Σάββατο 10 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 24. ΑΓΙΑ ΜΑΡΤΥΣ ΧΡΙΣΤΙΝΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΚΔ΄.
ΧΡΙΣΤΙΝΑ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς χριστωνύμου ἐνδόξου Παρθενομάρτυρος, τὴν φαεινὴν ἡμέραν, ἐκτελέσωμεν πόθῳ, αὐτῇ ἀναβοῶντες· τοὺς εὐσεβῶς, ὦ Χριστίνα γεραίροντας, τὴν σεβασμίαν σου ἄθλησιν τῷ Θεῷ, ἱκεσίαις σου οἰκείωσον.

Ἐκ δυσσεβοῦς ῥιζουχίας ἄνθος ἐξήνθησας, πανευπρεπὲς Χριστίνα, θεϊκῇ γεωργίᾳ, καὶ ἔπνευσας τῷ κόσμῳ μαρτυρικῶς, ἐν σταδίῳ ἀθλήσασα, τὴν εὐωδίαν τὴν ἄῤῥητον τοῦ Χριστοῦ, τῆς ἁγίας Μάρτυς πίστεως.

Πολυειδέσι βασάνοις ἐγκαρτερήσασα, τῶν ἀσεβῶν τυράννων, τὰς ἐπάρσεις καθεῖλες, καὶ πέλταις δεξαμένη διὰ Χριστόν, ὦ Χριστίνα τὸν θάνατον, πρὸς τὴν ἀείζωον ἔβης ἀναψυχήν, ἡμῖν χάριν πρυτανεύουσα.

Ἀθλητικῇ σου ἐνστάσει ὡς καρτερόψυχος, τὸν πτερνιστὴν τῆς Εὔας, καταισχύνασα Μάρτυς· θεόθεν ὑπεδέξω στέφος λαμπρόν, καὶ φωτὸς εἰσελήλυθας, εἰς φωτοφόρους θαλάμους τὸν φωτισμόν, αἰτουμένη τοῖς τιμῶσί σε.

Δόξα. Ἦχος δ΄.
Παρθενομάρτυς Χριστίνα πολύαθλε, χαῖρε καὶ εὐφραίνου, ὅτι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα μὴ φοβηθεῖσα, ἐν τῷ σταδίῳ ἐπέστης κηρύττουσα, τὸ ὑπερύμνητον τοῦ Κυρίου σου ὄνομα· ἐν ᾧ δυναμουμένη, τῶν βασάνων πάντων περιεγένου, ὡς Ἀθληφόρος γεναιοτάτη· ὅθεν τοὺς ἑορτάζοντας τὴν μνήμην σου, ἀπὸ κινδύνων καὶ ἀδοκήτων συμφορῶν, διάσωσον δυνάμει τῆς πρεσβείας σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μύρον ὡς ἐκλεκτόν, σαὐτὴν Μάρτυς Χριστίνα, προσήγαγες Κυρίῳ, γενναίως μαρτυρίου, τελέσασα τὸ στάδιον.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Σύμμαχον τὴν ἰσχύν, πλουτήσασα ἐν ἄθλοις, τῆς πίστεως Χριστίνα, ἐχθροῦ ἀνθρωπολέθρου, τὰς φάλαγγας ἐνίκησας.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἤσχυνας τὴν ὀφρύν, τῶν εἰδωλομανούντων, στεῤῥῶς ἐπεχομένη, Χριστοῦ Χριστίνα Μάρτυς, τοῖς ζωηφόροις ῥήμασι.

Δόξα. Τριαδικόν.
Σῶσόν με ὁ Θεός, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ παντουργὸς Θεότης, λιταῖς τῆς Ἀθληφόρου, Χριστίνης τῆς θεόφρονος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα διὰ Σοῦ, μετήχθημεν ἐκ σκότους, πρὸς φῶς τῆς σωτηρίας· διὸ ὑμνολογοῦμεν, ἀεὶ τὰ μεγαλεῖά Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατρώαν ἀσέβειαν βδελυξαμένη σαφῶς, τὴν τρίβον διήνυσας τῆς εὐσεβείας στεῤῥῶς, Μαρτύρων ἐν αἵματι· ὅθεν ὡραϊσμένη, τῆς ἀθλήσεως κόσμῳ, γέγονας τοῦ νυμφῶνος, τῆς θεώσεως ἔνδον, Χριστίνα Ἀθληφόρε· διὸ εὐφημοῦμέν σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.







ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Ἦχος δ' Ἔδωκας σημείωσιν
Θείαις ἐπιγνώσεσι, τὴν καθαράν σου διάνοιαν, καταυγάσας ὁ Κύριος, ἀγνοίας λυτροῦταί σε, βαθυτάτου σκότους, ἥλιος ὑπάρχων, δικαιοσύνης ἀληθοῦς, Μάρτυς Χριστῖνα θεομακάριστε, ἐντεῦθεν τὰ σεβάσματα, τῆς πονηρίας συνέτριψας, καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας.

Πόνους καρτερήσασα, τοὺς τῆς σαρκὸς πρὸς τὴν ἄπονον, μεταβέβηκας χαίρουσα, Χριστῖνα ἀπόλαυσιν, ἔνθα γενομένη, καθωραϊσμένη, οἷά περ νύμφη ἐκλεκτή, τοῦ Βασιλέως Χριστοῦ πανεύφημε, τῶν πίστει τὸ μνημόσυνον, ἐπιτελούντων σου μέμνησο, ὅπως εὕρωμεν ἔλεος, καὶ δεινῶν ἀπολύτρωσιν.

Ὥσπερ ὡραΐσματα, τὰ τῆς σαρκός σου σπαράγματα, νυμφικῶς περιστέλλουσα, πορφύραν ἐξ αἵματος, λαμπρῶς βεβαμμένην, Μάρτυς ἐνεδύσω, καὶ τῷ νυμφίῳ σου Χριστῷ, πεποικιλμένη θείαις λαμπρότησι, Χριστῖνα νῦν παρίστασαι, περιχαρῶς τῆς θεώσεως, ἀπολαύουσα πάντοτε, σὺν Παρθένοις καὶ Μάρτυσι.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν πατρώαν δυσσέβειαν, θεοφρόνως μισήσασα, καὶ Χριστὸν τὸν Κύριον ἀγαπήσασα, κολαστηρίων τοῦ σώματος, ἀνδρείως ὑπήνεγκας, ὦ Χριστίαν τὴν φοράν, προσδοκῶσα τὴν ἄπονον, λῆξιν πάνσεμνε, ἧς ἐπέτυχες πέλταις μεταστᾶσα, πρὸς τὰς ἄνω καταπαύσεις, ὡς Ἀθληφόρος ἀήττητος.

Ἀνδρωθεῖσα τὸ φρόνημα, πατρικὴν ἀθεότητα, ἐβδελύξω ἅπασαν καλλιπάρθενε, μὴ πτοηθεῖσα ὡς εὔτονος, βασάνων τὴν ἔφοδον, ἣν ἐνέγκασα στεῤῥῶς, ὑπεδέξω τὸ βίαιον, τέλος χαίρουσα, καὶ παρέστης φαιδρῶς ὡραϊσμένη, τῶν αἱμάτων σου τοῖς λύθροις, Χριστῷ Χριστίνα πολύαθλε.

Θησαυρὸν τὸν ἀκήρατον, τῆς ἁγίας καρδίας σου, ὦ Χριστίνα ἔνδοξε ὁ μισάνθρωπος, ἐχθρὸς συλῆσαι οὐκ ἴσχυσεν· ὡς ἄλλου γὰρ πάσχοντος, καθυπέμεινας δεινῶν, ἀλγηδόνων ἐπίτασιν, καὶ τὸν θάνατον, τῆς ζωῆς τῆς ἀφράστου τῇ ἐλπίδι, ἀψευδῶς βεβαιουμένη, ἐν περισσείᾳ δυνάμεως.



Δόξα. Ἦχος β'
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας, τῷ σῷ νυμφίῳ Χριστῷ, Χριστῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν τὸν θανόντα τοῖς δήγμασι τῶν ἰοβόλων ὄφεων, τῷ ῥήματί σου ζῶντα ἤγειρας, τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος· διὸ καὶ οὐρανίων θαλάμων σε κατηξίωσεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐγένετο ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦτον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐτῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐρείδει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐτῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γίνεται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐνεδύσατο, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.







Προφητείαις Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος δ'
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Ὄλβον λιποῦσα πατρικόν, Χριστὸν δὲ ποθοῦσαι εἰλικρινῶς, δόξαν εὕρατο ἡ Μάρτυς, καὶ πλοῦτον οὐράνιον, καὶ τῇ παντευχίᾳ περιπεφραγμένη τῆς χάριτος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατεπάτησε τὸν τύραννον· ὅθεν Ἄγγελοι τοὺς ἀγῶνας θαυμάζοντες, ἔλεγον· Πέπτωκεν ὁ ἐχθρός, ὑπὸ γυναικὸς ἡττηθείς, στεφανῖτις ἀνεδείχθη ἡ Μάρτυς, καὶ Χριστὸς εἰς τοὺς αἰῶνας βασιλεύει ὡς Θεός, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.


Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, ὅτι καὶ Χριστῖνα ἡ μάρτυς, ἀθλητικὸν ἀγῶνα ἠγωνίσατο· ὅθεν τὸ ἀσθενὲς τῆς φύσεως ἀπορριψαμένη, γενναίως ἀντέστη κατὰ τῶν τυράννων. Διὸ καὶ τὰ βραβεῖα τῆς νίκης κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα.
Σταυρὸν ὡς ὅπλον κραταιόν, Χριστῖνα Μάρτυς κατέχουσα χερσί, τὴν πίστιν ὡς θώρακα, ἐλπίδα θυρεόν, ἀγάπην τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησας ἀνδρείως, τῶν δαιμόνων τὰς πανουργίας κατήργησας ἐνθέως, τὴν κεφαλὴν δὲ τμηθεῖσα, χορεύεις ἐν Χριστῷ, ἀδιαλείπτως πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, κατηυγάσθης τὴν ψυχήν, τῆς θεογνωσίας Χριστίνα, τῷ ἀνεσπέρῳ φωτί, τότε τὴν καχέσπερον σκοτίαν ἔλιπες, τῶν εἰδώλων καὶ χαίρουσα, ἰχνῶν ἐπελάβου, τοῦ ὡραιοτάτου σου, Νυμφίου ἔνδοξε· ὅθεν, μυστικῶς ἐνυμφεύθης, ἔνδοξε Αὐτῷ ἀνενδότως, μαρτυρίου στάδιον τελέσασα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅτε, ἀσεβείας πατρικῆς, ἤλεγξας ὡς πλήρης ἀνδρείας, τὴν ἐπηρμένην ὀφρύν, τότε προσωμίλησας πληγαῖς καὶ μάστιξι, ἐν αἷς ἔστης ἀκλόνητος, ἐκφαίνουσα πᾶσι, τὴν ἀκαταμάχητον, ἰσχὺν τῆς πίστεως· ὅθεν, τοῦ Κυρίου τὸ πάθος, ὡς μιμησαμένη Χριστίνα, παρ’ Αὐτοῦ ἀξίως ἐστεφάνωσαι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὅτε, ἐπορφύρωσας λαμπρῶς, Μάρτυς τὴν στολὴν τῆς ἁγνείας, ταῖς τῶν αἱμάτων ῥοαῖς, τότε προσεχώρησας, ὅλη ἐκλάμπουσα, πρὸς νυμφῶνα τὸν ἄφθαρτον, ζωῆς ἀκηράτου, ἔνθα ἐκοινώνησας, χαρᾶς τῆς κρείττονος· ὅθεν, πρὸς Θεὸν παῤῥησίας, χάριν ὡς πλουτοῦσα Χριστίνα, πρόστηθι εὐχαῖς σου τῶν τιμώντων σε.

Δόξα. Ἦχος ὁ αὐτός.
Τῇ χριστωνύμῳ σου κλήσει, τὴν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθής, τῇ παρθενικῇ σου καθαρότητι, νυμφευθεῖσα τῷ Χριστῷ, εὐδοκίᾳ τοῦ Πατρός, καὶ συνεργείᾳ τοῦ Πνεύματος, μαρτυρίου δὲ παλαίσμασι στερροῖς, ὑπερήστραψας λαμπρότερον τῶν ἡλιακῶν ἀκτίνων. Διὸ ὡς θυσία καθαρὰ καὶ ἄμωμος, τῇ οὐρανίῳ προσηνέχθης τραπέζῃ, τῶν Παρθένων καὶ Μαρτύρων ταῖς χορείαις εἰς αἰῶνας συνηδομένη, μεθ' ὧν αἴτησαι Χριστῖνα φερώνυμε, δωρηθῆναι τοῖς τιμῶσί σε, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατρώαν ἀσέβειαν βδελυξαμένη σαφῶς, τὴν τρίβον διήνυσας τῆς εὐσεβείας στεῤῥῶς, Μαρτύρων ἐν αἵματι· ὅθεν ὡραϊσμένη, τῆς ἀθλήσεως κόσμῳ, γέγονας τοῦ νυμφῶνος, τῆς θεώσεως ἔνδον, Χριστίνα Ἀθληφόρε· διὸ εὐφημοῦμέν σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.











ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀμνὰς ὡς λογική, τοῦ Κυρίου Χριστίνα, ὑπήνεγκας στεῤῥῶς, πολυτρόπους βασάνους, καὶ πέλταις ἐνήθλησας, ἀηττήτῳ φρονήματι· ὅθεν στέφανον, ἀθανασίας ἐδέξω, ἱκετεύουσα, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν θείαν σου ἄθλησιν.
Δόξα.
Εἰδώλων νουνεχῶς, τὴν ἀπάτην φυγοῦσα, ἐπίστευσας Χριστῷ, τῷ Σωτῆρι τοῦ κόσμου, καὶ τούτου τῷ ἔρωτι, ὥσπερ ἄσαρκος ἤθλησας· ὅθεν ἔλαβες, ἀθανασίας τὴν χάριν, καὶ ἐτρύφησας, τῆς ὑπὲρ νοῦν εὐφροσύνης, Χριστίνα πολύαθλε.
Καὶ νῦν. Θεοτοκίον.
Ὡράθης Χερουβίμ, ὑπερέχουσα Κόρη, ἐδείχθης Σεραφίμ, Μαριὰμ ὑπερτέρα, ἀγκάλαις Σου βαστάσασα, τὸν Δεσπότην τῆς κτίσεως· Ὃν δοξάζουσι, τῶν οὐρανῶν αἱ δυνάμεις· ὅθεν πάντες Σε, ὡς ἀληθῆ Θεοτόκον, συμφώνως δοξάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Λιποῦσα ὡς πάνσοφος τὸ ἀσεβὲς τοῦ πατρός, νομίμως ἠγώνισαι ἐν τῷ Σωτῆρι Χριστῷ, Χριστίνα πανεύφημε· ὅθεν στολισαμένη, μαρτυρίου τοῖς ἄθλοις, ἔδραμες μετὰ δόξης, πρὸς τὸν θεῖον νυμφῶνα, πρεσβεύουσα ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ῥοαῖς τοῦ ἐλέους Σου ὡς τοῦ ἐλέους πηγή, ἀπόπλυνον δέομαι τὴν ῥυπωθεῖσαν ψυχήν, ἁγνὴ τοῦ οἰκέτου Σου, ἵνα ἐν κατανύξει, καὶ συνέσει καρδίας, Δέσποινα μεγαλύνω, τὴν φρικτήν Σου λοχείαν, δι’ ἧς τῆς καταδίκης, Ἀδὰμ ἠλευθέρωμαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τοῦ Κυρίου χάριτι, ἰθυνομένη, θολεροὺς ἐξήρανας, τῆς ἀθεΐας ποταμούς, καὶ εὐσεβείας ἀνέβλυσας, τῇ Ἐκκλησίᾳ, πηγὰς ὦ χριστώνυμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὰς ἀχράντους χεῖράς Σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σέ, καὶ τῷ Υἱῷ Σου κραυγάζοντας, πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη Σου.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ’ Ἑβδομάδος Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἀθληφόρε Χριστίνα χριστώνυμε, ὥραν καὶ κάλλος νεότητος, ὡς πάνσοφος ὑπεριδοῦσα, μαρτυρικῶς ἐν σταδίῳ ἠνδραγάθησας, καὶ τὸν ἀρχέκακον ὄφιν κατήσχυνας. Χριστὸν γὰρ ἀγαπήσασα, τὴν πατρικὴν ἀσέβειαν ἀπεβδελύξω, καὶ προείλου ἐκχῦσαι τὸ αἷμά σου, ἵνα ζωὴν κληρονομήσης, ἐν τῷ θείῳ Νυμφίῳ σου. ᾯ νυμφευθεῖσα μαρτυρικῶς, ὑπὲρ ἡμῶν Αὐτὸν καθικέτευε, τῶν πίστει εὐφημούντων σε.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς: Χριστοῦ σε μέλπω τὴν ἐπώνυμον, Κόρη. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας
Χαίροις Ἀθληφόρε πανευκλεής, ἡ Μάρτυς ὀφθεῖσα, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, Χριστῖνα καὶ πᾶσαν ἐκλιποῦσα, πατρῴαν πλάνην καὶ ἀσέβειαν.
αγέντα καὶ κείμενον πρὸ ποδῶν, κόρης Ἀθληφόρου, καθορῶντες τὸν δυσμενῆ, αἶνον τῷ Σωτῆρι δῶμεν πάντες, τῷ νικηφόρον αὐτὴν ἀναδείξαντι.
δεῖν τοῦ νυμφίου τοῦ καθαροῦ, κάλλος τὸ ὡραῖον, ἐπεθύμησας καθαρῶς· ὅθεν θείοις ἄθλοις Ἀθληφόρε, περιφανῶς σεαυτὴν καθωράϊσας.
Θεοτοκίον
Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, σαρκὶ ἑνωθέντα, ὑπὲρ λόγον Μῆτερ ἁγνή, Ὃν ἐπιποθήσασα Χριστῖνα, τοῦ μαρτυρίου τὸ κλέος ἐκτήσατο.

ᾨδὴ γ' Σὺ εἶ τὸ στερέωμα
Τείνασα τὰ ὄμματα, καὶ τὴν διάνοιαν ἔνδοξε, εἰς οὐρανόν, διὰ τῶν κτισμάτων, τὸν σὸν Κτίστην ἐπέγνωκας.
λβον ἀναφαίρετον, τὴν πρὸς τὸν Κύριον ἔσχηκας, πίστιν σεμνή· ὅθεν τὴν πενίαν, τῶν εἰδώλων κατέλιπες.
μνον χαριστήριον, τῷ Ποιητῇ Χριστῷ ἔμελπες, ξύλῳ δεινῶς, Μάρτυς προσδεθεῖσα, καὶ ξεσμοὺς ὑποφέρουσα.
Θεοτοκίον
Στῆσόν μου τὸν τάραχον, τῶν λογισμῶν ἁγνὴ Δέσποινα, παῦσον ψυχῆς, πᾶσαν ἀθυμίαν, τὸν Χριστὸν ἡ κυήσασα.

Κάθισμα Ἦχος α'  Τὸν τάφον σου Σωτήρ
Τὸ αἷμά σου σεμνή, ὡς ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ, τῷ Νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας, παρ' Αὐτοῦ ἀξιάγαστε, στέφος ἄφθαρτον, καὶ ἰαμάτων τὴν χάριν, πᾶσαν φάλαγγα, ἀποσοβοῦσα δαιμόνων, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πόθω καὶ πίστει, ἀεὶ σε δοξάζουσιν.

ᾨδὴ δ' Εἰσακήκοα Κύριε
νετρύφας ταῖς μάστιξι, θείαις ἡδομένη Μάρτυς χριστώνυμε, θεωρίαις τοῦ Νυμφίου σου, καὶ Αὐτοῦ τῷ κάλλει ἀτενίζουσα.
Μὴ ἐνέγκας τὸν πόθον σου, τὸν πρὸν τὸν Χριστὸν Χριστῖνα ὁ δείλαιος, σὸς πατὴρ καὶ ἀθεώτατος, αἰκισμοὺς βασάνων ἐπηπείλει σοι.
κολλήθην ὀπίσω σου, πόθῳ τετρωμένη σῆς ἀγαπήσεως, νικηφόρον με ἀνάδειξον, ἐν τῷ πάσχειν Μάρτυς ἀνεκραύγαζες.
Λαμπρυνθέν σου τὸ πρόσωπον, ταῖς καλλοποιαῖς τῶν ἄθλων λαμπρότησι, ὡραιότητα ἀπέπεμπε, καὶ ἐνθέου δόξης ἀγαλλίασιν.
Θεοτοκίον
Προφητῶν σε ὁ ἔνδοξος, πάλαι Ἡσαΐας ῥάβδον ὠνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκε Μήτηρ ἀειπάρθενε.

ᾨδὴ ε' Ὀρθρίζοντες βοῶμέν σοι Κύριε
ς ἄγγελον ἐν σώματι Μάρτυς, γεγενημένην, οὐράνιοι Ἄγγελοι, τροφῇ Ἀγγέλων σε ἔτρεφον.
Τὴν πέτραν τῆς ζωῆς οὐκ ἠρνήσω, Χριστῖνα· ὅθεν πέτρα σε προσδήσαντες, ἐχθροὶ τοῖς ὕδασιν ἔῤῥιψαν.
ρπάγης πρὸς τὸ ὕψος πετάσασα, ὥσπερ τρυγών, πτεροῖς θείου Πνεύματος, καὶ πρὸς τὸν Κτίστην κατέπαυσας.
Θεοτοκίον
Νεκρὸν τῇ ἁμαρτίᾳ γενόμενον, ζώωσόν με, ζωὴν ἀναμάρτητον, ἁγνὴ Παρθένε κυήσασα.






ᾨδὴ ς' Τὴν δέησιν ἐκχεῶ
θέλχθη σου, καλλοναῖς ἡ καρδία, γλυκυτάτου ἐραστοῦ Ἀθληφόρε, καὶ εἰς ὀσμήν, τῶν Αὐτοῦ παθημάτων, ἀναδραμοῦσα ἐκραύγαζες· Φλέγομαι τῷ πόθῳ Σου Παμβασιλεῦ, καὶ ἀγάπῃ τῇ Σῇ σφαγιάζομαι.
Πατέρα σε, τὸν οὐράνιον Μάρτυς, ὁ γεννῆτορ κατιδὼν ἀγαπῶσαν, βαρβαρικήν, ἐπεδείξατο γνώμην, καὶ πολυτρόπῳ κολάσει ὑπέβαλε· τοὺς ὅρους γὰρ ὁ δυσσεβής, τῆς οἰκείας ἠγνόησε φύσεως.
ς κρίνον, ταῖς τῶν Μαρτύρων κοιλάσιν, ὡς ἡδύπνοον ἐξήνθησας ῥόδον, μυρεψικήν, ἀποστάζουσα χάριν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐμύρισας, Χριστώνυμε Μάρτυς σεμνή, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Θεοτοκίον
Νοήσαντες, θεηγόροι Προφῆται, μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν θείῳ, καταλαμπόμενοι πόῤῥωθεν Πνεύματι, Μητέρα σε παναληθῆ, τοῦ Δεσπότου τῶν ὅλων γενήσεσθαι.

Κοντάκιον Ἦχος πλ. δ'. Τῇ Ὑπερμάχῳ
Καταυγασθεῖσα τῷ φωτὶ Θεοῦ τῆς γνώσεως, τῆς εὐσεβείας τὴν ὁδὸν στεῤῥῶς διήνυσας, καὶ ἐνήθλησας Χριστίνα ἔρωτι θείῳ. Ἀλλ’ ὡς δόξης μετασχοῦσα τοῦ Κυρίου σου, ταῖς πρεσβείαις σου μὴ παύσῃ προστατεύουσα, τοὺς βοῶντάς σοι· Χαίροις Μάρτυς χριστώνυμε.
Ὁ Οἶκος.
Εὐθαλὲς ὥσπερ ῥόδον, ἀκανθώδους ἐκ ῥίζης, ἀνθήσασα θεόφρον Χριστίνα, τοῦ μαρτυρίου τὴν ὀσμήν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ διέπνευσας, δι’ ἧς εὐφραίνεις πάντοτε, τοὺς εὐλαβῶς σοι μελῳδοῦντας·
Χαῖρε, τὸ κλέος τῆς παρθενίας·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, τῶν φρονίμων παρθένων συνόμιλε·
χαῖρε, τῶν Ἁγίων Μαρτύρων συμμέτοχε.
Χαῖρε, πλάνην καταλείψασα, τῶν εἰδώλων ὁλικῶς·
χαῖρε, ξόανα συντρίψασα, τῆς ἀπάτης νουνεχῶς.
Χαῖρε, ὅτι ἐῤῥύσθης τοῦ ἐχθροῦ τῶν παγίδων·
χαῖρε, ὅτι καθεῖλες τῶν τυράννων τὸ θράσος.
Χαῖρε, πατρὸς τὸ σέβας μισήσασα·
χαῖρε, ζωῆς τῷ πόθῳ ἀθλήσασα.
Χαῖρε, Χριστῷ τῷ Θεῷ νυμφευθεῖσα·
χαῖρε, αὐτῷ ἐν Ἐδὲμ παρεστῶσα.
Χαίροις, Μάρτυς χριστώνυμε.






Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.
Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ,
Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου.
Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται.
Ψυχῆς μὲν ὄμμα παντεπότῃ Δεσπότῃ,
τείνει Καπίτων, τὸν τράχηλον δὲ ξίφει.
Ἔχαιρεν Ὑμέναιος ἥκων πρὸς ξίφος,
ὥσπερ πρὸς ὑμέναιον ἥκων νυμφίος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἑρμογενής, τοὺς ὀδόντας ὅλους ἐκριζωθείς, τελειοῦται.
Ἀνηλεῶς ὀδόντας, ἐκκρουσθεὶς ὅλους,
βρυγμοὺς ὁδόντων, Ἑρμόγενες ἐκφύγῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀθηναγόρου τοῦ Ἀθηναίου, τοῦ ἀπολογητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών, τοῦ ἐκ Θεσσαλονίκης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σαλομπτίνου, ἀρχιεπισκόπου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεόφιλος ὁ Ζακύνθιος, ὁ ἐν τῇ Χίῳ μαρτυρήσας, ἐν ἔτει 1655ῳ, πυρὶ τελειοῦται.
Ὁ Θεόφιλος πυρποληθεὶς ἐν Χίῳ,
Θεοῦ φιλίαν εὗρεν· ὢ εὐτυχίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἀθανάσιος, ὁ ἐκ Κίου Βιθυνίας, ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1670ῳ, ξίφει τελειοῦται.
Ἀθανάσιε, δός τι καὶ λήψῃ μάκαρ,
δὸς τὴν κεφαλήν, κἀθανασίαν λάβε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μπορίσου καὶ Γλιέβου τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ' Παῖδες Ἑβραίων
μνον τῷ πάντων εὐεργέτῃ, τῷ παφλάζοντι πυρὶ προσομιλοῦσα, ἀνεβόας τῷ σὴν δροσίζοντι καρδίαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μόνου Θεοῦ τυχεῖν ποθοῦσα, οὐκ ἐφρόντισας μελῶν φλογιζομένων, οὐκ ἠρνήσω Χριστόν, Παρθένε μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
μβροις αἱμάτων σου τὰ ῥεῖθρα, ἀπεξήρανας τῆς εἰδωλομανίας, ἐπομβρίζεις δὲ νῦν, ἰάσεων πελάγη, Παρθενομάρτυς παύουσα, τὸν φλογμὸν τῶν παθημάτων.
Θεοτοκίον
Νόμους Παρθένε ὑπερβᾶσα, τοὺς τῆς φύσεως τῇ θείᾳ σου συλλήψει, ὑπὲρ φύσιν Θεόν, ἐκύησας βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η' Ἑπταπλασίως κάμινον
Κυμαινομένην θάλασσαν, πειρασμῶν καὶ κολάσεων, θείᾳ κυβερνήσει, ἀβλαβῶς διέπλευσας, τὸν ὄφιν βυθίσασα, τῶν σῶν ἀγώνων Μάρτυς βυθῷ· ὅθεν Παραδείσου, τοὺς ἀκλύστους λιμένας, κατέλαβες βοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
φιν δεινὸν ἐνέκρωσας, ζωτικοῖς ἀγωνίσμασι, καὶ τῶν προσευχῶν σου, ἐπῳδαῖς ἀνήμερα, θηρία ἐκοίμισας, καὶ τῆς ἐκ τούτων βλάβης ἐκτός, ἔμεινας τῷ Κτίστῃ μελῳδοῦσα Χριστῖνα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ήματι ζῶντι ἤγειρας, τὸν θανέντα τοῖς δήγμασι, Μάρτυς Άθληφόρε, ἰοβόλων ὄφεων· Χριστὸς γὰρ τὸν θάνατον, καταπατήσας θείᾳ ταφῇ, σοῦ τῶν προσευχῶν, καθυπακούει Χριστῖνα, πρὸς Ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἴώνας.
Θεοτοκίον
κραταιὰ βοήθεια, τῶν πιστῶν, Ἀειπάρθενε, ῥῦσαί με τῆς πλάνης, τοῦ δολίου δράκοντος, δεινῶς πολεμοῦντός με, καὶ ταπεινῶσαι σπεύδοντος· σὺ γὰρ ἀπλανής, τῶν ἐπὶ σοὶ πεποιθότων, ὑπάρχεις ὁδηγία, τῶν βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ' Κυρίως Θεοτόκον
δεῖν κατηξιώθης, κατηγλαϊσμένη, καὶ μαρτυρίου στολαῖς ἐξαστράπτουσα, τὸν σὸν νυμφίον, Χριστῖνα Μάρτυς πολύαθλε.
ραῖόν σου τὸ κάλλος, ὅπερ ἀγαπήσας, ὁ ὑπὲρ ἅπαντας κάλλει ὡραῖος Χριστός, ἐπουρανίων θαλάμων σε κατηξίωσε.
Συνήφθης ἀσωμάτων, ἔνδοξε χορείαις, καὶ ἀθλητῶν ὁμηγύρει συντέταξαι, ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Πανοικτίρμονα.
λίου λαμπροτέρα, ὤφθη σου ἡ μνήμη, μαρμαρυγαῖς χαρισμάτων τοῦ Πνεύματος, τοὺς σὲ τιμῶντας Χριστῖνα καταφαιδρύνουσα.
Θεοτοκίον
Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, ταῖς ἁμαρτίαις ψυχήν μου ἀγάθυνον, καὶ αἰωνίου φλογὸς με ῥῦσαι πρεσβείαις σου.

Ἐξαποστειλάριον Ἦχος γ' Ἐν Πνεύματι τῷ ἱερῷ
Ὡς εὔχρηστον καὶ τίμιον, τοῦ Δεσπότου σε σκεῦος, Χριστῖνα χρηματίσασαν, κατὰ χρέος τιμῶμεν· ὑπῆρξας γὰρ ὡς ἀληθῶς, τῶν Μαρτύρων καύχημα, καὶ τῶν Παρθένων ἡ δόξα, ἰατήρ τε δαψιλής, ἀνεδείχθης πρὸς Θεοῦ, τοῖς βρέφεσι τοῖς νηπίοις.
Θεοτοκίον
Γεραίρουσι τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη· διὸ σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζομεν, ἐν ὕμνοις δοξολογοῦντες· φῶς γὰρ σὺ τοῖς ἐν σκότει, ἐξανατέλλον ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Χριστίνα χριστώνυμε, τὴν πατρικὴν νουνεχῶς, ἀθεΐαν μισήσασα, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, εὐσεβῶς ἠκολούθησας, καὶ παριδοῦσα ἄνθος νεότητος, διὰ τὴν ὄντως ζωὴν ἐνήθλησας· ὅθεν συνόμιλος, τῶν Μαρτύρων γέγονας ἐν οὐρανοῖς, δεξαμένη στέφανον, τὸν ἀμαράντινον.

Μάρτυς Χριστίνα χριστώνυμε, πρὸς τὸν Νυμφίον Χριστόν, μυστικῶς ἀτενίζουσα, τῆς ψυχῆς ταὰ ὄμματα, οὐκ ἠσθάνου ὡς ἄσαρκος, τὰ πολυώδυνα κολαστήρια, ἐν οἷς ὀφθεῖσα ἀκαταγώνιστος, ἔδραμες χαίρουσα, πρὸς τὴν ὑπερκόσμιον ἀναψυχήν, καὶ Μαρτύρων γέγονας, δόξης συνόμιλος.

Μάρτυς Χριστίνα χριστώνυμε, ἐπεχομένη στεῤῥῶς, τῆς φωνῆς τοῦ Νυμφίου σου, πάσης κατεφρόνησας, κοσμικῆς ματαιότητος, καὶ ἐν σταδίῳ Αὐτὸν κηρύξασα, ἐδέξω πέλταις τὸ τέλος χαίρουσα· ὅθεν ἀνέδραμες, εἰς παστάδα πάνσεμνε φωτοειδή, πάντων μνημονεύουσα, τῶν εὐφημούντων σε.

Μάρτυς Χριστίνα χριστώνυμε, μαρτυρικὴν πρὸς Χριστόν, παῤῥησίαν πλουτήσασα, ὡς Μαρτύρων στάδιον, ἀνενδότως τελέσασα, Αὐτῷ μὴ παύσῃ ἀεὶ πρεσβεύουσα, ῥυσθῆναι πόνων δεινῶν καὶ θλίψεων, τοὺς μακαρίζοντας, τὴν λαμπράν σου ἄθλησιν χαρμονικῶς, καὶ εὐφήμως ἄγοντας, τὴν θείαν μνήμην σου.




Δόξα. Ἦχος πλ. α'
Τῇ παρθενικῇ σου θελχεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητόν σε νύμφην ἑαυτῷ ἡρμόσατο, συναφείᾳ ἀκηράτῳ. Ἐν γὰρ τῷ θελήματι αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, Παρθενομάρτυς Χριστώνυμε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἡ αἰσχύνασα ἀνδρικῶς, ἀνδρῶν μισοθέων, τῇ ἐνστάσει σου τὴν ὀφρύν· χαίροις ὦ Χριστίνα, Χριστῷ ἡ νυμφευθεῖσα, προσάξασα ὡς προῖκα, Αὐτῷ τὸ αἷμά σου.




4 σχόλια: