ΙΟΥΛΙΟΣ
ΚΑ΄.
ΠΑΡΘΕΝΙΟΣ
ΑΡΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου
μοναχοῦ Μικραγιαννανίτου)
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος
β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
ἀνετέθης τῷ Θεῷ, πάντων τῶν τοῦ κόσμου πραγμάτων, μακρύνας Ὅσιε, τότε ἐνθεώτατος,
ὤφθης Παρθένιε, ἐργασίᾳ τοῦ κρείττονος, τῶν πάλαι Ἁγίων, βίον τὸν ἐνάρετον,
Πάτερ μιμούμενος· ὅθεν, χαρισμάτων τῶν θείων, ἱερὸν ἀνεδείχθης, καὶ στεφάνῳ
δόξης κεκαλλώπισαι.
Ὅτε,
εὐδοκίᾳ θεϊκῇ, θεῖος Ἱεράρχης ἐδείχθης, τῆς Ἐκκλησίας Χριστοῦ, τότε τὴν λαχοῦσάν
σοι, ποίμνην Παρθένιε, πρακτικαῖς ὑποθήκαις σου, καὶ βίῳ ἀμέμπτῳ, Πάτερ
καθωδήγησας, πρὸς ἀρετῶν τὴν ὁδόν· πᾶσι γὰρ παρέχεις τὴν χάριν, οὐ μόνον ἀνθρώποις
πλουσίως, ἀλλὰ καὶ ἀλόγοις τε καὶ κτήνεσι.
Ὅτε,
ὥσπερ ἄνθη νοητά, τὰ σεπτά σου λείψανα Πάτερ, ἐκ τάφου ὤφθησαν, τότε τὴν τοῦ
Πνεύματος, ὀσμὴν διέπνευσαν, ὑπὲρ μύρα πολύτιμα, καὶ τῆς εὐωδίας, ἅπαντας ἐπλήρωσαν,
τῆς ἐν σοὶ χάριτος· ὅθεν, ὡς τῶν πάλαι Ἁγίων, σύσκηνον ἐδόξασαν πάντες, καὶ
Χριστοῦ θεράποντα σὲ ὕμνησαν.
Θεῖος,
ἀνεδείχθης ἰατήρ, Πάτερ νοσημάτων ποικίλων, Ἁγίῳ Πνεύματι· πάθη γὰρ δυσίατα
παύεις ἑκάστοτε, ἐξαιρέτως δὲ Ἅγιε, βοῶν καὶ προβάτων, θεραπεύεις ἅπαντα, τὰ ἀῤῥωστήματα·
ὅθεν, τὴν ἁγίαν σου κάραν, ἔχοντες ὡς ἅγιον δῶρον, ταύτῃ καταφεύγομεν Παρθένιε.
Δόξα. Ἦχος δ΄.
Ἰχνηλατήσας
Ὁσίων τὸν βίον, ὁσιότητα κατωρθώσας, ἐν ἀληθεῖ δικαιοσύνῃ καὶ ταπεινώσεως πλούτῳ,
Πάτερ θεόφρον Παρθένιε. Καὶ τῶν ἐκ ταύτης τρυφήσας ἀγαθῶν, ἀρχιερεὺς ὅσιος καὶ ἄκακος,
κατὰ Παῦλον ὤφθης, τῷ ἀδύτῳ φωτὶ τελεσθείς· ὡς υἱὸς γὰρ φωτὸς ἐπολιτεύσω, καὶ τῷ
φωτὶ τῶν θείων προσταγμάτων κατευθύνεις, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ πρὸς Θεὸν
πρεσβείᾳ σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου λύτρωσαι εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος
θεοειδής, ἐν τοῖς ὑστέροις χρόνοις, Παρθένιε ἐφάνης, μεγαλυνθεὶς θεόθεν, τῷ ἐναρέτῳ
βίῳ σου.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Σκεῦος
τῶν ἀρετῶν, καὶ τύπος καλῶν ἔργων, τῇ λογικῇ σου ποίμνῃ, Παρθένιε ἐδείχθης, ὡς Ἱεράρχης
ὅσιος.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Βρύει
οἷα πηγή, ἰάματα ποικίλα, ἡ θεία κεφαλή Σου, καὶ τὰ τῶν βοσκημάτων, ἰᾶται ἀῤῥωστήματα.
Δόξα. Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, ὁμόδοξε Θεότης, οἰκτείρησον τὸν κόσμον, λιταῖς
τοῦ Ἱεράρχου Σου.
Καὶ νῦν. Θεοτοκίον.
Σάρκα
ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ὁ Λόγος, δίχα τροπῆς φορέσας, διπλοῦς Παρθένε ὤφθη,
καὶ τὸν Ἀδὰμ ἀνέπλασε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον
καύχημα, τῆς Ἐκκλησίας, ὡς τοῦ Πνεύματος, λαμπρὸν δοχεῖον, ἀνεδείχθης Ἱεράρχα
Παρθένιε· τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος, τῆς δωρεᾶς τῶν Ἁγίων ἠξίωσαι. Πάτερ
Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως
ἐβίωσας ἐν ταπεινώσει πολλῇ, Παρθένιε Ὅσιε καὶ θεϊκῶν δωρεῶν, ἀξίως μετέσχηκας·
ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι κάραν, λαμβάνομεν θεραπείας, καὶ ψυχῶν
σωτηρίαν· διό σε Ἱεράρχα, ὕμνοις γεραίρομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πάτερ Παρθένιε ζωήν, ἀγαπήσας ἔνθεον,
τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἐργάτης δόκιμος, ἀληθῶς ἐδείχθης, ἐν ὑστέροις ἔτεσι,
καὶ θεῖος Ἱεράρχης γενόμενος, ψήφῳ τῆς κρείττονος, πρακτικώτατος ἐν ἅπασι, τῇ σῇ
ποίμνῃ ὤφθης ὡς θεόληπτος.
Πάτερ Παρθένιε ψυχῆς, ἀνυψῶν τὴν ἔφεσιν,
πρὸς τὰ ἀεὶ διαμένοντα, τὰ ἄνω Ὅσιε, ὁλικῶς ἐπόθεις, καὶ ἔσπευδες κτήσασθαι, τῶν
κάτω ὡς φθαρτῶν ἀφιστάμενος· καὶ νῦν τοῦ πόθου σου, εἰληφὼς τὸ πέρας πρέσβευε, Ἱεράρχα
ὑπὲρ τῶν τιμώντων σε.
Πάτερ Παρθένιε τὴν σήν, κάραν τὴν
σεβάσμιον, ὁ σὸς λαὸς ὡς ἁγίασμα, καὶ θεῖον δώρημα, κεκτημένος ῥῶσιν, ἐξ αὐτῆς
καὶ ἔλεος, λαμβάνει τῇ δοθείσῃ σοι χάριτι· πᾶσι παρέχει γάρ, τοῖς αἰτοῦσι τὴν
βοήθειαν, καὶ ἰᾶται, ἀλόγων νοσήματα.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ
τοῦ παραδόξου θαύματος.
Πάτερ ἱερὲ Παρθένιε, δικαιοσύνης ὁδόν,
ἐκ παιδὸς πορευόμενος, καὶ Χριστοῦ τοῖς ἴχνεσι, θεοφρόνως ἑπόμενος, ἄκακος ὤφθης
τοῖς τρόποις Ὅσιε, εὐθὺς καὶ πρᾶος καὶ πλήρης χάριτος· ὅθεν ἱέρευσας, τῷ Θεῷ ὡς
ἄγγελος Ἱεραρχῶν, τὴν στολὴν τὴν ἔνθεον, ἀμφιασάμενος.
Πάτερ παμμάκαρ Παρθένιε, δι’ ἐναρέτου
ζωῆς, καὶ πολλῆς ταπεινώσεως, εἰς ὕψος ἀνέδραμες, ἀπαθείας θεόληπτε· ὅθεν ἐδέξω
δύναμιν ἄνωθεν, πάθη ἰᾶσθαι ψυχῆς καὶ σώματος, καὶ τὰ νοσήματα, ἐξαιρέτως Ἅγιε,
τὰ τῶν βοῶν, τῶν προσκαλουμένων σε, ψυχῆς θερμότητι.
Πάτερ θεόφρον Παρθένιε, ἁγιασμοῦ
δωρεάς, καὶ ἰάσεων χάριτας, ἡ ἁγία καρά σου, ὡς τοῦ Πνεύματος σκήνωμα, ἀεὶ
πηγάζει ἀρωματίζουσα, τοὺς προσιόντας ταύτῃ ἑκάστοτε, καὶ ταὰ παθήματα,
θεραπεύει πάντοτε, τὰ τῶν βοῶν, καὶ ὑγείαν ἄμισθον, νέμει τοῖς θρέμμασι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον λαμπρὰ ἐπέφανε, ἡ νεοφανὴς
πανήγυρις, τοῦ Ἱεράρχου Παρθενίου, τὴν Ἐκκλησίαν πυρσεύουσα. Δεῦτε οὖν, τῶν Ὀρθοδόξων
αἱ χορεῖαι, πνευματικῶς ἑορτάσωμεν, τούτῳ ἐκβοῶντες· χαίροις, τῶν πάλαι Ὁσίων
μιμητὴς καὶ ὁμότροπος, θεοφιλέσιν ἔργοις, καὶ τῆς δόξης ἰσότιμος· χαίροις ὁ τῶν
θαυμάτων δεξάμενος τὴν χάριν, καὶ πᾶσι παρέχων, εὐεργεσίας δωρεάς· χαίροις, τοῦ
πιστοῦ σου λαοῦ προστάτης θερμότατος, καὶ τῶν ἀλόγων ζώων, ἰατρὸς συμπαθής. Ἀλλ’
ὦ παμμάκαρ Παρθένιε, ἀδιαλείπτως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ
κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν.
Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ
ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος
αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν
ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς
φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.
Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ
Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ
θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος
γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς
δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν
καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας
καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον
συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ
ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας·
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί.
Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι,
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α’.
Εὐφραίνεται ἐνθέως, ὁ σὸς λαὸς Παρθένιε, πάλαι μὲν
θεῖον ποιμένα πλουτήσας σε, νῦν δὲ μεσίτην πρὸς Θεόν, ἔχων ἀξιόθεον. Καὶ τὴν
ἁγίαν σου κάραν, ὡς κιβωτὸν ἁγιασμοῦ κεκτημένος, ἁγιασμὸν ψυχῆς καὶ σώματος,
καὶ ἴασιν καὶ λύτρωσιν, ἐξ αὐτῆς καρποῦται· ἀνεκφοίτητος γὰρ πέλει, ἐκ ταύτης ἡ
χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα τὰ παράδοξα. Ἀλλ’ ὦ Πάτερ μακάριε, μὴ παύσῃ
παρέχειν ἡμῖν τὴν σὴν βοήθειαν, καὶ ἀσινῆ φυλάττειν, τῶν θρεμμάτων ἡμῶν, τὰς
ἀγέλας δέομεθα.
Ἦχος β΄.
Ἱεραρχῶν καινὸν σεμνολόγημα, τῇ τοῦ βίου σεμνότητι,
καὶ εὐθύτητι τρόπων, ἀνεδείχθης Παρθένιε. Μακάριος εἶ, ὅτι ἐν νόμῳ Κυρίου,
ἡμέρας καὶ νυκτὸς ἐμελέτησας, στοιχειωθεὶς ἀγάπῃ θείᾳ. Καὶ ὡς φοῖνιξ
κατάκαρπος, ἐν ὕδασι τῆς ἐγκρατείας βλαστήσας, τοῖς καρποῖς τῆς πίστεως,
τρέφεις ἑκάστοτε, εὐσεβῶν τὴν διάνοιαν.
Ἦχος γ΄.
Ὡς προσφορὰν εὐπρόσδεκτον προσήγαγες, τὰς σὰς ὁσίας
πράξεις, τῷ ὑπὲρ ἡμῶν ἐθελουσίως Τυθέντι, Ἱεράρχα Παρθένιε. Θεολήπτῳ γὰρ
φρονήματι, ὡς ξένος τοῦ κόσμου καὶ πάροικος, λαθὼν πάντας ἐβίωσας. Καὶ μέσον
κόσμου ἀναστρεφόμενος, οὐρανόφρων ὤφθης, καὶ πλήρης θείας ἐλλάμψεως, πάσης
ὑλικῆς συναφείας νεκρωθείς· ὅθεν τὴν κεκρυμμένην ζωήν σου, ὁ τῶν κρυπτῶν
γνώστης καὶ Θεὸς δοξάζων, πᾶσι ἐμφανῆ, τὴν σὴν λαμπρότητα πεποίηκε, μετὰ τὸ
ἅγιον τέλος σου, Πάτερ ἁγιώτατε. Ἁγίων γὰρ ἰσότιμον, ἀληθῶς σε ἔδειξε, θαυμάτων
ἐνεργείαις, καὶ προστάτην ἑτοιμότατον, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.
Δόξα. Ἦχος δ΄.
Θεοπρεπὴς ὁ βίος σου, θεοφόρε
Παρθένιε, ἀρετῶν ἰδέαις κεκοσμημένος, καὶ μακάριον τὸ τέλος σου, ἁγιοπρεπέσι
τιμαῖς δοξασθέν· ὅτι ὡς λειμὼν εὐώδης, ἀνοιγεὶς ὁ τάφος σου ὤφθη. Εὐωδίαν γὰρ οὐράνιον,
ἐπισκιάσει τοῦ Παρακλήτου, πᾶσι διέπνευσεν, ἐμφαίνουσαν ἡμῖν, τὴν σὴν
καθαρότητα, δι’ ἧς εὐωδία Χριστοῦ κατὰ Παῦλον γέγονας. Καὶ ὡς μυροθήκη τῆς
χάριτος, ἡ σεβασμία κάρα σου, τοῖς εὐσεβέσι δέδοται, δυσωδίαν παθῶν ἐλαύνουσα,
καὶ παρέχουσα ἀεί, ἰαμάτων δωρήματα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις,
ὁ Ἱεράρχης Χριστοῦ, ὁ κοινωνήσας τῆς Ἁγίων λαμπρότητος, δι’ ἔργων δικαιοσύνης,
καὶ ἐναρέτου ζωῆς, καὶ ἠθῶν ἀμέμπτων τῇ σεμνότητι· ἐντεῦθεν ἀνέλαμψας, ὥσπερ ἄστρον
νεόφωτον, ἐσχάτοις χρόνοις, καταυγάζων Παρθένιε, θείᾳ χάριτι, εὐσεβῶν τὴν
διάνοιαν· ὅθεν τοῦ ὑπὲρ ἔννοιαν, φωτὸς ἐμφορούμενος, λῦσον παθῶν τὴν ὁμίχλην,
ταῖς φωτοφόροις πρεσβείαις σου, διδοὺς ἡμῖν πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ
θεῖον ἔλεος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Χαίρει,
ἡ κληρουχία ἡ σή, λαμπρυνομένη τῇ δοθείσῃ σοι χάριτι, σὺν ταύτῃ καὶ ἡ πατρίς
σου, ἀγαλλιᾶται πιστῶς, ὡς φυτόν σε θεῖον γεωργήσασα· καὶ ἄμφω τὴν μνήμην σου, ἑορτάζουσαι
κράζουσι· Μὴ διαλίπῃς, Ἱεράρχα Παρθένιε, νέμειν πάντοτε, τὴν θερμήν σου ἀντίληψιν,
ἅπασι τοῖς προστρέχουσι, τῇ κάρᾳ σου Ἅγιε, καὶ ὁλοψύχως ζητοῦσι, τὴν σὴν
πρεσβείαν πρὸς Κύριον, ὡς ἂν πολυπλόκων, λυτρωθείημεν κινδύνων, καὶ
περιστάσεων.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Δρόσος,
ἐξ οὐρανοῦ θαυμαστῶς, ἡνίκα ἤνοικται ὁ τάφος σου Ἅγιε, ὡράθη κατερχομένη, τὴν σὴν
ὁσίαν ζωήν, τοῦ Θεοῦ τῶν ὅλων μεγαλύνοντος, ὀσμὴ δὲ οὐράνιος, ἐνεργείᾳ τοῦ
Πνεύματος, διεξεχύθη, ἐπὶ πᾶσαν Παρθένιε, τὴν κωμόπολιν, τοὺς πιστοὺς
κατευφραίνουσα· ὅθεν τὴν πανσεβάσμιον, γεραίροντες κάραν σου, πάσης λυτρούμεθα
βλάβης, καὶ ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἀνυμνοῦντες, τὸν ὑστέροις σε τοῖς
χρόνοις, λαμπρῶς δοξάσαντα.
Δόξα. Ἦχος πλ. δ .
Δεῦτε
ἅπαντες πιστοί, αἶνον καινὸν προσοίσωμεν, τῷ νέῳ τοῦ Χριστοῦ Ἱεράρχῃ, Παρθενίῳ τῷ
τρισμάκαρι· ἁγιοπρεπῶς γὰρ πεπολίτευται, καὶ τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεόν, ἁγιωσύνης
ἐθεράπευσε πράξεσι, σωφρόνως καὶ δικαίως διαγαγών, ἧς ἠξίωται ὑπουργίας· ὅθεν ἐν
Ἁγίοις γέγονεν ὁ κλήρος αὐτοῦ, καὶ ἀνακεκαλυμμένως τρυφᾷ τῆς θεώσεως, πρεσβεύων
ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νέον
καύχημα, τῆς Ἐκκλησίας, ὡς τοῦ Πνεύματος, λαμπρὸν δοχεῖον, ἀνεδείχθης Ἱεράρχα
Παρθένιε· τῶν ἀρετῶν γὰρ ἐργάτης γενόμενος, τῆς δωρεᾶς τῶν Ἁγίων ἠξίωσαι. Πάτερ
Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμέμπτως
ἐβίωσας ἐν ταπεινώσει πολλῇ, Παρθένιε Ὅσιε καὶ θεϊκῶν δωρεῶν, ἀξίως μετέσχηκας·
ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι κάραν, λαμβάνομεν θεραπείας, καὶ ψυχῶν
σωτηρίαν· διό σε Ἱεράρχα, ὕμνοις γεραίρομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Νεόφωτος
ἀστήρ, ἀρετῶν δᾳδουχίᾳ, ἐφάνης ἀληθῶς, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Παρθένιε Πατὴρ ἡμῶν,
καὶ πιστοὺς κατεφώτισας, ταῖς λαμπρότησι, τῆς σῆς σεμνῆς πολιτείας· δι’ ἧς
μέτοχος, τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἐγένου μακάριε.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Κυήσασα
Χριστόν, τὸν Δεσπότην τῶν ὅλων, λυτρούμενον ἡμᾶς, δυναστείας τοῦ πλάνου, τὸν νοῦν
μου ἐλευθέρωσον, τῆς ἀπάτης τοῦ δράκοντος, καὶ καταύγασον, φωτί με θείῳ
Παρθένε, πορευόμενον, ἐν τῇ ὁμίχλῃ τῆς πλάνης, καὶ σῶσόν με δέομαι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
διέδραμες τὴν κεκρυμμένην ζωήν, ἁπάντων ἐπ’ ὄψεσιν, ὡς τοῦ Χριστοῦ μαθητής,
παμμάκαρ Παρθένιε· ὅθεν τὰς κεκρυμμένας, τοῦ δολίου ἐνέδρας, ἤσχυνας παῤῥησίᾳ, ἀρετῶν
συντονίᾳ· διό σε ὁ Δεσπότης, λαμπρῶς ἐθαυμάστωσε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ὀρέων
ὑπέρτερον τῶν αἰωνίων ἁγνή, ὡς ὄρος κατάσκιον ὡς ὁ Προφήτης φησίν, ἐδείχθης
πανάμωμε, κόσμῳ ἐκ Σοῦ γὰρ ὤφθη, σαρκωθεὶς ἀποῤῥήτως, λύσας ἀρὰν τὴν πάλαι, ὁ
Θεὸς τῶν ἁπάντων· ὦ πρέσβευε πανάχραντε, ὑπὲρ ἡμῶν δεόμεθα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μιμητὴς
ἀνεδείχθης ὡς ἀληθῶς, τῶν Ἁγίων Πατέρων βίῳ σεμνῷ· αὐτῶν γὰρ ἐζήλωσας, τῆς ἀγάπης
τὸ πλήρωμα, τοὺς φιλοθέους τρόπους τὰ ἤθη τὰ ἄπλαστα, καὶ τὴν ἐπὶ τὰ κρείττονα,
ἀνένδοτον ἔφεσιν· ὅθεν σὺν ἐκείνοις, δοξασθεὶς ἐπαξίως, τὴν κάραν σου δέδωκας, ἰατρεῖον
ὡς ἄμισθον, τοῖς σοῖς τέκνοις Παρθένιε, πρεσβεύων ἐκτενῶς τῷ Χριστῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Θησαυρὸς
μυστηρίων πνευματικῶν, καὶ θημὼν χαρισμάτων θεαρχικῶν, πλήρωμα πληρέστατον, τῆς
πανάγνου ἁγνότητος, θεοειδὲς ταμεῖον τοῦ πλούτου τῆς χάριτος, ἑκάστῳ κατ’ ἀξίαν,
τὰ πρόσφορα νέμουσα, ὤφθης Θεοτόκε, ἐξ ἁγνῶν Σου αἱμάτων, φρικτῶς σωματώσασα, τῶν
ἁπάντων τὸν αἴτιον, τὸν Ἀδὰμ διασώζοντα· διὸ τῶν μεγαλείων τῶν Σῶν, ἀνυμνοῦμεν τὴν
μεγαλοπρέπειαν, καὶ τὴν κλῆσίν Σου Κόρη φωνοῦντες σωζόμεθα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.,
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Πατέρων
ἰσότιμος Παρθένιε Ὅσιε, καὶ ἱερὰ προσθήκη, τῷ θρόνῳ τῆς μεγαλωσύνης παρεστώς, μὴ
παύσῃ περιέπων, καὶ πάσης βλάβης ῥυόμενος, τοὺς ἐτησίοις ᾄσμασι, μακαρίζοντας τὴν
μνήμην σου.
Ὁ κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: ᾌδω Ἱεράρχα σοι, ὁ σὸς ἱκέτης. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἁρματηλάτην Φαραώ.
Ἀνατολῆς
τῆς θεϊκῆς τὴν ἔλλαμψιν, ὑποδεχθεὶς μυστικῶς, ὥσπερ ἑωσφόρος, ἔλαμψες Παρθένιε,
ἐν τῇ σκοτίᾳ Ὅσιε, τοῦ παρόντος αἰῶνος, καταπυρσεύων ἑκάστοτε, τοὺς εἰλικρινῶς
προσιόντας σοι.
Διαπρεπὴς
καὶ πλήρης θείων πράξεων, ὡς τοῦ Χριστοῦ λειτουργός, ἐν ὑστέροις χρόνοις,
πέφηνας Παρθένιε, τοῖς πάλαι ἁμιλλώμενος, θεοφόροις Πατράσι, δι’ ἀρετῶν
τελειότητος· ὅθεν σὺν αὐτοῖς τεθαυμάστωσαι.
Ὡς
δωρεῶν τῶν θεϊκῶν θησαύρισμα, ἡ θεία κάρα σου, τοῖς πιστοῖς ἐδόθη, Ἅγιε
Παρθένιε, ἁγιασμὸν παρέχουσα, καὶ ἰάματα πλεῖστα, τοῖς προσιοῦσιν ἐκ πίστεως,
καὶ βοῶν τὴν βλάβην διώκουσα.
Θεοτοκίον.
Ἱεροτεύκτων
αἰνιγμάτων πλήρωμα, καὶ πέρα πάσης Γραφῆς, κεχαριτωμένη, ὤφθης παντευλόγητε· τὸν
γὰρ ἐν νόμῳ πρότερον, καὶ Προφήταις λαλοῦντα, Θεὸν ἀφράστως ἐκύησας, ἐν τῷ καθ’
ἡμᾶς ὁμοιώματι.
ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐνδεδυμένος
ἱερῶς, ἱερωσύνης τὴν χλαῖναν, ὥσπερ θεῖος Ἱεράρχης θεόφρον, ἱεράτευσας Χριστῷ, ἀγγελικῶς
Παρθένιε, τὴν νοητὴν ἀκτῖνα, τοῦ Παρακλήτου δεχόμενος.
Ῥήμασι
θείων ἐντολῶν, καὶ πρακτικαῖς ὑποθήκαις, τοὺς σοὺς ἄρνας καθ’ ἑκάστην ἐκτρέφων,
ὡς ποιμὴν ἀληθινός, Παρθένιε μακάριε, τούτους Χριστῷ προσάγεις, ἔργοις κομῶντας
τῆς πίστεως.
Ἄνωθεν
Πάτερ ὁ Θεός, βροχὴν λεπτὴν ὑετίζων, κομιδῇ τῶν ἱερῶν σου λειψάνων, πᾶσιν ἔδειξε
σαφῶς, Παρθένιε τοῦ βίου σου, τὴν κεκρυμμένην χάριν, δι’ ἧς αὐτῷ εὐηρέστησας.
Θεοτοκίον.
Ῥύπων
Παρθένε ψυχικῶν, καὶ σαρκικῶν φρονημάτων, καὶ τῶν ἔνδον λογισμῶν τῶν ἀτάκτων,
θείᾳ Σου ἐπισκοπῇ, κατεύνασον τὸν τάραχον, καὶ κάθαρόν με ὅλον, καὶ τὴν ζωήν
μου βελτίωσον.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀκλινῶς
τοῖς ἴχνευσιν, ἀκολουθήσας, τοῦ Χριστοῦ Παρθένιε, καθηγιάσθης ἱερῶς, ταῖς ἐναρέτοις
σου πράξεσι, καὶ τῶν Ἁγίων, τῆς δόξης ἠξίωσαι.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Ἀπειράνδρως
τέξασα, τὸν Φωτοδότην, φωταυγεῖς ἑκάστοτε, φωτοκυῆτορ Μαριάμ, τοὺς ἐν αἰνέσει
βοῶντάς Σοι· χαῖρε Παρθένε, φωτὸς οἰκητήριον.
ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Χρῖσμα
σεπτόν, ὡς καθαρὸς τὴν διάνοιαν, κρίσει θείᾳ, Πάτερ εἰσδεξάμενος, ἀρχιερεὺς ὤφθης
ἱερός, καὶ ἐνθέοις ἔργοις, ἱερωτέραν ἀνέδειξας, στολὴν τὴν ἱεράν σου, ἱερώτατε
Πάτερ, ὁλικῶς ἀφορῶν πρὸς τὰ κρείττονα.
Ἀγγελικόν,
τρόπον καὶ βίον ἐφάμιλλον, καὶ ἀγάπην, ἔχων ἀνυπόκριτον, ἄκακος πρᾶος καὶ ἱλαρός,
ταπεινοφροσύνης, ἐμπρέπων θείοις ὑψώμασιν, ἐδείχθης Ἱεράρχα, ἐν ἐσχάτοις τοῖς
χρόνοις, τῶν πιστῶν ἐκπαιδεύων τὸ φρόνημα.
Στίφη
πιστῶν, περικυκλοῦσι Παρθένιε, ὥσπερ θεῖον, Πάτερ ἱλαστήριον, τὴν ἱερὰν κάραν
σου ἀεί, καὶ τῆς σῆς εὐνοίας, τὰς δωρεὰς κομιζόμενοι, φωναῖς χαριστηρίοις, τὸν
Δεσπότην ὑμνοῦσι, τὸν λαμπρῶς σε δοξάσαντα Ἅγιε.
Θεοτοκίον.
Ὁ
οὐρανός, τῶν οὐρανῶν ὑψηλότερος, ἡ ἁγία, Κόρη καὶ ὑπέραγνος, ἡ ἀνατείλασα τοῖς ἐν
γῇ, τῆς δικαιοσύνης, μορφῇ βροτείᾳ τὸν Ἥλιον, καταύγασον τὸν νοῦν μου, τῇ ἐν Σοὶ
θεαυγείᾳ, καὶ πρὸς φῶς με τὸ ἄδυτον ἴθυνον.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ἱερῶς
ἐν ἀδύτοις, Πάτερ προσχωρῶν Ἱεράρχης ὡς ἔνθεος, καὶ χερσὶν ἁγίαις, τὴν θυσίαν
προσάγων τὴν ἄμωμον, καὶ τελειοτάτην, τῷ δι’ ἡμᾶς Σταυρῷ τυθέντι, ἐδοξάσθης ταῖς
θείαις ἐλλάμψεσι.
Ὁμοτρόπως
βαδίσας, τοῖς εὐαρεστήσασι Θεῷ ταὸ πρότερον, τῆ ζωῆς τὴν τρίβον, Ἱεράρχα
θεόφρον Παρθένιε, σὺν αὐτοῖς τῆς ἄνω, κατηξιώθης κληρουχίας, θεωρῶν τοῦ Χριστοῦ
τὴν λαμπρότητα.
Σωτηρίαν
ἐξαίτει, τὴν κατὰ ψυχὴν καὶ σῶμα Παρθένιε, τοῖς προσπτυσσομένοις, τὴν σεπτὴν καὶ
σεβάσμιον κάραν σου, καὶ τῶν βοσκημάτων, καὶ τῶν βοῶν πᾶσαν ἀγέλην, ἐπευλόγει ἡμῶν
τῶν τιμώντων σε.
Θεοτοκίον.
Ὁ
συνέχων τὸ σύμπαν, καὶ περικρατῶν ὁρατὰ καὶ ἀόρατα, ἐν ταῖς Σαῖς ἀγκάλαις,
συνεσχέθη ὡς νήπιον ἄχραντε, ἀγκαλῶν ἁρπάζων, τοῦ βροτοκτόνου τοὺς ἀνθρώπους, ὡς
φιλάνθρωπος φύσει καὶ εὔσπλαγχνος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Σωφρόνως
σου τὴν ζωήν, διατελέσας Παρθένιε, τὸ τέλος τὸ ἐφετόν, εὔρηκας μακάριε, καὶ
μέτοχος γέγονας, καὶ συγκληρονόμος, τῶν Ἁγίων τῆς λαμπρότητος.
Ἰάματα
δαψιλῆ, Πάτερ ἡ κάρα σου βρύουσα, τῇ μυστικῇ δωρεᾷ, τοῦ Ἁγίου Πνεύματος, ἰᾶται
Παρθένιε, τὰ τῶν βοσκημάτων, χαλεπώτατα νοσήματα.
Κοιμήσας
πᾶν τῆς σαρκός, κίνημα Πάτερ Παρθένιε, κεκοίμησαι ἱερῶς, τὸν ὕπνον τὸν τίμιον,
καὶ Θεῷ ἀνέδραμες, ἄγρυπνος προστάτης, τῶν τιμώντων σε δεικνύμενος.
Θεοτοκίον.
Ἐκ
τῶν αἱμάτων τῶν Σῶν, σάρκα λαβὼν ὁ ὑπέρθεος, διπλοῦς ὡράθη ἡμῖν, δι’ ἄφατον ἔλεος,
καὶ ἔσωσεν ἅπαντας, τοὺς ὁμολογοῦντας, Θεοτόκον Σὲ πανάχραντον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
Ἱεράρχην τοῦ Σωτῆρος ἐνθεώτατον, καὶ τῶν Ἁγίων μιμητὴν καὶ ἰσοστάσιον, ἀνυμνοῦμέν
σε οἱ δοῦλοί σου θεοφόρε. Ἀλλ’ ὡς πρέσβυς καὶ μεσίτης πρὸς τὸν Κύριον,
καθικέτευε λυτροῦσθαι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Παρθένιε.
Ὁ Οἶκος.
Ἄνθρωπος
ἀγγελόφρων, ἐγκρατείᾳ συντόνῳ, ἐδείχθης Ἱεράρχα ἐν κόσμῳ, καὶ νῦν σὺν τοῖς Ἀγγέλων
χοροῖς, τῆς ἰσαγγέλου τιμῆς κατηξίωσαι, πρεσβεύων πρὸς τὸν Κύριον, ὑπὲρ ἡμῶν τῶν
σοὶ βοώντων·
Χαῖρε,
ὁ γόνος τῆς Θεσσαλίας·
χαῖρε,
τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε,
τῶν ἀρχαίων Πατέρων ὁμότροπε·
χαῖρε,
τῶν ἐνθέων Ὁσίων ὁμόδοξε.
Χαῖρε,
λύχνος ὁ νεόφωτος, Ὀρθοδόξων φωτισμός·
χαῖρε,
Ἱεράρχα Ὅσιε, ἱερέων στολισμός.
Χαῖρε,
ὅτι τὰς νόσους τῶν βοῶν διαλύεις·
χαῖρε,
ὅτι ὑγείαν τοῖς βοσκήμασι βλύζεις.
Χαῖρε,
καινὸν τῆς χάριτος γνώρισμα·
χαῖρε,
στεῤῥὸν τῆς πίστεως ἔρεισμα.
Χαῖρε,
δι’ οὗ κατησχύνθη ὁ δράκων·
χαῖρε,
δι’ οὗ ἐγκαυχῶμαι κραυγάζων.
Χαίροις, Πάτερ
Παρθένιε.
Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Παρθενίου, ἐπισκόπου Ῥαβοβισδίου
Ἄρτης, κοιμηθέντος ἐν ἔτει 1777ῳ.
Τῶν
πάλαι ἰσότιμος ὤφθης Ἁγίων,
Παρθένιε
Ὅσιε, ταῖς ἀρεταῖς σου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατέρων Ἰωάννου καὶ Συμεών, τοῦ
διὰ Χριστὸν Σαλοῦ.
Ἔμφρων σὺ μωρός,
ὃς βίον παίζων Πάτερ,
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτινῇ, κατὰ πετρῶν
συρόμενοι, τελειοῦνται.
Δώσουσι
φωνὴν ἐκ μέσου πετρῶν ἅμα,
τὸ
τῆς Γραφῆς τρεῖς θνήσκοντες σεσυρμένοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰούστος καὶ Ματθαῖος, ξίφει
τελειοῦνται.
Ξίφει
τραχήλους ἄνδρες ἐκδόντες δύω,
κοινοῦ
τέλους λάβωσι κοινὰ καὶ στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ξίφει τελειοῦται.
Γενναιότητος
εὖγε τῆς Εὐγενίου!
ὃς
εὐγενῶς στὰς πλήττεται κατ’ αὐχένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου καὶ Γεωργίου.
Ὁ
Θεόδωρος καὶ Γεώργιος μέγα,
τρόπαιον
ἦραν ἐξ ἄθλων κατὰ πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοφίλου, Τροφίμου καὶ ἑτέρων
δεκατριῶν.
Ὁ
Θεόφιλος καὶ Τρόφιμος ἐν πόλῳ,
τροφὴν
ἐφεύρον καὶ Θεοῦ τὴν φιλίαν.
Τρισκαίδεκα
Τρόφιμος ἄνδρας συντρόφους,
ἔχων
συνάθλους, τέμνεται τούτοις ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βίκτωρος, τοῦ στρατιώτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τ
οῦ Ἁγίου Μανουήλ, τοῦ αὐτοκράτορος Κωνσταντινουπόλεως, τοῦ διὰ
τοῦ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μελέτιος, ἐπίσκοπος
Κίτρους, ἐν ἔτει 1821ῳ, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ Σιωπηλοῦ, τοῦ ἐν τῷ
Σπηλαίῳ, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ θ’. Θεοῦ συγκατάβασιν.
Τοῖς
ὄμβροις τῶν πόνων σου, καταρδευόμενος Πάτερ Ὅσιε, ἐγεώργησας πίστει, εὐκληματοῦσα
οἷάπερ ἄμπελος, τῆς ἀφθαρσίας τὸν βότρυν τὸν πέπειρον, εὐφραίνοντα τὰς ψυχὰς ἡμῶν
Παρθένιε.
Ἡ
χάρις τοῦ Πνεύματος, κατασκηνώσασα ἐν τῇ κάρᾳ σου, ταύτην δείκνυσι πᾶσι
θεραπευτήριον ἀκεσώδυνον, ἀποσοβοῦσαν ἑκάστοτε Ὅσιε, τὰς τῶν ἀλόγων κτηνῶν,
βλάβας καὶ νόσους δεινάς.
Στολαῖς
σεμνυνόμενος, ἱεραρχίας ὡς Ἱεράρχης σεπτός, προσεχώρησας χαίρων, πρὸς τὸ ἐσώτερον
καταπέτασμα, τῆς οὐρανίου σκηνῆς ἔνθα πάντοτε, τὰς ὑπὲρ νοῦν τελετάς, Πάτερ
προσφέρεις Χριστῷ.
Θεοτοκίον.
Γενοῦ
μοι πάναμωμε, καταφυγή τε καὶ τεῖχος ἄῤῥηκτον· ἰδοὺ πάντοθεν Κόρη, ταῖς
πυριφλέκτοις βολίσι βάλλει με, ὁ παλαμναῖος ἐχθρὸς πρὸς ἀπώλειαν, ἀλλὰ τῆς
τούτου δεινῆς, ῥῦσαι μανίας με.
ᾨδὴ η’. Τὸν ἐν ὄρει ἁγίῳ.
Γνώμην
φέρων θεόφρονα ἐν πᾶσιν, οὐρανόφρων ἐν γῇ, ἱερομύστης ὤφθης, ἱερουργῶν τὰ ἄῤῥητα
μυστήρια, καὶ Χριστὸν δοξάζων, Παρθένιε παμμάκαρ, ἀνεπίληπτῳ βίῳ.
Ἐντολῶν
τοῦ Θεοῦ τὴν ἐργασίαν, ὑπὲρ πᾶσαν σπουδήν, σπουδαίως προτιμήσας, τιμῆς τῆς ἀνωτάτῳ
κατηξίωσαι, καὶ ἐν τοῖς Ἁγίοις, ὁμοταγὴς ἐγένου, Παρθένιε παμμάκαρ.
Ῥῦσαι
πάσης ἀνάγκης τε καὶ βλάβης, ἱκεσίαις ταῖς σαῖς, τὴν ποίμνην σου θεόφρον, τὴν εὐλαβῶς,
γεραίρουσαν τὴν μνήμην σου, καὶ καταφιλοῦσαν, πίστει ἀδιστάκτῳ, τὴν ἱεράν σου
κάραν,
Θεοτοκίον.
Ἀνωδύνως
τεκοῦσα ὑπὲρ λόγον, τὸν τῶν ὅλων Θεόν, ἐν ὕλῃ τῇ βροτείᾳ, καὶ τὴν ἁγνείαν ἄφθορον
τηρήσασα, ῥῦσαί με Παρθένε, φθορᾶς τῆς ἁμαρτίας, καὶ ὀδυνῶν παντοίων.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Στολίσας
τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ὡς νεκρώσας σαρκὸς τὰ φρονήματα, καὶ τὴν σεπτήν, ἀρχιερωσύνην
περιβληθείς, ὡς Ἱεράρχης ὅσιος, καὶ τῇ πολιτείᾳ ἀγγελικός, Ἀγγέλων συμπολίτης,
Παρθένιε ἐδέιχθης, καλῶς τελέσας τὸν ἀγῶνά σου.
Ἰδόντες
σου τὰ λείψανα τὰ σεπτά, πλήρη χάριτος θείας Παρθένιε, πίστει θερμῇ, ταῦτα ἀνεκόμισαν
εὐλαβῶς, ἀπὸ τοῦ τάφου Ὅσιε, δόξαν ἀναπέμποντες τῷ Θεῷ, τῷ σὲ δεδοξασμένον, ἐν
τοῖς ἐσχάτοις χρόνοις, κρίσει δικαίᾳ ἀναδείξαντι.
Μεθέξει
ἐπιλάμψεως τριλαμποῦς, ἐν ὑψίστοις θεούμενος Ἅγιε, τοῖς ἐπὶ γῆς, δέδωκας τὴν
κάραν σου τὴν σεπτήν, ὡς κλῆρον ἀναφαίρετον, τῇ κληρονομίᾳ σου ἀληθῶς,
διώκουσαν ἀπαύστως, βοῶν τὰς ἀσθενείας, καὶ πᾶσαν βλάβην ἀφανίζουσαν.
Οὐράνιον
πολίτευμα ἐσχηκώς, μετὰ τέλος τῶν τῇδε Παρθένιε, ἀεὶ τρυφᾶς, τῆς ἀτελευτήτου
Πάτερ ζωῆς· ἀλλὰ μὴ παύσῃ Ὅσιε, σκέπων καὶ φυλάττων πάσης ὀργῆς, τὴν ποίμνην
σου θεόφρον, ὁμοῦ σὺν τῇ πατρίδι, καὶ τὴν Ἑλλάδα πᾶσαν πάντοτε.
Θεοτοκίον.
Ὑφάνασα
τῷ πάντων Δημιουργῷ, ἐξ ἁγνῶν Σου αἱμάτων ὑπέραγνε, τὸ τῆς σαρκός, θεῖον
περιβόλαιον ὑπὲρ νοῦν, ἐπένδυσον χιτῶνά με, τὸν τῆς ἀπαθείας δι’ ἀρετῆς, τὸν
σάκκον ταῶν παθῶν μου, ῥηγνύουσα Παρθένε, τῇ ἐνεργείᾳ τῆς Σῆς χάριτος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Τῇ
δωρεᾷ τοῦ Πνεύματος, ἡ σεβασμία κάρα σου, δεδοξασμένη ὁρᾶται, Παρθένιε Ἱεράρχα,
καὶ ἐνεργοῦσα πάντοτε, τοῖς θαύμασι μακάριε, τὰ χαλεπὰ νοσήματα, τῶν βοσκημάτων
ἰᾶται, εἰς αἴνεσιν τοῦ Κυρίου.
Θεοτοκίον.
Τὴν
κραταιὰν πρεσβείαν Σου, καὶ μητρικήν Σου δέησιν, πρὸς τὸν ἐκ Σοῦ γεννηθέντα, ὑπὲρ
ἡμῶν Θεοτόκε, καταφυγὴν καὶ δύναμιν, καὶ μέγα ἱλαστήριον, κατέχοντες ῥυόμεθα, ἐπινοιῶν
τοῦ Βελίαρ, ὕμνον σου ἄδοντες θεῖον.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
μιμητὴν τῶν Ὁσίων καὶ ὁμοιότροπον, τὸν λειτουργὸν Κυρίου, καὶ σεπτὸν ὑπηρέτην,
Παρθένιον τὸν θεῖον πάντες πιστοί, συνελθόντες τιμήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν
ἱερῶς· χαίροις Πάτερ ἱερώτατε.
Τὴν
καθαρὰν βιοτήν σου καὶ ἀκηλίδωτον, ἥνπερ λαβὼν ἐβίους, ἐκ κρυπτῷ Ἱεράρχα, ὁρῶν ὁ
τῶν κρυφίων γνώστης Χριστός, φανερῶς ἐθαυμάστωσε, καὶ ἐμφανῆ σε ἀστέρα τῇ ἑαυτοῦ,
Ἐκκλησίᾳ Πάτερ ἔδειξε.
Ἀπ’
οὐρανοῦ σε δοξάζων Χριστὸς Παρθένιε, βροχὴν λεπτὴν ὀμβρίζει, ὁπηνίκα ἠνοίγη, ὁ
τάφος σου εἰς ἔκπληξιν τῶν πιστῶν, εὐωδία δὲ ἄῤῥητος, διεξεχύθη εἰς πᾶν τὸ
Βελεντζικόν, μαρτυροῦσά σου τὴν εὔκλειαν.
Βελεντζικὸν
ἑορτάζει λαμπρῶς τὴν μνήμην σου, καὶ τὴν σεπτήν σου κάραν, θησαυρὸν κεκτημένον,
καλεῖ πρὸς εὐφροσύνην πνευματικήν, τὴν πατρίδα σου Ἅγιε· ἀλλ’ ἀμφοτέροις καὶ πᾶσι
πιστοῖς ἀεί, δίδου Ἅγιε βοήθειαν.
Δόξα. Ἦχος πλ. α’.
Σήμερον
ὁ θεοφόρος Παρθένιος, ὁ ἀληθὴς Χριστοῦ μυσταγωγός, πρὸς μυστικὴν ἑστίασιν, ἡμᾶς
συγκαλεῖται. Τρυφήσωμεν ἅπαντες, οἱ τῷ πνεύματι πένητες, ἐξ ὧν ἡτοίμασεν ἡμῖν
χαρίτων· ἑνὶ ἑκάστῳ γὰρ παρέχει, τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, τὰς ἀφορμὰς πρὸς
σωτηρίαν. Καὶ πάντας μυσταγωγεῖ, τὴν πρὸς Θεὸν ἀνάβασιν· ὅθεν τὴν σεβάσμιον αὐτοῦ
κάραν, περιπτυσσόμενοι βοήσωμεν· Ἱεράρχα Παρθένιε, τὰς τῶν θρεμμάτων ἡμῶν ἀγέλας
φύλαττε, καὶ σκέπε ἡμᾶς, πάσης ἐναντιότητος.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῶν
Ἀρχιερέων νέος λαμπτήρ, καὶ τῆς Ἐκκλησίας, ἑωσφόρος νεοφανής, ὤφθης Ἱεράρχα,
Παρθένιε παμμάκαρ, ἀμέμπτῳ πολιτείᾳ· διὸ τιμῶμέν σε.
ΠΑΡΑΚΛΗΣΙΣ
(Γεωργίου
Μηλίτση)
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ
τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχῃ, Ῥαδοβισδίου φύλακα τε καὶ ῥῦστην, προσπέσωμεν
κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ὅσιε Παρθένιε, Ἱεράρχα Κυρίου, πρόφθασον καὶ
λύτρωσαι, τοὺς δεινῶς θλιβομένους, μὴ παραβλέψῃς δέησιν οἰκτράν, τῶν
προσπιπτόντων, τῇ κάρᾳ σου Ἅγιε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεχθεὶς τὴν ἐπίθεσιν
τοῦ ἐχθροῦ, πρὸς σὲ καταφεύγω, Ἱεράρχα θαυματουργέ, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,
ἣν δῶρησαί μοι ταχέως Παρθένιε.
Παθῶν τε καὶ
νόσων πολυειδῶν, καὶ πάσης κακίας, ἐλευθέρωσον Ἀθλητά, τοὺς εἰς σὲ
προσφεύγοντας θεόφρον, καὶ ἐκζητοῦντας τὴν σκέπην σου Ὅσιε.
Νοσοῦντα τὰ
κτήνη θαυματουργέ, θεράπευσον Πάτερ, καὶ ἀπόδος ταῦτα ἡμῖν, καὶ τοὺς γόνυ
κλίνοντάς σοι μάκαρ, ἐκ τῶν κινδύνων ἀπάλλαξον Ὅσιε.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα
καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω
σε Πάτερ τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην διασκεδάσαι μου, σὺ γὰρ
τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς εἰρήνης, τὸν Χριστὸν ἠγάπησας, Πάτερ Παρθένιε.
Πειρασμῶν
καὶ κινδύνων καὶ τῶν παθῶν κοίμησιν, τῶν πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν, αἴτει
Παρθένιε, παρὰ τοῦ πάντων Δεσπότου, ὑπὲρ τῶν τιμώντων σε, ἀξιοτίμητε.
Τῇ
δυνάμει σου σπεύδω σεμνοπρεπῶς Ὅσιε, καὶ γονυκλινῶς ἱκετεύω, Πάτερ βοήθει μοι,
Σὲ γὰρ προσκέκτημαι, μετὰ Θεὸν προστασίαν, ὁ πιστῶς τῇ σκέπῃ σου, ἀεὶ
προστρέχων σοι.
Θεοτοκίον.
Χαλεπαῖς
ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, Σύ μοι βοήθησον, τῶν ἰαμάτων
γάρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρὸν πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν,
ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Νοσούντων σωτήρ,
πενήτων ἡ βοήθεια, πενθούντων χαρά, ἀλόγων ἰατήριον, καὶ Ἠπείρου πρόμαχος, ἀνεδείχθης
Ὅσιε πάντιμε· δι’ ὃ μὴ παύσῃ πᾶσι τοῖς πιστοῖς, παρέχειν ἰάματα Παρθένιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀποδίωξον
τάχιον, τῇ σῇ μεσιτείᾳ Πάτερ Παρθένιε, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων
μου τὴν ζόφωσιν.
Καταπράϋνον Ὅσιε,
τὴν ὀργὴν θυμόν τε ταῖς ἱκεσίαις σου, ὡς προστάτην γὰρ σὲ ἔχομεν, πάντες οἱ ἱκέτες
σου Παρθένιε.
Ὀρθοδόξων τὸ
στήριγμα, καὶ Χριστιανῶν στεῤῥὸν καταφύγιον, σὺ τὸν Κύριον ἱκέτευε, δυσχερείας
πάσης ἐκλυτρούμεθα.
Θεοτοκίον.
Ἡ ἐλπίδα καὶ
στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε πανύμνητε,
δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέδασον σοφέ, τῶν
παθῶν μου τὰ σκίρτηματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου
κολάσεως.
Ἔμπλησον ἡμῶν, τὰς
καρδίας θείας χάριτος, θαυματουργὲ Ῥαδοβισδίου ποιμήν, ἵνα ζωῆς εἰρηναίας
τύχωμεν Ὅσιε.
Λύτρωσαι ἡμᾶς, Ἱεράρχα
παμμακάριστε, ἐκ πάσης νόσου καὶ πάσης θλίψεως, καὶ τοὺς σοὺς ἱκέτας, μετανοίας
καταξίωσον.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῶν
παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ
Σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην, ὡς ἀλόγων
Ἅγιε, καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ τιμῶμεν, τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον,
καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήρειαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου
διάσωσον.
Θανάτου, τοῦ αἰφνιδίου
ῥῦσαί με, καὶ πασῶν τῶν συμφορῶν θεοφόρε, καταφυγὴ γὰρ ἡμῶν τῶν ἀλγούντων, καὶ ὁ
λιμὴν ἀνεδείχθης ἀκύμαντος, καὶ δέομαι θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με
λύτρωσαι.
Ὡς τεῖχος,
καταφυγῆς καλοῦμέν σε, Ὀρθοδόξων οἱ χοροὶ θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις
παμμάκαρ, σὲ ὀνομάζομεν Ὅσιε πάντιμε, καὶ δέομαί σου ἀγαθέ, τῶν παθῶν καὶ
κινδύνων διάσωσον.
Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν
κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ
κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς
νοσημάτων ἀνάστησον.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν,
ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν
Χριστιανῶν ἀκαταίσχυντος, καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος, μὴ
παρίδης Χριστιανῶν δεήσεων φωνάς, ἀλλὰ σπεῦσον σὺ θαυματουργέ, εἰς τὴν βοήθειαν
ἡμῶν, τῶν θερμῶς ἐκβοώντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς
θεραπείαν, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, σὺ Παρθένιε τρισμάκαρ.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Δόξα:
Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολὴ τῶν θλιβομένων. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μεταβολὴ τῶν ἐν
κινδύνοις, ἀπαλλαγὴ τῶν ἀλγουμένων, πανεύφημε Ἱεράρχα Κυρίου, σῶζε κτήνη καὶ
λαόν, τῶν ἀδικουμένων ὁ προστάτης, ἐλευθερωτὴς τῶν αἰχμαλώτων, ἁπάντων Ὀρθοδόξων
ἀρωγός.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαθυμίας ἀμέτρου
καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παρθένιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι,
τῇ Σῇ σκέπῃ κραυγάζοντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πειρασμῶν καὶ
κινδύνων καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, ἐκ νόσου τοῦ καρκίνου, σὺ φύλαξον
θεόφρον, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐπηρείας
παντοίας καὶ δεινὰς ἀῤῥωστείας ῥῦσαι Παρθένιε, τοὺς πόθῳ τε καὶ πίστει,
προστρέχοντάς σοι Πάτερ, καὶ θερμῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας
καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ,
θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενοῦντας,
καὶ τοῖς ἐν ζάλαις τοῦ βίου, μὴ παρίδῃς Παρθένιε Πάτερ, ἀλλὰ ταῖς λιταῖς σου,
γενοῦ μοι ἀντιλήπτωρ.
Τὰς ἐπιθέσεις,
τοῦ ἀοράτου Βελίαρ, φυγαδεύεις πρεσβείαις σου μάκαρ, καὶ τοὺς ἐν ἀνάγκαις,
κουφίζεις θεοφόρε.
Τὰς ἀσθενείας, σὺ
τῶν πιστῶν ἰατρεύεις, καὶ ἀλόγων τὰς νόσους παμμάκαρ· δι’ ὃ σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν
Σύ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ
πλεόντων, καὶ τῶν ἐν κινδύνοις, φρουρὸς σοφὲ ἀνεδείχθης ἀκοίμητος, καὶ τῶν
στενόντων ἐκ πόνων, τὸ παραμύθιον.
Παθῶν μου τὴν
μανίαν, νέκρωσον θεόφρον, καὶ τοῦ νοός μου τὴν ζάλη κατεύνασον, ἵνα ἀπαύστως
δοξάζω σε, τὸν μακάριον.
Πηγὴ τῶν ἰαμάτων,
ὄντως ἀνεδείχθης, καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος, δι’ ὃ σὺ πάντας θεόφρον,
σκέπε καὶ φύλαττε.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ,
τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν,
μετασκευάζουσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις τῶν Ἀγράφων
θεῖος βλαστός, καὶ Ῥαδοβισδίου, ἀρχιθύτης ὁ ἐκλεκτός· χαίροις τῆς Δουσίκου, ταὸ
σέμνωμα καὶ δόξα, Ἀρχιερέων κλέος, Πάτερ Παρθένιε.
Χαίροις Θεσσαλίας
θεῖος καρπός· χαίροις τῆς Ἠπείρου, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις τῶν Ἀγράφων,
θησαύρισμα τὸ νέον, πηγὴ τῶν ἰαμάτων, μάκαρ Παρθένιε.
Χαίροις ἀσθενούντων
ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις, καταφύγιον ἰσχυρόν, μάκαρ τῆς Ἠπείρου, ἀγλάϊσμα τὸ
νέον, σὺ ὄντως ἀνεδείχθης, Πάτερ Παρθένιε.
Χαίροις ὁ τῆς Ἄρτης
νῦν ἀρωγός, Ἱεράρχης θεῖος, καὶ ἀκένωτος θησαυρός, ἡ τιμία κάρα, Βελεντζικῷ ὁρᾶται,
καὶ Παρθενίου θείου, βλύζει τὰ νάματα.
Φύλαξον τοὺς
δούλους σου θαυμαστέ, νόσου τοῦ καρκίνου, καὶ τῶν ἄλλων ἀσθενειῶν, τοὺς
προσερχομένους, ἐν τῇ Μονῇ Δουσίκου, ἐν πόθῳ προσκυνῆσαι, θεῖά σου λείψανα.
Ψάλλουσι πανδήμως
σεμνοπρεπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε οἱ χοροί, καὶ ἀνευφημοῦσι, σὲ
Πάτερ Ἱεράρχα, τὸν ἄκακον ποιμένα, μάκαρ Παρθένιε.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἱερέων οἱ
χοροί, καὶ ἀρχιερέων οἱ δῆμοι, τῶν Ὀρθοδόξων πληθύς, ὕμνοις ἀνυμνήσωμεν, τὸν Ἱεράρχην
Χριστοῦ, Θεσσαλίας τὸ καύχημα, Ἠπείρου ποιμένα, τῶν Ἀγράφων κλέϊσμα, Ῥαδοβισδίου
ποιμήν· ὅθεν, ἱκετεύομεν μάκαρ, φύλαξον ἡμᾶς ταῖς λιταῖς σου, ἀπὸ πάσης Ἅγιε
κακώσεως.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου