ΣΕΠΤΕΜΒΡΙΟΣ 11!!
ΘΕΟΔΩΡΑ ΟΣΙΑ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄ .
Πανεύφημοι Μάρτυρες.
Τὴν
κλῆσίν σου Μῆτερ ἀληθῶς, λαμπροτέραν ἔδειξας, τῇ ἰσαγγέλῳ ἀσκήσει σου, καὶ τῇ
λαμπρότητι, τῆς σῆς πολιτείας, Θεοδώρα πάνσεμνε, καὶ θείων δωρεῶν ὤφθης
σκήνωμα· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν, τὸν σὲ
θαυμαστώσαντα.
Τὸν
τρώσαντα πρῴην σὲ ἐχθρόν, ὁλικῶς κατέτρωσας, τῆς μετανοίας τοῖς βέλεσι,
καὶ σκεῦος τίμιον, ἀρετῶν ὁσίων, Θεοδώρα πέφηνας, ἀνδρείοις ἀληθῶς ἀγωνίσμασιν
ὅτι ἠγώνισαι, ὡς ἀνὴρ κλήσει καὶ σχήματι, μετὰ τέλος, πάντας καταπλήξασα.
καὶ σκεῦος τίμιον, ἀρετῶν ὁσίων, Θεοδώρα πέφηνας, ἀνδρείοις ἀληθῶς ἀγωνίσμασιν
ὅτι ἠγώνισαι, ὡς ἀνὴρ κλήσει καὶ σχήματι, μετὰ τέλος, πάντας καταπλήξασα.
Τὴν
φύσιν τοῦ θήλεος σεμνή, παριδοῦσα ἔλαμψας, ἀσκητικοῖς ἀγωνίσμασιν, καθάπερ
ἄσαρκος, καὶ θαυμάτων χάριν, ἐκ Θεοῦ ἀπείληφας, τοῦ βίου σου τοῖς πᾶσιν
ἐμφαίνουσα, τὰ κατορθώματα, Θεοδώρα παμμακάριστε, τῶν Ἁγίων, Ἀγγέλων ἰσότιμε.
Φωτὸς
πληρουμένη θεϊκοῦ, καὶ τῆς ὑπὲρ ἔννοιαν, κατατρυφώσα φαιδρότητος, τοὺς
ἑορτάζοντας, τὴν σεπτήν σου μνήμην, καὶ πιστῶς προστρέχοντας, τῷ θείῳ σοῦ ναῷ
ἀεὶ φύλαττε, ἐκ πάσης θλίψεως, Θεοδώρα ἀεισέβαστε, τῇ θερμῇ σοῦ, πρεσβείᾳ πρὸς
Κύριον.
Δόξα.
Ἦχος β΄.
Ἀσκητικῇ
πολιτείᾳ λαμπρυνθεῖσα, τὸν τοῦ σκότους προστάτην κατῄσχυνας, ἐν ἀνδρείῳ φρονήματι,
ἀνδρικῶς ἀγωνισαμένη, καὶ ὡς θυσίαν εὐπρόσδεκτον, τοὺς σοὺς πόνους Χριστῷ
προσαγαγοῦσα, θείων δωρεῶν φερωνύμως ἔτυχες, Θεοδώρα θεόληπτε· νῦν δὲ τοῦ θείου
νυμφῶνος, ὁρῶσα τὸ κάλλος, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
φιλοπαρθένοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς
παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεάς, τὴν πηγὴν τῆς ζωῆς, καὶ
ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος
τὰς ψυχὰς ἡμῶν.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Φύσεως
τὸ σαθρόν, πάρειδες Θεοδώρα, καὶ ἀνδρικοὺς ἀγῶνας, μέσον ἀνδρῶν διῆλθες, ὡς
ἄγνωστος θεόληπτε.
Στ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ πρόσεσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Ἤνεγκας
καρτερῶς, δεινὴν συκοφαντίαν, καὶ μητρικῶς ἐκτρέφεις, τὸ βρέφος Θεοδώρα· διὸ
λαμπρῶς δεδόξασαι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τᾶ διαβήματά μου
Χάριν
παρὰ Θεοῦ, θαυμάτων δεξαμένη, θηρῶν ὁρμὴν ἐπέσχες, καὶ παραδόξως ὕδωρ, Ὁσία
Μῆτερ ἤντλησας.
Δόξα.
Τριαδικόν.
Δύναμιν
παρὰ σοῦ, Τρισήλιε Θεότης, αύλως δεχομένη, ἡ Θεοδώρα πόνους, ὑπερφυεῖς διήνυσε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἔσχες
ἐν σῇ γαστρί, τὸν πάντων συνοχέα, ἀτρέπτως Θεοτόκε, καὶ τοῦτον τοῖς ἐν κόσμῳ,
σωματικῶς προήγαγες.
Νῦν
ἀπολύεις, τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Δῶρον
ἔνθεον, ἡγιασμένον, Θεῷ ἤνεγκας, τὴν βιοτήν σου, Θεοδώρα Ὁσία πανεύφημε, τῆς
μετανοίας τὸ πῦρ γὰρ ἐμφαίνουσα, μέσον ἀνδρῶν φιλοσόφως διέλαμψας, ὅθεν
πρέσβευε, ἀπαύστως τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως
προσήχθης, ὥσπερ δῶρον πολύτιμον, Θεοδώρα Ὁσία τῳ Θεῷ δι’ ἀσκήσεως, καὶ θείων
μετασχοῦσα δωρεῶν, παρέχεις τὴν σὴν χάριν δαψιλῶς, τοῖς προστρέχουσιν ἐν πίστει
τῷ σῷ ναῷ, καὶ εὐλαβῶς βοῶσί σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Καὶ
νῦν. τὸ τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ
γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν
κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν
τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Γυναικείῳ
ἐν σώματι, καὶ ἀνδρείῳ ἐν σχήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, μέσον ἀνδρῶν
κατοικήσασα, καὶ πάθη μειώσασα, καὶ ὁρμᾷς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, ταῖς
ἀσκήσεσι, τῇ συντόνῳ δεήσει Θεοδώρα, καὶ ταῖς θείαις πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.
Ἀπὸ
γῆν σὲ ὁ ἥλιος, ὑποδὺς οὐ ἑώρακε, πλημμελούσαν ἔγνω δὲ σὲ ὁ ἄδυτος,
καρδιογνώστης καὶ Κύριος, ὁ βλέπων τὰ κρύφια, καὶ κατηύγασε φωτί, μετανοίας τὰ
ὄμματα, τῆς καρδίας σου· ὅθεν ἔσπευσας τοῦτον θεραπεύσαι, ἐπιμόνῳ ἐγκρατείᾳ, καὶ
ἀρετῶν τελειότητι.
Τοῦ
ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἀγνοήσασα, ὅπερ οὐκ ὠδίνησας, στέργεις νήπιον, καὶ
πατρικοῖς σπλάγχνοις ἔνδοξε, ἐκτρέφουσα ἔφερες, εὐσεβεῖ τῷ λογισμῷ, τὸ
ἀνθρώπινον ὄνειδος, τὴν ἀνύποιστον, ἐπιτίμησιν ὄντως, Θεοδώρα· διὰ τοῦτο τὴν
σεπτήν σου, ἐπιτελοῦμεν πανήγυριν.
Ἕτερα.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
ὁ ἀρχέκακος ἐχθρός, φθόνῳ σοι ἐπῆλθε συλήσας, τὴν σωφροσύνην σου, τότε τοῦτον
ᾔσχυνας καὶ καταβέβληκας, μετανοίας τοῖς δάκρυσι, καὶ τῆς ἐγκρατείας, τοῖς
στεῤῥοῖς παλαίσμασι, στεῤῥῶ φρονήματι, μέσον γὰρ ἀνδρῶν Θεοδώρα, οἱάπερ ἀνὴρ
διαλάμπεις, ἀρετῶν ἐνθέων τῇ λαμπρότητι.
Ὅτε
κατεσκήνωσας σεμνή, μέσον μοναστῶν θεοφόρων, ἀνδρειοτάτῃ ψυχῇ, τότε ὑπερέλαμψας
πόνοις ἀσκήσεως, καὶ πραέως τὸ ὄνειδος, τῆς συκοφαντίας, Θεοδώρα ἤνεγκας,
Χριστὸν δοξάζουσα· ὅθεν μετὰ τέλος τὸ θεῖον, ἅπαντες ἐξέστησαν Μῆτερ, γνόντες
τῶν πραγμάτων τὴν ἀλήθειαν.
Ὅτε
σοῦ τὴν δόξαν τὴν λαμπράν, ἐν τῇ ἐκδημίᾳ σου Μῆτερ, ἥν ἐθεάσατο, ἐν Ἁγίῳ
Πνεύματι ὁ σὸς ἡγέτης σεμνή, ἐφανέρωσεν ἅπασιν, ἐξέστησαν παντες· ὕμνοις γὰρ
προέπεμπον, τὴν σὴν ἁγίαν ψυχήν, ἄνω τῶν ἁγίων χορεῖαι· μεθ’ ὧν Θεοδώρα
δυσώπει, σώζεσθαι ἡμᾶς τοὺς σὲ γεραίροντας.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἡ τῆς Ὁσίας Θεοδώρας μνήμη, ὡς ἀστὴρ ἑωθινὸς ἐπέφανε, ταῖς θεϊκαῖς δωρεαῖς
πυρσεύουσα, τὰς διανοίας τῶν πιστῶν, τῆς θείας γὰρ ἀγάπης τὸ φῶς δεξαμένη, ὡς
λαμπὰς δαδουχεῖ τῆς μετανοίας τὴν λαμπρότητα· τοῖς εὐλαβῶς βοῶσι· χαίροις ἡ τὴν
γυναικείαν ἀσθένειαν ἀποῤῥίψασα, καὶ ἐν σχήματι καὶ κλήσει καὶ ἀνδρικῷ
φρονήματι, Χριστῷ εὐαρεστήσασα· χαίροις ἡ τοῦ πτερνίσαντός σε ἐχθροῦ, τὴν ὀφρὺν
ταπεινώσασα, ἀσκητικοῖς ἀγῶσιν· χαίροις θείων δωρεῶν, δοχεῖον πολύτιμον, καὶ
τῆς αἰωνίου ζωῆς κληρονόμος. Ἀλλ’ ὢ Θεοδώρα θεόφρον, ἀπαύστως πρέσβευε, ὑπὲρ
τῶν τιμώντων σε.
Καὶ
νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Σήμερον
ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν
ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ
κατεσκεύασεν ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ.
Ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.
Φῶς
ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα,
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη
ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς
ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ
ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς
διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ
εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ὡς
τῶν θείων δωρεῶν ἐπώνυμος, τὸ τῆς ψυχῆς ἀξίωμα, ὡς χρυσίον πολύτιμον, καὶ δῶρον
ἱερόν, τῷ Θεῷ προσήγαγες, Θεοδώρα Ὁσία, εἰ γὰρ καὶ πρὸς καιρόν, τῇ ἁμαρτίᾳ
συνηρπάγης, ἄλλα θᾶττον νοΐ σώφρονι, καὶ θεολήπτῳ ψυχῇ, τῷ φωτὶ τῆς μετανοίας
κατηυγάσθης, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας ἀπεδύσω, πάντα τὰ ἐν κόσμῳ μισήσασα· καὶ
νῦν τοῦ πόθου εὑροῦσα τὴν πλήρωσιν, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
β΄.
Τὸ
τοῦ θήλεος ἀσθενὲς ἀπειπαμένη, ἐν ἀνδρικῷ σχήματι καὶ κλήσει, τὸν Σταυρὸν ἦρας
τοῦ Σωτῆρος, Θεοδώρα θεόφρον, καὶ προθύμῳ καρδίᾳ, καὶ ταπεινῷ φρονήματι, τοῦ
ἐχθροῦ τὰς παγίδας συνέτριψας, λεληθότως βιοῦσα, συντονωτάτοις πόνοις, ἐν σοφίᾳ
πολλῇ, μέσον ἀνδρῶν θεοφόρων· ὅθεν θείου Πνεύματος, κατοικητήριον πέφηνας, καὶ
ἀρετῶν ὁσίων στηλογραφία ἔμπνους· Θεὸς γὰρ σὲ ἐδόξασεν, ὁ τοὺς καμάτους σου,
δεξάμενος, καὶ δοξασθεὶς διὰ σοῦ· ὢ πρέσβευε Μῆτερ, διδόναι ἡμῖν τὸ θεῖον
ἔλεος.
Ἦχος
γ .
Οἱ
τῶν ἀγώνων σου ἱδρῶτες, ὡς γλυκασμὸς μυστικός, τῶν παθῶν τὴν πικρίαν
ξηραίνουσιν, ἐν Ἁγίῳ Πνεύματι, Θεοδώρα Ὁσία ἀξιοθαύμαστε, ὑπερφυὼς γὰρ ἠγωνίσω,
καὶ τὸν ἀρχαῖον κατῄσχυνας ὄφιν, ἐν γυναικεῖῳ σώματι, καὶ ἀνδρείῳ φρονήματι, τῶν
γὰρ δακρύων σου τοὺς κρουνούς, ὡς μύρον εὐωδίας προσεδέξατο, Χριστὸς ὁ
φιλάνθρωπος, ω ἀκλινῶς ἠκολούθησας, σεαυτὴν ἀπαρνησαμένη· καὶ νῦν τῶν πόνων τὰ
ἔπαθλα κομιζομένη, καὶ Ἀγγέλοις συνοῦσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων
σε.
Δόξα.
Ἦχος δ΄.
Τῆς
ἐγκρατείας τῷ ἀρότρῳ, τὴν ψυχικὴν γεωργήσασα ἄρουραν, ὡς εὐκληματοῦσα ἄμπελος
ἐξήνεγκας, τῆς μετανοίας τὸν βότρυν, ἐξ οὗ τῆς ἀπαθείας τὸ νέκταρ τῇ Ἐκκλησίᾳ
ἐκβλύζει, Θεοδώρα Ὁσία ἀξιάγαστε· πάντας γὰρ ἐκπλήττεις, τῆς ζωῆς σου τῷ τρόπῳ,
καὶ τὰς ψυχὰς ἡμῶν εὐφραίνεις τῇ ἐν σοὶ δωρεᾷ τοῦ Πνεύματος. Ἀλλ’ ὢ Μῆτερ
θεόληπτε, τὸ θεῖον κάλλος ἐνορῶσα, παθῶν δυσμορφίας ἡμᾶς λύτρωσαι, τὸ θεῖον
ἡμῖν αἰτουμένη ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δι’
Ἀγγέλου προῤῥήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἀννης τῶν δικαίων, σήμερον
προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν
προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας
ἡ ἀντίδοσις. Διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς
ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ΕΙΣ
ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις
τῶν θεϊκῶν δωρεῶν, ἐπωνυμία ἀληθῶς θεοτύπωτος· ἡ σὴ γὰρ προσηγορία,
προδιαγράφει σαφῶς, τῆς σῆς πολιτείας τὴν λαμπρότητα· ἀγάπῃ τῇ θείᾳ γάρ,
πτερωθεῖσα ἀνέλαμψας, ἐν τῇ ἀσκήσει, Θεοδώρα ὡς ἄγγελος, τὴν εὐπάθειαν, τῆς
σαρκὸς καταλείψασα· ὅθεν τῇ πολιτείᾳ σου, τοὺς πάντας ἐξέπληξας, καὶ τῶν
δαιμόνων τὸ κράτος, ἀσκητικῶς καταβέβληκας, Χριστὸν δυσωπούσα, τοῖς τιμώσι σε
δοθῆναι, τὸ θεῖον ἔλεος.
Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον...
Χαίροις,
ἡ τοῦ ἐχθροῦ τὴν ὀφρύν, τῆ σῇ φρονήσει Θεοδώρα πατήσασα, σαύτην γὰρ ἀρνησαμένη,
καὶ ἐν στολῇ ἀνδρικῇ, καὶ σχήματι Μῆτερ πρὸς τὰ σκάμματα, τῆς θείας ἀσκήσεως,
θεοφρόνως ἐχώρησας, ἀνὴρ καθάπερ, γυναικείῳ ἐν σώματι, ἀριστεύσασα, τοῖς ὁσίοις
παλαίσμασιν, ὅθεν τοῦ θείου Πνεύματος, τὴν θείαν ἐνέργειαν, θεοδωρήτως ἐδέξω,
ὡς σεαυτὴν ἐκκαθάρασα. Καὶ νῦν τῆς ἀλήκτου, ἐντρυφῶσα εὐφροσύνης, ἡμῶν
μνημόνευε.
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Πᾶσαν
τὴν κατὰ σοῦ τοῦ ἐχθροῦ, τῇ σῇ φρονήσει καὶ πολλῇ ταπεινώσει σου, καθεῖλες ῥοπὴν
Ὁσία, καὶ δι· ἀγώνων στεῤῥῶν, θείας ἐνεργείας ὤφθης ὄργανον, ἐντεῦθεν θαλάττιος,
θὴρ λαμπρῶς ὑπετάγη σοι, καὶ ἐκ θανάτου, ἐπωδύνου λελύτρωται, ᾧ προσέδραμες,
χαλεπῶς κινδυνεύοντι, ὅθεν ὑπὲρ τὸν ἥλιον, ἐγνώσθη τοῖς πέρασιν, τῇ πολιτείᾳ
σου Μῆτερ, ἡ ἀρετὴ ἡ πανθαύμαστος, πρὸς δόξαν Κυρίου, Θεοδώρα μακαρία, τοῦ σὲ
δοξάσαντος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῆς
ἐγκρατείας τῷ πυρί, τῶν παθῶν τὴν ὕλην ἀναλώσασα, τῆς ἀπαθείας τὸν πυρσὸν
ἐδέξω, Θεοδώρα Ὁσία πολυθαύμαστε, θεολήπτῳ γὰρ ψυχῇ, τῶν πειρασμῶν ἐνεγκοῦσα
τὴν ἕφοδον, ὁ οὐκ ὠδίνησας τρέφεις νήπιον, ἀνενδότῳ καρτερίᾳ· καὶ μετὰ τέλος τὸ
ἅγιον, πάντες ἐξέστησαν, γνόντες τὸ ἐν σοὶ τελεσθὲν μυστήριον. Λαθοῦσα γὰρ
πάντας ἐβίωσας, ἐν μέσῳ ἀνδρῶν, καὶ Χριστὸν ἐδόξασας τὸν Σωτῆρα, τὸν δωρούμενον
διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Δεῦτε
ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν, ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς
προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν
βλαστήσασα ῥάβδος ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων,
Ἰωακεὶμ καὶ Ἀννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σὺν αὐτὴ
ἀνακαινίζεται. Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται. Ὁ
ναὸς ὁ ἅγιος, τὸ τῆς Θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικὸς
θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ
φύσεων, ἐτελεσιουργήθη μυστήριον, ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου
πανάμωμον γέννησιν.
Νῦν
ἀπολύεις, τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Δῶρον
ἔνθεον, ἡγιασμένον, Θεῷ ἤνεγκας, τὴν βιοτήν σου, Θεοδώρα Ὁσία πανεύφημε, τῆς μετανοίας
τὸ πῦρ γὰρ ἐμφαίνουσα, μέσον ἀνδρῶν φιλοσόφως διέλαμψας, ὅθεν πρέσβευε,
ἀπαύστως τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως
προσήχθης, ὥσπερ δῶρον πολύτιμον, Θεοδώρα Ὁσία τῳ Θεῷ δι’ ἀσκήσεως, καὶ θείων
μετασχοῦσα δωρεῶν, παρέχεις τὴν σὴν χάριν δαψιλῶς, τοῖς προστρέχουσιν ἐν πίστει
τῷ σῷ ναῷ, καὶ εὐλαβῶς βοῶσί σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ
στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πᾶσιν ἰάματα.
Καὶ
νῦν. τὸ τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ
γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν
κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν
τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐξέλαμψεν
ἡμῖν, ἡ ἁγία σου μνήμη, εὐφραίνουσα ἡμᾶς Θεοδώρα Ὁσία, ἥν πόθῳ ἑορτάζοντες, ἐκβοῶμέν
σοι πάνσεμνε, τοὺς προστρέχοντας, ἐν τῷ ἁγίῳ ναῷ σου, πάσης λύτρωσαι, τῶν
δυσμενῶν ἐπηρείας, ταῖς σαῖς ἀντιλήψεσι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς ὅμοιον.
Ἐξ
Ἄννης τῆς σεμνῆς, ἡ Πανάμωμος Κόρη, προῆλθε τοῖς ἐν γῇ, θεϊκῇ ἐπινεῦσει· διὸ
ὕμνον μεθέορτον, οἷ πιστοὶ ἀναμέλποντες, μεγαλύνωμεν, αὐτῆς τὴν γέννησιν
πίστει, ἥν ἐδόξασεν ὁ τῶν ἁπάντων Δεσπότης, χαρὰν προμηνύουσαν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείως
ὑπήνεγκας, τὴν τοῦ Βελίαρ ὁρμήν, καὶ τρέφεις τὸ νήπιον, ἐν σπλάχνοις τοῖς
μητρικοῖς, δοξάζουσα Κύριον, σὺ γὰρ συκοφαντίαν, τὴν δεινὴν ὑποστᾶσα, ἅπαντας
ἐκπαιδεύεις, εὐσεβῶς ὑπομένειν, Ὁσία Θεοδώρα, πειρασμῶν τὴν ἕφοδον.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς ὅμοιον.
Τὴν
θείαν σου γέννησιν, ὑμνολογοῦμεν Ἁγνή, δι’ ἧς ἐλυτρώθημεν, ἐκ τῆς ἀρχαίας ἀρᾶς,
τῷ τόκῳ σου Ἄχραντε, σὺ γὰρ ἀπὸ τῆς στείρας, παραδόξως τεχθεῖσα, ἔβλυσας εὐλογίας,
τὰ ἀείζωα ῥεῖθρα, κυήσασα τοῖς ἐν κόσμῳ, πηγὴν ζωῆς τὸν Κύριον.
Μετὰ
τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
Θεῷ ἀναθεῖσα ὁλοσχερῶς, καταλέλοιπας πάντα τὰ γεηρά, καὶ σχῆμα ἀμείψασα, καὶ τὴν
κλῆσιν θεόληπτε, καὶ ἅπαντας λαθοῦσα, σαύτην ἐγκατέμιξας, ἀνδρᾶσι θεοφόροις,
Χριστῷ ἀτενίζουσα· ὅθεν ἐγκρατείας, διαπρέψασα πόνοις, ὡς ἄγγελος ἔλαμψας, καὶ
θεόθεν δεδόξασαι, Θεοδώρα πανένδοξε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς ὅμοιον.
Ἐκ
τῆς στείρας τεχθεῖσα θείᾳ βουλῇ, προμηνύεις τὴν μέλλουσαν τοῖς βροτοῖς,
γενέσθαι ἐκλύτρωσιν, ἐξ ἀρᾶς τοῦ Προπάτορος, διὰ τοῦ ὑπὲρ φύσιν Πανάμωμε τόκου
σου, συντρίψαντος τὸν ᾌδην, δι’ ἔλεος ἄφατον· ὅθεν μεθεόρτους, νῦν προσάδομεν
ὕμνους, τῇ θείᾳ γεννήσει σου, καὶ πιστῶς ἐκβοῶμέν σοι· Θεοτόκε Πανύμνητε, πρέσβευε
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐλαβῶς προσκυνοῦσι,
τὴν ἄφραστον δόξαν σου.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι...
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον κατὰ Ματθαῖον, ζήτει τῇ ε΄ Δεκεμβρίου, τοῦ Ἁγίου
Σάββα.
Ὁ Ν΄.
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας.
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.:
Ἐλέησον μὲ ὁ Θεός...
Τῇ
ἰσαγγέλῳ σοῦ ζωῇ, δῶρον τίμιον σ’ αὐτὴν προσήγαγες, τῷ Θεῷ καὶ Σωτῆρι Θεοδώρα
Ὁσία Μῆτερ· τῆς γὰρ ἀγάπης αὐτοῦ, ἐνδεδυμένη τὴν ἰσχύν, πάντων κατίσχυσας, τῶν
ἐπελθόντων σοι δεινῶν καὶ ἐν ἀσκήσει δόκιμος φανεῖσα, και ἐν θαύμασι τὸν βίον
πιστώσασα, τῆς αἰωνίου ζωῆς τὸ γέρας ἐδέξω. Αὐτῆς καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ
τιμῶντες τὴν ἁγίαν μνήμην σου, ταῖς θεοδεκτοῖς πρεσβείαις σου.
Κανόνες, τῆς Ἑορτῆς ὁ α΄, καὶ τῆς Ἁγίας ὁ ἑξῆς. Ποίημα Ἰγνατίου.
ᾨδὴ
α' Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου
Τὸ
στόμα μου πλήρωσον, τῆς σῆς αἰνέσεως Κύριε, ὑμνοῦντος τὴν δόξαν σου, τὴν
πολυΰμνητον, καὶ γεραίροντος, τοὺς πόνους Θεοδώρας, εὐαρεστησάσης σοι, βίου
λαμπρότητι.
Ἀνέτειλε
σήμερον, ἡ Ἱερά σου πανήγυρις, ἡλίου φαιδρότερον, τὰς ἐν τῷ κόσμῳ ψυχάς,
καταυγάζουσα, καὶ ζόφον τῶν δαιμόνων, συντόνως ἐλαύνουσα, Ἀξιοθαύμαστε.
Οὐκ
ἔγνω δυόμενος, σὲ πλημμελοῦσαν ὁ ἥλιος, ὁ ἄδυτος ἔγνω δέ, μόνος ὡς πάντα εἰδώς,
καὶ κατηύγασεν, ἀκτῖσι μετανοίας, ψυχῆς σου τὰ ὄμματα, θεομακάριστε.
Θεοτοκίον
Ὡς
ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν,
ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.
ᾨδὴ
γ'. Τοὺς σοὺς ὑμνολόγους
Ἀνδρείαν
στολὴν ἐνδυσαμένη, καὶ φρόνημα ἕδραμες σπουδῇ, καὶ μοναστῶν συστήμασι, Σεμνὴ
σαυτὴν κατέμιξας, πρὸς τὰς ἀρχὰς πυκτεύουσα, τοῦ πονηροῦ κοσμοκράτορος.
Τὸ
χαῦνον τοῦ θήλεος ἀνδρείως, ἠλλάξω τῇ κλήσει ἀληθῶς, καὶ τῷ καινῷ τοῦ σχήματος,
τοῖς ἔργοις δῶρον τίμιον, καὶ τῷ Θεῷ ποθούμενον, σαυτὴν Ὁσία ἀνέδειξας.
Φρονήματι
τεταπεινωμένῳ, καὶ τρόποις χρηστοῖς διακονεῖν, σοῦ τὴν ἰσχὺν ἐπέδωκας, τοῖς τοῦ
Θεοῦ θεράπουσι· πρὸς ἀπαθείας ὕψος σε· ὅθεν αὐτὸς ἀνεβίβασε.
Θεοτοκίον
Χειμάζει
με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι Πανάμωμε, καὶ
χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω σε.
Κάθισμα
τῆς Ὁσίας. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἀσκήσει
ἐλάμπρυνας, τὴν Ἱεράν σου στολήν, καὶ δῶρον προσήνεξαι, τῷ σαρκωθέντι Θεῷ,
Θεοδώρα θεόπνευστε· χάριν δὲ ἰαμάτων, πρὸς αὐτοῦ εἰληφυῖα, νόσων ἀποδιώκεις,
τὴν ἀχλὺν μακαρία, πρεσβεύουσα τοῦ σωθῆναι, ἡμᾶς τοὺς εὐφημοῦντάς σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον
Ἰούδα
μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ εὐφραινέσθω Λευΐ,
ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· Τὶς ἐστιν
ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφὸς ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ
Θεοῦ.
ᾨδὴ
δ'. Τὴν ἀνεξιχνίαστον θείαν.
Ἤσκεις
πολυήμερον καρτερικῶς· Ἔνδοξε νηστείαν ὡς ἄσαρκος, τὸ ἀσθενές σου, νευρουμένη
τοῦ Χριστοῦ, τῷ πανσθενεῖ βουλήματι, θείᾳ τρεφομένη τε χάριτι.
Θείαν
ἐπεπόθησας περιβολήν, καὶ καταστολὴν ἀδιάφθορον· ὅθεν τριχίνοις, περιστέλλεις
σεαυτήν, εὐτελεστάτοις ῥάκεσι, πόνοις τὸ σαρκίον σου θλίβουσα.
Ἴδε
τὴν ταπείνωσιν καὶ τὸν κλαυθμόν, ἴδε μου τὴν θλίψιν καὶ κούφισον, τῆς ἁμαρτίας,
τὸν βαρύτατον κλοιόν· ἡ Θεοδώρα ἔκραζε, πρὸς τὸν μόνον σῴζειν δυνάμενον.
Θεοτοκίον
Ἡ
πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνά μοι, λῦσον τὴν ζόφον, τῶν
ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἐπέλασον, Κόρη λογισμοὺς τῆς καρδίας μου.
ᾨδὴ
ε'. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστησαν
τάξεις σε, τῶν Ἀσωμάτων βλέπουσαι, σώματι ἐνύλῳ μιμουμένην, τούτων τὸν βίον,
καὶ τὴν σεπτὴν ἀρετήν, καὶ καταπαλαίουσαν ἐχθρόν, πάλαι τὸν πτερνίσαντα,
Θεοδώρα ἀπάτῃ σε.
Θηρίων
ὁρμήματα, Θεὸς σοὶ καθυπέταξε, χάριν ἰαμάτων δεδωκώς σοι, τοῦτο κηρύττει ὁ τῇ
χειρί σου σωθείς, βρώσεις ἀγρίου τοῦ θηρός, ὃν περ ἐθεράπευσας, συντριβέντα
Ἀοίδιμε.
Ἐχθρὸς
ὁ πανοῦργός σοι, πολυειδεῖς ἐξήγειρε, Μῆτερ πειρασμούς, ἀλλὰ τῷ ξίφει, τοῦτον
Ὁσία τῆς ταπεινώσεως, ἔτρωσας συντρίψασα αὐτοῦ, κάραν πολυμήχανον, Θεοδώρα
θεόπνευστε.
Ἐκτρέφεις
τὸ νήπιον, τελείῳ τῷ φρονήματι, φέρεις τὴν δεινὴν συκοφαντίαν, εὐχαριστοῦσα τῷ
Παντοκράτορι, τῷ σοὶ χορηγήσαντι ἰσχύν, τῷ σὲ θαυμαστώσαντι, Θεοδώρα πανεύφημε.
Θεοτοκίον
Ἰσχύς
τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄρρηκτον
τεῖχος, ἀπὸ προσώπου ἐχθροῦ, σῴζουσα παντοίων με δεινῶν, τρέπουσα τάς φάλαγγας,
τοῦ δεινοῦ πολεμήτορος.
ᾨδὴ
ς'. Τὴν θείαν ταύτην
Πηγὴν
δακρύων προσφέρουσα, ἀπαύστως τρυχομένη καὶ στένουσα, τὴν ἐπιτίμησιν, καὶ
μοναστῶν τὴν διάζευξιν, εὐχαριστοῦσα φέρεις, θεομακάριστε.
Ποτὸν
θαλάσσιον ἔχουσα, ἀγρίαις τρεφομένη βασάνοις τε, μετὰ θηρίων δέ, αὐλιζομένη τὴν
ἔρημον, ὡς οὐρανὸν κατῴκεις, Ἀξιοθαύμαστε.
Φλογμὸν
ἡλίου ὑπήνεγκας, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος,
συνθαλπομένη τῇ χάριτι· ὅθεν τρυφᾷς τῆς ἄνω, μακαριότητος.
Θεοτοκίον
Τὴν
θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βλαστήσασαν, τὴν ἀγεώργητον,
χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.
Κοντάκιον
Ἦχος α'. Χορὸς Ἀγγελικὸς
Τὴν
νύκτα τῶν παθῶν, ἐκφυγοῦσα θεόφρον, προσῆλθες νοητῶς, τῷ Ἡλίῳ τῆς δόξης,
ἀσκήσει νεκρώσασα, τῆς σαρκὸς τὰ σκιρτήματα· ὅθεν γέγονας, ὑπογραμμὸς
μοναζόντων, καὶ ἀνόρθωσις, τῶν πεπτωκότων ἐν βίῳ" διὸ σε γεραίρομεν.
Ὁ
Οἶκος.
Ὑπογραμμὸς
ἀναδέδεικται πεπτωκόσιν ὁ βίος σου, καὶ βουλομένοις προσέρχεσθαι διὰ μετανοίας,
τῷ εἰδότι τὰ πταίσματα συγχωρεῖν, καθὼς γέγραπται· αὐτῷ γὰρ πιστεύσασα, καθάπερ
ἡ πόρνη, ἀντὶ μύρου προσήγαγες ὄμβρους δακρύων· ἐν οἷς τὸν ὄφιν ποντίσασα
καθεῖλες, καὶ τὴν νίκην ἀνεδήσω, Θεοδώρα τρισόλβιε· διὸ τὸ θηρίον νεκρώσασα
εὐχαῖς σου, νεκρὸν ἐξανέστησας δυνάμει τοῦ Κτίστου σου, ὑπὲρ οὗ σὺ νενέκρωσαι·
διὸ σε γεραίρομεν.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.
Καὶ σχῆμα καὶ
νοῦν ἀρρενοῖ Θεοδώρα,
Καὶ τὸν μέγαν
νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.
Ἑνδεκάτῃ
πύματον Θεοδώρη ὕπνον ἰαύει.
Αὕτη
ἡ Ὁσία ἧν ἐκ τῆς κατ΄ Αἴγυπτον περιφανοῦς πόλεως Ἀλεξανδρείας. Ἐκ περιβλέπτου
ἀναχθεῖσα γένους, συνεζεύχθη ἀνδρὶ τιμίῳ καὶ ἢν ἐν ἔτει νοδ΄. (474) ἐπὶ τῆς
βασιλείας Ζήνωνος. Ἀλλὰ φθόνῳ τοῦ τὰ καλὰ φθονοῦντος ἐχθροῦ, τὸ τῆς μοιχείας
διεπράξατο μῦσος, καὶ ἧν μετανοοῦσα καὶ στένουσα, καὶ δάκρυσιν ἱλεουμένη τὸν
Κύριον· διὸ καὶ χαίρειν πᾶσιν εἰποῦσα, λάθρα ἐξῆλθεν τοῦ ἑαυτῆς οἰκοῦ καὶ
συγγενείας· καὶ σχῆμα ἀμείψασα, καὶ ἀνδρῴαν περιθεμένη στολήν, παρεγένετο ἐν
τίνι Μοναστηρίῳ ἀνδρῶν ὡς εὐνοῦχος Θεόδωρος. Ἐνταῦθα, ἐν βαθείᾳ ταπεινώσει
ὑπερφυῶς ἠγωνίσατο, καὶ ποικίλους ὑπέστη πειρασμούς, ἐν ἀνενδοιάστῳ πίστει καὶ
ἀταράχῳ ψυχῆ. Συκοφαντηθεῖσα γὰρ ὡς διέφθειρεν κόρην τινά, ἐδέξατο τὸ τεχθέν,
καὶ ἀνέθρεψεν αὐτὸ ἐν σπλάγχνοις μητρικοῖς. Ἐντεῦθεν ἐδοξάσθη παρὰ Θεοῦ, καὶ
θαυμάτων αὐτουργὸς ἐγένετο, ἐνεργοῦσα ἐν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Καὶ
ἀποκαλυφθείσης ἐν τῷ τέλει αὐτῆς τῷ ἡγουμένῳ ἧς ἠξίωται δόξης οὐρανίου,
ἐξέστησαν ἅπαντες ἰδόντες ὅτι ἥν γυνή, καὶ ὑπερφυῶς ἐν πολλῇ καρτερίᾳ ἠγωνίσατο
κατὰ ἄνδρας, καὶ ἐδόξασαν τὸν Κύριον, τὸν ἐνισχύσαντα καὶ δοξάσαντα τὴν ἑαυτοῦ
Ὁσίαν. Ἧς ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανίου βασιλείας. Ἀμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ μαγείρου.
Ἤνεγκε πᾶν
δύσοιστον εὐψυχως βάρος,
Θείας ὁ
Εὐφρόσυνος ἠδονῆς χάριν.
Οὗτος
ἐγεννήθη ἀπὸ ἀγροίκους καὶ χωρικοὺς γονεῖς, καὶ ἐπομένως ἀνατραφεὶς μὲ
ἰδιωτικὴν καὶ ἀπαίδευτον ἀνατροφήν, ὕστερον εἰσῆλθεν εἰς μοναστήριον, καὶ
ἐνδυθεῖς τὸ σψῆμα, ἔγινεν ὑπηρέτης τῶν μοναχῶν. Ἐπειδὴ δὲ κατεγίνετο πάντοτε
εἰς τὸ μαγειρεῖον ὡς ἄγροίκος, κατεφρονεῖτο ἀπὸ ὅλους τοὺς μοναχοὺς καὶ
ἐπεριπαίζετο, πλὴν ὑπέφερεν ὁ μακάριος ὅλας τὰς καταφρονήσεις μὲ γενναιότητα
καρδίας καὶ σύνεσιν καὶ ἡσυχίαν τοῦ λογισμοῦ, χωρὶς νὰ ταράττεται δι’ ὅλου.
Διότι, ἄν καὶ ἦτον ἰδιώτης κατὰ τὸν λόγον, ὅμως δὲν ἦτον ἰδιώτης καὶ κατὰ τὴν
γνῶσιν. Διότι, εἰς τὸ μοναστήριον γὰρ ἐκεῖνο, ὅπου εὑρίσκρτο ὁ ἀοίδιμος, ἦτο
καὶ εἷς ἱερεὺς φίλος τοῦ Θεοῦ, ὅστις παρεκάλει προθύμως διὰ νὰ τῷ φανερώσῃ ὁ
Θεὸς τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ ἀπολαύσουν οἱ ἀγαπῶντες αὐτόν. Μίαν νύκτα
λοιπόν, κοιμωμένου τοῦ ἱερέως, ἐφάνη εἰς τὸν ὕπνον του, ὅτι εὑρέθη μέσα εἰς
περιβόλιον, καὶ ἔβλεπε τὰ ἐκεῖ εὑρισκόμενα πανευφρόσυνα ἀγαθὰ μὲ θάμβος καὶ
ἔκστασιν, ἐκεῖ δὲ εἶδε καὶ τὸν ἀνωτέρω μάγειρον του μοναστηρίου Εὐφρόσυνον,
ὅστις ἐστέκετο εἰς τὸ μέσον τοῦ περιβολίου, καὶ ἀπελάμβανε τὰ διάφορα ἐκεῖνα
ἀγαθά. Πλησιάσας λοιπὸν εἰς αὐτόν, ἠρώτα διὰ νὰ μάθῃ, ποῖον ἆρά γε εἶναι τὸ
περιβόλιον ἐκεῖνο! Καὶ πῶς αὐτὸς εὑρέθη εἰς αὐτό! Ὁ δὲ Εὐφρόσυνος,
ἀπεκρίθη:Τοῦτο εἶναι ἡ κατοικία τῶν τοῦ Θεοῦ ἐκλεκτῶν, ἐγὼ δέ, διὰ τὴν πολλὴν
ἀγαθότητα τοῦ Θεοῦ μου, ἐσυγχωρέθηκα νὰ εὐρίσκομαι ἐδῶ. καὶ ὁ ἱερεὺς τῷ λέγει:
Καὶ τί ἆρά γε κάμνεις εἰς τοῦτον τὸ περιβόλιον; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ἐγὼ
ἐξουσιάζων ὅλα ὅσα βλέπεις ἐδῶ, χαίρω καὶ εὐφραίνομαι εἰς τὴν τούτων θεωρίαν
καὶ νοερὰν ἀπόλαυσιν. Ὁ δὲ ἱερεύς, τῷ εἶπε: Δύνασαι νὰ μοὶ δώσῃς κανὲν ἀπὸ τὰ
ἀγαθὰ ταῦτα; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ναί, θὰ λάβῃς ἀπὸ ὅλα αὐτὰ μὲ τὴν χάριν τοῦ
Θεοῦ μου. τότε ὁ ἱερεὺς τῷ ἔδειξε μῆλά τινα, καὶ ἐζήτει νὰ τῷ δώσῃ ἀπὸ αὐτά.
Λαβὼν δὲ μερικὰ μήλα ὁ Εὐφρόσυνος, ἔβαλεν αὐτὰ εἰς τὸ ἐπανωφόριον τοῦ ἰερέως,
εἰπών: Ἰδού, κατατρύφησον τὰ μῆλα, τὰ ὁποῖα ἐζήτησας. Ἐπειδὴ δὲ τὸ σήμαντρον
ἐκτύπησε διὰ νὰ ἐγερθοῦν οἱ Πατέρες εἰς τὸν Ὄρθρον, ἐξύπνησεν ὁ ἱερεύς. Καὶ ἐν
ᾧ ἐνόμιζεν, ὅτι ἡ ὀπτασία ὅπου ἔβλεπεν ἦτον ὄνειρον, ἁπλώσας τὴν χεῖρά του εἰς
τὸ ἐπανωφόριόν του, εὗρε πραγματικῶς τὰ μῆλα. Καὶ θαυμάσας διὰ τὴν παράδοξον
αὐτῶν εὐωδίαν, ἔμεινεν ἀκίνητος εἰς ὥραν πολλήν.
Ἔπειτα,
πορευθεὶς εἰς τὴν Ἐκκλησίαν, καὶ βλέπων ἐκεῖ στεκόμενον τὸν Εὐφρόσυνον,
ἀπέσυρεν αὐτὸν εἰς παράμερον τόπον, καὶ τὸν ὥρκισε διὰ νὰ τῷ εἴπῃ ποῦ ἦτον
ἐκείνην τὴν νύκτα. Ὁ δὲ Εὐφρόσυνος ἔλεγε: Συγχώρησόν μοι Πάτερ, εἰς κἀνὲν μέρος
δὲν ὑπῆγα κατὰ τὴν νύκτα ταύτην, εἰμὴ τώρα ἦλθον εἰς τὴν Ἀκολουθίαν. Καὶ ὁ
ἱερεὺς εἶπε: Διὰ τοῦτο ἐγὼ πρότερον σὲ ἔδεσα μὲ ὅρκους, διὰ νὰ φανοῦν εἰς ὅλους
τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ σὺ δὲν πείθεσαι νὰ φανερώσῃς τὴν ἀλήθειαν; Τότε ὁ
ταπεινόφρων Εὐφρόσυνος ἀπεκρίθη: Ἐκεῖ Πάτερ ἤμην, ὅπου εἶναι τὰ ἀγαθά, τὰ ὁποῖα
μέλλουν νὰ κληρονομήσουν οἱ ἀγαπῶντες τὸν Θεόν, καὶ τὰ ὁποῖα καὶ σὺ πρὸ πολλῶν
ἐτῶν ἐζήτεις νὰ ἴδῃς, ἐκεῖ εἶδες καὶ ἐμὲ ἀπολαμβάνοντα τὰ τοῦ περιβολίου ἐκεῖνα
ἀγαθά. Διότι θέλων ὁ Κύριος νὰ πληροφορήσῃ τὴν ἀγιωσύνην σου περὶ τῶν
ζητουμένων ἀγαθῶν τῶν δικαίων, ἐνήργησε δι’ ἐμοῦ τοῦ εὐτελοῦς τοιοῦτον θαῦμα. Ὁ
δὲ ἱερεὺς εἶπε: Καὶ τί μοι Πάτερ Εὐφρόσυνε, τί μοι ἔδωκας ἐκ τῶν ἀγαθῶν τοῦ
περιβολίου; Ὁ δ’ Ἐὐφρόσυνος ἀπεκρίνατο: Τὰ ὡραῖα καὶ εὐωδέστατα μῆλα, τὰ ὁποῖα
τώρα ἔβαλες εἰς τὴν κλίνην σου, ὅμως Πάτερ συγχώρησον, ὅτι σκώληξ εἰμὶ καὶ οὐκ
ἄνθρωπος. Τότε ὁ ἱερεὺς διηγήθη εἰς ὅλους τοὺς ἀδελφοὺς τὴν ὀπτασίαν, τὴν
ὁποῖαν εἶδε, καὶ διὰ μέσου αὐτῆς παρεκίνησεν ὅλους εἰς θαυμασμὸν καὶ ἔκπληξιν,
καὶ εἰς ζῆλον τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Ὁ δὲ μακάριος Εὐφρόσυνος, φεύγων τὴν
δόξαν τῶν ἀνθρώπων, κρυφίως ἀνεχώρησεν ἀπὸ τὸ μοναστήριον. Καὶ ἐμακρύνθη
φυγαδεύων, μείνας ἀγνώριστος παντελῶς. πολλοὶ δὲ ἀσθενεῖς, τρώγοντες ἐκ τῶν
μήλων ἐκείνων, ἰατρεύθησαν ἀπὸ τὰς ἀσθενείας των.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου,
Διομήδους καὶ Διδύμου.
Διόδωρος
μάστιξι σὺν τοῖς συνάθλοις,
Τὴν σάρκα
δόντες, μαστιγοῦσι τὴν πλάνην.
Οὗτοι
οἱ Ἅγιοι, ἦσαν ἀπὸ τὴν Λαοδικείαν τῆς Συρίας. Συλληφθέντες δὲ ἀπὸ τὸν κατὰ
τόπον ἄρχοντα, καὶ παῤῥησίᾳ ὁμολογήσαντες ὅτι εἶναι χριστιανοί, ἐδάρησαν τόσον
ἀσπλάγχνως, ὥστε ἀπὸ τὸ πολὺν δαρμόν, παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ,
καὶ ἔλαβον παρ’ αὐτοῦ, τοὺς στεφάνους τοῦ μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, πρεσβύτιδος τὴν
ἡλικίαν.
Ὀσμὴν μύρων
ἔπνευσεν ἡ Μάρτυς, Ἴα,
Ἐρυθροβαφῶν
αἱμάτων ἀτμοπνόων.
Αὕτη
ἡ Ἁγία, γραῖα οὖσα κατὰ τὴν ἡλικίαν, ᾐχμαλωτίσθη ἀπὸ Πέρσας, ὁμοῦ μὲ ἐννέα
χιλιάδας χριστιανούς, οἱ ὁποῖοι ἐτιμωρήθησαν διαφοροτρόπως. Μαζὶ δὲ μὲ αὐτοὺς
παρεστάθη καὶ ἡ Ἁγία ἔμπροσθεν τῶν Ἀρχιμάγων τοῦ Βασιλέως τῆς Περσίας, καὶ
ἐτιμωρήθη μὲ διάφορα βάσανα, ὕστερον δ’ ἀπεκεφαλίσθη. Αδεται δὲ φήμη, ὅτι μετὰ
τὴν ἀποτομὴν τῆς ἱερᾶς της κεφαλῆς, ἡ γῆ ἐκείνη ὅπου ἐδέχθη τὸ αἷμά της,
ἐφούσκωσε καὶ ὑψώθη εἰς ὄγκον πολύν. Οἱ δὲ δήμιοι, οἱ ταύτην βασανίσαντες,
παρελύθησαν, καὶ ὁ ἥλιος ἐσκότισε τὸ φῶς του, καὶ ὁ περιέχων ἀὴρ ἐγέμισεν ἀπὸ
ευωδίαν γλυκυτάτην καὶ ἄῤῥητον. Οὕτω γὰρ δοξάζει ὁ Θεὸς τοὺς αὐτὶν δοξάζοντας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ
Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.
Ἄγχουσιν οἱ
τρεῖς ἀρτολιμῷ γεννάδαι,
ἄρτους τὸν
αἰτήσαντα δεῖξαι τοὺς λίθους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδώρας τῆς ἐκ
Πελοποννήσου, κειμένης ἐν τῷ χωρίῳ Βάστᾳ τῆς Μεγαλοπόλεως Ἀρκαδίας.
Θεω ὥσπερ
δώρημα Μῆτερ προσῆξας,
Πόνους
ἀσκήσεως καὶ χύσιν αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων·
Ἠλιοὺ τοῦ Σπηλαιώτου καὶ Ἀρσενίου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος
τῶν ἐν Σάμῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τῶν Ὁσίων Σεργίου καὶ
Γερμανοῦ, τῶν ἐν Βαλάμῃ θαυματουργῶν ἐκ τῆς Νοβαγράδας (Νεαπόλεως)
ἐπιστραφέντων εἰς τὴν ἐν Βαλάμῃ ἱερὰν αὐτῶν μονήν.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Οὐκ ἐλάτρευσαν
Ἀφορήτοις
σε, πληγαῖς ὁ πολυμήχανος, ἐχθρὸς συνέκοψε, φαντασιούμενος· ἀλλ᾿ αὐτοῦ
κατέβαλες, μάταιον φρύαγμα, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός
εὐλογητὸς εἶ.
Ξηροτάτους,
λάκκους ἔπλησας ἐντεύξει σου, ὑδάτων Ἔνδοξε, θαυματουργοῦσα σαφῶς, Θεὸν
μεγαλύνουσα, τὸν σὲ δοξάσαντα, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ὑπεκκαύματα,
παθῶν ἐναπεμάρανας, δακρύων ἐπιρροαῖς, καὶ φρυγανώδεις ἐχθροῦ, κακίας
κατέφλεξας, τῆς ἐγκρατείας πυρί, ἀναμέλπουσα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἡ
Βασίλισσα, Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Xριστόν, οἴκτειρον σῶσόν με νῦν·
κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν
πιστῶν ἡ σωτηρία.
ᾨδὴ
η'. Παῖδας εὐαγεῖς
Νοῒ
καθαρῷ λελαμπρυσμένος, ὁ σὸς ἀρχηγὸς ἀρθεὶς μετάρσιος, εἶδεν ἃ ἡτοίμασεν, ἀγαθὰ
σοι Κύριος, φωτοειδῆ Παράδεισον, καὶ ἀνεκλάλητον, νυμφῶνα Θεοδώρα, ἐν ᾧ σε, ὁ
ἀγωνοθέτης κατῴκισε νυμφίος.
Ἀγγέλων
Μαρτύρων καὶ Ὁσίων, χοροὶ τῆς ψυχῆς σου προεξάρχοντες, ταύτην πρὸς οὐράνια,
ἔφερον σκηνώματα, πρὸς τὴν ἐκεῖ κατάπαυσιν, εὐφραινομένων ἐν ᾗ, ὑπάρχει
κατοικία βοώντων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Πληθὺς
μοναστῶν συναθροισθεῖσα, τὸ θεῖον κηδεύει πίστει σῶμά σου, εἶδον δὲ παράδοξα,
ἔμαθον ἐξαίσια, ὅπως γυνὴ τῷ σώματι, ἀνδρῶν ἐν μέσῳ οἰκεῖν, ηὐδόκησας χειρὶ
σκεπομένη, τοῦ Παντοδυνάμου θεόφρον Θεοδώρα.
Θεοτοκίον
Ὀπίσω
σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε,
Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός σου λάμψαντος, μονογενοῦς σου Υἱοῦ, καὶ σοὶ
συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἅπας γηγενὴς
Ἔδυς
ὡς ἀστήρ, ἐν κόσμῳ Πανεύφημε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν
λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τάς καρδίας,
πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.
Πύλαι
οὐρανῶν, φαιδρῶς διηνοίγησαν, ἀπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ
Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα
ἦχος, ἔστιν ἑορτάζοντος, Θεοδώρα καὶ φῶς τὸ ἀνέσπερον.
Εὗρες
ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας, τὰς οὐρανίους τιμάς· ἔστης τῆς ἐφέσεως, αὐτὴν
εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν· κατατρυφᾷς τρανότερον καὶ καθαρώτερον, τοῦ
νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Θεοδώρα Ἀγγέλων τὰ τάγματα.
Θεοτοκίον
Σῶσόν
με ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν σου· πρὸς
μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον· τῆς αὐτοῦ
δὲ λύτρωσαι ἐνέδρας με, Θεοτόκε πιστῶν ἡ βοήθεια.
Ἐξαποστειλάριον
τῆς Ὁσίας. Γυναῖκες ἀκουτίσθητε
Τὸ
σχῆμα διαμείψασα, κρυπτοφανῶς ἐσκήνωσας, μέσον ἀνδρῶν μοναζόντων, νύμφη Χριστοῦ
Θεοδώρα, τρωθεῖσα θείῳ ἔρωτι, ὢ θαῦμα! πῶς τὴν ἄδικον, συκοφαντίαν ἤνεγκας, τὸν
πτερνιστὴν τροπουμένη, τῆς Εὔας Μήτηρ Ὁσία.Τής
Ἑορτῆς
ὅμοιον.
Ἐκ
στείρας προελήλυθας, τῷ κόσμῳ προεκφαίνουσα, τὴν δαψιλῆ χορηγίαν, τῆς θεἱκῆς
εὐλογίας, Παρθένε Παναμώμητε, Ἀδὰμ ἡ ἀνακαίνισις, διὸ τοῖς μεγαλύνουσι, τὴν
γέννησίν σου παράσχου, τὴν προστασίαν σου Κόρη.
ΕΙΣ
ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Μῆτερ
Θεοδώρα πάνσεμνε, πῶς ἐν τῷ μέσῳ ἀνδρῶν, ὑπὲρ φύσιν ἠγώνισαι, ἀπαντᾷς
λανθάνουσα, καὶ Θεὸν θεραπεύουσα; ἀλλ’ ἐν τῷ πόθῳ τῷ τοῦ νυμφίου σου, πάντων
κατίσχυσας ὡς ἀσώματος, ὤ τῶν ἀγώνων σου! ὢ τῆς καρτερίας σου! δι’ ἧς ἐχθρός, ὁ
πάλαι πτερνίσας σε, καταπεπάτηται.
Μῆτερ
Θεοδώρα ἔνδοξε συκοφαντίαν δεινήν, στεῤῥοτάτως ὑπέμεινας, καὶ τὴν ἐπιτίμησιν,
θεολήπτῳ φρονήματι, ὅθεν χαρίτων πολλῶν ἠξίωσαι, παρὰ Κυρίου τοῦ σὲ δοξασαντος,
ὅν καθικέτευε, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, τοῖς πιστῶς γεραίρουσι, τὴν θείαν
μνήμην σου.
Μῆτερ
Θεοδώρα πάντιμε, τῶν θεϊκῶν δωρεῶν, φερωνύμως τρυφήσασα, ὡς τὸν νοῦν καθάρασα,
διὰ πόνων ἀσκήσεως, θαυμάτων θείων ἐδέξω δύναμιν, θήρας ἀγρίους καθυποτάττουσα,
ὢ οἵας χάριτος, πρὸς Θεοῦ ἠξίωσαι! ὅθεν κάμοι, δίδου ταῖς πρεσβείαις σου, βίου
διόρθωσιν.
Μῆτερ
Θεοδώρα ἔνδοξε, μετὰ τὸ τέλος τὸ σόν, τὴν σὴν δόξαν ὁ Κύριος, πᾶσιν ἐφανέρωσεν,
ὁ δεχθεὶς τοὺς ἀγῶνάς σου. Ὅθεν τελοῦμεν τὴν θείαν μνήμην σου, καὶ τῷ σεπτῷ σοῦ
ναῷ προστρέχοντες, χάριν λαμβάνομεν, καὶ πιστῶς βοῶμεν σοι· Δίδου ἡμῖν, Ὁσία
δεόμεθα, τὴν σὴν βοήθειαν.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀνύσασα, τῆς ἐν Χριστῷ πολιτείας, ἐν πλατυσμῷ θείας
ἀγάπης Μῆτερ, τὰς σκολιὰς τρίβους τοῦ ἐχθροῦ ἀπεστένωσας, τῶν ἀγώνων τῷ πλάτει,
καὶ ὁσίως καὶ ἀμέμπτως Χριστὸν θεραπεύσασα, τῆς παρ’ αὐτοῦ εὐκλείας ἠξίωσαι, ἐν
μετοχῆ θεουμένη. Ἀλλ’ ὢ Θεοδώρα Ὁσία θεόληπτε, τῆς θείας δόξης ἀνακεκαλυμμένως
τρυφώσα, πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Αὕτη
ἥμερα Κυρίου, ἀγαλλιάσθε λαοί, ἰδοῦ γὰρ τοῦ φωτὸς ὁ νυμφῶν, καὶ ἡ βίβλος τοῦ
λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα,
προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ Μεγάλου· μόνη, καὶ μόνον εἰσάγουσα
Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ΔΟΞΟΛΟΓΙΑ
ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ
Μεγαλυνάριον.
Σκεῦος
δωρημάτων τῶν θεϊκῶν, Μῆτερ Θεοδώρα, διὰ βίου Ἀγγελικοῦ, φερωνύμως ὤφθης, καὶ
ἅπασι παρέχεις, ταχεῖαν προστασίαν, ταῖς ἱκεσίαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου