Σάββατο 3 Αυγούστου 2019

ΙΟΥΛΙΟΣ 12. ΑΓΙΑ ΒΕΡΟΝΙΚΗ ΑΙΜΟΡΡΟΟΥΣΑ ΑΚΟΛΟΥΘΙΑ



ΙΟΥΛΙΟΣ ΙΒ΄

ΒΕΡΟΝΙΚΗΣ ΤΗΣ ΑΙΜΟΡΡΟΟΥΣΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια.  Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Τ

ῆς Βερονίκης τὴν μνήμην πανηγυρίσωμεν· αὕτη γὰρ ἰαθεῖσα, τῇ ἀφῇ ἱματίου, Χριστοῦ τοῦ Ζωοδότου βίον σεμνόν, καταλλήλως διήνυσε, καὶ τῶν Ἁγίων τῆς δόξης ἐν οὐρανοῖς, ἀνεδείχθη ἰσοστάσιος.

 

Ε

ὐγνωμονοῦσα Κυρίῳ ψυχῆς θερμότητι, Αὐτοῦ τὴν θείαν στήλην, τῷ σῷ οἴκῳ Ἁγία, ἀνήγειρας ἐν πίστει ἐξ ἧς δαψιλής, χάρις πᾶσι δεδώρηται, εἰς σωτηρίαν σωμάτων τε καὶ ψυχῶν, Βερονίκη πανσεβάσμιε.

 

ς τετρωμένη τῷ πόθῳ Χριστοῦ πανεύφημε, Αὐτῷ κατηκολούθεις, ἥκοντι πρὸς τὸ πάθος, καὶ τούτου τὴν ἁγίαν ὄψιν σεμνή, τυπωθεῖσαν εἰσδέδεξαι, ἐν σουδαρίῳ βουλήσει θεαρχικῇ, Βερονίκη παμμακάριστε.

 

Ἕτερα. Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσιν.

ς ἐν πίστει προσέδραμες, τῷ Σωτῆρι κηρύττοντι, τῆς ζωῆς τὸ ἅγιον Εὐαγγέλιον, τῆς σῆς ἐφέσεως ἔτυχες, Αὐτοῦ ὥσπερ ἥψω γάρ, ἱματίου εὐλαβῶς, τῆς ἰάσεως πάραυτα, ἐκ τῆς μάστιγος, ἠξιώθης θεόφρον Βερονίκη, καὶ Αὐτοῦ τὴν εὐσπλαγχνίαν, μεγαλοφώνως ἐδόξαζες.

 

Κ

αθορῶσα τὸν Κύριον, πρὸς τὸ πάθος βαδίζοντα, καὶ περιῤῥεόμενον ὥσπερ ἄνθρωπον, πολλῷ ἱδρῶτι τὸ πρόσωπον, δι’ ἄφατον ἔλεος, τούτῳ δέδωκας σεμνή, ἀπομάξασθαι ῥάκιον, ᾧ τετύπωται, ἡ γλυκεῖα καὶ θεία Αὐτοῦ ὄψις, Βερονίκη μακαρία, ἁγιασμὸν πᾶσι νέμουσα.

 

Θ

εαρέστως βιώσασα, ὡς Κυρίου μαθήτρια, καὶ Χριστὸν δοξάσασα θείαις πράξεσι, πρὸς τὸν νυμφῶνα ἀνέδραμες, τῆς ἄνω λαμπρότητος, καὶ Ἁγίων τοῖς χοροῖς, ὡς Ἁγίων ἠρίθμησαι· μεθ’ ὧν πρέσβευε, Βερονίκη πταισμάτων λύσιν δοῦναι, καὶ παθῶν τὴν θεραπείαν, τοῖς σὲ γεραίρουσι πάνσεμνε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τ

ῶν ἐντολῶν τοῦ Χριστοῦ, δεξαμένη τὸν σπόρον, τῆς εὐσεβείας τοὺς καρπούς, ἐγεώργησας Βερονίκη θεόφρον· τῆς γὰρ θείας δωρεᾶς, κατανοοῦσα τὸ μέγεθος, κατάλληλον τρόπον ἐπεδείξω, τῶν φθειρομένων τὸν νοῦν χωρίσασα· καὶ τῷ δι’ οἶκτον ἀμέτρητον, ἐπὶ γῆς ὀφθέντι, ἐν εἴδει σαρκός, ἀμέμπτως ἠκολούθησας, ἤθεσι σεμνοῖς, καὶ ἀρετῶν ἰδέαις· καὶ νῦν τῆς δόξης Αὐτοῦ κατατρυφῶσα, ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον

Τ

ίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γ

υναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δ

ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δ

ίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Τ

οῦ ἱματίου τοῦ Σωτῆρος, πίστει καὶ πόθῳ ἁψαμένη, οὐ μόνον τῆς συνεχούσης σε μάστιγος, τὴν θεραπείαν ἐκομίσω, ἀλλὰ καὶ θείου φωτισμοῦ πεπλήρωσαι, τῇ πρὸς Χριστὸν ἐγγύτητι· ὁ γὰρ Κύριος τῆς δόξης, λαμπρῶς σε προσελάβετο, καὶ οἰκείαν θεράπαιναν ἔδειξε, Βερονίκη μακαρία· καὶ τοῖς λόγοις Αὐτοῦ, τὰ σὰ ῥυθμίζουσα, ἀξίως μετέσχες, τῆς ἀλήκτου ζωῆς, ἧς καὶ ἡμεῖς μετασχοίημεν, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου.

 

Ἦχος β΄.

ς ἀληθῶς μακαρία ὤφθης, Βερονίκη σεμνή, τὸν μόνον μακάριον, καὶ Θεὸν τῶν ολων, ἐπιλειμμένον βροτείας φύσεως, τοῖς ὀφθαλμοῖς ἰδοῦσα· Αὐτῷ γὰρ προσεπέλασας, ἐν πίστει θερμῇ, καὶ τῆς μακαρίας φωνῆς ἤκουσας λεγούσης· θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην· καὶ τὸ ῥηθὲν εἰς ἔργον θεμένη, δικαιοσύνης ταῖς τρίβους πεπόρευσαι, καὶ ἀμέμπτως Χριστῷ ἐλάτρευσας· ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

ναρέτοις πράξεσι, Χριστῷ δουλεύουσα, μαθήτρια Αὐτοῦ ἐδείχθης, ἀνενδοιάστῳ ψυχῇ, Βερονίκη παναοίδιμε, καὶ Αὐτῷ ἀκολουθοῦσα, πρὸς τὸ πάθος πορευομένῳ, παρ’ Αὐτοῦ ἐδέξω τὸ σουδάριον, ὃ πιστῶς ἐνεχείρισας, ἐκμάξαι τὸν τοῦ προσώπου ἱδρῶτα· ὢ χάριτος ἧς ἔτυχες, καὶ δωρεᾶς θεοσδότου!  ἐν αὐτῷ γὰρ μεμόρφωται, ἡ τοῦ Σωτῆρος παναγία μορφή, ζωὴν παρέχουσα, καὶ φῶς ἀληθινόν, καὶ εἰρήνην ἀκατάλυτον, τοῖς εὐσεβῶς βοῶσι· Κύριε, δόξα Σοι.

 

 

Δόξα. Ἦχος δ΄.

Τ

ῆς ἐν σαρκὶ ζωῆς, τοῦ Σωτῆρος κοινωνήσασα, ὡς αὐτόπτης Αὐτοῦ, τῆς αἰωνίου σωτηρίας μέτοχος ὤφθης, Βερονίκη θεόληπτε· τῷ γὰρ θείῳ αἵματι, τῆς ἀρχαίας ἀρᾶς ῥυσθεῖσα, ἐν καινότητι ζωῆς ἐπολιτεύσω, ὡς τὰ ἄνω ποθοῦσα καὶ ζητοῦσα, ὁλοτρόπῳ σπουδῇ· καὶ νῦν Ἀγγέλοις συνοῦσα, καὶ ἀνακεκαλυμμένως Χριστὸν ὁρῶσα, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ν

εῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

τε, προσεπέλασας Χριστῷ, καὶ ἀφῇ κρασπέδου ἐδέξω, σαρκὸς τὴν ἴασιν, τότε καὶ τὸ ἄϋλον, φῶς καὶ οὐράνιον, τῆς Αὐτοῦ ἐπιγνώσεως, τῇ ψυχῇ ἐδέξω, καὶ τῆς θείας πίστεως, χάριν τὴν ἄφθονον· ὅθεν, Βερονίκη θεόφρον, τῆς σῆς καθαρᾶς πολιτείας, μέλπομεν τὰ θεῖα προτερήματα.

 

Στιχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

τε, τὸ σουδάριον χερσί, δέδωκας Χριστῷ ἐρχομένῳ, πρὸς πάθος ἄχραντον, τότε ὡς ἀπέμαξεν, Αὐτοῦ τὸ πρόσωπον, παραδόξως τετύπωται, ἐν αὐτῷ ἡ θεία, ὄψις καὶ σεβάσμιος, καὶ πανακήρατος, ἥνπερ, εὐλαβῶς προσκυνοῦντες, μέλπομεν σεμνὴ Βερονίκη, τὰ τῶν ἀρετῶν σου κατορθώματα.

 

Στιχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Β

ίον, διανύσασα σεμνόν, καὶ ἐν εὐσεβείᾳ ἀπάσῃ, Χριστῷ δουλεύσασα, τούτου τῆς λαμπρότητος, καὶ ὡραιότητος, Βερονίκη ἠξίωσαι, μετὰ θεῖον τέλος, καὶ Ἀγγέλων σύσκηνος, καὶ ὁμοδίαιτος, πᾶσι, τοῖς Ἁγίοις ἐδείχθης, μεθ’ ὧν ἐκδυσώπει ἀπαύστως, δοῦναι τῶν πταισμάτων ἡμῖν ἄφεσιν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τ

ὸ τῆς φύσεως σαθρόν, ἐν ἀγάπῃ θείᾳ ἐπιῤῥώσασα, τοῦ Εὐαγγελίου τὸν δρόμον, ἀνδρείως τετέλεκας, Βερονίκη ἀοίδιμε· τῶν γὰρ ῥήσεων Χριστοῦ, πρακτικῶς τὰς ἐκβάσεις δρεπομένη, θείων δωρεῶν μετέσχηκας, τῆς ὕλης ἐκβᾶσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, τῆς Εὔας τὸν πόθον καρπουμένην· ἀλλὰ πρέσβευε μακαρία, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

 

 

 

Καὶ νῦν. Θεοτοκίον

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ε

ὑροῦσα τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Αὐτὸν ἐθεράπευσας δι’ ἐνάρετου ζωῆς, καὶ βίου σεμνότητος· ὅθεν τῆς ουρανίου, μετασχοῦσα εὐκλείας, πρέσβευε τῷ Κυρίῳ, Βερονίκη Ἁγία, ὑπὲρ τῶν εὐφημούντων, τὰ σὰ προτερήματα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τ

ὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τ

ὴν ἄχραντον μορφήν, τοῦ Χριστοῦ Βερονίκη, πλουτήσασα πιστῶς, ἐν σεπτῷ σουδαρίῳ, Αὐτοῦ θεία θεράπαινα, ἀληθῶς ἐχρημάτισας· τῆς ἀγάπης γάρ, Αὐτοῦ τὸ πῦρ δεξαμένη, πεπολίτευσαι, ὡς οὐρανόφρων ἐν κόσμῳ, ζωῆς καθαρότητι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κ

υήσασα Χριστόν, ὑπὲρ νοῦν τε καὶ λόγον, καὶ μείνασα ἁγνή, ὥσπερ ἦσθα πρὸ τόκου, Παρθένε πανάμωμε, Θεοτόκε πανύμνητε, πάσης ῥῦσαί με, φθορᾶς καὶ πάσης μανίας, τοῦ ἀλάστορος, καὶ μετανοίας τῷ φέγγει, τὸν νοῦν μου καταύγασον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τ

ὴν στήλην ἐνίδρυσας πρὸ τῆς οἰκίας τῆς Σῆς, Χριστοῦ τοῦ παντάνακτος εὐχαριστοῦσα Αὐτῷ, ἀνθ’ ὢν καλῶς ετυχες· ἔνθεν οἰκειωθεῖσα, διὰ βίου τελείου, τούτῳ τῆς οὐρανίου, εὐκληρίας μετέσχες, θεόφρον Βερονίκη, Ἀγγέλων συνόμιλε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θ

εὸν σωματώσασα ἄνευ τροπῆς καὶ φυρμοῦ, ἐθέωσας ἄχραντε τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν τῷ τόκῳ Σου· ὅθεν Σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, δοξάζομεν Θεοτόκε, καὶ πιστῶς Σοι βοῶμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τ

οῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθοῦσα, πολιτείαν ἄμεμπτον, διέδραμες ἐπὶ τῆς γῆς, καὶ τῆς ἀλήκτου λαμπρότητος, ὦ Βερονίκη, συμμέτοχος γέγονας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τ

ὸν Χριστὸν κυήσασα, ἀνερμηνεύτως, τοὺς γενάρχας ὕψωσας, ἐκ τῆς φθορᾶς πρὸς τὴν ζωήν, ἐξ ἧς τὸ πάλαι ἐξώσθησαν, Θεογεννῆτορ, βροτῶν ἀνακαίνισις.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. Η΄, 41-48)

Ὁ Ν’ ψαλμός.

Δόξα Πατρί. Ταῖς τῆς Σῆς Ἁγίας πρεσβείαις…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στιχ.: Ἐλέησόν με ὁ Θεός...

Τ

ῆς τοῦ Χριστοῦ ὑπὲρ νοῦν ὡραιότητος, ἐν οὐρανοῖς ἀπολαύουσα, καὶ μετοχῇ ἀΰλῳ θεουμένῃ, Βερονίκη πανεύφημε, μὴ παύσῃ πρεσβεύουσα δεόμεθα, πάσης βλάβης ῥύεσθαι, καὶ πειρασμῶν καὶ σκανδάλων, τοὺς πόθῳ τελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τῇ Βερονίκῃ, μέλισμα θεῖον. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τ

αῖς ὑπερφώτοις ἀκτῖσι τοῦ παντουργοῦ, λαμπομένη Πνεύματος, Βερονίκη νοητῶς, αἴτησόν μοι θεῖον φωτισμόν, ἀνυμνῆσαί σου τοῦ βίου τὴν λαμπρότητα.

νίκα πίστει προσέδραμες τῷ Χριστῷ, καὶ ἁφῇ θεόληπτε, ἱματίων τῶν Αὐτοῦ, εὗρες θεραπείαν θαυμαστήν, κατηυγάσθης τῷ φωτὶ τῆς θείας πίστεως.

Β

εβαίαν πίστιν προσήγαγες τῷ Χριστῷ, ὡς Αὐτὸν ἐπέγνωκας, προσδοκίαν τῶν ἐθνῶν, καὶ Αὐτοῦ τῶν θείων ἐντολῶν, Βερονίκη τοὺς καρποὺς ἐκαλλιέργησας.

Θεοτοκίον.

κ τῶν ἁγνῶν Σου αἱμάτων σωματωθείς, Λόγος ὁ ὑπέρθεος, διπλοῦς ὤφθη ἐπὶ γῆς, καὶ ἐκ τῆς κατάρας τὸν Ἀδάμ, ἐλυτρώσατο Παρθένε ὡς φιλάνθρωπος.

 

 

 

 

 

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.

ύσεως αἵματος σεμνή, παραδόξως ῥυσθεῖσα, τῇ ἁφῇ τοῦ κρασπέδου, τοῦ Σωτῆρος Ἰησοῦ, Αὐτῷ ἀγάπην θερμήν, Βερονίκη, ἐκ ψυχῆς προσήγαγες.

λον τὸν πόθον σου σεμνή, ἔχουσα πρὸς τὸν Κτίστην, τὴν Αὐτοῦ θείαν στήλην, πρὸ τοῦ οἴκου σου πιστῶς, κατέστησας εἰς πολλῶν, Βερονίκη, γνῶσιν τὴν σωτήριον.

Ν

όμου εἰδυῖα πληρωτήν, τὸν Χριστὸν ἑκουσίως, πρὸς τὸ ἄχραντον πάθος, πορευόμενον σεμνή, ἐν σουδαρίῳ Αὐτοῦ, ἐκομίσω, πρόσωπον τὸ ἅγιον.

Θεοτοκίον.

σχύν μοι δίδου δυσωπῶ, κατὰ πάσης μανίας, καὶ δεινῆς ἐπηρείας, τοῦ ἀλάστορος ἐχθροῦ, Θεογεννῆτορ ἁγνή, ἵνα τούτου, φύγω τὰ βουλεύματα.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τ

ῷ Χριστῷ κολληθεῖσα ἀφ’ οὗ τὴν ἴασιν, Βερονίκη ἐδέξω τῇ τοῦ κρασπέδου ἁφῇ, ἐπληρώθης φωτισμοῦ τῆς θείας χάριτος, καὶ διηκόνησας Αὐτῷ, καὶ τὸ πρόσωπον Αὐτοῦ, ἀφράστως ἐν σουδαρίῳ, ἐκτυπωθὲν ἐδωρήσω, τοῖς ἐν γῇ θείῳ θελήματι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θ

εοτόκε Παρθένε Μῆτερ ἀνύμφευτε, προστασία τοῦ κόσμου καὶ σωτηρία ἡμῶν, συνηθείας πονηρᾶς ταλαιπωρούσης με, ταῖς μητρικαῖς Σου προσευχαῖς, πρὸς τὸν φιλάνθρωπον Θεόν, ἀπάλλαξον ἱκετεύω, καὶ μετανοίας πρὸς τρίβον, κατεύθυνόν μου τὴν διάνοιαν.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Κ

αλῶς διήγαγες, τὴν πολιτείαν σου, τοῦ Σωτῆρος τῷ φόβῳ τὴν σὴν ψυχήν, Βερονίκη πάνσεμνε, ἀλλοτριοῦσα ὑλικῶν, θεοφρόνως ἐπιδόσεων.

 τῆς καρδίας σου, ἔφεσις ἅπασα, τεταμένη πρὸς τὸν ἐκ δεινῆς, νόσου σε ῥυσάμενον, προτρέπει ἴχνεσιν Αὐτοῦ, Βερονίκη πιστῶς ἕπεσθαι.

Μ

ὴ δειλιάσασα, ὄπισθεν ἔδραμες, καὶ καθήψω χιτῶνος πίστει θερμῇ, τοῦ Χριστοῦ πανεύφημε, καὶ παραυτίκα ἡ ῥοή, ἡ τοῦ αἵματος ἐξήραται.

Θεοτοκίον.

κ Σοῦ ὁ ἄναρχος, Θεὸς προέδραμε, σαρκωθεὶς ὑπὲρ λόγον ἄνευ τροπῆς, ἐξ ἁγνῶν αἱμάτων Σου, καὶ ἀνεκαίνισεν ἡμᾶς, Θεοτόκε ὡς φιλάνθρωπος.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Λ

ελαμπρυσμένη θείῳ φωτί, τοῦ Εὐαγγελίου τοὺς καρπούς, τῇ καθαρᾷ πολιτείᾳ σου, ἅπασι προβάλλεις ψυχὰς ἐκτρέφουσα, θεόφρον Βερονίκη τῶν γεραιρόντων σε.

δρυσας στήλην τὴν ἱεράν, ἐν εὐγνωμοσύνῃ τοῦ Χριστοῦ, πρὸ τοῦ σοῦ οἴκου θεόπνευστε, τύπον παραστήσασα θείων πράξεων, θεόφρον Βερονίκη σαυτὴν τῷ βίῳ σου.

Σ

ωτῆρα βλέψασα τὸν Χριστόν, πρὸς σφαγὴν ἁγόμενον σεμνή, δακρύων ἔχεας ῥεύματα, καὶ ἐν ἐκμαγείῳ Αὐτοῦ τὸ πρόσωπον, ἐδέξω Βερονίκη πλούτῳ χρηστότητος.

Θεοτοκίον.

Μ

ὴ διαλίπῃς Μῆτερ Θεοῦ, πάσης ῥυομένη με φθορᾶς, τοῦ παλαιοῦ πολεμήτορος, καὶ πρὸς ἐνταλμάτων θείων ἐκπλήρωσιν, ἀεὶ καθοδηγοῦσά με τὸν ἱκέτην Σου.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

γάπῃ τῇ κρείττονι, πτερουμένη πρὸς Θεόν, θεοπρεπῶς ἐβάδισας, τὴν ὁδὸν ἐνταλμάτων τῶν θεϊκῶν, καὶ πρὸς ἀτελεύτητον, προσεχώρησας ζωὴν ἀξιοθαύμαστε.

Θ

εράπαινα πέφηνας, θεοφόρος τοῦ Χριστοῦ, Αὐτὸν θερμῶς ποθήσασα, καὶ διδάγματα τούτου τὰ ἱερά, ἐν σοὶ θησαυρίσασα, Βερονίκη καὶ εὐσεβῶς πληρώσασα.

λαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κατὰ Δαβὶδ γεγένησαι, Βερονίκῃ ἐλαίῳ τῶν ἀρετῶν, ψυχὰς ἱλαρύνουσα, τῶν τελούντων τὴν μνήμην σου ἐν ᾄσμασι.

Θεοτοκίον.

σχὺς καὶ ὀχύρωμα, καὶ προπύργιον στεῤῥόν, γενοῦ ἡμῖν πανάμωμε, κατὰ πάσης μανίας τοῦ δυσμενοῦς, αὐτοῦ διαλύουσα, τὰς πικρὰς ἐπιθέσεις τῇ σῇ χάριτι.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τ

ῷ Χριστῷ προσέδραμες, θερμῇ τῇ πίστει, καὶ τυχοῦσα πάνσεμνε, τῆς θεραπείας παρ’ Αὐτοῦ, δι’ ἀρετῆς κατηξίωσαι, ὦ Βερονίκη τῆς ἄνω λαμπρότητος.

Ὁ Οἶκος.

Σ

υνεχομένη μάστιγι δεινῇ, καὶ ἐπὶ ἔτη δώδεκα κατατρυχομένη, πρὸς τὸν Σωτῆρα Χριστόν, τὸν μόνον ἰατῆρα ψυχῶν τε καὶ σωμάτων, πίστει θερμῇ προσέδραμες Ἁγία· καὶ τῶν ἱματίων Αὐτοῦ, λάθρα ἁψαμένη, ἔστη ἡ ῥύσις τοῦ αἵματος, καὶ ἀνέβλυσεν ἐν σοί, ῥεῖθρον ζωῆς αἰωνίου, Θεὸν σεσαρκωμένον τοῦτον ἐπιγνούσῃ· Ὃν θεασαμένη ἐπὶ τὸ ἑκούσιον πάθος πορευόμενον, ἐπέδωκας Αὐτῷ σουδάριον, τὸν ἱδρῶτα ἐκμάξαι τοῦ προσώπου, ἐν ᾧ ἡ θεία Αὐτοῦ μορφὴ παραδόξως τετύπωται· καὶ δι’ ἐναρέτου ζωῆς θεραπεύσασα Αὐτον, κατηξίωσαι, ὦ Βερονίκη τῆς ἄνω λαμπρότητος.

 

Συναξάριον.

Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, ἡ Ἁγία Βερονίκη ἡ αἱμοῤῥοοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Δροσοβόλον μέν.

λοκάρπωμα ὡς θεῖον καὶ εὐπρόσδεκτον, Κυρίῳ προσενήνοχας, Βερονίκη τὰ τῆς ζωῆς σου, πράξεις ἀγαθάς, βοῶσα καὶ λέγουσα Αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ν

όμου θείου τοῦ τῆς χάριτος τὴν ἔλλαμψιν, ἐν τῇ ψυχῇ πλουτήσασα, Βερονίκη βίῳ ἁγίῳ, οἷάπερ λαμπάς, ἐξέλαμψας ψάλλουσα Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Γ

νώμην ἔμφρονα καὶ τρόπον ἐνθεώτατον, προσπτησαμένη πάνσεμνε, ἐθεράπευσας Βερονίκη, πράξεσι σεμναῖς, Χριστὸν ᾯ ἐβόας εὐλαβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

σωμάτωσας Θεὸν τὸν ὑπερούσιον, ὑπὲρ αἰτίαν πάναγνε, καὶ τῷ τόκῳ Σου ἐλυτρώσω, τῆς προγονικῆς, ἀρᾶς τοὺς βοῶντας ἐν χαρᾷ· χαῖρε καθέδρα ὑψηλή, τοῦ Βασιλέως Χριστοῦ.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

αντισμῷ τῶν ἱδρώτων περιῤῥεόμενος, ὁ Σωτὴρ πρὸς τὸ πάθος ἑκὼν ἐρχόμενος, ῥάκει δὲ σεπτῷ, ὃ παρέσχες ἐμάξατο, καὶ ἡ θεία θέα, ἐν τούτῳ ἐτυπώθη.

Α

ὐτοψεὶ ὡς κατεῖδες Χριστὸν τὸν Κύριον, παρ’ Αὐτοῦ ἐπληρώθης πολλῆς συνέσεως, καὶ θεοπρεπῶς, τὴν ζωὴν διανύσασα, δόξης Βερονίκη, τῆς ἄνω ἠξιώθης.

Σ

ὺν Ἀγγέλοις καὶ πάντων Ἁγίων τάξεσιν, ἐν φωτὶ τῷ ἀΰλῳ περιχορεύουσα, πρέσβευε ἀεί, Βερονίκη τοῦ σώζεσθαι, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Μ

αριὰμ Θεοτόκε Μῆτερ ἀπείρανδρε, τοῦ τῶν ὅλων Δεσπότου καὶ παντοκράτορος, τῆς τοῦ πονηροῦ, κοσμοκράτορος ῥῦσαί με, πάσης μεθοδείας, καὶ πάσης ἐπηρείας.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.

δὸν βαδίσασα τὴν εἰσάγουσαν, πρὸς νοητὰ τῆς ἄνω Βασιλείας σκηνώματα, ἐν τῷ φωτὶ Κυρίου κατεσκήνωσας, καὶ τῆς ζωῆς τὸ στέφος ἐδέξω πάνσεμνε, παρὰ Χριστοῦ θεόφρον, Βερονίκη τοῦ παντάνακτος.

μνεῖν καὶ ᾄδειν ὕμνον τὸν ἔνθεον, τῇ παντουργῷ Τριάδι σὺν Ἀγγέλοις ἠξίωσαι, ὡς καλῶς τὸν δρόμον σου τετέλεκας· μεθ’ ὧν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας, τοὺς σὲ Βερονίκη, ἐπαξίως μακαρίζοντας.

ψωσον χεῖρας Χριστῷ ἱκέτιδας, ὑπὲρ τῶν σὲ τιμώντων Βερονίκη θεόληπτε, καὶ τὸν ὕμνον τοῦτον ὅν σοι ἐξύφανα, πρόσδεξαι δυσωπῶ σε καὶ τῶν πταισμάτων μοι, αἴτει τὴν συγχώρησιν, παρὰ τοῦ παντοκράτορος.

Θεοτοκίον.

δωρ πηγάζουσα τὸ ἁλλόμενον, πρὸς τὴν ζωὴν Παρθένε τὴν αἰώνιον τέξασα, τὸν πάντων Βασιλέα καὶ Θεὸν ἡμῶν, πότισόν με διψῶντα τὴν θείαν χάριν Σου, καὶ τοὺς πεπυρωμένους, τῶν παθῶν μου σβέσον ἄνθρακας.

 

Ἐξαποστειλάριον.  Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.

Τ

οῦ σώματος τὴν ἴασιν, παρὰ Χριστοῦ ὡς ἔλαβες, θεογνωσίας τὴν χάριν, ἐν τῇ ψυχῇ σου ἐδέξω, τῇ πρὸς Αὐτὸν ἐγγύτητι, ὡς καθαρὰ τῷ πνεύματι, ὦ Βερονίκη ἔνδοξε, καὶ τῶν Ἁγίων τῶν δήμων, ἰσότιμος ἀνεδείχθης.

Θεοτοκίον.

Σ

ωματικῶς κυήσασα, ἀναλλοιώτως Δέσποινα, τὸν Ποιητὴν τῶν ἁπάντων, διὰ χρηστότητος πλοῦτον, σωματικῶς με λύτρωσαι, παθῶν τῶν ἐνοχλούντων με, καὶ τὴν ψυχήν μου λάμπρυνον, τῆς ἀπαθείας τῷ φέγγει, καὶ σῶσόν με Θεοτόκε.

 

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

δωκας φιλάνθρωπε, τῇ Βερονίκῃ τὴν ἴασιν, εὐλαβῶς προσελθούσῃ σοι, καὶ τῶν ἱματίων σου, πίστει ἁψαένη· ὅθεν σε ἀνύμνει, τὸν δι’ ἡμᾶς ὑπερφυῶς, σωματωθέντα δι’ ἀγαθότητα, καὶ κόσμον λυτρωσάμενον, τῆς τοῦ Ἀδὰμ κατακρίσεως· ἧς λιταῖς ἡμᾶς οἴκτειρον, καὶ παράσχου συγχώρησιν.

 

δραμες καὶ δέδωκας, τῷ ἀγομένῳ εἰς θάνατον, δι’ ἀγάπην ἀμέτρητον, Χριστῷ τῷ Θεῷ ἡμῶν, τὸ σὸν ἐκμαγεῖον, δι’ οὗ τὸν ἱδρῶτα, ἀπέμαξε τοῦ ἑαυτοῦ, θείου προσώπου ἐν ᾧ τετύπωται, μορφὴ ἡ ὑπερκόσμιος, χάριν καὶ ἔλεος νέμουσα, Βερονίκη καὶ ἴασιν, καὶ εἰρήνην οὐράνιον.

 

Λ

όγους καὶ διδάγματα, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, νουνεχῶς θησαυρίσασα, Βερονίκη πάνσεμνε, ψυχῆς τῷ ταμείῳ, ἐν αὐτοῖς τὸν βίον, τὸν σὸν ῥυθμίζεις εὐσεβῶς, καὶ θείαις πράξεσιν εὐηρέστησας, Χριστῷ τῷ Παντοκράτορι, οὗ καθορῶσα τὴν ἔλλαμψιν, ὑπὲρ πάντων ἱκέτευε, τῶν τελούντων τὴν μνήμην σου.

 

λην τὴν διάνοιαν, καὶ τῆς ψυχῆς σου τὴν ἔφεσιν, τῷ Χριστῷ ἀνατείνουσα, θεοφρόνως ἤνυσας, τὴν σὴν πολιτείαν, καὶ τῶν ὑπὲρ λόγον, ἀξιωθεῖσα ἀγαθῶν, ὦ Βερονίκη ἀξιοθαύμαστε, ἀπαύστως καθικέτευε, χάριν διδόναι καὶ ἔλεος, τοῖς πιστῶς ἑορτάζουσι, τὴν ἀοίδιμον μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τ

ῆς κατ’ ἀρετῶν ζωῆς, ἀγαμένη τὴν λαμπρότητα, τῶν θείων ἐντολῶς ἐργάτις ὤφθης, Βερονίκη θεόφρον· καὶ τῷ Σωτῆρι Χριστῷ, ἀμέμπτως λατρεύσασα, τῷ σὲ οἰκείαν θεράπαιναν ἀναδείξαντι, τῆς οὐρανίου Βασιλείας μετέσχες, καὶ τὸν καρπὸν ἐδρέψω, τῆς κατὰ χάριν θεώσεως. Ἀλλ’ ὡς τῆς θείας εὐφροσύνης κοινωνοῦσα, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Ν

αὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χ

άριτος τυχοῦσα παρὰ Χριστοῦ, βίον Βερονίκη, ἐβιώσω θεοφιλῆ, οὗπερ ἐν ταῖς τρίβοις, ὁδήγει ταῖς λιταῖς σου, τοὺς τῇ θερμῇ πρεσβείᾳ σου καταφεύγοντας.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου