Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΥΣΤΑΘΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΣΕΠΤΕΜΒΡΙΟΣ Κ΄!!

ΕΥΣΤΑΘΙΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(κατὰ τὰ ἐλλείποντα ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε δι' ἐλάφου ἐν Σταυρῷ, ὤφθη ὁ Χριστός σοι καλῶν σε, πρὸς θείαν δόξαν σοφέ, τότε χαίρων ἔσπευσας, τούτου τοῖς ἴχνεσι, καὶ διψῶσα ὡς ἔλαφος, τῆς θεογνωσίας, ὕδωρ τὸ ἀθάνατον, προθύμως πέπωκας• ὅθεν, καὶ μετέδωκας τούτου, σὺν τῇ ὁμοζύγῳ τοῖς τέκνοις, οἷα ὁμοψύχοις σοι Εὐστάθιε.

 

Ὅτε τῶν τοῦ βίου ἀγαθῶν, πᾶσαν τὴν οὐσίαν ἡρπάγης, ὡς ὁ Ἰὼβ ὁ κλεινός, τότε τὸν πτωχεύσαντα, Λόγον μιμούμενος, ὑπομένεις στεῤῥότατα, πειρασμῶν πικρίαν, παίδων σου στερούμενος, καὶ τῆς εὐνέτιδος· ὅθεν, γεγονὼς ἐπὶ ξένης, ὤφθης μεγαλόφρων ἐν πᾶσι, πίστεως Εὐστάθιε τῇ χάριτι.

 

Ὅτε τοὺς φιλτάτους σου υἱούς, σὺν τῇ εὐκλεεῖ ὁμοζύγῳ, σώους ἀπέλαβες, τότε ἀκαθαίρετον, Μαρτύρων ὅμιλον, στρατηγὸς ὥσπερ ἄριστος, λαμπρῶς συνεστήσω, πρὸς τὸν τῆς ἀθλήσεως, ἀγῶνα μέγιστον· ὅθεν, παρετάξασθε ἅμα, κατὰ τῶν ἀρχῶν τῶν τοῦ σκότους, καὶ τροπαιοφόροι ἀνεδείχθητε.

 

Ὅτε εἰσεδράμετε στεῤῥῶς, ἐν τῷ χαλκουργήματι ἅμα, τῷ πυρωθέντι σφοδρῶς, τότε πρὸς οὐράνιον, ἀναψυχὴν ἐν χαρᾷ, καὶ πρὸς ἔαρ αἰώνιον, οἷα νικηφόροι Μάρτυρες ἐδράμετε, λαμπρῶς θεούμενοι, μέγιστε Εὐστάθιε μάκαρ, μετὰ τῶν ἁγίων υἱῶν σου, καὶ τῆς ὁμοζύγου τῆς θεόφρονος.

 

Δόξα... Ἦχος α΄

Τῆς τοῦ Παύλου ἠξιωμένος κλήσεως, τοῦ φανέντος σοι τοῖς ἴχνεσιν, εὐσεβῶς ἠκολούθησας, Εὐστάθιε μάκαρ· Ὅθεν τοὺς οἰκείους παιδεύων υἱούς, σὺν τῇ συζύγῳ ἔλεγες· οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν, ἀποκαλυφθῆναι ἡμῖν· σκοπήσωμεν οὖν ἡμῶν τὴν κλῆσιν, ὅτι οὐκ ἐκ σαρκὸς καὶ αἵματος, ἀλλ΄ ἄνωθεν ἐγένετο ἡμῖν, παρὰ τοῦ ἀψευδῶς ἐπαγγειλαμένου δοῦναι τὴν βασιλείαν αὐτοῦ, τοῖς αὐτῷ πειθαρχοῦσι, Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 

 

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Προτυπῶν τὸν Σταυρόν σου Χριστέ, ὁ Πατριάρχης Ἰακώβ, τοῖς ἐγγόνοις τὴν εὐλογίαν χαριζόμενος, ἐπὶ ταῖς κάραις ἐναλλάξ, τὰς χεῖρας ἐπέθηκε· τοῦτον δε Σωτὴρ ἡμεῖς, σήμερον ἀνυψοῦντες κραυγάζομεν· Δώρησαι τῷ φιλοχρίστῳ Βασιλεῖ τὸ νῖκος, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον.

 

Ἀπόστιχα. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἄνωθεν ὁ Χριστός, ἀγρεύει σε παμμάκαρ, πρὸς γνῶσιν ἀληθείας, τοὺς ἱλαρούς σου τρόπους, δεξάμενος Εὐστάθιε.

 

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Πύργος ὑπομονῆς, καὶ πέτρα καρτερίας, Εὐστάθιε ἐφάνης, ἐν χάριτι τῇ νέᾳ, ἄλλος Ἰὼβ δεικνύμενος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Θύματα λογικά, σὺν τῇ συμβίῳ φέρεις, τοὺς σοὺς βλαστοὺς παμμάκαρ, ἀθλητικῶς Κυρίῳ, μεθ' ὧν λαμπρῶς δεδόξασαι.

 

Δόξα ... Τριαδικόν.

Σύνθρονε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὑπεραγία, ἐλέησον τὸν κόσμον, λιταῖς τῶν Ἀθλοφόρων σου.

 

Καὶ νῦν... Θεοτοκίον.

Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, ἀναλαβὼν Παρθένε, Σταυρῷ ἐξετανύθη, εἰς κόσμου ἀπολύτρωσιν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Ἀγρευθεὶς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤθλησας λαμπρῶς ὑπὲρ Χριστοῦ, σὺν τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς, φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντί σε ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον. 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς..

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομε τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος!

Ὤ τοῦ παραδόξου θαύματος! ὁ Σταυρῷ προσπαγείς ἐν αὐτῷ τεθέαται, ὁ σώσας κόσμον φθορᾶς, καὶ φωνῇ κέκληκεν, Εὐστάθιον τὸν σοφόν, πρὸς μετοχὴν τῆς αὐτοῦ ἀγαθότητος, δεξάμενος εὐμενῶς, τῆς πολιτείας αὐτοῦ τὴν χρηστότητα· δι΄ ἐλάφου γὰρ ἀγρεύει, τοῦτον πρὸς τὰ κρείττονα, καὶ παθῶν τῶν οἰκείων, εὐκλεῆ δείκνυσι Μάρτυρα.

 

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! Σὺ γὰρ ὥσπερ πόλις ἤνεγκας ἀχείρωτος, τὴν ἔφοδον πειρασμῶν, στεῤῥῷ φρονήματι, καὶ ᾔσχυνας ὡς Ἰώβ, τῇ εὐσταθείᾳ τῇ σῇ τὸν πειράζοντα, τὸν πλοῦτον ἀφαιρεθείς, καὶ τοὺς φιλτάτους υἱοὺς καὶ τὴν σύνευνον· καὶ Χριστὸν ὁμολογήσας, σὺν αὐτοῖς Εὐστάθιε, μαρτυρίου τὸ θεῖον, ἀνεδήσασθε διάδημα.

 

Ὑμῶν ὑμνοῦμεν τὴν ἕνωσιν, δι' ἧς ἁρμονία, Ἀθλητῶν τετράστιχος, ὡς γένος εὐλογητόν, ὄντως ἐδείχθητε· ἀγάπῃ γὰρ θεϊκῇ, καὶ εὐσεβείᾳ λαμπρῶς συγκροτούμενοι, ἠθλήσατε καρτερῶς, διὰ πυρὸς τὸν ἀγῶνα τελέσαντες. Εὐστάθιε γενναιόφρον, Θεοπίστη πάνσεμνε, καὶ Θεόπιστε μάκαρ, καὶ Ἀγάπιε τρισόλβιε.

 

Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Ἄνωθεν ἡ κλῆσίς σου, οὐκ ἀπ' ἀνθρώπων Εὐστάθιε, ἀλλ' αὐτός σοι ὀπτάνεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ ἀγρεύει μάκαρ, πίστεως δικτύοις, καὶ τῷ βαπτίσματι αὐτοῦ, ἀποκαθάρας τάς ἁμαρτίας σου, πρὸς βίου πειρατήριον, ὑπομονήν σοι προτείνεται, ὁ Δεσπότης καὶ δείκνυσι, νικητὴν περιβόητον.

 

Χαίρων ἐν νεότητι, τῆς ἀρετῆς τὸ γυμνάσιον, ὑπεδέξω Εὐστάθιε, τῶν παίδων στερούμενος, καὶ τῆς σῆς συζύγου, τὴν αἰχμαλωσίαν, ὑπενεγκὼν καρτερικῶς, καὶ ὑπομείνας θητείαν ἄτιμον, ἀλλά σε παναοίδιμε, ἡ ἐν πολέμοις ἀνδρεία σου, ποθητὸν κατεστήσατο, καὶ λαμπρῶς ἐπανήγαγε.

 

Θεῖον ὡς θυμίαμα, διὰ πυρὸς εὐωδέστατον, καὶ τερπνὸν ὁλοκάρπωμα, θυσία εὐπρόσδεκτος, προσφορά τε ζῶσα, καὶ τελειοτάτη, σὺ προσηνέχθης τῷ Θεῷ, πανοικεσίᾳ καρποφορούμενος· διό σε ἡ οὐράνιος, νῦν κατοικία Εὐστάθιε, σὺν τοῖς σοῖς εἰσεδέξατο, καὶ Ἁγίων στρατεύματα.

 

Δόξα ... Ἦχος β΄

Ὁ δεύτερος Ἰὼβ Εὐστάθιος, τὸν βίον τοὺς ἄθλους καὶ τοὺς στεφάνους, εἰς προτροπὴν ἀρετῶν, ἑαυτὸν ἡμῖν προέθηκε, καὶ στήλην καρτερίας, ὑπερβὰς ἀληθῶς τὸν Ἰώβ, τῇ ἀρετῇ σὺν τῇ συζύγῳ, καὶ τοῖς τέκνοις• ὁ πιστὸς ἐν βίῳ, καὶ ἀκράδαντος ἐν πειρασμοῖς, καὶ ἐν ἀθλήσει νικηφόρος· ὃν προσάξωμεν εἰς πρεσβείαν Χριστῷ, τοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν φωτισμόν, καὶ ἱλασμὸν τῶν πλημμελημάτων.

 

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι΄ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίπτει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας, τοῦ βασιλείου πλάσματος. Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ, τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει, τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ οἰκονομίᾳ, δι΄ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ.μγ'9.)

Τάδε λέγει Κύριος• Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄ 1.)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ΄ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄

Ὁ τῆς εὐσταθείας ἐπώνυμος, καὶ τῆς ὑπομονῆς ὑπογραμμός, Εὐστάθιος ὁ ἔνδοξος, εἰς εὐφημίαν πρόκειται· δεῦτε οὖν φιλέορτοι, οἱ πρὸς εὐσέβειαν γυμναζόμενοι, τῷ τούτου ὑποδείγματι, ἰσχύσωμεν ἐν πᾶσι· κλήσει γὰρ ἁγίᾳ, στρατευσάμενος Χριστῷ, νομίμως ἠγωνίσατο, ἐν τῷ σταδίῳ τῆς πίστεως• καὶ ἐν πειρασμοῖς μεγαλόφρων φανείς, καὶ ἐν ἀθλήσει περιφανὴς ἀναδειχθείς, τὸν καλέσαντα Ἅγιον, δι΄ ἀμφοτέρων δοξάζει· καὶ πανοικεσίᾳ δοξασθείς, σὺν αὐτοῖς πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β'.

Ἀπ' οὐρανοῦ τὴν κλῆσιν ὡς ἔσχηκας, οὐρανόφρων αὐτίκα ὤφθης, θεόφρον Εὐστάθιε· τῇ δι' ἐλάφου γὰρ ἐμφανείᾳ, τοῦ δι΄ ἡμᾶς Σταυρῷ ὁμιλήσαντος, τὴν θείαν ἠλλοιώθης ἀλλοίωσιν, τὸν παλαιὸν ἀποθέμενος ἄνθρωπον· καὶ τῷ φωτὶ τῆς εὐσεβείας, τοὺς σοὺς υἱοὺς προσαγαγών, τὴν σύνευνον συμμέτοχον εἰργάσω, τῶν καλῶν ὧν ἔτυχες· καὶ ποικίλως δοκιμασθείς, καὶ στεῤῥῶς ἀνδραγαθήσας, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐγένου. Ἀλλ' ὦ Μαρτύρων ἐγκαλλώπισμα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄

Τῆς εὐσεβείας τὸ γυμνάσιον, εὐσταθῶς διανύων, ταῖς τοῦ ἐχθροῦ ἐπιθέσεσιν, ἀκλόνητος ὤφθης Εὐστάθιε· ἐν γὰρ πολλῇ ὑπομονῇ, καὶ φρονήματι ἀκλινεῖ, τὸν Σταυρὸν αἴρων τοῦ Χριστοῦ, τῶν παθῶν αὐτοῦ σύμμορφος ἐγένου, ὁμιλήσας ποικίλαις θλίψεσι καὶ μαρτυρικῶς ἀριστεύσας, τῆς ἀσεβείας τὸ κράτος ἐθριάμβευσας, πανοικεὶ ἀγωνισάμενος. Ἀλλ' ὡς τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, πρέσβευε Μεγαλομάρτυς, σώζεσθαι τοὺς τιμῶντάς σε.

 

Ἦχος δ'.

Τίς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰὼβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι, πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

 

Δόξα... Ἦχος πλ. δ΄

Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς, καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς, τῇ ἐξ ὕψους νοητῶς φανείσῃ, διὰ ζῴου εἰκόνι, θείως προσψαύσας, ἔμπνους εἰκὼν ὑπῆρξας, παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος, ἐσχηκὼς ἐνέργειαν, τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι, ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύειν, τῶν Ἀγγέλων ὁμηγύρεσιν· ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον, τῷ Σωτῆρι Χριστῷ τῷ Θεῷ ἡμῶν.

 

Καὶ νῦν... Ὁ αὐτὸς Τῆς Ἑορτῆς.

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ, ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαβιτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν· δι΄ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε. Παντοδύναμε Κύριε, δόξα σοι.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ οὐρανόθεν κληθείς, ὥσπερ ὁ Παῦλος παραδόξους Εὐστάθιε, καὶ βίῳ λαμπρῷ δοξάσας, καὶ δι' ἀγώνων στεῤῥῶν, τὸν καλέσαντά σε Μάρτυς Ἅγιον· αὐτὸς γὰρ ὁ Κύριος, ἐπινεύσας τοῖς τρόποις σου, ἐπιφανείς σοι, τῆς αὐτοῦ ἀγαθότητος, ἐκκαλύπτει σοι, τὴν ἀμέτρητον ἄβυσσον· ὅθεν αὐτοῦ τοῖς ἴχνεσι, πιστῶς ἠκολούθησας, καὶ μαρτυρίου τὸν δρόμον, πανοικεσίᾳ διήνυσας, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις, ὑπομονῆς ἀῤῥαγοῦς, πύργος ἀκλόνητος καὶ ἔπαλξις ἄσειστος· ἡ πέτρα τῆς καρτερίας, ὁ του Ἰὼβ μιμητής, καὶ εἰκὼν ἐν πᾶσιν ἀπαράμιλλος· ἀνδρείως ὑπέστης γάρ, τὴν τοῦ πλούτου ἀφαίρεσιν, καὶ ὁμοζύγου, καὶ υἱῶν σου τὴν στέρησιν, ὥσπερ ἄσαρκος, Ἀθλοφόρε Εὐστάθιε· ὅθεν ὁ μεγαλόδωρος, σὲ αὖθις ἀνύψωσε, καὶ τοὺς φιλτάτους οἰκείους, σώους σοι Μάρτυς ἀπέδωκε• μεθ' ὧν καὶ ἀθλήσας, τῆς ἀφθάρτου βασιλείας, σὰ κατηξίωσαι.

 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ῥίζα τερπνὴ ἀληθῶς, ἐξ ἧς ἐβλάστησαν ὡς ἄνθη πανεύοσμα, εὐφραίνοντα εὐωδίᾳ, ἀθλητικῶν ἀγαθῶν, τὸ τῆς Ἐκκλησίας ἅπαν πρόσωπον, υἱῶν σου Εὐστάθιε, ἡ δυὰς ἡ ὑπέρτιμος, σὺν Ἀγαπίῳ, ὁ θεόφρων Θεόπιστος, οἱ τὸν δόλιον, καταισχύναντες δράκοντα· ἅμα γὰρ ἠγωνίσασθε, μιᾷ ψυχῇ χαίροντες, σὺν τῇ σεμνῇ Θεοπίστῃ, τῇ εὐκλεεῖ ὁμοζύγῳ σου, ὁμοῦ δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ θεῖον ἔλεος.

 

Δόξα... Ἦχος πλ. β'.

Ἀδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνήν, τοῦ Ἰὼβ ἐξεβόησας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος· μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας. Αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’ Τῆς ἐρήμου πολίτης.

Ἀγρευθεὶς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τῇ του σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤθλησας λαμπρῶς ὑπὲρ Χριστοῦ, σὺν τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς, φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχὺν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ δείξαντί σε ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς..

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς ἀγνωσίας, ἀνέτειλας ἡμῖν, προσκληθεὶς οὐρανόθεν, ἀκτῖσι τῶν ἀγώνων σου, καταυγάζων τὰ πέρατα· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πάντες, θέοφρον Εὐστάθιε.

Δόξα. Καὶ νῦν Τῆς Ἑορτῆς ὅμοιον

Τὸν τίμιον Σταυρόν, τὸ σωτήριον ὅπλον, ὑψοῦντες εὐλαβῶς, τῷ Σωτῆρι βοῶμεν· Φιλάνθρωπε Κύριε, ὁ ἐν τούτῳ θελήματι, σῴζων ἅπαντας, καθηλωθεὶς ἑκουσίως, τάς ψυχὰς ἡμῶν, τῆς τοῦ ἐχθροῦ ῥῦσαι βλάβης, Σταυροῦ σου τῇ χάριτι.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὡς ἤκουσας Ἅγιε τῆς του Κυρίου φωνῆς, καλούσης πρὸς δόξαν σε τῆς ἀϊδίου ζωῆς, τὴν πρόσκαιρον εὔκλειαν, ἔλιπες θεοφρόνους, οὐρανόφρονι γνώμῃ, χαίρων δὲ ἠγωνίσω, ὡς καλὸς στρατιώτης, τοῦ πάντων βασιλέως, παμμάκαρ Εὐστάθιε.

Δόξα. Καὶ νῦν Τῆς Ἑορτῆς ὅμοιον.

Ὡς ὅπλον ἀήττητον τόν τοῦ Κυρίου Σταυρόν, χερσὶν ἀναλάβωμεν καὶ πρὸς τὴν πάλην ἐχθροῦ, τοῦ πλάνου ἐξέλθωμεν· φρίττει γὰρ τὸ σημεῖον, τοῦ τῶν ὅλων Δεσπότου, ὅπερ πιστοῖς παρέχει, ἀπροσμάχητον κράτος· καὶ ἅπαντες δοξάσωμεν, Χριστοῦ τὴν συγκατάβασιν.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Ἐν τῷ Σταυρῷ σοι ὁραθεὶς καθηλωμένος, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν σε καταυγάσας, τῶν μελλόντων σοι προέγραψε τὴν εἰκόνα· ἐπ' ὤμων γὰρ τὸν σταυρόν σου ἀναλαβών, ποικίλως ἐδοκιμάσθης ἐν πειρασμοῖς, καὶ εἰς τέλος κατῄσχυνας, τὰς μεθοδείας τοῦ ἐχθροῦ, ἀθλήσας ὡς ἀσώματος, Ἀθλοφόρε Εὐστάθιε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ὅμοιον.

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ του Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τάς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾅδην σκυλεύοντα.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς 'Ἁγίοις αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 

Εὐαγγέλιον κατὰ Ματθαῖον. Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε... (Ζήτει τῇ 13ῃ Ὀκτωβρίου).

Ό Ν' ψαλμός.

Δόξα... Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'. Στίχ. Ἐλέησόν με ὁ Θεός…

Ἀφθόρου τόκου Μαρίας, ὑπάρχων Μάρτυς καταγώγιον, ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ, καὶ ἡμῖν ἐξευμενίζου, Τριάδα τὴν ἄκτιστον.

 

Εἶτα οἱ Κανόνες, τοῦ Σταυροῦ, καὶ τῶν Ἁγίων δύο.

Ὁ α Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τῆς εὐσταθείας τῷ φερωνύμῳ κρότος. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον

Τῷ λόγῳ, τὸ τῶν παθῶν μου σκίρτημα, ταῖς ἱκεσίαις σου, καθυποτάξας Μάρτυς τοῦ Χριστοῦ, εὐφημεῖν παρασκεύασον, τὴν ἱερὰν πανήγυριν, τῶν σῶν ἀγώνων παμμακάριστε.

κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ πανάριστε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστός σε ἐκάλεσεν, ἐπιφανεὶς ὡς ἔλαφος, τῶν ἰοβόλων ἐκλυτρούμενος.

Σοφίας, τῆς ἀνωτάτω ἔμπλεως, Μάρτυς γενόμενος, τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς, οὐρανῶν τὴν ἀπόλαυσιν, πανευσεβῶς προέκρινας, πανοικεσίᾳ στεφανούμενος.

Θεοτοκίον

Εὑρών σε, καθαρωτέραν πάναγνε, πάσης τῆς κτίσεως, ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, σαρκωθῆναι ηὐδόκησεν, ἐκ σοῦ σαρκὶ τὸν ἄνθρωπον, ἀναμορφῶσαι προμηθούμενος.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Φάλαγγα τετράριθμον ὑμνῶ Μαρτύρων.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.

Φῶς πατρικὸν θεαρχικὸν προτέλειον, ὑπάρχων Λόγε Θεοῦ, τῷ φωταυγεῖ θείῳ, Πνεύματί Σου φώτισον, τὴν ἀλαμπῆ καρδίαν μου, εὐφημεῖν ἠπειγμένου, σεπτῶν Μαρτύρων Σου ἄθλησιν, ὡς τῶν ἀγαθῶν πλουσιόδωρος.

Ἀντιθηρεῦσαι βουληθεὶς ὁ εὔσπλαγχνος, τὸν στρατηλάτην Χριστός, τὸν τοῦ Σταυροῦ τύπον, ἐν τῷ ζώῳ δείκνυσι, λάμποντα ὑπὲρ ἥλιον, τῶν κεράτων δὲ μέσον, τὴν θεοφόρον εἰκόνα τε, ἣν ὑπὲρ ἡμῶν ἐμορφώσατο.

Λελαμπρυσμένος ἀρεταῖς Εὐστάθιε, καὶ στρατηγίας κρατῶν, ἀγαθουργὸς τότε, ἄλλος ἀνεφαίνεσο, Κορνήλιος πτωχότροφος, τοὺς γυμνοὺς περιθάλπων, καὶ θλιβομένους λυτρούμενος· ὅθεν καὶ τῆς κλήσεως ἔτυχες.

Ἀπὸ φωνῆς τιθασσευθεὶς ἀοίδιμε, τοῦ σταυρωθέντος σαρκί, διὰ λουτροῦ μάκαρ, τῆς ἀναγεννήσεως, τῆς χάριτος ἠξίωσαι, μυστικῶς Ἀθλοφόρε, σὺν ὁμοζύγῳ καὶ τέκνοις σου, φῶς τὸ τῆς Τριάδος ποθήσαντες.

Θεοτοκίον

Δεδοξασμένα περὶ Σοῦ λελάληνται, δεδοξασμένη ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

 

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.

πέφερες πειρασμῶν, τὰς τρικυμίας καρτερῶς ἔνδοξε, Μάρτυς Χριστοῦ Εὐστάθιε, τέκνων γυναικός τε στερούμενος.

Σωθέντες παρὰ Θεοῦ, τῆς τῶν θηρῶν διαρπαγῆς παῖδές σου, Μάρτυς Χριστοῦ Εὐστάθιε, θήρας νοητοὺς ἐτροπώσαντο.

Τὸν βίον διαπερῶν, ὡς ποταμὸν τοῖς πειρασμοῖς ἔνδοξε, σοῦ τῆς ψυχῆς διέσωσας, τὸ θεοειδὲς ἀταπείνωτον.

Θεοτοκίον

γνείας τὸ καθαρόν, καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα, δεῦτε πιστοὶ ὑμνήσωμεν, ἐν χαρμονικοῖς μελῳδήμασιν.

 

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Γαληνιαίαν ὁ Χριστός, φωνὴν προβάλλει τῷ ζώῳ· Πλακίδα τί με διώκεις κραυγάζων, τὸν ἑδράσαντα τὴν γῆν, καὶ οὐρανοὺς κρεμάσαντα; Ὃν ἀγνοῶν γὰρ σέβῃ· ἦλθον ζωγρῆσαι καὶ σῶσαί με.

Γεγανυμένος τῇ ψυχῇ, ὁ στρατηλάτης ἐβόα· Ὁ Υἱὸς ὁ τοῦ Θεοῦ Σὺ ὑπάρχεις, καὶ πιστεύω τε εἰς Σέ, Πατέρα καὶ τὸ Πνεῦμά Σου, ἀλλ’ ὡς οἰκτίρμων πάντα, γνώρισον ἃ ἐπηγγείλω μοι.

Ἀνθωποκτόνως κατὰ σοῦ, ὁπλίζεται ὁ Βελίαρ, πειρασμούς τε ἐξαισίους προβάλλει, τῷ λουτρῷ θεοπρεπῶς, φησὶν ὅτι βεβάπτισαι· ἀλλ’ ἐὰν ὑπομείνῃς, δέχῃ τῆς νίκης τὸν στέφανον.

Τὰς ὀλεθρίους συμφοράς, ἑωρακὼς ἐπελθούσας, Θεοπίστην καὶ Θεόπιστον ἅμα, καὶ Ἀγάπιον λαβών, Εὐστάθιος κατέλιπε, γένος πατρίδα κτῆσιν, χρήματα πάντα καὶ κτήματα.

Θεοτοκίον

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· Σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί Σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τὴν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα.

Ἐν τῷ ζώῳ κατεῖδες τύπον Σταυροῦ, καὶ ἐν τούτῳ τὴν στήλην τοῦ Ἰησοῦ, πρηνὴς δὲ γενόμενος, ἐθαμβήθης τὸ ὅραμα, καὶ πανοικεὶ προσῆλθες, τῷ θείῳ Βαπτίσματι, καὶ πτωχεύσας δεύτερος, Ἰὼβ ἀναδέδειξαι· ὅθεν ὁμοζύγου, στερηθεὶς καὶ τῶν τέκνων, ἐβόας· Ὁ Κύριος, ἔδωκε καὶ ἀφεῖλεν, Ἀθλοφόρε Εὐστάθιε.

Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.

Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν, κεκρυμμένον ἀνείλετο ἡ σεμνή, Ἑλένη καὶ πίμπλησι, χαρᾶς κόσμου τὸ πλήρωμα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα, τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, τοῦ προσκυνεῖν μετὰ πόθου, Σταυρὸν καὶ τὰ Πάθη Χριστοῦ.

 

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα

Θείᾳ παλάμῃ σωθεῖσα τῆς τυραννίδος, τῆς τοῦ ἐχθροῦ διέμεινε, τὰ τῆς σωφροσύνης, σῴζουσα ἡ σύμβιος, ἡ σὴ ἀνακράζουσα· Δόξα τῇ δυνάμει Σου Κύριε.

πειράσθης καὶ ποικίλως ἐδοκιμάσθης, Μάρτυς Χριστοῦ Εὐστάθιε, καὶ τοῦ μαρτυρίου, ἔδραμες τὸ στάδιον, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει Σου Κύριε.

θυνόμενος προστάγματι τοῦ Δεσπότου, μαρτυρικοῖς ἐν αἵμασι, καθωραϊσμένος, ὤφθης παναοίδιμε, Εὐστάθιε ἔνδοξε, σὺν γυναικὶ καὶ τοῖς τέκνοις σου.

Θεοτοκίον

πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

 

Ἕτερος. Ἐπέβης ἐφ΄ ἵππους.

Ἐπέβη θαλάσσης, ἐν τῇ Αἰγύπτῳ ὁρμώμενος, τὸ ὡραῖον δὲ Μάρτυς τῆς σῆς δεδορκώς, ναύαρχος ὁμοζύγου κατέσχεν ἀθέσμῳ βουλῇ, ἀλλ’ ἡ χάρις φυλάττει, ταύτην ἐξ αὐτοῦ ἀκοινώνητον.

Τὰ θεῖα φρικτά Σου, καὶ θαυμαστὰ Λόγε θήρατρα! ἐκ βυθοῦ ἀγνωσίας ἀνείλκυσας, θεοφανείᾳ θείᾳ ὁ ἀμνὸς τοῦ Θεοῦ, στρατηλάτην διώκτην, γνώσεως φωτὶ καταυγάσας αὐτόν.

Ῥυσθῆναι τοὺς γόνους, τοὺς σοὺς θεόφρον βουλόμενος, ἐκ στομάτων λεόντων ἀπέσταλκε, Χριστὸς ποιμένας αὖθις τοὺς θῆρας διώκοντας, καὶ λυτροῦται καὶ σώζει, τούτους ὁ τῶν πάντων σοφῶς προνοῶν.

Ἀξίαν τοῦ βίου, ὁ εὐκλεὴς Ἀθλοφόρος Σου, ἀρνησάμενος πᾶσάν Σοι Λόγε Θεοῦ, προθύμως ἠκολούθησε Σταυρὸν ἀράμενος, ἀκλινῶς πειθαρχήσας, τῇ ἐπαγγελίᾳ Σου Δέσποτα.

Θεοτοκίον

Παρθένος καὶ Μήτηρ, ὑπερφυῶς ὤφθης πάναγνε, ὡς Θεὸν τὸν αὐτόν τε καὶ ἄνθρωπον, ἡμῖν τεκοῦσα Λόγον ᾧ μετὰ δέους κράζουσι, τῶν Ἀγγέλων χορεῖαι, τὸ Ἅγιος Ἅγιος Ἅγιος.

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς

Σὺ οἷά περ Ἰώβ, ἀνεφάνης Εὐστάθιε, σὺ ἄμεμπτος εὐσεβής τε, μακροθύμως τὸν βίον, εὑρέθης περαιούμενος.

Τίς μάκαρ ἀνυμνεῖν, τοὺς σοὺς πόνους δυνήσεται, Εὐστάθιε, οὓς ὑπέστης, τὴν ὁμόζυγον Μάρτυς, καὶ παῖδας ἀφαιρούμενος;

Θεοτοκίον

Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ῥωμαλέος βαρβάροις, καὶ πολεμικώτατος φανεὶς μακάριε, ἐστρατεύθης Χριστῷ, τὸ κενὸν τῶν ἀνθρώπων δοξάριον, ἐκφυγὼν θεόφρον καὶ οὐρανῶν, Βασιλείας οἰκήτωρ, χρηματίζεις ὡς Μάρτυς πανόλβιος.

Ἵνα πᾶσιν ἡ θεία, καὶ ἀπειροδύναμος χάρις τοῦ κρείττονος, δοξασθῇ παμμάκαρ, αἰχμαλώτους λυτροῦσαι καὶ πόλεις πορθεῖς, ἀλλοφύλων πάσας τοῖς δὲ δυσί, καὶ ὁμοζύγῳ, ἀνευρίσκεσαι τέκνοις πολύαθλε.

Θαυμαστὸς εἶ Σωτήρ μου, καὶ φρικτά Σου τὰ ἔργα σοφὴ ἡ πρόνοια, ὃς καὶ διεστῶσαν, τὴν τετράριθμον φάλαγγα ἥνωσας, Ἀθλητῶν σεπτῶν σου χαρμονικῶς, ὡς ἐπηγγείλω, τὸν ἀγῶνα τελέσας τῆς πίστεως.

Θεοτοκίον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην χριστιανοί, πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς

Φανέντα, σὺ τὸν Χριστὸν ἐπόθησας ἔνδοξε, καὶ συνεκράθης τῷ πόθῳ, ὡς φανῆναι Μάρτυς ὡραϊσμένος, πορφυρίδι, τῶν σῶν αἱμάτων καλλωπιζόμενος.

δραμες, ἀκολουθῶν Χριστοῦ θείοις ἴχνεσι, καὶ κοινωνὸς ἀνεδείχθης, τῶν παθῶν τῶν τούτου καὶ Βασιλείας, ὁλοκλήρως, πανοικεσίᾳ Μάρτυς στεφόμενος.

Θεοτοκίον

ήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε μόνη Μήτηρ εὐλογημένη, χαῖρε πύλη, δικαιοσύνης Ἥλιον ἔχουσα.

 

Ἕτερος. Τὴν δέησιν ἐκχεῶ.

Ματαίων περιφρονήσας καὶ κωφῶν, ἀγαλμάτων προσαχθεὶς τῷ τυράννῳ, Ἀδριανῷ τῷ ἀλάστορι Μάρτυς, ἐγὼ ἐβόας λατρεύω τῷ ζῶντι Θεῷ, τῷ σώσαντί με τῶν δεινῶν, καὶ βεβήλοις οὐ θύω βδελύγματα.

Οὐκ ἔπτηξας δυσσεβοῦς Ἀδριανοῦ, τὸ ἀθέμιτον καὶ ἄθεον δόγμα, ἀλλὰ θηρῶν κατεφρόνουν καὶ πυρός, οἱ εὐκλεεῖς Ἀθλοφόροι Σου Δέσποτα, ὡς θύματά Σου ἐκλεκτά, καὶ αμώμητα ὁλοκαυτούμενοι.

Νικήσαντες οἱ γενναῖοι Ἀθληταί, τοῦ ἀλάστορος κακόπιστον γνώμην, μαρτυρικῶς ἠγωνίσαντο θνήσκειν, ἢ χειροτεύκτοις λατρεῦσαι τοῖς κτίσμασι, τὸν θάνατον τοῦ δι’ ἡμᾶς, σταυρωθέντος σαρκὶ μιμησάμενοι.

Θεοτοκίον

Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν στήριγμα Σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ Σῇ κραταιούμεθα, καὶ πόθῳ Σε καὶ τὸν ἐκ Σοῦ, σαρκωθέντα ἀπαύστως δοξάζομεν.

 

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὰ πάθη Χριστοῦ, παμμάκαρ μιμησάμενος, καὶ τούτου πιών, προθύμως τὸ ποτήριον, κοινωνὸς Εὐστάθιος καὶ τῆς δόξης σύγκληρος γέγονας, παρ΄ αὐτοῦ τοῦ πάντων Θεοῦ, λαμβάνων ἐξ ὕψους θείαν δύναμιν.

Ὁ Οἶκος.

Ὕμνον μοι δώρησαι ὁ Θεός μου, ἀνυμνῆσαι καὶ λέγειν νυνί, τοὺς ἀγῶνας τοῦ Ἀθλοφόρου σου Κύριε, ὅπως εὐρύθμως ἐγκωμιάσω, τὸν γενναῖον ἐν τοῖς ἄθλοις Εὐστάθιον, τὸν νικητὴν ἐν πολέμοις ἐχθρῶν γεγονότα ἀεί, τὸν μέγαν ἐν εὐσεβείᾳ, καὶ χορῷ τῶν Μαρτύρων ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλει ἀπαύστως σοι, μετ΄ Ἀγγέλων ὁ πάνσοφος, λαμβάνων ἐξ ὕψους θείαν δύναμιν.

 

Συναξάριον.

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης τῆς συμβίας αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.

Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες.

ς ἐν καμίνῳ, τῷ πυρωθέντι χαλκουργήματι, ἔνδον καθειργμένοι Μάρτυρες τοῦ Χριστοῦ, εὐχαρίστως ἐκραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

Νόμῳ φιλίας, ὡς ἡνωμένοι καὶ τῆς φύσεως, μίαν καρτερίαν Μάρτυρες εὐκλεεῖς, ἐναθλοῦντες ἐπεδείξασθε· Εὐλογημένος εἶ, ὁ Θεὸς ἐκβοῶντες καὶ Κύριος.

Θεοτοκίον

ψηλοτέρα, τῶν οὐρανίων θείων Δυνάμεων, μόνη ἐξ αἰώνων πέφηνας ἀληθῶς· τὸν γὰρ Κτίστην τούτων τέτοκας, ἀνερμηνεύτως σύ, Θεογεννῆτορ πάναγνε Δέσποινα.

 

Ἕτερος. Ἐν πεδίῳ Δεηρᾷ ποτὲ ὁ τύραννος.

Ὑπομείνας πειρασμοὺς πολλοὺς πανεύφημε, ὡς ἐπηγγείλατο, Χριστός σοι πλοῦτον δωρεῖται Μάρτυς, διπλοῦν δόξαν τῆς ἀφθαρσίας καὶ θείας ζωῆς, εὐχαρίστως προέψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μεμηνὼς Ἀδριανὸς θρασὺς ὁ τύραννος, καὶ μιαρώτατος, ἐξαποστέλλει τοῖς Ἀθλοφόροις, Χριστοῦ θῆρας τοὺς ὠμοβόρους ὀλέσαι αὐτούς, οἱ Μάρτυρες δὲ ἔψαλλον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νικηφόρους αἰδεσθεὶς Χριστοῦ καὶ Μάρτυρας, ὁ λέων ἔδραμεν, ἐν τῷ σταδίῳ καὶ ὑποκλίνας, αὐτοῖς κάραν καὶ προσκυνήσας ἐξῆλθε σπουδῇ, οἱ Μάρτυρες δὲ ἔκραζον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Ὦ φιλέορτοι πιστοὶ φαιδρῶς τιμήσωμεν, τοὺς θεοφάντορας, ψαλμοῖς καὶ ὕμνοις τοὺς Ἀθλοφόρους, Χριστοῦ τὴν μνήμην τὴν φωτοφόρον τελοῦντες αὐτῶν, τῷ Ἀθλοθέτῃ κράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς ἐπὶ πόκον ὑετὸς ἐν Σοὶ κατέβη ἁγνή, Χριστὸς ὁ Κύριος, ψαλμοῖς καὶ ὕμνοις τοὺς Ἀθλοφόρους, Χριστοῦ τὴν μνήμην τὴν φωτοφόρον τελοῦντες αὐτῶν, τῷ Ἀθλοθέτῃ κράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας Δανιήλ

Μαρτύρων χορείαν ἀψευδῶν, συγκροτουμένην λαμπρῶς, θεσμοῖς τῆς φύσεως, καὶ λόγῳ πίστεως ἅπαντες, εὐσεβῶς νῦν εὐφημήσωμεν, ὡς εὐσεβείας ἐραστάς, καὶ πίστει μέλψωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ραίως ἡνώθητε σεπτοί, διαιρεθέντες πρίν, προνοίᾳ μείζονι, οἰκείοις αἵμασι βάψαντες, τὴν πορφύραν τῆς νυμφεύσεως, καὶ πρὸς οὐράνιον θερμῶς, παστάδα σπεύδοντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Καρπὸν τῆς κοιλίας εὐσεβῶς, Θεῷ προσήγαγες, μάκαρ Εὐστάθιε, καὶ τὴν ὁμόζυγον χαίρουσαν· κοινωνοὺς γὰρ τῆς ἀθλήσεως, τοὺς ἐκ τῆς φύσεως Χριστῷ, ψάλλοντας εἴληφας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας, ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμὴν τὴν ἑαυτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Μηχανουργίαις τύραννος, ὁ ἀλάστωρ χρησάμενος, βοῦν εἰδωλικόν, χαλκουργηθῆναι προστάττει, πυρώσας ἐμβάλλει δέ, τοὺς ἀηττήτους Μάρτυρας, πάντας ἐν Αὐτῷ ἀκαταπαύστως βοῶντας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀγγελικῶς ὑμνήσαντες, οἱ πανένδοξοι Μάρτυρες, τὸν ἀγωνοθέτην, οὐρανόθεν λέγουσα, φωνὴ κατελήλυθεν· οἱ δι’ ἐμὲ ἀθλήσαντες, δεῦτε ἐν εἰρήνῃ σὺν Ἀγγέλων χορείαις, ἀξίως τῶν στεφάνων, ἀπολαύοντες πίστει, Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥώμῃ Χριστοῦ ὦ Μάρτυρες, ἐμβληθέντες πανεύφημοι, ἐν τῷ πυριφλέκτῳ, χαλκουργήματι πᾶσαν, πυρὸς κατεστείλατε, ἐπιδημίαν ὥστε τριχός, ἅψασθαι ὑμῶν οὐκ ἠδυνήθη καθόλου· τῶν Παῖδων γὰρ τὸν ὕμνον, μελῳδοῦντες βοᾶτε· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τίς κατ’ ἀξίαν ἔπαθλα, καὶ λαμπρὰ κατορθώματα, τῆς δεδοξασμένης, ἐκ Θεοῦ μαρτυρίας, ὑμῶν ἀνυμνήσειεν; Ἀθλητικῶς γὰρ ὄντως θηρσί, καὶ ἐν τῷ πυρὶ ὡλοκαυτώθητε ἅμα, βοῶντες τῷ Δεσπότῃ· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ἀγγελικὸν ἐγκώμιον, Σοὶ προσφέρομεν ἄχραντε, σὺν τῷ Γαβριήλ, χαρμονικῶς βοῶντές Σοι· Χαῖρε καταφύγιον καὶ σωτηρία πάντων ἡμῶν· χαῖρε τῶν πιστῶν ἡ ἀῤῥαγὴς προστασία· ὁ Κύριος τῆς δόξης, μετὰ Σοῦ ᾯ βοῶμεν· οἱ παῖδες εὐλογεῖτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος

λῳ τῷ φωτὶ τῆς Τριάδος, μετ' εὐφροσύνης προσχωρήσας, ταῖς ἀγγελικαῖς στρατηγίαις, νῦν συναγάλλῃ Μάρτυς Εὐστάθιε· μεθ' ὧν ἀπαύστως πρέσβευε, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Τοὺς ἐπὶ τῆς γῆς σου ἀγῶνας, καὶ τὰς ποικίλας περιστάσεις, ἡ ἐν οὐρανοῖς εὐφροσύνη, μετὰ Δικαίων νῦν διεδέξατο· ἧς ἀπολαύειν ἔνδοξε, τοὺς σὲ ὑμνοῦντας καταξίωσον.

λον ἐμαυτόν σοι προσφέρω, Μάρτυς Εὐστάθιε προθύμως, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.

Θεοτοκίον

Σὲ τὴν ἀπειράνδρως τεκοῦσαν, τὸν ζωοδότην καὶ Σωτῆρα, πάντες δυσωποῦμεν ἐκτενῶς, οἱ Θεοτόκον ὁμολογοῦντές σε, ῥυσθῆναι πάσης θλίψεως, σαῖς ἱκεσίαις Μητροπάρθενε.

 

Ἕτερος. Σὲ τὴν ἀπειρόγαμον.

Ὕμνους ἀναμέλποντες, Χριστῷ τῷ μόνῳ φωτοδότῃ, τὸν θεοφιλῆ Εὐστάθιον, Θεοπίστην Θεόπιστον, σὺν τῷ Ἀγαπίῳ τῷ κλεινῷ ἅμα στέψωμεν, θεηγόρως καὶ εὐφημοῦντες μεγαλύνωμεν.

Ῥῶσιν ἀναβλύζετε, καὶ χάριτας τὰς τῶν θαυμάτων, πᾶσιν ἀσθενοῦσιν Ἅγιοι, ἰατῆρες παγκόσμιοι, ἀλλὰ καὶ ἡμᾶς ἐκ πειρασμῶν ῥύσασθε πάντοτε, καὶ βαρβάρων τοὺς εὐσεβῶς ὑμᾶς γεραίροντας.

Ὦ τετρὰς πολύφωτος, καὶ ἀῤῥαγὴς ἡ τῶν Μαρτύρων, βράβευσον ἡμῖν πρεσβείαις σου, τῶν πταισμάτων τὴν ἄφεσιν, τῇ μοναρχικῇ καὶ τρισαγίᾳ Θεότητι, παρεστῶσα ἣν σὺν Ἀγγέλοις μεγαλύνωμεν.

Νεύματι πανάγαθε, τῷ θείῳ Σου νῦν παντεπόπτα, κόσμῳ τὴν εἰρήνην δώρησαι· φιλοχρίστῳ δὲ ἄνακτι, κατὰ βαρβάρων δυσσεβῶν νίκας χορήγησον, ταῖς πρεσβείαις τῶν Ἀθλοφόρων ὡς φιλάνθρωπος.

Θεοτοκίον

Νύμφη ἀπειρόγαμε, σεμνὴ καὶ ἄχραντε Μαρία, Σὲ ὡς ἀληθῆ καὶ ἄμωμον, καὶ τοῦ θείου νεφέλην φωτός, καὶ ὡς δεξαμένην τὸν οὐράνιον ὄμβρον, ἐν τῇ γαστρί Σου Παρθενομῆτορ μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, Εὐστάθιε θαυμαστέ, ἑορτάζομεν μνήμην.

Σταυροθεοτοκίον. Τῶν Μαθητῶν.

Ἡμεῖς ἐν σοὶ θαῤῥοῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ.

 

Αἶνοι. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Εὐστάθιε τοῦ σοῦ, βίου τὴν χρηστότητα, ὡς ἀληθῶς ἀμειβόμενος, Χριστὸς ὁ Κύριος, ὤφθη ἐν Σταυρῷ σοι, καὶ φωτὶ τῆς χάριτος, κατηύγασε σοφὲ τὴν καρδίαν σου· ὅθεν τῆς κλήσεως, κατ' ἀξίαν πεπολίτευσαι, καὶ ἐν ἄθλοις, ἱεροῖς ἠρίστευσας.

 

Παμμάκαρ Εὐστάθιε πολλαῖς, ὁμιλήσας θλίψεσιν, ὑπομονῆς ὤφθης ἄγαλμα, Ἰὼβ μιμούμενος, τὴν στεῤῥὰν ἀνδρείαν, καὶ ψυχῇ θεόφρονι, ὑπέστης πειρασμῶν τὸ ἐπιπόνον· ὅθεν ὁ Κύριος, θαυμαστῶς σε ἐμεγάλυνε, καὶ Μαρτύρων, δόξης σε ἠξίωσε.

 

Παμμάκαρ Εὐστάθιε τὴν σήν, ὁλικῶς πρὸς Κύριον, ζωὴν σοφῶς ἀναθέμενος, αὖθις ἀπέλαβες, τοὺς σεμνοὺς υἱούς σου, καὶ τὴν σὴν ὁμόζυγον, δοξάζων τοῦ Σωτῆρος τὴν πρόνοιαν, μεθ΄ ὧν διήνυσας, τὸν ἀγῶνα τῆς ἀθλήσεως, καὶ τῆς ἄνω, δόξης ἠξιώθητε.

 

Παμμάκαρ Εὐστάθιε στεῤῥῶς, φέρειν τὰ ἐπώδυνα, τοὺς σοὺς βλαστοὺς καὶ τὴν σύμβιον, λόγοις ἐπήλειψας, καὶ ἀνδρειοφρόνως, δι΄ ἀγάπην ἔνθεον, τὸν ἐν πυρὶ ὑπέστητε θάνατον, καὶ πρὸς ἀθάνατον, εὐφροσύνην ἀνεδράμετε, ἀφθαρσίας, τὸ στέφος δεξάμενοι.

 

Δόξα... Ἦχος πλ. δ'.

Τὴν στρατοπεδαρχίαν τῆς κάτω βασιλείας ἀποβαλόμενος, καὶ διὰ ζῴου ὀφθέντος σοι ἐν εἰκόνι, τοῦ Σωτῆρος ἡμῶν γενόμενος ἐραστής, νῦν συγχορεύεις τοῖς ἄνω, σὺν γυναικί σου καὶ τέκνοις, παμμάκαρ Εὐστάθιε· διὸ δυσωποῦμέν σε, τῷ Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Ὅν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαβῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα· Κύριε, σὺν τῷ Λῃστῇ, τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Οὐρανόθεν μάκαρ καταυγασθείς, στήλη τῆς ἀνδρείας, ἀνεδείχθης ἐν πειρασμοῖς, καὶ πανοικεσίᾳ, Εὐστάθιε ἀθλήσας, τῆς ἄνω βασιλείας, ἀξίως ἔτυχες.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τοῦ Σωτῆρος Ἀθλητὴς τροπαιοῦχος, καὶ τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, Εὐστάθιε πανεύφημε Μαρτύρων καλλονή, πειρασμῶν τὴν ἔφοδον, ἀφ' ἡμῶν ἀποσόβει, ἐν εἰρήνῃ Ἅγιε, τὴν ζωὴν διεξάγων, τῶν σὲ προστάτην μέγιστον σοφέ, προβαλλομένων, καὶ πρέσβυν πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς: Ἐν εὐσταθείᾳ σῷζέ με Μάρτυς. Γερασίμου.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.

λέους τὸν πρύτανιν καὶ Θεον, Εὐστάθιε Μάρτυς, καθικέτευε ἐκτενῶς, πταισμάτων συγχώρησιν διδόναι. τοῖς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχουσι.

Ναμάτων ἀΰλων ζωοποιῶν, ἐπόμβρησον Μάρτυς, τὰς σταγόνας ἐξ οὐρανοῦ, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν μου, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων.

Εὐστάθειαν βίου διηνεκῆ, Εὐστάθιε Μάρτυς, καὶ ἀνδρείαν ἐν πειρασμοῖς, καὶ λύσιν παθῶν παρενοχλούντων, ἡμῖν ἐξαίτει τοῖς σὲ μακαρίζουσι.

Θεοτοκίον.

ψίστου καθέδρα περιφανής, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν, ᾧ πρέσβευε πάσης ἁμαρτίας, ἀποκαθάραι τοὺς σὲ μεγαλύνοντας.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.

Συμφορῶν τάς ἐφόδους, καρτερικῶς ἤνεγκας· ὅθεν καρτερῶς ὑπομένειν, ἡμᾶς ἐνίσχυσον, Μάρτυς Εὐστάθιε, τὰς χαλεπὰς ἐπινοίας, τοῦ δολίου δράκοντος, γνώμης στεῤῥότητι.

Τὰς ὁρμὰς καὶ τὰ βέλη τὰ καθ΄ ἡμῶν σύντριψον, τῶν ἐπιζητούντων ταράττειν ὑμᾶς Εὐστάθιε καὶ ἀστασίαστον, ἔργοις ἐνθέοις κομῶσαν τὴν ζωὴν συντήρησον, ἡμῶν δεόμεθα.

καθαίρετος πύργος, ὑπομονῆς πέφηνας. πρὸς τὴν τελειότητα ταύτης, παιδεύων πάντοτε ἡμῶν τὸ φρονημα, ἐν πειρασμοῖς πολυτρόποις καὶ ποικίλαις θλίψεσι, Μάρτυς Εὐστάθιε.

Θεοτοκίον.

Θεὸν Λόγον τεκοῦσα. μετὰ σαρκὸς Ἄχραντε, τὸν ἀνακαινίσαντα κόσμον τῆς πάλαι πτώσεως, τὸν νοῦν μου καίνισον, ζωοποιῷ θείῳ φόβῳ, καὶ ψυχήν μου κάθαρον δεινῶν προλήψεων.

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος Β΄ Πρεσβεία θερμή.

Παθῶν τάς ὁρμάς, καὶ πειρασμῶν τὸν κλύδωνα, καὶ πᾶσαν φθοράν, τὴν καθ΄ ἡμῶν ἀπότρεψον, Εὐστάθιε μακάριε, ὡς πιστῶν ἀσφαλὲς εριτείχισμα· σὺ γὰρ ποικίλως Μάρτυς πειρασθείς, ἀρήγεις τοῖς κάμνουσι ταῖς θλίψεσι.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Εὕροιμί σε Εὐστάθιε, ὥρᾳ τῆς ἀνάγκης βοηθὸν ἕτοιμον, συνοχῆς με ἐξαιρούμενον τῶν ἐπελθουσῶν μοι Μάρτυς θλίψεων.

ασαί μου τὸν καύσωνα, τὸν τῆς ἀθυμίας τῆς συνθλιβούσης με καὶ παράσχου τῇ καρδίᾳ μου, τὴν ἀναψυχὴν Μάρτυς τὴν κρείττονα.

θλοφόροι ἀήττητοι σὺν τῇ Θεοπίστῃ Μάρτυς Εὐστάθιε, καὶ Θεόπιστε, Ἀγάπιε, πάσης συμφορᾶς ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.

Σωτηρίας τὸν αἴτιον, σῴζοντα τὸν κόσμον Χριστὸν κυήσασα, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη τὸν ἱκέτην σου.

 

ᾨδή ε'. Φώτισον ἡμᾶς.

σπερ ἀκλινής ἐν ταῖς θλίψεσιν Εὐστάθιε, μὴ ἐκκλίνειν ταῖς τοῦ ὄφεως βουλαῖς, ἐνδυνάμωσον τὸν νοῦν ἡμῶν δεόμεθα.

Ζῆν ἡμᾶς καλῶς, εὐπραγίᾳ καὶ σεμνότητι, καὶ ἁπάσῃ ἐνάρετῳ ἀγωγῇ, καταξίωσον Εὐστάθιε μακάριε.

χοντες ὑμᾶς Θεοπίστη καὶ Εὐστάθιε, σὺν τοῖς τέκνοις ὑμῶν θείους ἀρωγούς, οὐ πτοούμεθα ἐχθρῶν τὰ μηχανήματα.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, τῇ ἀγάπῃ τοῦ Υἱοῦ σου τῇ θερμῇ, τὴν ψυχήν μου ἀναπτέρωσον καὶ σῶσόν με.

 

ᾨδὴ στ'. Τὴν δέησιν.

ν πάσῃ ἐπιφορᾷ ὀλεθρίῳ, καὶ δεινῇ προσδοκωμένῃ μανίᾳ, σὺ βοηθὸς ἡμῖν φάνηθι Μάρτυς, τῶν θλιβερῶν διαλύων τήν ἔφοδον, καὶ τὴν εἰρήνην ἐκ Θεοῦ, πρυτανεύων ἡμῖιν τοῖς ποθοῦσί σε.

Μεγίστους πόνους ἀνδρείως ἐνέγκας, θαυμαστῶς ἐμεγαλύνθης θεόθεν, Μεγαλομάρτυς Εὐστάθιε, μάκαρ· ἔνθεν μεγάλων κινδύνων καὶ θλίψεων, τῇ σὴ μεγίστῃ πρὸς Χριστόν, παῤῥησίᾳ ἡμᾶς ῥύῃ πάντοτε.

γάπῃ συνδεδεμένοι ἀῤῥήκτως, ὡς ὁμόφρονες ἐν βίῳ καὶ ἄθλοις ἐν ὁμονοίᾳ ἡμᾶς καὶ ἀγάπῃ διατηρήσατε Ἅγιοι Μάρτυρες, Εὐστάθιε σὺν τοῖς υἱοῖς καὶ τῇ σῇ ὁμοζύγῳ δεόμεθα.

Θεοτοκίον.

υσθῆναι τῆς τοῦ ἐχθροῦ με μανίας, καὶ ἁπάσης δυσχερῶν προσδοκίας, τῇ σῇ εὐδόκησον χάριτι Κόρη, καὶ ἐν εἰρήνῃ καὶ βίου σεμνότητι, ἀξίωσόν με ἐκτελεῖν, τῆς ζωῆς μου Ἁγνὴ τὸ ὑπόλοιπον.

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Τῇ πρὸς Θεόν σου πρεσβείᾳ Εὐστάθιε, πολυειδῶν πειρασμῶν λυτρωθείημεν· ὅτι πρὸς σὲ ἀφορῶντες ἑκάστοτε, συμβαινουσῶν κουφιζόμεθα θλίψεων, ὑμνοῦντες τὸν σὲ θαυμαστώσαντα.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.

Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ β΄ Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησόν με ...

Πύργος ἀπερίτρεπτος. ὑπομονῆς καὶ ἀνδρείας, καὶ λαμπρὸν ὑπόδειγμα ψυχικῆς στεῤῥότητος, Μάρτυς πέφηνας· διὸ αἰτοῦμέν σε, τάς ἐπαναστάσεις καθ΄ ἡμῶν τοῦ πολεμήτορος, καί. τὰ βουλεύματα, καὶ τάς μηχανὰς τάχος σύντριψον, ἀνδρείαν παρεχόμενος, καὶ ὑπομονὴν ἡμῖν ἄτρεπτον, ὡς ἂν θεοφρόνως, βιώσαντες Εὐστάθιε σοφέ, τῇ σῇ πρεσβείᾳ τῆς κρείττονος, δόξης ἐπιτύχωμεν.

 

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν παθῶν τάς ὀδύνας καὶ τοὺς ἄνθρακας σβέσον Μάρτυς τῶν θλίψεων, καὶ ἄλυπον συντηρεῖ, ἐκ πάσης ἐπηρείας τὴν ζωὴν ἡμῶν πάντοτε, τῶν σὲ θερμὸν ἀρωγόν, Εὐστάθιε πλουτούντων.

πὲρ πάντων δυσώπει, τῶν πιστῶς προστρεχόντων τῇ προστασίᾳ σου, πικρῶν ἀῤῥωστημάτων, ψυχῶν τε καὶ σωμάτων, ἐκλυτροῦσθαι Εὐστάθιε, καὶ μετὰ τέλος τυχεῖν τῆς ἄνω βασιλείας.

Σωτηρίας λιμένα, τὴν θερμήν σου πρεσβείαν Μάρτυς κτησάμενοι, ἐκ πάσης τρικυμίας, καὶ ζάλης τῆς ἐν βίῳ ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητος εἶ.

Θεοτοκίον.

Γεωργήσασα Κόρη, ἀνηρότως τὸν πάντα δημιουργήσαντα, γεώργιόν με θεῖον, ζωῆς τῆς ἐνάρετου, Θεοτόκε ἀνάδειξον, ἵνα βλαστήσω Ἁγνή, καρποὺς ἀθανασίας.

 

ᾨδὴ η΄ Τὸν Βασιλέα.

κ τῶν σκανδάλων, τῶν χαλεπῶν τοῦ Βελίαρ, ἐλεύθερωσον Εὐστάθιε τρισμάκαρ, τοὺς τῆς σῆς αἰτοῦντας, τυχεῖν ἐπικουρίας.

ῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ συγχώρησιν πταισμάτων Ἀθλοφόρε, τῇ σῇ μεσιτείᾳ, ἡμῖν πρὸς τὸν Σωτῆρα.

γίων στίφος, σὺν τῷ κλεινῷ Εὐσταθίῳ Θεόπιστε, Ἀγάπιε τρισμάκαρ, καὶ τῇ Θεοπίστῃ, ἡμᾶς περιφρουρεῖτε.

Θεοτοκίον.

Σκέπη μοι ἔσο ἐκ τῶν βελῶν τοῦ Βελίαρ καὶ ὁδήγει με πρὸς τρίβον μετανοίας, Κεχαριτωμένη, ΙΙαρθένε Θεοτόκε.

ᾨδὴ θ'. Κυρίως Θεοτόκον.

σχὺν ἡμῖν καὶ σθένος, δίδου ἐν ἀνάγκαις, καὶ συμφοραῖς ταῖς τοῦ βίου Εὐστάθιε, τὰ δυσχερῆ εὐμαρίζων τῇ ἀντιλήψει σου.

Μὴ παύσῃ ἐποπτεύειν, καὶ τὴν σὴν παρέχειν ἐπισκοπὴν Ἀθλοφόρε Εὐστάθιε, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μακαρίζουσι.

Οἱ Μάρτυρες Κυρίου, σὺν τῷ Εὐσταθίῳ καὶ Θεοπίστῃ θέοφρον Ἀγάπιε, καὶ Θεοπίστῳ Κυρίῳ ἡμᾶς προσάγοιτε.

Θεοτοκίον.

μνοῦμέν σε βοῶντες χαῖρε Θεοτόκε, ἁμαρτωλῶν ἱλαστήριον μέγιστον, καὶ προστασία τοῦ κόσμου καὶ καταφύγιον.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δόξῃ οὐρανίῳ καταυγασθείς, θεόκλητος ὤφθης, ὡς ὁ Παῦλος εὐκλεής, καὶ λαμπρῶς ἀθλήσας, Εὐστάθιε τρισμάκαρ, ἀξίως ἐδοξάσθης θείοις χαρίσμασι.

Ἤκουσας καλούσης σε τῆς φωνῆς, Χριστοῦ τοῦ Σωτῆρος τοῦ ὀφθέντός σοι θαυμαστῶς, δι' ἐλάφου μάκαρ, καὶ χαίρων ἐπορεύθης, τὴν μαρτυρίου τρίβον, Μάρτυς Εὐστάθιε.

Χαίροις τῆς ἀνδρείας ὑπογραμμὸς καὶ Ἰὼβ τοῦ θείου, ὑποτύπωσις ἀληθής· χαίροις ὁ ἀλείφων, ἡμᾶς πρὸς σωτηρίαν ὑπομονῆς σου Μάρτυς τοῖς κατορθώμασι.

Ὡς σεπτὴν θυσίαν καὶ προσφοράν, τοὺς ἐκ τοῦ μηροῦ σου, προελθόντας κλεινοὺς βλαστούς, ἀθλήσεως πόνοις, προσήγαγες Κυρίῳ, Εὐστάθιε θέοφρον, σὺν τῇ συζύγῳ σου.

Χαίροις τῶν Μαρτύρων ἡ τετρακτύς, Εὐστάθιε μάκαρ, Θεοπίστῃ σὺν τῇ σεμνῇ, καὶ σὺν Ἀγαπίῳ, Θεόπιστε παμμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις θερμοτατοι.

Παραστάται ὄντες πανευκλεεῖς, οἷα Ἀθλοφόροι, τοῦ Παντάνακτος Ἰησοῦ, εὐστάθειαν βίου, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν ἀεὶ αἰτεῖτε, Ἅγιοι Μάρτυρες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων βοηθὸς καὶ ἀρωγός, ἔνδοξε Εὐστάθιε πέλεις, καὶ καταφύγιον, τῶν προσερχομένων σοι, ἀνενδοιάστῳ ψυχῇ· πάσης βλάβης οὖν φυλάττε, ἡμᾶς ἀνωτέρους, καὶ Χριστοῦ τὰ βήματα, ἀκατακρίτους σοφέ, δεῖξον, μετὰ τέλος θεόφρον, τῇ μαρτυρικῇ σου πρεσβείᾳ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου