευλόγητε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἰσχύϊ
τοῦ Πνεύματος, αἱρετικῶν τὴν ἄνοιαν, Πάτερ ἐταπείνωσας ἐν λόγοις· ὅθεν
παράσχου, τοῖς σὲ τιμῶσι λαμπρῶς, τοῦ γνῶναι μυστήρια Θεοῦ, θεῖα καὶ ἀπόῤῥητα,
πρὸς ἀγῶνα σωτήριον.
Μετάνοιαν
ἔνθεον, ὡς ἱκεσίαν πρόσδεξαι, ὅπως τὸν Θεὸν ἐξευμενίσῃς, ἄφεσιν δοῦναι, τοῖς σὲ
τιμῶσι σεπτέ, καὶ φώτισιν χάριτος τοῖς σέ, ὕμνοις μεγαλύνουσι, καὶ ἐν κόσμῳ
κηρύττουσιν.
Ἡμῖν
τοῖς τιμῶσί σε, ὡς θεοφόρος δώρησαι Πάτερ, γνῶσιν θείων μυστηρίων, ἵνα βιοῦντες,
τὰς ἀληθείας Χριστοῦ, καὶ φέροντες ἔργα ἀρετῆς, ὄντως θεοπρόσδεκτα, τῆς χαρᾶς ἐπιτύχωμεν.
Θεοτοκίον.
Σὺ
πάναγνε Δέσποινα, τῶν Προφητῶν τὸ κήρυγμα, πέλεις ὡς σαρκώσασα τὸν Λόγον,
γένους βροτείου, ἡ σωτηρία σεμνή, καὶ πάντων ἡμῶν καταφυγή, τῶν μακαριζόντων
Σε, Θεοτόκε πανύμνητε.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ὦ
Πάτερ Ἰουβενάλιε, Θεάνθρωπον κηρύξας τὸν Κύριον, δέξαι τὴν δέησιν, τῶν ἀνυμνούντων
τὴν μνήμην σου, καὶ ἐκζητούντων πόθῳ, ψυχῆς ἀνάτασιν.
Μερόπων
γένος τρισόλβιε, ζηλοῦντές σου τὸν βίον αἰτούμεθα· ζήλου ἀξίωσον, τοὺς σὲ τιμῶντας
ἐκ πίστεως, ταῖς σαῖς πρεσβείαις Πάτερ, πρὸς τὸν Τρισάγιον.
Ἐδέχθη
Λόγου τὸ πρόσταγμα, ἐλέγχει δὲ τοὺς πλάνης διδάσκοντας, καὶ τὴν δυσσέβειαν, Ἰουβενάλιος
ἔνδοξος, ἐπικυρῶν πανσόφως, πίστεως δόγματα.
Θεοτοκίον.
Ναῷ
Σου πάντες προστρέχομεν, Παρθένε τοῦ Υἱοῦ Σου δεόμενοι, ὅπως τὴν ἄφεσιν,
πλημμελημάτων δωρήσηται, τοῖς Θεοτόκον Κόρη, ἀεὶ κηρύττουσιν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς
Σιωνίτιδος τὸν Πρόεδρον τιμήσωμεν, τῶν Ὀρθοδόξων τὸν φρουρὸν καὶ θεῖον φύλαξα, τὸν
συντρίψαντα αἱρέσεων μένος πλάνης· ἀνεδείχθη τῶν Πατέρων ἰσοστάσιος, καὶ
μεγάλων θεολόγων τὸ ἀντίγραφον· ὅθεν κράζομεν· Χαῖρε Ἰουβενάλιε.
Ὁ Οἶκος.
Ἡ
τῶν Ἱεροσολύμων Ἐκκλησία, τὸν θαυμαστὸν θεολόγον, καὶ τῶν αἱρέσεων καθαιρέτην,
ποιμένα καὶ φρυκτωρὸν αὐτῆς ἐκτήσατο. Ἡ τῆς Σιῶν θεοβάδιστος πόλις, μυσταγωγὸν Ἅγιον,
ἐπιστηρίζοντα τοὺς δοκιμαζομένους ἐκ τῶν αἱρέσεων Ὀρθοδόξους, τὸν θεῖον Ἰουβενάλιον,
πατέρα καὶ φρουρὸν αὐτῶν ἀνέδειξεν. Ἡ τρίτη καὶ τετάρτη Οἰκουμενικαὶ Σύνοδοι,
μέλος ἀληθοῦς, καὶ μετὰ παῤῥησίας ὁμολογίας, καὶ δεινῆς κατὰ τῶν αἱρεσιαρχῶν ῥητορείας,
τὸν τῆς Ἁγίας Σιὼν Ἐπίσκοπον κατέχουσαι, ἐγκαυχῶνται ἐν Κυρίῳ, ὅτι καὶ δι’ αὐτοῦ
ἐθεμελίωσαν τὰ σωτήρια δόγματα, περὶ τῆς θεανδρικῆς τοῦ Σωτῆρος Χριστοῦ Ὑποστάσεως.
Καὶ ἡμεῖς φρυκτωρὸν τὸν θεοφόρον πατέρα κεκτημένοι, τὸν Τρισάγιον Κύριον
πανευλαβῶς δοξολογοῦμεν, καὶ τῷ προστάτῃ τῶν ψυχῶν ἡμῶν κράζομεν· Χαῖρε Ἰουβενάλιε.
Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ἁγίου Ἰουβεναλίου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Μνήμην γεραίρω τὴν Ἰουβεναλίου,
Οὗ μνῆμα θεῖον ἡ Παλαιστίνη φέρει.
Ἰουλίοιο θάνες, Ἰουβενάλιε δευτέρᾳ.
Τῇ ἀυτῇ ἡμέρᾳ,μνήμην
ποιούμεθα τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς ὑπεραγίας
Θεοτόκου, ἐν Βλαχέρναις, ἐπὶ Λέοντος τοῦ μεγάλου, καὶ Βηρίνης τῆς αὐτοῦ
γυναικός.
Χιτὼν μὲν Υἱοῦ Χριστοφρουροῖς δημίοις.
Ἐσθὴς δὲ Μητρὸς χριστοφρουρήτῳ πόλει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Μάρτυρος Κοΐντου·
Θλασθεὶς σκέλη Κόιντος, ἐῤῥώσθη πάλιν,
Στεφθήσεται πλὴν καὶ θανὼν κοινῷ τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων
Μαρτύρων τῶν ἐν Θεσσαλονίκῃ· Ἀνθίμου τοῦ γέροντος, Παῦλου, Βήλωνος, Θέωνος, Ἥρωνος
καὶ ἑτέρων Τριάκοντα Ἓξ Αἰγυπτίων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Εὐτυχιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Φωτίου, Μητροπολίτου Μόσχας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Νεομάρτυρος Λάμπρου, μαρτυρήσαντος ἐν τῇ Μάκρῃ Ἀλεξανδρουπόλεως, ἐν ἔτει 1835ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἰωάννου τοῦ Μαξίμοβιτς
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Στεφάνου, βοεβόδα τῆς Μολδαβίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ὑψιπέτην
σε ὁρῶμεν Πάτερ ἔνδοξε Ἰουβενάλιε· χαῖρε
ὦ κήρυξ Χριστοῦ, ἀξίωσον ἅπαντας, ψάλλειν ἐν Πνεύματι· Ὑπερύμνητε, ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μακαρίζομεν τῆς πίστεως τὸ ἄγαλμα Ἰουβενάλιον,
Σιὼν ποιμένα σεπτόν, καὶ πάντες προτρέποντα, ψάλλειν ἐν ᾄσμασι· Ὑπερύμνητε, ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νῦν
τὸν ἔνθεον δοχεῖον θείου Πνεύματος Ἰουβενάλιον, τιμῶμεν ὕμνοις σεπτοῖς· Χριστὸν
γὰρ ἐκήρυξε, Θεὸν καὶ ἄνθρωπον, πρὸς Ὃν ψάλλομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων
Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὅλη
γέγονας ναὸς τοῦ θείου Πνεύματος θεοχαρίτωτε, καὶ κόσμου σκέπη σεπτή, κυήσασα
Δέσποινα, Χριστὸν Θεάνθρωπον, Ὃν δοξάζομεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἵνα
χριστολόγους ἀληθείας, φυλάττωσι πόθῳ πάντες οἱ Ὀρθόδοξοι, ταύτας διετράνωσας, ὦ
Ἰουβενάλιε, ἐν ταῖς Συνόδοις ἔνδοξε· διὸ νῦν ψάλλομεν· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στήριξον
ψυχὰς τῶν σὲ τιμώντων, ποιμὴν τῆς σεπτῆς Σιὼν Ἰουβενάλιε, καὶ πρὸς βίον ἔνθεον,
πάντας καθοδήγησον, ἵνα Θεὸν δοξάζομεν, ἐν ὕμνοις ψάλλοντες· τὸν Κύριον, ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νίκας
κατ’ ἐχθρῶν αἱρετιζόντων, παράσχου ἡμῖν σεπτὲ Ἰουβενάλιε, καὶ τὴν πίστιν
φύλαξον, ἐκ πάσης αἱρέσεως, καὶ ψάλλειν πάντας δίδαξον, Σιὼν Ἐπίσκοπε· τὸν
Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἴασαι
ἁγνὴ Θεογεννῆτορ, τοὺς πίστει πρὸς τὸν Υἱόν Σου καταφεύγοντας, ἐκ παθῶν καὶ
θλίψεων, καὶ λιταῖς Σου φύλαξον, τοὺς εὐλαβῶς λατρεύοντας, Αὐτῷ καὶ ψάλλοντας·
τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Κῆπος
ἐν Σιών, σὸν σῶμα ἐδέξατο, Ἰουβενάλιε· τοῦτον οἱ παράνομοι, ἐκ Κεραμέως, τότε ἠγόρασαν,
εἰς τὴν ταφὴν τῶν ξένων τε, καὶ εἰς μαρτύριον, θεοκτόνου, φιλαργύρου πράξεως,
μαθητοῦ τοῦ Κυρίου ἀγνώμονος.
Ὄλβιος
Μονή, ἐν ᾗ τεθησαύρισται, Ἰουβενάλιε, τὸ ἔνδοξον σῶμά σου, δι’ οὗ τιμᾶται, καὶ ἁγιάζεται,
κηρύττουσα τοῖς πέρασι, Χριστὸν Θεάνθρωπον, οὗ τὴν χάριν, σαῖς λιταῖς αἰτούμεθα,
τοῦ φυλάσσειν πιστῶς, θεῖα δόγματα.
Δεῦτε
εὐλαβῶς, τιμήσωμεν ἅπαντες, Ἰουβενάλιον, καὶ ἐγκωμιάσωμεν, ἐνθέοις λόγοις,
τούτου τὴν ἔνδοξον, ἐν οὐρανῖς κατάπαυσιν, καὶ ἀλαλάξωμεν, ἐκβοῶντες· χαίροις
θεοδόξαστε, τῆς Σιὼν Ἱεράρχα θεόσοφε.
Ἥλιον
Χριστόν, τοῖς πᾶσιν ἐκήρυξας, Ἰουβενάλιε, ἀσεβεῖς κατήλεγξας, τοὺς Ὀρθοδόξους
τε, παρεκάλεσας· διὸ ἡμᾶς τρισόλβιε, ἐκ τῶν αἱρέσεων, καὶ δαιμόνων, φύλαξον σῇ
χάριτι, Ἐκκλησίας Σιὼν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Μύησον ἁγνή, τὸν νοῦν μυστηρίοις τε, καὶ
θείοις δόγμασι, τῶν πιστῶς τιμώντων Σε, καὶ ἀνυμνούντων, τὰ μεγαλεῖά Σου, τὰ ὑπὲρ
νοῦν καὶ ἔννοιαν, θεομακάριστε, καὶ βοώντων· Χαίροις θεοτίμητε, Θεοτόκε πιστῶν ἡ
ἀντίληψις.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ποιμένα
εὐφημήσωμεν, Σιὼν τὸ ἐγκαλλώπισμα, πρόμαχον μέγαν πίστεως, φρουρὸν δογμάτων τῶν
θείων, σφοδρῶς κατανικήσαντα, αἱρέσεως τὰ ἔνεδρα, σεπτὸν Ἰουβενάλιον, Χριστὸν
δοξάσαντα ἔργοις, καὶ διδαχαῖς ὀρθοδόξοις.
Θεοτοκίον.
Μαρίαν
τὴν Θεόνυμφον, τὴν τέξασα τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε
Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν
Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε
εὐφημήσωμεν, Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων σύλλογος ὁ
φιλάγιος. Τὸν Χριστὸν ἅπασιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ
σῶσαι βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ Προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν τῆς
πλάνης τὴν αἵρεσιν· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σιὼν μέγα
καύχημα, πιστῶν τε τὸ στήριγμα. (Δίς)
Χαίρουσιν
οἱ Σύνοδοι, Ἰουβενάλιον μέγαν, ἐν μέσῳ κατέχουσαι, ὡς φωστῆρα ἔκλαμπρον θείας
χάριτος, τοῦ Χριστοῦ κήρυκα, καὶ δογμάτων θείων, τῆς δὲ πλάνης τὸν ἀντίπαλον,
πιστῶν τὸ στήριγμα, καὶ τῶν Ὀρθοδόξων τὸ καύχημα, τῆς πίστεως τὸν πρόμαχον, καὶ
πατέρων θείων ἐφάμιλλον· ὅθεν γεγηθυῖαι, κηρύττουσιν αὐτοῦ τὴν διδαχήν, καὶ ἀρετῆς
βίον ἔνθεον, καὶ δόξαν αἰώνιον.
Πίστιν
τὴν σωτήριον, Ἰουβενάλιος πᾶσι, τρανῶς διεκήρυξε, θεοφθόγγοις ῥήμασι καὶ
διδάγμασι· φοβερὰν αἵρεσιν, ἀληθείας λόγοις, ἐν Συνόδοις κατεκρήμνισε, καὶ φῶς τῆς
κτίσεως, Λόγον τοῦ Πατρὸς ἀνεκήρυξε, τὸν σώσαντα τὸν ἄνθρωπον, ὅμοιον ἡμῖν πλὴν
τοῦ πταίσματος· ὅθεν ἐπαξίως, εἰς δώματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἀγγέλοις ἀγάλλεται,
ὁ θεῖος διδάσκαλος.
Δόξα. Ἦχος πλ. β΄.
Ἅπαντες
ἀδελφοί, τὴν πανσεβάσμιον μνήμην, τοῦ Ἱεράρχου Ἰουβεναλίου, ἐν ὕμνοις καὶ ᾠδαῖς
πνευματικαῖς τιμήσωμεν. Οὗτος γὰρ ἐν δυσχειμέροις χρόνοις, φύλαξ καὶ φρουρὸς τῆς
ἀμωμήτου καὶ σωτηρίου ἡμῶν γέγονε πίστεως. Ἐν δυνάμει χάριτος, καὶ λόγων ἀντιῤῥητικῶν,
τὰ τῆς Ὀρθοδοξίας κηρύττων μυστήρια, τὴν τοῦ Θεανθρώπου πίστιν, ἐν Ἐκκλησίαις
καὶ ἐν Συνόδοις διετράνωσεν. Αὐτοῦ καὶ ἡμεῖς ταῖς λιταῖς, ἀπὸ πάσης αἱρέσεως καὶ
πλάνης λυτρωθείημεν, καὶ τοῦ θείου ἐλέους ἀξιωθείημεν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὢ
Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ
Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ πάσης θλίψεως.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἰουβέναλιος
ποιμὴν θείοις ὕμνοις, ἀνευφημεῖται ὑφ’ ἡμῶν Ἱεράρχης, Σιὼν τῆς πρώτης πόλεως
πιστῶν τοῦ Χριστοῦ. Χάριτι κατακοσμούμενος, Ὀρθοδόξους φρουρεῖ πστῶς, νίκας
χορηγῶν αὐτοῖς, κατὰ λαοπλάνων, καὶ διὰ λόγου δόγματα σεπτά, πᾶσι κηρύττει,
Πατέρων ὢν κλέϊσμα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα,
ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰουβενάλιον, γεραίρω ᾄσμασι. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν τὴν τοῦ
Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἐνθέως, τὸν φαεινόν, Σιὼν τῆς ἁγίας πολιοῦχον, Ἰουβενάλιον
θεῖον διδάσκαλον.
Ὁ πέμπτων τὸ Πνεῦμά
σου μαθηταῖς, κατάπεμψον Λόγε, ταπεινότητι τῇ ἐμῇ, ἐν ᾄσμασιν ἐνθέοις, Ἰουβενάλιον
πρόμαχον πίστεως.
Ὑπόπτερος
γέγονεν ἐν Σιών, λαβὼν θείαν χάριν, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας
ἀληθείας, Ἰουβενάλιος πλάνης ἀντίπαλος.
Θεοτοκίον.
Βασίλισσα πέλεις
τῶν οὐρανῶν, ἁγνὴ Θεοτόκε, καὶ μεσίτρια πρὸς Θεόν· δυσώπει σωθῆναι τοὺς τιμῶντας,
τοῦ Ἱεράρχου Σιὼν μνήμην ἔκλαμπρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπιζητῶν
μετὰ δέους, τὴν σωτηρίαν σου Ἅγιε, ἔφραξας τὰ στόματα πλάνης, Ἰουβενάλιε, ἐμμελετῶν
εὐσεβῶς, Χριστολογίας τὸ δόγμα, καὶ κηρύττων ἅπασι, Χριστὸν Θεάνθρωπον.
Νικητὴς
ἀνεδείχθης, αἱρετικῶν ἔνδοξε, καταπολεμῶν θεομάχους, Ἰουβενάλιε, καὶ διὰ λόγων
σοφῶν, τοὺς Ὀρθοδόξους στηρίζων, καὶ Πατέρων Σύνοδον, κυρώσας πάντιμε.
Ἀνυμνοῦμέν
σε πάντες, τὸν τῆς Σιὼν ἔφορον, τῆς Ὀρθοδοξίας τὸν στῦλον, Ἰουβενάλιον, ἐπιζητοῦντες
τὰς σας, πρὸς τὸν Χριστὸν ἱκεσίας, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Λαμπροτάτη
Παρθένε, τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν
τῇ ἁγνείᾳ τῇ Σῇ, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον,
Θεομακάριστε.
Διάσωσον,
Ἰουβενάλιε πάντας ἡμᾶς Ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτην πανένδοξε, καὶ
φύλαξον Πάτερ Σιὼν σὴν πόλιν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὰ ἄνω ποθῶν, τῶν
κάτω κατεφρόνησας, καὶ ζήλῳ Θεοῦ, δογμάτων κατενόησας, ἀληθείας ἔνδοξε, ὑπὲρ ὧν
ἀξίως ἠγώνισαι· καὶ νῦν ἀπαύστως ἐν οὐρανοῖς, πρεσβεύεις τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰουβενάλιον ἔλαβεν,
ἐν αἰωνιότητι στέφος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν
ἄῤῥητον.
Ὁδηγήσας πρὸς
Κύριον, τὸν λαὸν Σιὼν ὦ Ἰουβενάλιε ἀνεφάνης ἐν τοῖς πράγμασιν, Ἐκκλησίας φύλαξ ἀπροσμάχητος.
Νικηφόρος ἐν
Πνεύματι, ἀνεδείχθης ὄντως Ἰουβενάλιε, καταλύσας τῶν αἱρέσεων, καὶ τῆς πλάνης
δόγματα τὰ ἄθεα.
Θεοτοκίον.
Γυναικὸς ἀρὰν ἄρασα,
καὶ τὴν εὐλογίαν αὐτῇ δωρήσασα, Θεοτόκε τῇ κυήσει Σου, ὑπερτέρα τῶν Ἀγγέλων
γέγονας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκχεον ἡμῖν,
χάριν σὴν Ἰουβενάλιε, ταῖς ἱκεσίαις σου πρὸς τὸν Ἰησοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα αὐτοῦ
προστάγματα.
Ῥᾶνον ἐφ’ ἡμᾶς, ἀρετῶν
σου ἄνθη εὔοσμα, καὶ τοῦ Κυρίου μῦρον τὸ σωστικόν, ταῖς σαῖς πρεσβείαις, πρὸς
Λόγον Ἰουβενάλιε.
Ἅγνισον Χριστέ, Ὀρθοδόξων
τὰ συστήματα, καὶ Ἐκκλησίαν σου περιτείχισον Ἰησοῦ, τοῦ Ἱεράρχου, πρεσβείαις καὶ
παρακλήσεσιν.
Θεοτοκίον.
Ἴσχυσας ἁγνή,
Παναγία ἐν τῷ Τόκῳ Σου, τοῦ ἀπαλλᾶξαι Εὔαν ἐκ τῆς ἀρᾶς, καὶ ἐκ πικρίας, θανάτου
καὶ τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τῆς ἀληθείας
γέγονας, διὰ λόγου διδαχῆς θεῖος μύστης, ὅτι Χριστοῦ, τοῦ Θεοῦ πέλεις στόμα, καὶ
σωτηρίων λογίων διδάσκαλος, καὶ πάντων τῶν αἱρετικῶν, συντριβὴ καταισχύνης
πανένδοξε.
Ὡράϊσμα, τῆς Σιὼν
σὺ πέφυκας, θαυμαστὸν Ἰουβενάλιε θεῖε· ὅτι λαμπρῶς, ἀνεκήρυξας πᾶσι, τοῦ
Θεανθρώπου τὴν δόξαν καὶ γέγονας, κρουνὸς τῆς χάριτος Αὐτοῦ, καταρδεύων πιστοὺς
θείοις δόγμασιν.
Ἀπέκρουσας, τὰ τῆς
πλάνης δόγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις· ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως,
τοῦ Παρακλήτου ἡ χάρις πανένδοξε· καὶ ἔσωσας τοὺς εὐσεβεῖς, ἐκ τῆς πλάνης καὶ
πάσης αἱρέσεως.
Θεοτοκίον.
Συνέτριψας, ἁμαρτίας
βέλεμνα, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ
Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.
Διάσωσον,
Ἰουβενάλιε πάντας ἡμᾶς Ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτην πανένδοξε, καὶ
φύλαξον Πάτερ Σιὼν σὴν πόλιν.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς Σιὼν
προστατεύεις ὦ Ἰουβενάλιε, ἐν τῇ ἄνω Σιὼν μεσιτεύων πρὸς Κύριον. Καὶ γὰρ ἐν τῇ
γῇ ἠκολούθησας, τοῖς τῶν Πατέρων ἴχνεσιν, ποθῶν τὴν ἐνάρετον ζωήν· διὸ ἔλαβες ὡς
ἀμοιβήν, τῆς παῤῥησίας τὴν ἰσχύν, καὶ δογμάτων τὴν φρούρησιν. Πρέσβευε θεοφόρε,
σωθῆναι τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν αἱρετικῶν, καὶ παγίδων τοῦ ἀλάστορος.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν
ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ
καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ
καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ
καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι
τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ
μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι
ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει
με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν,
καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου…
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε εὐφημήσωμεν,
Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων σύλλογος ὁ φιλάγιος· τὸν
Χριστὸν ἅπασι, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ σῶσαι
βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ Προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν τῆς
πλάνης τὴν αἵρεσιν· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σιὼν μέγα
καύχημα, πιστῶν τε τὸ στήριγμα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίζει ἀξίως
καὶ ὑμνεῖ σε τρισμάκαρ τῶν Ὀρθοδόξων λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ
τιμώντων, καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀσωμάτων
δυνάμεις καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσν, ὁρῶντες ἐν ἁγίοις, Σιὼν κλεινὸν
ποιμένα, ἀσιγήτως δὲ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίων δογμάτων
μυστηρίων τε γνῶσιν ὁ Ἱεράρχης λαβών, λαὸν τῶν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τῷ
Θεῷ ἀναμέλπει τε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰαμάτων τὴν
χάριν ἀναβλύζουσα Μῆτερ ἀναπηγάζεις πιστοῖς, τὴν ἴασιν καρδίας, διδάσκουσα ἐμφρόνως,
τοῦ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενικηκότα, τοὺς
μωρολόγους τῆς πλάνης, εὐφημοῦμεν Σιὼν τὸν ποιμένα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Ἰχνηλατοῦντες,
τοῦ φρυκτωροῦ τοὺς ἀγῶνας, Θεανθρώπου κηρύττομεν δόγμα· Ὃν ὑπερυψοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Κυρίαν πάντων, ὁμολογοῦντες
Τριάδα, σὺν Ἰουβεναλίῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ Σὲ δοξάσας, ἐκ
γηγενῶν Θεοτόκε, Σὲ τιμᾷ ἐν Σιὼν οὐρανίῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δίδου μοι σαῖς
πρεσβείαις, Σιὼν κλεινὲ φύλαξ, τῶν Ὀρθοδόξων τὴν πίστιν φυλάττειν ἀεί, ὁμολογεῖν
τε τὸν Λόγον, Θεὸν καὶ ἄνθρωπον.
Ἡ χάρις τοῦ
Κυρίου, σὲ Σιὼν ἁγίας, ἐν ἀρεταῖς θεαρέστοις, Ἰουβενάλιε, κατακοσμήσασα ὄντως,
ποιμένα ἔδειξεν.
Μεγάλων θεοφόρων,
σὲ πάντες πατέρων, ἀνακηρύττομεν ὄντως, λαμπρὸν μιμητήν, Ἰουβενάλιε θεῖε, φωστὴρ
ταῆς πίστεως.
Ὁμότροπον
Πατέρων, σὲ ὁμολογοῦμεν, καὶ διδασκάλοις συνόντα, Χριστοῦ μιμητά, Ἰουβενάλιε θεῖε,
πιστῶν τὸ πρότυπον.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν
Σου, Σὲ ὁμολογοῦμεν, ὡς Παναγία Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων
προστάτιν, καὶ καταφύγιον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ὢ
Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ
Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ πάσης θλίψεως.
Αἱρέσεων πλάνην
καὶ ἀπειλήν, κάθεῖλες ἐνθέως, καὶ ἐκήρυξας τοῦ Χριστοῦ, τὰ δόγματα Πάτερ, καὶ
θείας ἀληθείας, ὡς μέλος τῶν Συνόδων, Ἰουβενάλιε.
Χαίροις ἀληθείας
ὑφηγητά, Σιὼν μέγα κλέος, Ὀρθοδόξων ὑπογραμμός· χαίροις πλανωμένων, πολέμιε ἐν
λόγοις, καὶ ἔργοις θεοφόρε, Ἰουβενάλιε.
Δεῦτε εὐφημήσωμεν
οἱ πιστοί, Σιὼν Ἱεράρχην, τὸν ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, καὶ κήρυκα
δογμάτων, φρουρὸν Ὀρθοδοξίας, Ἰουβενάλιε.
Καρδίας καθάρας
καὶ τὴν ψυχήν, πιστῶν Ἐκκλησίας, ἀνεδείχθης μυσταγωγός, ἐν πράξει βιώσας,
Χριστοῦ τὴν Βασιλείαν, ἐν ᾗ νῦν σαββατίζεις, Ἰουβενάλιε.
Πάντας τοὺς τιμῶντάς
σε εὐσεβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, αἱρέσεως
καὶ πλάνης, ὡς ἔχων παῤῥησίαν, Ἰουβενάλιε.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῆς Σιὼν τὸν
φρυκτωρόν, τὸν Ἰουβενάλιον λόγοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ
μεγαλύνωμεν, τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν ἔργοις καὶ λόγοις, δόγματα ἐκράτυνε,
πιστοὺς ἐστήριξεν· ὅθεν, τιμηθεὶς ἐκ Κυρίου, πᾶσι τοῖς προστρέχουσι πίστει, ἐκδιδάσκει
γνῶσιν τὴν Ὀρθοδόξον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου