Σάββατο 3 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 12. ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΣΙΛΒΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΒ΄!!
ΣΙΛΒΑΝΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
https://www.vatopedi.gr/wp-content/uploads/2014/07/Akolouthia-Sylvanou-Osiomartyros-mathitou-Osiou-Maksimou-Graikou.pdf

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Ὁσίου Μαξίμου μαθητά, Σιλβανὲ πανεύφημε, τοῦ ἐν Ῥωσίᾳ κρατύναντος, πίστιν Ὀρθόδοξον, καὶ Χριστοῦ τὴν κλῆσιν, καθομολογήσαντος, τρανῶς καὶ φυλακὴν πολυχρόνιον, καθυπομείναντος, ἀγωγῆς αὐτοῦ ὁμόζηλος, ἀνεδείχθης καὶ δόξης ἰσότιμος.

Μαξίμου γραφὰς ἐπιμελῶς, Σιλβανὲ ἀντέγραψας, καὶ πολιτείαν κατέγραψας, ἄγαν ἰσάγγελον, τὴν αὐτοῦ τρισμάκαρ, κέρας ταπεινώσεως, σεπτὸν αὐτομεμψίᾳ τὴν δίοδον, τῆς τελειώσεως, ὁ ἀνύσας θείᾳ Χάριτι, καὶ εἰς ὕψος ὁ φθάσας θεώσεως.

Σεργίου Ὁσίου τῆς Μονῆς, ἀσκητὰ θεόσοφε, καθυπέταγης θελήματι, τοῦ διδασκάλου σου, καὶ χειραγωγοῦ σου, πρὸς αἰωνιότητα, Μαξίμου τοῦ Γραικοῦ οὗ ὁμόζηλος, τρόπων θειότατε, Σιλβανὲ ἀρτίως πέφηνας, ἄχρι τέλους, σεπτοῦ μαρτυρίου σου.

Μετέφρασας ἐν Σλαβονικῇ, διαλέκτῳ Ἅγιε, τοῦ θεαυγοῦς Χρυσοῤῥήμονος, Πάτερ θεόσοφε, ἑρμηνείαν θείαν, εἰς τὸ Εὐαγγέλιον, Ματθαίου Σιλβανὲ ἀξιάγαστε, καὶ διεθέρμανας, Ῥώσων πίστιν τὴν Ὀρθόδοξον, τοῦ φωστῆρος, αὐτοῦ φάει Πνεύματος.

Δόξα. Ἦχος πλ. δ΄.
Ὁ πνευματοφόρος ἀσκητὴς τῆς τοῦ Ἁγίου Σεργίου Λαύρας, καὶ εὐπειθὴς μαθητὴς τοῦ Ὁμολογητοῦ Μαξίμου, Σιλβανὸς ὁ ἀοίδιμος ἀθλητικοῦ ἠξιώθη τέλους. Καὶ οὐρανοπολίτης ἀναδειχθεὶς στεφηφόρος, ἀκλινῶς Χριστὸν καθικετεύει, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὰ παλαίσματα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅσιε Σιλβανέ, φανὲ τῆς εὐσεβείας, μαρτυρικῶς σὸν βίον, ἐτέλεσας καὶ δόξης, ἀφθίτου κατηξίωσαι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαῖρε ὁ τοῦ Γραικοῦ, Μαξίμου βιογράφος, καὶ ζηλωτὴς τῶν τρόπων, Ῥωσίας μέγα εὖχος, ὦ Σιλβανὲ μακάριε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαῖρε ὁ μοναστής, Σεργίου θείου Λαύρας, καὶ μαθητὴς Μαξίμου, τοῦ νεαυγοῦς φωστῆρος, ὦ Σιλβανὲ τῆς πίστεως.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ἡ ἄῤῥητος σοφία, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ, τὸ Πνεῦμα τὸ Πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τῶν πιστῶν, σεπτὴ παραμυθία, Παντάνασσα Κυρία, τῶν μοναστῶν ἡ σκέπη, καὶ τῶν πιστῶν τὸ στήριγμα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Θεοσόφου Μαξίμου γραφέα πάνσεπτον, τῶν θεοπνεύστων ῥημάτων, καὶ μαθητὴν εὐπειθῆ, Σιλβανὸν τὸν ὁσιόαθλον τιμήσωμεν, πίστεως εὖχος ὡς σεπτόν, καὶ Ῥωσίας τιμαλφές, θησαύρισμα ἐκβοῶντες· Μαρτύρων νέων κοσμῆτορ, Θεοῦ Υἱὸν ἡμῖν ἱλέωσαι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.








ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Μάκαρ ὁσιόαθλε, Ῥωσίας ἥδιστον βλάστημα, Σιλβανὲ ἀξιάγαστε, ταμεῖον ἀσύλητον, Πνεύματος Ἁγίου, ταπεινοφροσύνης, καὶ φιλεργίας ἀκρεμών, γραφὶς τιμία, καὶ θεοκίνητε, Ὁσίων ὁμηγύρεσι, καὶ Ἀθλητῶν θείοις τάγμασιν, ἀληθῶς συνηρίθμησαι, εὐσεβείας κειμήλιον.

Χάριτι ἱστόρησας, τῇ θείᾳ βίον τὸν ἄμεμπτον, τοῦ Μαξίμου σοῦ Γέροντος, σοφοῦ διδασκάλου σου, καὶ χειραγωγοῦ σου, πρὸς τῆς ἀπαθείας, τὴν κτῆσιν Πάτερ Σιλβανέ, παρ’ οὗ τοὺς πόδας, σεμνῶς ἐκάθησας, καὶ οὗ τῶν τρόπων μέτοχος, καὶ τῶν σκαμμάτων ἐφάμιλλος, ἀνεδείχθης ἐν ἔτεσι, τοῖς ἐσχάτοις μακάριε.

Πάτερ θεοτίμητε, τῶν μοναστῶν ἠκολούθησας, Σιλβανὲ ἐκ νεότητος, ὁδοῖς καὶ ἐνώκησας, θαυγοῦς Ὁσίου, Λαύραν ἐν Ῥωσίᾳ, ἐν ᾗ βαθμίδας ἀρετῶν, τῶν ψυχοτρόφων ἀνῆλθες τάχιστα, καὶ ἤρθης εἰς σκηνώματα, τῆς ἐν Χριστῷ τελειότητος, καὶ ὑπέρφωτα δώματα, ὁσιότητος ἔνθεε.

Μύρῳ πολιτείας σου, τῆς ἀκραιφνοῦς εὐωδίασας, γῆς Ῥωσίδος τὴν εὔγονον, καὶ σοῦ τοῖς συγγράμμασι, μαθητὰ Μαξίμου, τοῦ Ὁσίου πᾶσαν, τὴν Ἐκκλησίαν τοῦΧριστοῦ, νῦν τὴν τιμῶσαν τὴν θείαν μνήμην σου, ὀσφράδιον τῆς πίστεως, τῆς Ὀρθοδόξου μυρίπνοον, δυσωδίας κακότητος, ὁ διώξας ἀθλήσει σου.

Θείας ἱκανότητος, θαυμάζων τοῦ διδασκάλου σου, Σιλβανὲ πνευματέμφορε, γλωσσῶν γνῶσιν ἄπταιστον, ἔνθεον σοφίαν, στίχων ποιημάτων, ἡρωωελεγειακῶν, τὴν ἱκανότητα ὀξυδέρκειαν, νοὸς Πάτερ παγκόμσιε, καὶ εὐφυΐαν ἐζήλωσας, ἄχρι τέλους ἀθλήσεως, τὰ ἐκείνου παλαίσματα.

Πάτερ Χρυσοῤῥήμονος, τοῦ Ἰωάννου μετέφρασας, τῇ τοῦ Πνεύματος χάριτι, Σλαβόνων πανόσιε, ἐν τῇ διαλέκτῳ, θείαν ἑρμηνείαν, Εὐαγγελίου τοῦ σεπτοῦ, κατὰ Ματθαῖον, τὸν χαριτόβρυτον, ἣν ταπεινῶς ἀπέδωκας, Μαξίμῳ τῷ διδασκάλῳ σου, Σιλβανὲ παναοίδιμε, εὐσταλὲς ὁσιόαθλε.






Δόξα. Ἦχος πλ. β΄.
Τὸν θεοφώτιστον καὶ πνευματοκίνητον ἄνδρα, ἐμπρέψαντα συνέσει καὶ ταπεινώσει, ὡς μαθητὴν καὶ βιογράφον καὶ ὁμόζηλον, τοῦ Ὁμολογητοῦ Μαξίμου, Σιλβανὸν τὸν Ὁσιομάρτυρα τιμήσωμεν, οὕτω λέγοντες· Ῥωσίας πολυτίμητε σάπφειρε, ὁ ἀρεταῖς καὶ μαρτυρίῳ κατακοσμήσας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, μὴ παύσῃ Αὐτὸν ὑψόθεν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο  φθεγγόμενος ἄδικα οὐδείς· μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον  ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











ΕΙΣ   ΤΗΝ   ΛΙΤΗΝ Ἦχος α΄.

Δεῦτε φιλεόρτων οἱ δῆμοι, καὶ μοναστῶν φιλοσίων τὰ σμήνη, ἐκθύμως τιμήσωμεν τὴν πνευματοκίνητον γραφίδα, Σιλβανὸν τὸν θεόπνευστον, Ὁμολογητοῦ Μαξίμου μαθητὴν εὐπειθέστατον, καὶ τρόπων ὁμόζηλον οὕτω λέγοντες· Ἀσκητὰ ταπεινόφρον καὶ ἀρετηφόρε, ὁ μαρτυρικῶς τελέσας τὸν βίον, διὰ πνιγμοῦ ἐξ ἀναθυμιάσεων, ἐκ τῆς ἀτελοῦς καύσεως ξυλωδῶν προϊόντων, καὶ ὁσιοάθλων συναριθμηθεὶς χορείαις, ἐκτενῶς Χριστὸν τὸν Θεὸν ἡμῶν δυσώπει, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος β΄.
Τὸν ὁσιώτατον καλλιγράφον, καὶ θεοσοφίᾳ μοναστὴν κεκοσμημένον, Σιλβανὸν τιμήσωμεν μαθητὴν Μαξίμου πανάριστον, ὡς κρηπίδωμα εὐσεβείας ἀδιάσειστον, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ τῶν καμάτων τοῦ διδασκάλου σου ὁμόζηλος, καὶ τοῦ Θεοῦ φίλος γνήσιος, ἐκτενῶς Αὐτὸν ἐκδυσώπει, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Παῤῥησίᾳ Χριστὸν ὡμολόγησας ἄχρις ἀθλήσεως, ἐνωρίτερον τοῦ Ὁμολογητοῦ διδασκάλου σου Μαξίμου, πολυχρονίους ἐν φυλακῇ ὑπομείναντος βασάνους, Σιλβανὲ Ὁσιομάρτυς ἀκατάβλητε, ὁ ἀπαιωρηθεὶς καὶ ἀποπνιγεὶς δι’ ἀναθυμιάσεων· διὸ καὶ χάριν εὕρηκας θεόθεν πρεσβεύειν, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε, καὶ ἑορταζόντων ἐν ὕμνοις, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τὸν χερσὶ μιαιφόνοις ἀδίκως κτανθέντα, ὁσιώτατον μαθητὴν Μαξίμου τοῦ οὐρανόφρονος, ὡς πίστεως σέμνωμα καὶ Ῥωσίας ἐγκαλλώπισμα νέον, ὑμνήσωμεν λέγοντες· Ὁ τρόποις βιοτικοῖς καὶ συγγράμμασι Θεῷ εὐαρεστήσας, εὔφρανον εὐχαῖς σου καὶ τοὺς εἰλικρινῶς σε μεγαλύνοντας, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ὁ τῆς Ῥωσίας φωστήρ, Σεργίου Λαύρας τοῦ Ὁσίου ἐκπύρσευμα, ἀσκήσεως θεῖον φέγγος, φωστὴρ σεμνῆς βιοτῆς, ταπεινοφρόσυνης, καὶ χρηστότητος, ἀμάρυγμα πάμφωτον, Σιλβανὲ θεοφώτιστε, ὁ διαλάμψας, ταῖς αὐγαῖς συγγραμμάτων σου, καὶ σοφίας σου, ὑπὲρ νοῦν Πάτερ λάμψεσιν· ὅθεν ταὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, οἱ ἐν σκιᾷ ἀγνωσίας, τοῦ Θεοῦ Λόγου καθεύδοντες, σεπτῶν ἐνταλμάτων, πρὸς τὸ φῶς θεογνωσίας, κατευθυνόμεθα

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Ῥωσίας λαμπτήρ, ὁ διαλάμψας ἀστραπαῖς συγγραμμάτων σου, καμάτων ἀσκητικῶν σου, ὑπακοῆς ἀληθοῦς, ἀγωγῆς ἀμέμπτου, ταπεινώσεως, καὶ ἤθου χρηστότητος, Σιλβανὲ ἀξιάγαστε, τοῦ Παρακλήτου, τιμαλφὲς ἐνδιαίτημα, καὶ ὡράϊσμα, τοῦ Χριστοῦ θείας πίστεως· ὅθεν σὴν μνήμην σέβοντες, χοροὶ εὐσεβόφρονες, καὶ μεγαλύνοντες πόθῳ, ὑπακοήν σου τὴν ἀμετρον, πρὸς τὸν Γέροντά σου, καὶ διδάσκαλον θεόπνουν, σὲ μακαρίζομεν

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μνήμην, τὴν σὴν σεπτὴν Σιλβανέ, ἐπιτελοῦντες Χριστωνύμων οἱ σύλλογοι, Ῥωσίας ἀχανεστάτης, καὶ πάντων Ἀθωνιτῶν, μοναστῶν καμάτους, μεγαλύνομεν, σεπτούς σου πρὸς θέωσιν, μαθητὰ εὐπειθέστατε, Γραικοῦ Μαξίμου, τοῦ σοφοῦ διδασκάλου σου, οὗ κατέγραψας, βιοτῆς κατορθώματα, ὁμολογίαν πίστεως, καὶ τὴν πολυχρόνιον, εἱρκτὴν ἐν ᾗπερ τρισμάκαρ, αὐτὸς τὸ ζῆν ἐξεμέτρησε, θεόσοφε Πάτερ, εὐσεβείας θεία σάλπιγξ, καὶ ταπεινώσεως.

Δόξα. Ἦχος πλ. δ΄.
Ταπεινούμενος καὶ αὐτομεμφόμενος διῆλθες τὸν δόλιχον, τοῦ ἀσκητικοῦ σου βίου ἐν Ῥωσίᾳ Σιλβανὲ θεοτίμητε. Σὺ γὰρ ζηλώσας τοὺς τρόπους τοῦ διδασκάλου καὶ χειραγωγοῦ σου, Μαξίμου τοῦ
Ὁμολογητοῦ σεμνῶς καὶ ἀφανῶς ἐπολιτεύσω, καὶ τὴν ἐκκλησιαστικὴν γραμματείαν ἐπηύξησας ἔργοις σου· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὸ μαρτυρικόν σου διὰ πνιγμοῦ ἐξ ἀερίων τέλος μακαρίζοντες, Χριστὸν δοξάζομεν τὸν ἀξίως σε δοξάσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Θεοσόφου Μαξίμου γραφέα πάνσεπτον, τῶν θεοπνεύστων ῥημάτων, καὶ μαθητὴν εὐπειθῆ, Σιλβανὸν τὸν ὁσιόαθλον τιμήσωμεν, πίστεως εὖχος ὡς σεπτόν, καὶ Ῥωσίας τιμαλφές, θησαύρισμα ἐκβοῶντες· Μαρτύρων νέων κοσμῆτορ, Θεοῦ Υἱὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὁσίων Ἀθλητῶν, Σιλβανὲ κοσμιότης, ἐσχάτοις ἐν καιροῖς, μιαιφόνων ἐκτάνθης, χερσὶ παναοίδιμε, βιογράφε θεόπνευστε, τοῦ θεόφρονος, Γραικοῦ Μαξίμου καὶ πόλου, θεῖος ἕνοικος, ἐδέιχθης σὲ τοῖς ὑμνοῦσι, Θεὸν ἱλεούμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐν λύπαις εὐσεβεῖς, παραμύθησον τάχος, ἐνθέρμοις Σου εὐχαῖς, Μῆτερ Παραμυθία, πρὸς Τόκον Σου ἅγιον, εὐσυμπάθητον Κύριον, Ὃν ἱλέωσαι, τοῖς Σὲ ἐν ὕμνοις εὐήχοις, μεγαλύνουσι, καὶ πόθῳ δοξολογοῦσιν, Αὐτὸν Μητροπάρθενε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφίας ἐφάμιλλε τοῦ διδασκάλου τοῦ σοῦ, Μαξίμου τῆς πίστεως σεπτοῦ ὁμολογητοῦ, καὶ ῥεῖθρον τῆς Χάριτος, Πνεύματος τοῦ Ἁγίου, Σιλβανὲ θεοφόρε, πέφηνας Ἐκκλησίας, πολυτίμητον γέρας, ἀθλήσει ὁ τελέσας λαμπρῶς, βίον σου πρόσκαιρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Παντάνασσα Δέσποινα Παραμυθία σεμνή, κλεινὴ Βηματάρισσα Ἑλαιοβρῦτις ἁγνή, καὶ Ἀντιφωνήτρια, ἄχραντε Ἐσφαγμένη, καὶ Πυροβοληθεῖσα, Μάνδραν Βατοπεδίου, οὐρανόθεν εὐλόγει, τιμῶντος εὐλαβῶς Σιλβανοῦ, μνήμην τὴν πάνσεπτον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὁσίων πρόβολος, καὶ σεμνολόγημα, Μαρτύρων πίστεως, ὤφθης πολύτιμον, πνευματοφόρε Σιλβανέ, Μαξίμου Γραικοῦ ὁ σώφρων, μαθητὴς ὃν ἄνομοι ἀπηνῶς ἀπῃώρησαν, καὶ δεινῶς ἀπέπνιξαν δι’ ἀναθυμιάσεως, τρισμάκαρ τοξικῶν ἀερίων· ὅθεν σὲ ἀνυμνολογοῦμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἑλαιοβρύτισσα, Ἀντιφωνήτρια, σεμνὴ Παντάνασσα, καὶ Βηματάρισσα, Παραμυθία Μαριάμ, σεπτὴ Πυροβοληθεῖσα, καὶ θαυμάτων πέλαγος, Ἐσφαγμένη Μητρόθεε, Παναγία Δέσποινα, μονοτρόπων ἀγλάϊσμα, εὐλόγει οὐρανόθεν καὶ ῥύου, βλάβης Μονὴν Βατοπεδίου.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ, ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς ταὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ὁσιοάθλου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ὁ Θεῷ εὐαρεστήσας ἀμέμπτῳ πολιτείᾳ, συγγραμμάτων πληθύϊ καὶ μαρτυρικῷ τέλει, Σιλβανὲ Μαξίμου μαθητὰ καὶ ὁμότροπος, στεφανηφόρος ἀπῆλθες Αὐτῷ ὑπαντῆσαι, δωρουμένῳ δαψιλῶς οὐρανόθεν, πᾶσιν ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος, οὗ ἡ ἀκροστιχίς: Σιλβανοῦ, Μαξίμου μαθητοῦ, ἐγκώμιον. Χ. Μ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Σοφίας τὸ ἔσοπτρον, τὸ διαυγέστατον μέλψωμεν, Μαξίμου τὸν πάνσεπτον, καὶ εὐπειθῆ μαθητήν, ἐνωρίτερον, αὐτοῦ τοῦ μαρτυρίου, ὁδὸν διανύσαντα, πάντες γηθόμενοι.
σχὺν ἐνδυσάμενος, θεόθεν ὥσπερ ἱμάτιον, τὸν κόσμον κατέλιπες, καὶ τὰ τερπνὰ Σιλβανέ, τὰ φθειρόμενα, καὶ ᾤκησας τὴν Λαύραν, Σεργίου τοῦ μάκαρος, Πάτερ ἰσάγγελε.
Λαμπὰς ὁσιότητος, καὶ ταπεινώσεως ηὔγασας, ὁσίων καμάτων σου, ταῖς ἀστραπαῖς Σιλβανέ, τὴν Ὀρθόδοξον, καὶ ἀχανῆ Ῥωσίαν, καὶ κόσμου τὰ πέρατα, νῦν εὐφημοῦντά σε.
Θεοτοκίον.
Βοήθει τοῖς δούλοις Σου, θαυματουργὲ Βηματάρισσα, ἀνύστακτε ἔφορε, Βατοπεδίου Μονῆς, τοὺς προστρέχοντας, τῇ Σῇ ἐπιστασίᾳ, ὧν βήματα ἴθυνον, Μῆτερ πρὸς θέωσιν.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
σκήσεως εὔλαλον στρουθίον, Ὁσίων σεμνότης Σιλβανέ, Κυρίου ἐκελάδησας, σοφίαν ἀκατάληπτον, πιστοῖς καὶ θείου Πνεύματος, ἰσχὺν καὶ σθένος καὶ δύναμιν.
Νεκρώσας τῇ Χάριτι ταῇ θείᾳ, ταὰ μέλη σου μάκαρ Σιλβανέ, ἐπὶ τῆς γῆς ἐζώωσας, τὸ πνεῦμά σου καὶ γέγονας, τοῦ Παρακλήτου τέμενος, θεοειδὲς ἀχειρότευκτον.
λόφωτον πύρσευμα σοφίας, καὶ νήψεως Πάτερ Σιλβανέ, ὁσιωτάτῳ Γέροντι, Μαξίμῳ καθυπέταξας, σαυτὸν καὶ ζόφον ἔλυσας, τοῦ σαρκικοῦ σου φρονήματος.
Θεοτοκίον.
πέραγνε κεχαριτωμένη, Παντάνασσα Μῆτερ τοῦ Θεοῦ, Βατοπεδίου σέμνωμα, εὐλόγει καὶ ἁγίαζε, τοὺς σπεύδοντας ἀσπάσασθαι, τὴν σεβασμίαν εἰκόνα Σου.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Λαύρας ἔνοικε, σεπτοῦ Σεργίου, καὶ ὁμόζηλε, τῶν παλαισμάτων, Ὁμολογητοῦ Μαξίμου σοῦ Γέροντος, καὶ ὁδηγοῦ Σιλβανὲ πρὸς τελείωσιν, ἀθλητικῶς τὸν ἀγῶνα ἐτέλεσας, ἐνωρίτερον τοῦ ἔμφρονος διδασκάλου σου· μεθ’ οὗ τρυφᾷς νῦν πόλου ὡραιότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Βατοπέδιον, Σῇ προστασίᾳ, σπεύδει πάντοτε, Θεογεννῆτορ, Ἐσφαγμένη Βηματάρισσα πάναγνε, Παραμυθία γλυκεῖα Παντάνασσα, Ἀντιφωνήτρια Ἑλαιοβρύτισσα, καὶ ὑπέρμαχε τῆς πύλης καὶ ἀγαλλίαμα, ὦ Πυροβοληθεῖσα Μητροπάρθενε.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μονοτρόπων κοσμιότης Σιλβανὲ ἀξιάγαστε, μαθητὰ Μαξίμου, ὁμολογητοῦ εὐπειθέστατε, καὶ βιογράφε αὐτοῦ πνευματοκίνητε, σοῖς συγγράμμασι, πιστῶν χορείας ὠφέλησας.
Αἴγλης θείας ἀπολαύεις, σὺν Μαξίμῳ θεόφρονι, οὐρανῶν ἐν δόμοις, Σιλβανὲ ὡς τρόπων ὁμόζηλος, αὐτοῦ καὶ πίστεως γέρας πολυτίμητον, ὁσιόαθλε, σοφίας κρήνη ἀκένωτε.
Ξενωθεὶς τῶν φθειρομένων καὶ ῥεόντων ἐπόθησας, ἐκ νεότητός σου, πάντα Σιλβανὲ τὰ οὐράνια, καὶ διαμένοντα Πάτερ πνευματέμφορε, ὁ καὶ στέφανον, μαρτυρικὸν κομισάμενος.
Θεοτοκίον.
θυνόν με πρὸς ἐπάλξεις οὐρανῶν Μητροπάρθενε, Ἐσφαγμένη μῆτερ, τὸν τὴν Σὴν μορφὴν ἀσπαζόμενον, Βατοπεδίου ἐν Μάνδρᾳ χαριτόβρυτε, ἡ ἰθύνουσα, πιστούς Σου δούλους πρὸς θέωσιν.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Μαξίμου τῆς γνώσεως, τῆς ἱερᾶς ἐφάμιλλε, Πάτερ Σιλβανὲ σοῦ διδασκάλου, τοῦ Χρυσοστόμου, εἰς γλῶσσαν σλαβονικήν, σεπτὴν ἑρμηνείαν τῆς Γραφῆς, τοῦ Ματθαίου χείμαῤῥε, Παρακλήτου μετέφρασας.
σίων τοῖς ἴχνεσιν, ἀκολουθῶν ἐσφράγισας, πόνοις Σιλβανὲ σοῦ μαρτυρίου, τὴν βιοτήν σου, ἐπὶ τῆς γῆς τὴν σεμνήν, Μαξίμου Ὁσίου μαθητά, τοῦ καθωραΐσαντος, Ἐκκλησίαν τοῦ Κτίσαντος.
φέρποντος δράκοντος, τὴν κεφαλὴν συνέτριψας, βίου καθαρότητι καὶ ἔργοις, σοφῶν γραφῶν σου, θεοειδὲς Σιλβανέ, Ῥωσίαες ἐκβλάστημα σεπτόν, ἴα ταπεινώσεως, τὸ βλαστήσαν μυρίπνοα.
Θεοτοκίον.
Μνημόνευε δούλων Σου, Παραμυθία πάνσεπτε, ἄγρυπνε φρουρὲ Βατοπεδίου, ἀσπαζομένων, ἐν εὐλαβείᾳ πολλῇ, εἰκόνα Σου τὴν θαυματουργόν, Μῆτερ εὐσυμπάθητε, Χριστωνύμων διάσωσμα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
στὴρ σοφίας νεόφωτε, ἐφώτισας σοῖς ἔργοις τὰ σύμπαντα, καὶ κατηγλάϊσας, Ῥωσίαν τὴν εὐφημοῦσάν σε, νῦν Σιλβανὲ ὡς σκεῦος, τῆς θείας Χάριτος.
Θεὸν λαμπρῶς ἐμεγάλυνας, σῇ ταπεινοφροσύνῃ σεμνότητι, πόνοις γραφίδος σου, καὶ μαρτυρίου σου σκάμμασιν, ὦ Σιλβανὲ Μαρτύρων, Ὁσίων ἄγαλμα.
εὐσεβόφρων ὁμήγυρις, τῶν Ῥώσων Σιλβανὲ μεγαλύνει σε, ὡς ὁσιόαθλον, σοῦ ἐνωρίτερον Γέροντος, ἀθλήσαντος Μαξίμου, Γραικοῦ ἀοίδιμε.
Θεοτοκίον.
Τοῦ Σοῦ Υἱοῦ πέμψον ἅπασι, τὸ ἔλεος τὸ μέγα καὶ ἄμετρον, Ἐλαιοβρύτισσα, Βατοπεδίου ὡράϊσμα, καὶ οἰκονόμε Μῆτερ, Θεογεννήτρια.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ῥωσίας γόνε, Σιλβανὲ πνευματοφόρητε, ὁ ταπεινώσει ἐπαρθεὶς εἰς ὕψος ἄῤῥητον, μαθητὰ Γραικοῦ Μαξίμου σὲ ἀνυμνοῦμεν, τὸν θεάρεστον αὐτοῦ βίον συγγράψαντα, καὶ ἀνύσαντα καλῶς ὁδὸν ἀθλήσεως, πόθῳ κράζοντες· Χαίροις Πνεύματος σκήνωμα.
Ὁ Οἶκος.
Ἄγγελοι κατιδόντες, Σιλβανὲ σοῦ τοὺς τρόπους, ἀσκήσεως ἐξέστησαν ὄντως, τοῦ Μαξιμοῦ Γραικοῦ μαθητά, καὶ τοῦ Παρακλήτου θεαυγὲς πύρσευμα· διό σε μακαρίζοντες, κραυγάζομεν ἀξιοχρέως·
Χαῖρε, ἐκβλάστημα τῆς Ῥωσίας·
χαῖρε, τὸ εὖχος τῆς ἡσυχίας.
Χαῖρε, τοῦ Σεργίου τῆς Μάνδρας ἀνάστημα·
χαῖρε, παναρίστου ἀγῶνος ἐκτύπωμα.
Χαῖρε, ὅτι βίον ἔγραψας, διδασκάλου σου σοφοῦ·
χαῖρε, ὅτι ἐκραταίωσας, Ἐκκλησίαν τοῦ Χριστοῦ.
Χαῖρε, Πνεύματος θείου, διαυγέστατον ῥεῖθρον·
χαῖρε, σώφρονος βίου, ἀκλινέστατον βάθρον.
Χαῖρε, Μαξίμου τρόπων ὁμόζηλος·
χαῖρε, Ὑψίστου φίλος ὁ γνήσιος.
Χαῖρε, ὡράϊσμα τῆς εὐσεβείας·
χαῖρε, καλλώπισμα τῆς Ἐκκλησίας.
Χαίροις Πνεύματος σκήνωμα.


Συναξάριον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Σιλβανοῦ τοῦ Ὁμολογητοῦ, μαθητοῦ τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ
Πνεύματος κινύρα, Σιλβανέ, Ἁγίου,
ἐμαθήτευσας παρὰ πόδας Μαξίμου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.
Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Ἁγιορείτου.
Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,
πολλοὺς τεθλιμένους ἐκούφισεν πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεραπίων ὁ νέος, πυρὶ τελειοῦται.
Πῖόν τι Χριστῷ θῦμα καὶ Σεραπίων,
Χριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν.
Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον,
εὑροῦσα, ἐξώρμησε τετρὰς Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.
Ζήσας Μιχαὴλ ὡς ἄσαρκος ἐν βίῳ,
ὁμονύμῳ νῦν συμπαρίστασαι νόῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγία Βερονίκη τῆς αἱμοῤῥοοῦσης, ἣν ἰάσατο ὁ Χριστός.
Ὅλου νοητῶς δράττεταί σου νῦν, Λόγε,
ἡ κρασπέδου σοῦ πρὶν μόνον δραξαμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Τριχερούσης, τῆς εὑρισκομένης ἐν τῇ Μονῇ Χιλανδαρίου Ἁγίου Ὄρους.
Εἰκών Σου ἁγνὴ ὡς θεία μυροθήκη,
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Οἱ ἀκόλουθοι τοῦ σκότους σε ἀπέκτειναν φωτὸς τὸν ἔμπλεων, θεοειδὲς Σιλβανέ, ἀκτῖνας μὴ φέροντες, βλέπειν σοφίας σου, ταπεινώσεως, καὶ ἀγωγῆς ἀμἐμπτου σου, εὐκλεὲς Ὁσιομάρτυς.
μνων ἄνθεσιν ἀεί σε καταστέφομεν ταὸν ὁσιόαθλον, πανευσταλῆ Σιλβανόν, Μαξίμου ζηλώσαντος, Γραικοῦ τὰ σκάμματα, καὶ ἀθλήσαντος, ἐκείνου ἐνωρίτερον, ἐν θαλάμῳ ἀερίων.
ν τοῖς δώμασιν εὐκλείας ὑπὲρ ἔννοιαν τοῦ πόλου ἔνθεε, συγχαίρεις νῦν Σιλβανέ, Μαξίμῳ σῷ Γέροντι, καὶ θείαις τάξεσι, τῶν Δυνάμεων, τῶν Ἀσωμάτων Κτίσαντος, καθορῶν μορφῆς τὸ κάλλος.
Θεοτοκίον.
Γῆθεν ἕλκυσον πρὸς οὐρανῶν σκηνώματα Θεογεννήτρια, τὰς ὁμηγύρεις πιστῶν, καὶ πάντας τοὺς σπεύδοντας, εἰς Βατοπέδιον, προσκυνῆσαί Σου, τὸ ἱερὸν ἐκτύπωμα, Μῆτερ Πυροβοληθεῖσα.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Κλέϊσμα Ὁσίων καὶ Μαρτύρων, Ῥωσίας περιφανὲς καὶ σεμνολόγημα, Σιλβανὲ τῆς πίστεως, σὺν Μαξίμῳ πρέσβευε, τῷ θείῳ διδασκάλῳ σου, καὶ ποδηγέτῃ σου, πρὸς πόλου, τὰ σκηνώματα δοῦναι, ἄμφω εὐσεβέσι, τὰ πρόσφορα ἐν βίῳ.
ς θεοειδῶν, Πατέρων ἀκρώρειαν, σὲ μεγαλύνομεν, μαρτυρίου στέφανον, τὸν εἰληφότα, πιστῶς κραυγάζοντες· Τοῦ Παρακλήτου Πνεύματος, βαλβὶς καὶ Χάριτος, ταμεῖον, Σιλβανὲ σκοτομήνην, δίωξον ταχέως, παθῶν τῶν ἱκετῶν σου.
Μάρτυρος μισθὸν ἀξιοχρέως, ἀπείληφας οὐρανόθεν πνευματέμφορε, ἀσκητὰ καὶ πίστεως, Σιλβανὲ ἀγλάϊσμα, ἐκ τῶν χειρῶν τοῦ νέμοντος, τὰ γέρα ἅπασι, σωφρόνως, εὐσεβῶς καὶ δικαίως, ἀγωνιζομένους, ἐν βίῳ τῷ παρόντι.
Θεοτοκίον.
ασαι ἡμῶν τὰς ἀλγηδόνας, τῶν πίστει μακαριζόντων Σε Παντάνασσα, Ἐσφαγμένη πάνσεμνε, θεία Βηματάρισσα, ἁγνὴ Ἑλαιοβρύτισσα, Ἀντιφωνήτρια, κλεινὴ Παραμυθία Παρθένε, καὶ πυλῶνος φύλαξ, ὦ Πυροβοληθεῖσα.











ᾨδὴ θ’. Ἅπας γηγενής.
μβρισον ἡμῖν, ῥανίδος σοφίας σου, πολλῆς χρηστότητος, θείας ταπεινώσεως, καὶ φιλοπόνου, ζωῆς πανάριστε, τοῖς νῦν σε μακαρίζουσιν, ὡς ἱερώτατον, τοῦ Μαξίμου, βιογράφον ἔνθεε, καὶ Ὁσίων Μαρτύρων ἀπαύγασμα.
Νυκτὰ τῶν παθῶν, ἡμῶν ἀποδίωξον, μακαριζόντων σε, Σιλβανὲ θεόσοφε, καὶ ἦμαρ πᾶσιν, ἡμῖν ἀνάτειλον, τῆς ἀπαθείας Ἅγιε, Ῥωσίας σέμνωμα, καὶ Μαξίμου, μαθητὰ περίδοξε, τοῦ Γραικοῦ κεκλημένου καὶ πάντιμε.
Χαῖρε ἀσκητά, καὶ Μάρτυς ἀήττητε, ὁ τὰ συγγράμματα, καλλιγράψας ἔνθεε, Γραικοῦ Μαξίμου, τοῦ στύλου πίστεως, οὗ πέφηνας ὁμόζηλος, πόνων ἀσκήσεως, καὶ τῶν τρόπων, ἀρετῆς ἐφάμιλλος, θαυμαστὲ Σιλβανὲ ἐκβοῶμέν σοι.
Θεοτοκίον.
Μῆτερ τοῦ Χριστοῦ, μὴ παύσῃ στηρίζουσα, τὸ Βατοπέδιον, Ἐσφαγμένη πάγκαλε, Παραμυθία, Ἑλαιοβρύτισσα, πανευκλεὲς Παντάνασσα, Ἀντιφωνήτρια, καὶ θαυμάτων, φρέαρ Βηματάρισσα, ταπεινῶς τῶν σκηνούντων ἐν Ἄθωνι.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ῥωσίας πάντιμον εὖχος, Μαξίμου θείου μαθητά, τοῦ Παρακλήτου πυξίον, πνευματοφόρε Σιλβανέ, τῶν συγγραφῶν σου τρυφῶμεν, εὐσεβοφρόνως οἱ δῆμοι.
Θεοτοκίον.
Μῆτερ Θεοῦ ἐπευλόγει, καὶ καθαγίαζε ἡμᾶς, τοὺς μεγαλύνοντας πόθῳ, τῶν θαυμασίων σου πληθύν, καὶ Σὸν Υἱὸν καθ’ ἑκάστην, δοξολογοῦντας Παρθένε.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ἐγκωμιάσωμεν, τὸν μαθητὴν Μαξίμου, Σιλβανὸν τὸν θεόπνουν, Γραικοῦ τοῦ κεκλημένου καὶ ζηλωτήν, τῆς αὐτοῦ θείας πίστεως, καὶ πολιτείας ἀμέμπτου καὶ ἀρετῆς, μελῳδίαις πανευσχήμοσι.

Λαύρας Ὁσίου Σεργίου σεπτὸν οἰκήτορα, ὡς Παρακλήτου σκεῦος, τιμαλφὲς τοῦ Ἁγίου, πυξίον ἰσαγγέλλου διαγωγῆς, καὶ φανὸν ταπεινώσεως, ἐγκωμιάσωμεν ᾄσμασι Σιλβανόν, μαθητὴν Μαξίμου ἔνθεον.

Τὸν βιογράφον Μαξίμου καὶ τρόπων μέτοχον, αὐτοῦ ἀποπνιγέντα, οἴμοι δι’ ἀερίων, ὑμνήσωμεν ἐκθύμως νῦν Σιλβανόν, καλλιγράφον ὡς ἄριστον, καὶ ἐν τῇ γλώσσῃ Σλαβόνων μεταφραστήν, συγγραφῶν τοῦ Χρυσοῤῥήμονος.
Πνευματοκίνητον πάντες γραφίδα μέλψωμεν, καὶ ἀσκητὴν θεόπνουν, Σιλβανὸν εὐσχημόνως, οἱ μνήμην τοῦ Μαξίμου ὕμνοις τερπνοῖς, τοῦ Γραικοῦ ἑορτάζοντες, παρ’ οὗ τοὺς πόδας τοὺς θείους ἄρτι αὐτός, εὐδοκίμως ἐμαθήτευσεν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πιστοὶ τὸν ἐν ταπεινώσει καὶ ὑπακοῇ πολιτευσάμενον, πνευματέμφορον μοναστὴν Σιλβανὸν εὐφημήσωμεν, ὡς μαθητὴν καὶ ὁμότροπον Ὁμολογητοῦ Μαξίμου, αὐτῷ συναγαλλόμενον ἐν πόλῳ δόξης, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ τὸν Χρυσοῤῥήμονα ἐν τῇ Σλαβονικῇ διαλέκτῳ μεταφράσας, ἐπ’ ἀρετῇ διαπρέψας, καὶ μαρτυρικῶς τὸ ζῆν ἐκμετρήσας, μὴ παύσῃ Χριστὸν δεόμενος ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις εὐπειθέστατε μαθητά, τοῦ σοφοῦ Μαξίμου, θεοτίμητε Σιλβανέ· χαίροις κοσμιότης, τῶν Ὁσιομαρτύρων, καὶ ἱερῶν γραφέων, ἔμπνουν θησαύρισμα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου