Δευτέρα 26 Αυγούστου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 11!! ΑΓΙΑ ΘΕΟΔΩΡΑ ΒΑΣΤΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΘΕΟΔΩΡΑ ΕΝ ΒΑΣΤΑ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Πελοποννήσου τὸ ἄνθος τὸ εὐωδέστατον, τιμήσωμεν συμφώνως, Θεοδώραν τὴν θείαν· ὁσίως γὰρ βιώσασα ἐπὶ γῆς, μαρτυρίου ἐν αἵματι, Χριστῷ προσήχθη ὡς θῦμα πνευματικόν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Κλήσει καὶ σχήματι Μῆτερ ἀνδρώῳ ἔκρυψας, τὸ θῆλυ Θεοδώρα, καὶ ἀνδρείως ὑπέστης, δεινὴν συκοφαντίαν φθόνῳ ἐχθροῦ, καὶ οἰκείῳ ἐν αἵματι, ἀθλητικῶς ἐφοινίχθης τὴν κεφαλήν, ἐκτμηθεῖσα καλλιπάρθενε.

Φυτεία δένδρων ἐν στέγῃ τοῦ σοῦ ναοῦ θαυμαστῶς, ἣν εὗρες θείαν δόξαν, Θεοδώρα ἐκφαίνει· ᾧ πίστει προσιόντες οἱ εὐσεβεῖς, θείαν χάριν κομίζοντα, Ὁσιομάρτυς γεραίροντες εὐλαβῶς, τὰ σεπτά σου προτερήματα.

Ὁ σὸς Νυμφίος δεχθείς σου Χριστὸς τὴν δέησιν, πηγὴν ὑδάτων βλύζει, ἔνθεν κέχυται πάλαι, τὸ αἷμά σου τὸ θεῖον ἁγιασμόν, παρεχόντων ἑκάστοτε, τοῖς προσιοῦσιν ἐν πίστει εἰλικρινεῖ, Θεοδώρα καὶ ὑμνοῦσί σε.

Δόξα. Ἦχος δ΄.
Ἀνατεθεῖσα τῷ Χριστῷ ἐκ νεότητος, ἀμέμπτως αὐτῷ ἠκολούθησας, ἀνενδότῳ ψυχῇ, Θεοδώρα θεόφρον· καὶ ἀρετῶν τὴν πρᾶξιν καὶ αἱμάτων τὴν χύσιν, ὡς μύρον εὔοσμον αὐτῷ προσήγαγες, νομίμως ἀθλήσασα· καὶ διπλῷ στεφάνῳ κοσμηθεῖσα, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, Ὁσιομάρτυς πάνσεμνε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤσχυνας τοῦ ἐχθροῦ, τὸ θρᾶσος Θεοδώρα, ἀδίκως ὑποστᾶσα, ποινὴν τὴν τοῦ θανάτου, ὡς πλήρης θείας χάριτος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πάντες οἱ τῷ σεπτῷ, προστρέχοντες ναῷ σου, ἐξίστανται ὁρῶντες, τὴν ἐν αὐτῷ Ἁγίῳ, χάριν τοῦ θείου Πνεύματος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἤσχυνας τοῦ ἐχθροῦ, τὸ θρᾶσος Θεοδώρα, ἀδίκως ὑποστᾶσα, ποινὴν τὴν τοῦ θανάτου, ὡς πλήρης θείας χάριτος.

Δόξα. Τριαδικόν.
Πᾶσιν τῶν ψυχῶν, καὶ τῶν σωμάτων δίδου, Τρισήλιε Θεότης, λιταῖς τῆς Θεοδώρας, οἰκτείρησον οὓς ἔπλασας.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη τοῦ Σοῦ Υἱοῦ, ἐδείχθη Θεοτόκε, ἀσκήσει καὶ ἀθλήσει, τελειοτάτῃ πίστει, ἡ Θεοδώρα λάμψασα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς δῶρον πολύτιμον καὶ προσφορὰν λογικήν, Χριστῷ προσενήνοχας τῷ ἐπὶ πάντων Θεῷ, τὸ αἷμά σου πάνσεμνε· ὅθεν Ὁσιομάρτυς, Θεοδώρα δυσώπει, ἄφεσιν τῶν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς εὐφημοῦσι, τὴν θείαν ἄθλησιν.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. 

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ. 

Ἕτερα. Τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῶν Ἀρκάδων οἱ χοροί, καὶ τῶν Μεσσηνίων οἱ δῆμοι, ἐν συμφωνίᾳ ᾠδῶν, μνήμην τὴν πανίερον πανηγυρίσωμεν, Θεοδώρας τῆς Μάρτυρος, ὁμοῦ καὶ Ὁσίας, ἣν Χριστὸς ἐδόξασεν, θείοις δωρήμασι· ὧδε γὰρ ἐκλάμψασα πάλαι, πᾶσαν τὴν περίοικον θείαις, δωρεαῖς πυρσεύει καὶ χαρίσμασι.

Βίον, διανύσασα σεμνόν, ἐν ἀνδρώῳ σχήματι μῆτερ, τῇ τῆς πανάγνου Μονῇ, ἤνεγκας στεῤῥότατα, συκοφαντίαν πικράν, καὶ αδίκων τὸν θάνατον, δεχθεῖσα Ὁσία, πρὸς ζωὴν ἀθάνατον, χαίρουσα ἔδραμες· ὅθεν, τῷ ἁγίῳ ναῷ σου, σπεύδοντες πιστῶς Θεοδώρα, τὸν σὲ θαυμαστώσαντι δοξάζομεν.

Θαῦμα, τοῖς ὁρῶσιν ἀληθῶς, ὁ ἐν Βάστᾳ πέλει ναός σου, ἐκπλήττων ἅπαντας· δένδρα ἐν τῇ στέγῃ γάρ, φέρει παμμέγιστα, καὶ πηγὴν ἁγιάσματος, παρέχει βλυστάνων, Θεοδώρα πάνσεμνε, Ἁγίῳ Πνεύματι· ὄντως, θαυμαστῶς σε δοξάζει, ὁ τοὺς σοὺς ἁγίους ἀγῶνας, Κύριος τῶν ὅλων προσδεξάμενος.






Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τῆς Ὁσιομάρτυρος Θεοδώρας μνήμη, τῶν εὐσεβῶν τὰς χορείας συνεγείρει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ· τὸ πῦρ γὰρ τῆς ἀγάπης Αὐτοῦ δεχθεῖσα, ἐπαξίως πεπολίτευται, ἀσκητικῶς μὲν πρώην αὐτῷ εὐαρεστήσασα, ἀθλητικῷ δὲ τέλει, τὸν βίον σφραγίσασα· καὶ ὡς θεῖον δῶρον καὶ θῦμα εὐπρόσδεκτον, τῷ οὐρανίῳ Νυμφίῳ προσηνέχθη, ὑπεραρθεῖσα τῶν φθαρτῶν· καὶ νῦν τῶν θείων δωρεῶν, δεχομένη τὸ πλήρωμα, πληροῖ ἡμῶν τὰς αἰτήσεις, καὶ παρέχει ἑνὶ ἑκάστῳ ἴασιν ψυχῆς τε καὶ σώματος.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο. 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  










Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.



Λιτή. Ἰδιόμελα. Ἦχος α΄.
Ὡς καλῶς ἀθλήσασα, ἐπουρανίων θαλάμων ἠξίωσαι, Ὁσιομάρτυς Θεοδώρα· ὅθεν τὸν ἐν γῇ ναόν σου, ὡς νοητὸν ἁγιαστήριον, λιμένα ἄκλυστον ἔδειξας, τοῖς ἐν θαλάσσῃ τοῦ βίου· ἔνθα προστρέχοντες, χάριτος θείας πληρούμεθα, καὶ τὴν σὴν ἁγίαν ἄθλησιν γεραίροντες, ἐκ ψυχῆς βοῶμεν· χαίροις σκεῦος δωρεῶν, ἡ τὴν κλῆσιν ἀληθεύουσαν δείξασα καὶ πᾶσιν αἰτουμένη, παρὰ Χριστοῦ τὸ θεῖον ἔλεος.

Ἦχος β΄.
Τὸν ζυγὸν τοῦ Χριστοῦ ὑπελθοῦσα, ἐν γυναικείᾳ φύσει, ἀσκητικοὺς ἀγώνας ἤνυσας ἀνδρειοτάτῃ ψυχῇ· ὡς γὰρ ἀνὴρ ἠγώνισαι, λαθοῦσα πάντας· καὶ ἀρετῶν τοὺς καρποὺς γεωργοῦσα, ὑποτύπωσις πέφηνας, ἐναρέτου ζωῆς· τῷ γὰρ Χριστῷ υμφευθεῖσα, οἷα προῖκα αὐτῷ προσήγαγες, καθαρότητα βίου, καὶ ἁγνείαν ψυχῆς καὶ τῶν αἱμάτων τὰ ῥεῖθρα, ἀθλητικῶς τελειωθεῖσα. Ἀλλ’ ὦ Θεοδώρα μακαρία, τῆς ἄνω ζωῆς ἀπολαύουσα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.
Ὡς παρθένος φρόνιμη, τῷ ἐλαίῳ τῆς ἀρετῆς, τὴν ψυχικὴν λαμπάδα ἑτοιμάσασα, τῷ φωτὶ τῆς ἀθλήσεως αὐτῆς ἀνήψας, καὶ λαμπαδοφόρος ἀνέδραμες, εἰς τὸν οὐράνιον νυμφώνα ἔνδοξε· καὶ τοῦ Νυμφίου τὸ κάλλος ὁρῶσα, πάντας ἐποπτεύεις, τοὺς πανταχόθεν προσιόντας, ἐν τῷ τόπῳ τοῦ μαρτυρίου σου· διὸ Μεγαλοπόλεως ἡ περίοικος, καὶ τὰ ἐγγὺς χωρία, χορεύουσι τῇ δόξῃ σου, Ὁσιομάρτυς Θεοδώρα πάνσεμνε· οἷς δίδου ἐκάστοτε, τῶν πρεσβειῶν σου τὰ δωρήματα.

Δόξα. Ἦχος δ΄.
Μαρτυρικὴν ἐπιδείξασα ἀνδρείαν, μεγαλοφρόνως ἐδέξω τὸν ὑπὲρ τῆς δικαιοσύνης, Θεοδώρα θάνατον, τετρωμένη τῷ θείῳ ἔρωτι· διὸ τὸ χυθὲν αἷμά σου, πηγὴ ὑδάτων γέγονε, μαρτυρούντων τὴν σὴν λαμπρότητα, εἰς ἁγιασμὸν καὶ ἴασιν, τῶν πίστει μετεχόντων· ὑπὲρ ἥλιον γὰρ πᾶσι, τὰ τοῦ βίου σου ἔλαμψαν, καὶ τὸ ἀθλητικόν σου τέλος πάντας παιδεύει, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀμνὰς τιμία Χριστοῦ, Ὁσιομάρτυς Θεοδώρα πανεύφημε, ἡ πᾶσαν καταλιποῦσα, τὴν τῶν φθαρτῶν μετοχήν, διαπύρῳ πόθῳ πρὸς τὸν Κύριον· ἐντεῦθεν ὡς ἄγγελος, τὴν ζωήν σου διήνυσας, καὶ τὸν ἀρχαῖον, κατεπάλαισας δράκοντα, καὶ δι’ αἵματος, πρὸς Χριστὸν ἐξεδήμησας· ὅθεν σὲ μακαρίζομεν, Ἀρκάδων συστήματα, καὶ Μεσσηνίων χορεῖαι, τῷ σῷ ναῷ καταφεύγοντες, ἐξ οὗ ἀναβλύζει, θεϊκῇ ἐπισκιάσει, χάρις σωτήριος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ τῷ Σωτῆρι Χριστῷ, ἀκολουθήσασα σεμνὴ ἐκ νεότητος, ἐν σχήματι καὶ ἐν κλήσει, ἀνδρῶν στεῤῥῷ λογισμῷ, τοῦ ἐχθροῦ λαθοῦσα τὰ βουλεύματα, ἐν τέλει δὲ ἔγνωσαν, μετὰ φόνον τὸν ἄδικον, τίς εἶ Ὁσία, καὶ Χριστὸν ἐμεγάλυναν, τὸν τοιαύτην σοι, χορηγήσασα δύναμις· ὅθεν τοῦ μαρτυρίου σου, ὁ τόπος ἡγίασται, καὶ δωρεαῖς θεοσδότοις, εὐεργετεῖ τοὺς προστρέχοντας, ἀεὶ Θεοδώρα, καὶ τὴν μνήμην σου τελούντων, τὴν ἀεισέβαστον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ῥύθροις, τῶν σῶν σωμάτων ἡ γῆ, καταρδευθεῖσα Θεοδώρα ἀνέβλυσεν, ὑδάτων πηγὴν ἀφθόνων, προσμαρτυρούντων τρανῶς, τοῦ σοῦ μαρτυρίου τὴν λαμπρότητα· ἐντεῦθεν τῷ τάφῳ σου, ναὸν θεῖόν σοι ἤγειρας, οὗ ἐν τῇ στέγῃ, ὑψηλὰ δένδρα ἔφυσαν, καταπλήττοντα, τοὺς ὁρῶντας τὸ θέαμα· ὅθεν ἐν σοὶ ἀγγάλονται, τὰ Βάστα τὸ Ἴσαρι, καὶ τὰ περίχωρα πάντα, τὰ τῷ ναῷ σου προσκείμενα, οἷς δίδου ἁγία, τὴν θερμήν σου προστασίαν, καὶ τὴν βοήθειαν.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς οἰκείας φύσεως, τὸ ἀσθενὲς ὑπεριδοῦσα, πρὸς ἀνδρικοὺς ἀπεδύσω ἀγώνας, οὐρανόφρονι ψυχῇ, Θεοδώρα παμμακάριστε· καὶ ἐν ἀσκήσει ἀριστεύσασα, ἀθλητικῷ αἵματι ἐφοινίχθης, καὶ διπλῶν βραβείων, παρὰ Χριστοῦ ἠξίωσαι, Ὁσιομάρτυς ἀοίδιμε. Καὶ νῦν μεθέξει θεϊκῇ, μυστικῶς θεουμένη, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ὁρῶσα, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.







Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν. 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς δῶρον πολύτιμον καὶ προσφορὰν λογικήν, Χριστῷ προσενήνοχας τῷ ἐπὶ πάντων Θεῷ, τὸ αἷμά σου πάνσεμνε· ὅθεν Ὁσιομάρτυς, Θεοδώρα δυσώπει, ἄφεσιν τῶν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς εὐφημοῦσι, τὴν θείαν ἄθλησιν.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον. 

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ἡ ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Θεοδώρα θεόφρον, καὶ τῆς Μεγαλοπόλεως, τὴν περίοικον ἅπασαν, συνεκάλεσεν, ὑμνολογῆσαι ἀξίως, τοὺς ἀγῶνάς σου· δι’ ᾧ Χριστῷ τῷ Σωτῆρι, σεμνὴ εὐηρέστησας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεσμῶν στειρωτικῶν, τῶν τῆς Ἄννης λυθέντων, ἐτέχθη ἐξ αὐτῆς, ἡ θεόνυμφος Κόρη, ἧς αἴνεσιν μεθέορτον, τῇ Γεννήσει προσάξωμεν, χαῖρε λέγοντες· εὐλογημένη Μαρία, ἡ πηγάσασα, τὴν ἀληθῆ εὐφροσύνην, τῷ τόκῳ Σου ἄχραντε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἐν κόσμῳ τὴν σχέσιν ἐμφρόνως ἔλλιπες, καὶ τῷ Χριστῷ ἐνυμφεύθης, δι’ ἐναρέτου ζωῆς, Θεοδώρα δωρεῶν θείων ἐπώνυμε· καὶ τὴν μανίαν τοῦ ἐχθροῦ, ὑποστᾶσα ἀνδρικῶς, Μαρτύρων γέρας ἐδέξω, μεθ’ ὧν δυσώπει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐκ τῆς Ἄννης ἐτέχθης χαρὰν μηνύουσα, Θεοτόκε Παρθένε παντὶ τῷ γένει ἡμῶν· διὸ χορεύουσιν ἐν Σοί, οἱ Σοὶ γεννήτορες, ὡς λυτρωθέντες τῶν δεσμῶν, τῆς ἀπαιδίας ἀληθῶς, καὶ αἶνον εὐχαριστίας, προσήγαγον τῷ Κυρίῳ, τῷ ἐν τῷ γήρᾳ δεδωκότι Σε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀρκάδες ὑμνοῦσί σε καὶ Μεσσηνίων χοροί, συντρέχοντες πάνσεμνε τῷ σῳ ἁγίῳ ναῷ, ἐξ οὗ χάρις ἄφθονος, ῥέει Ὁσιομάρτυς, ὥσπερ ἄϋλον ῥεῖθρον, ἅπαντας Θεοδώρα, μυστικῶς ἁγιάζον· διὸ πᾶσιν ἐξαίτει, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐτέχθης πανάμωμε ἐκ γηραλέας μητρός, καὶ ηὔφρανας ἅπαντας ἐν τῇ Γεννήσει τῇ Σῇ, δι’ ἧς ἀναγέννησιν, εὕρομεν ἐκ τῆς πάλαι, τοῦ Ἀδὰμ καταδίκης· Σὺ γὰρ Χριστὸν τεκοῦσα, τὴν ἀνάπλασιν κόσμου, ἀνήγαγες πρὸς δόξαν, ἡμᾶς ἐξ ἧς πεπτώκαμεν.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν... Ζήτει τῇ Δευτέρᾳ τῆς ιε’ ἑβδομάδος.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς ἀρετῆς τὴν ὁδόν, ἀσκητικῶς βαδίζουσα, πρὸς μαρτυρικὴν ἀνήχθης ἀκρώρειαν, ὡς ἐκλεκτὴ παρθένος, Θεοδώρα θεοτίμητε, καὶ τῷ Νυμφίῳ Χριστῷ, μυστικῶς συναφθεῖσα, τελεώτερον αὐτοῦ κατατρυφᾶς, λυθέντων τῶν ἐσόπτρων. Ἀλλὰ πρέσβευε δεόμεθα Ὁσιομάρτυς, σώζεσθαι τοὺς σοὺς μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες, τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Θεοῦ δῶρον πέφηνεν ἡ Θεοδώρα. Γερασίμου.
ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.
Θείῳ φωτί, λαμπρυνομένη θεόνυμφε, τὸν σκοτασμὸν ἀπέλασον, τῆς διανοίας μου, Θεοδώρα θεόφρον, καὶ λόγον μοι παράσχου, ὅπως ὑμνήσω σε.
ργοις φωτός, ἀπὸ νεότητος πάνσεμνε, τὴν σὴν ζωὴν κοσμήσασα, Μαρτύρων ἤνθησας, Θεοδώρα Ὁσία, τὴν θείαν εὐκληρίαν, ἰδίῳ αἵματι.
Οἱ τῷ ναῷ, τῷ σῷ πιστῶς καταφεύγοντες, ἁγιασμὸν λαμβάνουσι καὶ ἀπολύτρωσιν· διὰ τοῦτο Ἀρκάδες, καὶ Μεσσηνίων δῆμοι, σὲ μακαρίζουσι.
Θεοτοκίον.
δωρ ζωῆς, Χριστὸν τεκοῦσα ἐπήγασας· διὸ ἁγνὴ κατάσβεσον, ὄμβροις ἐλέους Σου, τῶν παθῶν μου τὴν φλόγα, καὶ σῶσόν με Παρθένε, τὸν ἀπολλύμενον.











ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Δοχεῖον τὴν καρδίαν σου ἐτέλεσας, ἀσκήσει ὁσίᾳ τοῦ Παρακλήτου, καὶ Μαρτύρων ὤφθης σύσκηνος, Θεοδώρα θανοῦσα ἀνδρικώτατα.
ς ἤμειψας τὸ σχῆμα καὶ τὸ φρόνημα, ἀγνώριστος Μῆτερ ἐν τῷ σεμνείῳ, μοναζόντων κατεσκήνωσας, ὡς ἀνὴρ ἐναθλοῦσα θείῳ ἔρωτι.
οαῖς τῶν σῶν αἱμάτων ἡ γῆ ἤρδευται, καὶ νεύσει τῇ ἄνωθεν Θεοδώρα, πολυχεύμων κρήνη ἔβλυσε, μαρτυροῦσα τὴν χάριν ἣν ἐπλούτησας.
Θεοτοκίον.
λόφωτον ἀνάκτορον τοῦ Κτίσαντος, τεχθέντος ἀφράστως ἐκ τῆς γαστρός Σου, Θεοτόκε ἀειπάρθενε, τὴν καρδίαν μου σκεῦος θεῖον ἔργασαι.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείως ὑπέμεινας συκοφαντίαν δεινήν, καὶ χαίρουσα τέθυσαι ὑπὲρ τοῦ πέλας σεμνή, ὡς νύμφη τοῦ Κτίσαντος· ἔφριξαν μετὰ τέλος, ὡς κατεῖδον Ἁγία, ὅτι γυνὴ πέλεις, καὶ ἀδίκως ἐκτάνθης· διὸ σὲ Θεοδώρα, Χριστὸς ἐστεφάνωσε.
Δόξα. Καῖ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Σκιρτῶσι τῷ πνεύματι καὶ ἀνυμνοῦσι Θεόν, ἡ Ἄννα ἡ ἔνθεος Ἰωακείμ τε ὁμοῦ, τεκόντες Σε πάναγνε· ὅθεν καὶ πᾶσα κτίσις, σὺν αὐτοῖς ἑορτάζει, αἶνον εὐχαριστίας, τῇ γεννήσει Σου Κόρη, προσάδουσα ἀπαύστως, καὶ σὲ δοξάζουσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ναὸν θεῖόν σοι ἤγειραν, ἔνα τὸ σὸν ἐτάφη Μάρτυς σῶμα, ᾧ προσιόντες, ἁγιαζόμεθα.
Πηγὴ ὕδατος ἔβλυσεν, ἐγγὺς τοῦ τάφου σου Ὁσιομάρτυς, καὶ ἀεὶ εὐφραίνει, τοὺς σὲ μακαρίζοντας.
ξιστάμεθα βλέποντες, δένδρων φυτείαν ἐπὶ τοῦ στέγους, τοῦ ναοῦ σου Μάρτυς, Χριστὸν μεγαλύνοντες.
Θεοτοκίον.
Φωτισμῷ τοῦ προσώπου Σου, φωτοκυῆτορ ἁγνὴ Παρθένε, καταλάμπρυνόν μου, ψυχῆς τὴν κατάστασιν.









ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
μνήμη ἡ σή, Θεοδώρα ἐπευφραίνει ἅπαντας· ὅθεν πίστει σπεύδοντες, τῷ ναῷ σου πάντες οἱ περίοικοι, δωρεῶν θεοσδότων, πληροῦνται διὰ πίστεως.
Νεκρώσει παθῶν, τοῦ ἐχθροῦ τὸ φρύαγμα ἐνέκρωσας, καὶ πρὸς ἀτελεύτητον, ἔδραμες ζωὴν καὶ ὑπερκόσμιον, ὡς ὑπέκλινας Μῆτερ, τῷ ξίφει τὸν αὐχένα σου.
ξέστη ἰδών, ὅτι φόνον ἄδικον διέπραξεν, ὁ κτείνας σε δήμιος, καὶ θρηνοῦντες Μῆτερ οἱ μονάζοντες, τὸ σὸν τίμιον σῶμα, ταφῇ ὁσίᾳ ἔδωκαν.
Θεοτοκίον.
Ναὸς φωταυγής, καὶ ὑπερφυὲς ἐδείχθης σκήνωμα, Θεοτόκε Δέσποινα, τοῦ ἐκ τῆς νηδύος Σου ἐκλάμψαντος, ἀσυγχύτως ἀτρέπτως, καὶ πάντας καταυγάσαντος.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
ζωή σου ὁσία καὶ ἄμεμπτος, καὶ ἀθλητικόν σου τὸ τέλος γεγένηται· διὸ Χριστὸς ὁ Κύριος, Θεοδώρα λαμπρῶς σε ἐδόξασε.
Θείων δωρεῶν τὴν κλῆσιν πλουτήσασα, θείαις δωρεαῖς πυρσεύεις ἑκάστοτε, τοὺς εὐλαβῶς προστρέχοντας, Θεοδώρα τῷ θείῳ τεμένει σου.
κ χωρίων καὶ πόλεων σπεύδοντες, Μῆτερ τῷ ναῷ σου πιστῶν τὰ συστήματα, ἁγιασμὸν λαμβάνουσι, Θεοδώρα ὑμνοῦντες τὴν χάριν σου.
Θεοτοκίον.
τῶν ὅλων Θεὸς ἐξ αἱμάτων Σου, σάρκα προσλαβὼν Θεοτόκε δι’ ἔλεος, τὸν κόσμον ἀνεκαίνισε, καὶ προστάτιν Σε πάντων ἀνέδειξε.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Αἱμάτων ῥοαῖς, τὴν σὴν στολὴν ἐφοίνιξας, καὶ στέφος ζωῆς, παρὰ Χριστοῦ ἀπείληφας, Ὁσιομάρτυς ἔνδοξε Θεοδώρα· διὸ ἐκβοῶμέν σοι· Μὴ διαλίπῃς αἰτοῦσα ἡμῖν, εἰρήνην καὶ ἱλασμὸν καὶ ἔλεος.
Ὁ Οἶκος.
Γυναικείας φύσεως θεσμοὺς ὑπεριδοῦσα, ἤμειψας καὶ κλῆσιν καὶ φρόνημα καὶ σχῆμα, ὡς τετρωμένη τῷ ἁγίῳ τοῦ Σωτῆρος ἔρωτι, καὶ ὡς ἀνὴρ ἐσκήνωσας, ἐν μέσῳ τῶν μοναστῶν, Θεοδώρα ἀεισέβαστε· καὶ ἐν θεολήπτῳ ψυχῇ, καὶ οὐρανίῳ φρονήματι, ἀνδρικῶς ἀγωνιζομένη, καὶ πυρκεύουσα κατὰ τῶν ἀρχῶν καὶ δυνάμεων τοῦ σκότους, δεινῆς συκοφαντίας τὴν ἔφοδον ὑπέστης· καὶ ἐν γαλήνῃ καρδίας, καὶ ἀγάπῃ τελείᾳ, τὴν ἄδικον κρίσιν δεξαμένη, τὴν κεφαλὴν ἐτμήθης, καὶ μαρτυρικὸν στέφανον παρὰ Χριστοῦ ἐκομίσω· καὶ νῦν μὴ διαλίπῃς αἰτοῦσα ἡμῖν, εἰρήνην καὶ ἱλασμὸν καὶ ἔλεος.



Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδώρας τῆς ἐκ Πελοποννήσου, κειμένης ἐν τῷ χωρίῳ Βάστᾳ τῆς Μεγαλοπόλεως Ἀρκαδίας.
Θεω ὥσπερ δώρημα Μῆτερ προσῆξας,
Πόνους ἀσκήσεως καὶ χύσιν αἱμάτων.
Ἐνδεκάτῃ Θεοδώρᾳ τάμον δειρὴν ἄνδρες ἀπηνεῖς.
Αὕτη ἡ μακαρία προέρχεται ἐκ Πελοποννήσου. Ἤκμασε τῷ 9ῳ αἰῶνι, καὶ ἐβλάστησεν ἐκ Μεσσηνίας ἢ Ἀρκαδίας, ἀγνώστουν οὔσης τῆς κλήσεως τῆς πατρίδος αὐτῆς. Τοκεῖς ἔσχε πτωχοὺς μὲν καὶ αὐτουργὸν βίον ζῶντας, ἀλλ’ εὐσεβεῖς καὶ πιστοὺς πρὸς Χριστὸν τὸν Κύριον ἡμῶν, καὶ πλὴν τῆς Ἁγίας εἶχον καὶ ἕτερα τέκνα. Ἀναχθεῖσα παρ’ αὐτῷ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου καὶ τύπος εὐσχημοσύνης καὶ χρηστῶν ἠθῶν γεγονυῖα, διέγνω ἐν θεολήπτῳ νοΐ, νυμφευθῆναι τῷ Χριστῷ καὶ προσῆλθε μονάσαι ἐν Μοναστηρίῳ ἀνδρικῷ, οὐχ ὡς γυνή, ἀλλ’ ἐν ἀνδρώᾳ στολῇ, ὡς Θεόδωρος. Τὸ Μοναστήριον ᾧ προσῆλθεν ἡ μακαρία, καὶ ὅπερ ἄχρι τῆς δεῦρο σώζεται, κέκληται ἐπιχωριαζούσῃ φωνῇ Παναγίτσα, καὶ κεῖται ἐν τῇ ἄνω Μεσσηνίᾳ, ἐν τοῖς ὁρίοις Μεσσηνίας καὶ Ἀρκαδίας, ἐγγὺς τοῦ χωρίου Μοναστηράκι. Ἐνδυθεῖσα τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα ἡ μακαρία, ἐπεδόθη μετὰ ζήλου τοῖς πνευματικοῖς ἀγῶσι, καὶ προέκοπτε τῇ κατὰ Χριστὸν ἀσκήσει, καὶ τῇ ὑψοποιῷ ταπεινώσει, καὶ ἀδιακρίτῳ ὑπακοῇ, δι’ ἧς νεκροῦται τὸ οἰκεῖον θέλημα, καὶ ἀπαλείφονται αἱ ἐπιθυμίαι τοῦ ἐν ἡμῖν χοϊκοῦ φρονήματος. Ἐν τούτοις διαλάμπουσα ἡ Ὁσία ὡς Θεόδωρος, ἐκρίθη κατάλληλος διακονεῖν τῇ ὁσίᾳ ἀδελφότητι, ἐν ταῖς ἐξω τῆς Μονῆς ἐργασίαις καὶ διακονίαις. Κατ’ ἐκεῖνον τὸν καιρὸν λιμοῦ ἐνσκήψαντος τῇ περιοχῇ, ἤρξατο ὑστερεῖσθαι ἄρτου καὶ ἡ Μονή, καὶ ἐπέμφθη ὁ Θεόδωρος πρὸς λύσιν τῆς ἀπορίας, ὃς ἐπί τινας ἡμέρας ἦν διανυκτερεύων ἐν οἰκίαις χριστιανικαῖς. Ἐν μιᾷ δὲ αὐτῶν, ὑπῆρχε κόρη νεαρά, ἥτις, παρεληλυθότων μηνῶν τινῶν, εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ κατηγόρει τοῦ Θεοδώρου, ὅτι ἦν ὁ διαφθείρας αὐτήν. Τότε δὴ τότε ἐν ὀργῇ καὶ θυμῷ πολλῷ κινηθέντων τῶν οἰκείων αὐτῆς, ἔδραμον τῇ Μονῇ· καὶ ἐπιβαλόντες χεῖρας τῷ Θεοδώρῳ, ἀπήγαγον αὐτὸν εἰς δίκην, ἐν ᾗ κατεκρίθη ἀποκεφαλισθῆναι, ὡς διαφθείρας τὴν κόρην αὐτῶν. Ἐν πλήρει ἡρεμία καὶ γαλήνῃ ψυχῆς ἡ μακαρία Θεοδώρα ἐδέχθη τὴν φοβερὰν συκοφαντίαν, καὶ τὴν τοῦ θανάτου ἀπόφασιν, καὶ καλύψῃ τὸν τὴν αἰσχύνην πράξαντα. Καὶ ἀπαχθεῖσα εἰς τὸν τόπον τοῦ θανάτου, μετηνέχθη ἐγγὺς τοῦ χωρίου Βάστα, ἔνθα προσευχηθεῖσα, ἀπετμήθη τὴν κεφαλὴν οὐκ ἐρίζουσα, οὐδὲ κραυγάζουσα καὶ ἀνῆλθε λαμπαδηφόρος εἰς οὐρανίους νυμφῶνας. Μετὰ τὴν ἁγίαν αὐτὴν τελευτήν, ἔγνω ὁ δήμιος ὅτι ἦν γυνή, καὶ τρόμῳ μεγάλῳ συνεσχέθη, καὶ οἱ συνεργήσαντες τῇ μιαιοφονίᾳ ἐζήτουν ἐν μετανοίᾳ συγχώρησιν, οἱ δὲ συμμονασταὶ αὐτῆς μετὰ τοῦ Ἡγουμένου, μαθόντες τὸ παράδοξον ὄντως πρᾶγμα, ἔσπευσαν ἐκ τῆς Μονῆς θρηνοῦντες καὶ κλαίοντες ἅμα καὶ θαυμάζοντες, παρέδωκαν ταφῇ ὁσίᾳ τὸ πάντιμον λείψανον ἐν ᾧ τόπῳ ἐτμήθη, ἔνθα βραδύτερον ἠγέρθη ὁ μέχρι τοῦδε ναὸς αὐτῆς.
Λέγεται ὅτι πρὸ τῆς ἀποτομῆς, ἐζήτησε παρὰ τοῦ Κυρίου ἡ Ἁγία, ἵνα αἱ μὲν τρίχες τῆς κεφαλῆς αὐτὴς γίνωσι δένδρα, τὸ δὲ αἷμα πηγὴ ὕδατος, ὅπερ καὶ γέγονε, καὶ ὁρᾶται μέχρι σήμερον, δοξάζοντος τοῦ Κυρίου τὴν Ἁγίαν. Καὶ εὐθὺς μετὰ τὴν τομὴν τῆς κεφαλῆς ἐπήγασεν ἐκεῖ που ἐγγὺς τὸ ἀναβλύζον ἄφθονον ὕδωρ, ἔχον τοῖς ἐν πίστει λαμβάνοσιν ἰαματικὴν ἐνέργειαν, ἐν δὲ τῇ στέγῃ τοῦ μετ’ ὀλίγον ἱδρυθέντος ναϊδρίου ἀνεφύησαν δένδρα, μηδεμίαν σχέσιν ἔχοντα πρὸς τὸ τῆς γῆς ἔδαφος, ἀλλ’ ἱστάμενα ἐπὶ αἰῶνας ἐπὶ τῆς στέγης, ἰσχυρὰ καὶ χλοερά. Κατά τινες, ἀσεβῶς κινούμενοι, ἠθέλησαν ἐπενεγκεῖν βλάβην αὐτοῖς, ἀλλ’ ἔλαβον τὰ ἐπίχειρα τῆς ἑαυτῶν ἀσεβοῦς τόλμης






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.
Καὶ σχῆμα καὶ νοῦν ἀρρενοῖ Θεοδώρα,
Καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.
Αὕτη ἡ Ὁσία ἧν ἐκ τῆς κατ΄ Αἴγυπτον περιφανοῦς πόλεως Ἀλεξανδρείας. Ἐκ περιβλέπτου ἀναχθεῖσα γένους, συνεζεύχθη ἀνδρὶ τιμίῳ καὶ ἢν ἐν ἔτει νοδ΄. (474) ἐπὶ τῆς βασιλείας Ζήνωνος. Ἀλλὰ φθόνῳ τοῦ τὰ καλὰ φθονοῦντος ἐχθροῦ, τὸ τῆς μοιχείας διεπράξατο μῦσος, καὶ ἧν μετανοοῦσα καὶ στένουσα, καὶ δάκρυσιν ἱλεουμένη τὸν Κύριον· διὸ καὶ χαίρειν πᾶσιν εἰποῦσα, λάθρα ἐξῆλθεν τοῦ ἑαυτῆς οἰκοῦ καὶ συγγενείας· καὶ σχῆμα ἀμείψασα, καὶ ἀνδρῴαν περιθεμένη στολήν, παρεγένετο ἐν τίνι Μοναστηρίῳ ἀνδρῶν ὡς εὐνοῦχος Θεόδωρος. Ἐνταῦθα, ἐν βαθείᾳ ταπεινώσει ὑπερφυῶς ἠγωνίσατο, καὶ ποικίλους ὑπέστη πειρασμούς, ἐν ἀνενδοιάστῳ πίστει καὶ ἀταράχῳ ψυχῆ. Συκοφαντηθεῖσα γὰρ ὡς διέφθειρεν κόρην τινά, ἐδέξατο τὸ τεχθέν, καὶ ἀνέθρεψεν αὐτὸ ἐν σπλάγχνοις μητρικοῖς. Ἐντεῦθεν ἐδοξάσθη παρὰ Θεοῦ, καὶ θαυμάτων αὐτουργὸς ἐγένετο, ἐνεργοῦσα ἐν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Καὶ ἀποκαλυφθείσης ἐν τῷ τέλει αὐτῆς τῷ ἡγουμένῳ ἧς ἠξίωται δόξης οὐρανίου, ἐξέστησαν ἅπαντες ἰδόντες ὅτι ἥν γυνή, καὶ ὑπερφυῶς ἐν πολλῇ καρτερίᾳ ἠγωνίσατο κατὰ ἄνδρας, καὶ ἐδόξασαν τὸν Κύριον, τὸν ἐνισχύσαντα καὶ δοξάσαντα τὴν ἑαυτοῦ Ὁσίαν. Ἧς ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανίου βασιλείας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.
Ἄγχουσιν οἱ τρεῖς ἀρτολιμῷ γεννάδαι,
ἄρτους τὸν αἰτήσαντα δεῖξαι τοὺς λίθους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ μαγείρου.
Ἤνεγκε πᾶν δύσοιστον εὐψυχως βάρος,
Θείας ὁ Εὐφρόσυνος ἠδονῆς χάριν.
Οὗτος ἐγεννήθη ἀπὸ ἀγροίκους καὶ χωρικοὺς γονεῖς, καὶ ἐπομένως ἀνατραφεὶς μὲ ἰδιωτικὴν καὶ ἀπαίδευτον ἀνατροφήν, ὕστερον εἰσῆλθεν εἰς μοναστήριον, καὶ ἐνδυθεῖς τὸ σψῆμα, ἔγινεν ὑπηρέτης τῶν μοναχῶν. Ἐπειδὴ δὲ κατεγίνετο πάντοτε εἰς τὸ μαγειρεῖον ὡς ἄγροίκος, κατεφρονεῖτο ἀπὸ ὅλους τοὺς μοναχοὺς καὶ ἐπεριπαίζετο, πλὴν ὑπέφερεν ὁ μακάριος ὅλας τὰς καταφρονήσεις μὲ γενναιότητα καρδίας καὶ σύνεσιν καὶ ἡσυχίαν τοῦ λογισμοῦ, χωρὶς νὰ ταράττεται δι’ ὅλου. Διότι, ἄν καὶ ἦτον ἰδιώτης κατὰ τὸν λόγον, ὅμως δὲν ἦτον ἰδιώτης καὶ κατὰ τὴν γνῶσιν. Διότι, εἰς τὸ μοναστήριον γὰρ ἐκεῖνο, ὅπου εὑρίσκρτο ὁ ἀοίδιμος, ἦτο καὶ εἷς ἱερεὺς φίλος τοῦ Θεοῦ, ὅστις παρεκάλει προθύμως διὰ νὰ τῷ φανερώσῃ ὁ Θεὸς τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ ἀπολαύσουν οἱ ἀγαπῶντες αὐτόν. Μίαν νύκτα λοιπόν, κοιμωμένου τοῦ ἱερέως, ἐφάνη εἰς τὸν ὕπνον του, ὅτι εὑρέθη μέσα εἰς περιβόλιον, καὶ ἔβλεπε τὰ ἐκεῖ εὑρισκόμενα πανευφρόσυνα ἀγαθὰ μὲ θάμβος καὶ ἔκστασιν, ἐκεῖ δὲ εἶδε καὶ τὸν ἀνωτέρω μάγειρον του μοναστηρίου Εὐφρόσυνον, ὅστις ἐστέκετο εἰς τὸ μέσον τοῦ περιβολίου, καὶ ἀπελάμβανε τὰ διάφορα ἐκεῖνα ἀγαθά. Πλησιάσας λοιπὸν εἰς αὐτόν, ἠρώτα διὰ νὰ μάθῃ, ποῖον ἆρά γε εἶναι τὸ περιβόλιον ἐκεῖνο! Καὶ πῶς αὐτὸς εὑρέθη εἰς αὐτό! Ὁ δὲ Εὐφρόσυνος, ἀπεκρίθη:Τοῦτο εἶναι ἡ κατοικία τῶν τοῦ Θεοῦ ἐκλεκτῶν, ἐγὼ δέ, διὰ τὴν πολλὴν ἀγαθότητα τοῦ Θεοῦ μου, ἐσυγχωρέθηκα νὰ εὐρίσκομαι ἐδῶ. καὶ ὁ ἱερεὺς τῷ λέγει: Καὶ τί ἆρά γε κάμνεις εἰς τοῦτον τὸ περιβόλιον; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ἐγὼ ἐξουσιάζων ὅλα ὅσα βλέπεις ἐδῶ, χαίρω καὶ εὐφραίνομαι εἰς τὴν τούτων θεωρίαν καὶ νοερὰν ἀπόλαυσιν. Ὁ δὲ ἱερεύς, τῷ εἶπε: Δύνασαι νὰ μοὶ δώσῃς κανὲν ἀπὸ τὰ ἀγαθὰ ταῦτα; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ναί, θὰ λάβῃς ἀπὸ ὅλα αὐτὰ μὲ τὴν χάριν τοῦ Θεοῦ μου. τότε ὁ ἱερεὺς τῷ ἔδειξε μῆλά τινα, καὶ ἐζήτει νὰ τῷ δώσῃ ἀπὸ αὐτά. Λαβὼν δὲ μερικὰ μήλα ὁ Εὐφρόσυνος, ἔβαλεν αὐτὰ εἰς τὸ ἐπανωφόριον τοῦ ἰερέως, εἰπών: Ἰδού, κατατρύφησον τὰ μῆλα, τὰ ὁποῖα ἐζήτησας. Ἐπειδὴ δὲ τὸ σήμαντρον ἐκτύπησε διὰ νὰ ἐγερθοῦν οἱ Πατέρες εἰς τὸν Ὄρθρον, ἐξύπνησεν ὁ ἱερεύς. Καὶ ἐν ᾧ ἐνόμιζεν, ὅτι ἡ ὀπτασία ὅπου ἔβλεπεν ἦτον ὄνειρον, ἁπλώσας τὴν χεῖρά του εἰς τὸ ἐπανωφόριόν του, εὗρε πραγματικῶς τὰ μῆλα. Καὶ θαυμάσας διὰ τὴν παράδοξον αὐτῶν εὐωδίαν, ἔμεινεν ἀκίνητος εἰς ὥραν πολλήν.
Ἔπειτα, πορευθεὶς εἰς τὴν Ἐκκλησίαν, καὶ βλέπων ἐκεῖ στεκόμενον τὸν Εὐφρόσυνον, ἀπέσυρεν αὐτὸν εἰς παράμερον τόπον, καὶ τὸν ὥρκισε διὰ νὰ τῷ εἴπῃ ποῦ ἦτον ἐκείνην τὴν νύκτα. Ὁ δὲ Εὐφρόσυνος ἔλεγε: Συγχώρησόν μοι Πάτερ, εἰς κἀνὲν μέρος δὲν ὑπῆγα κατὰ τὴν νύκτα ταύτην, εἰμὴ τώρα ἦλθον εἰς τὴν Ἀκολουθίαν. Καὶ ὁ ἱερεὺς εἶπε: Διὰ τοῦτο ἐγὼ πρότερον σὲ ἔδεσα μὲ ὅρκους, διὰ νὰ φανοῦν εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ σὺ δὲν πείθεσαι νὰ φανερώσῃς τὴν ἀλήθειαν; Τότε ὁ ταπεινόφρων Εὐφρόσυνος ἀπεκρίθη: Ἐκεῖ Πάτερ ἤμην, ὅπου εἶναι τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ κληρονομήσουν οἱ ἀγαπῶντες τὸν Θεόν, καὶ τὰ ὁποῖα καὶ σὺ πρὸ πολλῶν ἐτῶν ἐζήτεις νὰ ἴδῃς, ἐκεῖ εἶδες καὶ ἐμὲ ἀπολαμβάνοντα τὰ τοῦ περιβολίου ἐκεῖνα ἀγαθά. Διότι θέλων ὁ Κύριος νὰ πληροφορήσῃ τὴν ἀγιωσύνην σου περὶ τῶν ζητουμένων ἀγαθῶν τῶν δικαίων, ἐνήργησε δι’ ἐμοῦ τοῦ εὐτελοῦς τοιοῦτον θαῦμα. Ὁ δὲ ἱερεὺς εἶπε: Καὶ τί μοι Πάτερ Εὐφρόσυνε, τί μοι ἔδωκας ἐκ τῶν ἀγαθῶν τοῦ περιβολίου; Ὁ δ’ Ἐὐφρόσυνος ἀπεκρίνατο: Τὰ ὡραῖα καὶ εὐωδέστατα μῆλα, τὰ ὁποῖα τώρα ἔβαλες εἰς τὴν κλίνην σου, ὅμως Πάτερ συγχώρησον, ὅτι σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος. Τότε ὁ ἱερεὺς διηγήθη εἰς ὅλους τοὺς ἀδελφοὺς τὴν ὀπτασίαν, τὴν ὁποῖαν εἶδε, καὶ διὰ μέσου αὐτῆς παρεκίνησεν ὅλους εἰς θαυμασμὸν καὶ ἔκπληξιν, καὶ εἰς ζῆλον τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Ὁ δὲ μακάριος Εὐφρόσυνος, φεύγων τὴν δόξαν τῶν ἀνθρώπων, κρυφίως ἀνεχώρησεν ἀπὸ τὸ μοναστήριον. Καὶ ἐμακρύνθη φυγαδεύων, μείνας ἀγνώριστος παντελῶς. πολλοὶ δὲ ἀσθενεῖς, τρώγοντες ἐκ τῶν μήλων ἐκείνων, ἰατρεύθησαν ἀπὸ τὰς ἀσθενείας των.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου.
Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις,
Τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην.
Οὗτοι οἱ Ἅγιοι, ἦσαν ἀπὸ τὴν Λαοδικείαν τῆς Συρίας. Συλληφθέντες δὲ ἀπὸ τὸν κατὰ τόπον ἄρχοντα, καὶ παῤῥησίᾳ ὁμολογήσαντες ὅτι εἶναι χριστιανοί, ἐδάρησαν τόσον ἀσπλάγχνως, ὥστε ἀπὸ τὸ πολὺν δαρμόν, παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβον παρ’ αὐτοῦ, τοὺς στεφάνους τοῦ μαρτυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν.
Ὀσμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα,
Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων.
Αὕτη ἡ Ἁγία, γραῖα οὖσα κατὰ τὴν ἡλικίαν, ᾐχμαλωτίσθη ἀπὸ Πέρσας, ὁμοῦ μὲ ἐννέα χιλιάδας χριστιανούς, οἱ ὁποῖοι ἐτιμωρήθησαν διαφοροτρόπως. Μαζὶ δὲ μὲ αὐτοὺς παρεστάθη καὶ ἡ Ἁγία ἔμπροσθεν τῶν Ἀρχιμάγων τοῦ Βασιλέως τῆς Περσίας, καὶ ἐτιμωρήθη μὲ διάφορα βάσανα, ὕστερον δ’ ἀπεκεφαλίσθη. Αδεται δὲ φήμη, ὅτι μετὰ τὴν ἀποτομὴν τῆς ἱερᾶς της κεφαλῆς, ἡ γῆ ἐκείνη ὅπου ἐδέχθη τὸ αἷμά της, ἐφούσκωσε καὶ ὑψώθη εἰς ὄγκον πολύν. Οἱ δὲ δήμιοι, οἱ ταύτην βασανίσαντες, παρελύθησαν, καὶ ὁ ἥλιος ἐσκότισε τὸ φῶς του, καὶ ὁ περιέχων ἀὴρ ἐγέμισεν ἀπὸ ευωδίαν γλυκυτάτην καὶ ἄῤῥητον. Οὕτω γὰρ δοξάζει ὁ Θεὸς τοὺς αὐτὶν δοξάζοντας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἠλιοὺ τοῦ Σπηλαιώτου καὶ Ἀρσενίου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος τῶν ἐν Σάμῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τῶν Ὁσίων Σεργίου καὶ Γερμανοῦ, τῶν ἐν Βαλάμῃ θαυματουργῶν ἐκ τῆς Νοβαγράδας (Νεαπόλεως) ἐπιστραφέντων εἰς τὴν ἐν Βαλάμῃ ἱερὰν αὐτῶν μονήν.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς
Δυνάμει Χριστοῦ, ὑπερίσχυσας μανίας τοῦ βελίαρ, καὶ ἰσαγγέλων βιώσασα μαρτυρικοῦ τέλους ἔτυχες· ὅθεν καὶ διπλῶν Θεοδώρα, βραβείων ἔτυχες ψάλλουσα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ς ἔγνω τὶς εἶ, ὁ τέμων τὴν κεφαλήν σου Θεοδώρα, ἐν συνοχῇ φόβου γεγένηται, καὶ ἐν ἐκπλήξει οἱ ἅπαντες, ὕμνουν τὸν Σωτῆρα Ὁσία, ὁμοφώνως κραυγάζοντες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ημάτων τῆς σῆς, προσευχῆς ὁ σὸς Νυμφίος ἐπακούσας, πηγὴν ὑδάτων πολλῶν ἔβλυσεν, ἔνθα τὸ αἷμά σου κέχυται, καὶ ἐπὶ τοῦ θείου ναοῦ σου, ξένως Μῆτερ ἀνεφύησαν, δένδρα στεῤῥὰ καὶ θαλερά, πάντας ἐκπλήττοντα.
Θεοτοκίον.
θλήσει στεῤῥᾷ, ἡ Ὁσία Θεοδώρα Θεοτόκε, τῷ Σῷ Υἱῷ ὡς θῦμα ἄμωμον, καὶ ὡς παρθένος ἀμόλυντος, χαίρουσα προσήχθη ἐν πίστει, σὺν Ἁγίοις κραυγάζουσα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Γνόντες τὸ τέλος σου σεμνή, οἱ σεπτοὶ συμμονασταί σου Θεοδώρα, ἐν ἐκπλήξει ἀνύμνουν, τὸν ζωοδότην Χριστόν, τὸν δόντα σοι δύναμιν ἄνωθεν, βιῶσαι ἐν μέσῳ, ἀνδρῶν ἐν ἀποκρύψει.
Ἔδραμον οἱ συμμονασταί, μετὰ θρήνων καὶ κλαυθμῶν καὶ θείων ὕμνων, καὶ παρέδωκαν τάφῳ, τὸ σκῆνός σου τὸ σεπτόν, ἐξ οὗ ἔῤῥει χάρις τοῦ Πνεύματος, τὴν σὴν βεβαιοῦσα, ἣν εὗρες θείαν δόξαν.
ήμασι Μῆτερ γοεροῖς, ἀνεβόων οἱ φονεῖς σου μεταγνόντες· μὴ ἡμῖν στήσῃς ταύτην, τὴν ἁμαρτίαν σεμνή, ἀλλ’ οἴκτειρον πάντα ὡς ἔχουσα, πολλὴν εὐσπλαγχνίαν, ὡς νύμφη τοῦ Σωτῆρος.
Θεοτοκίον.
χραντε Μῆτερ τοῦ Θεοῦ, τὴν χρανθεῖσάν μου ψυχὴν πολλαῖς ἀπάταις, τοῦ δολίου βελίαρ, ἀπόπλυνον τῶν παθῶν, καὶ δίδου πταισμάτων μοι ἄφεσιν, οἷα τοῦ Σωτῆρος, συμπαθεστάτη Μήτηρ.











ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ.
Στέφος διπλοῦν ἐκομίσω, ἐκ χειρὸς τοῦ Κυρίου, τελέσασα τὸν δρόμον εὐσεβῶς, σὺν Ὁσίοις καὶ Μάρτυσιν, ὡς Ὁσία καὶ Μάρτυς, θεόφρον Θεοδώρα ἀληθῶς· διὰ τοῦτο ἐν ὕμνοις, γεραίρομεν τὴν μνήμην σου.
δοὺ ἵδρυται θεῖος, καὶ πανίερος οἶκος, τῇ κλήσει σου Ὁσία τῇ σεπτῇ, ἔνθα τὸ σῶμά σου τεθέαται, ὥσπερ ᾔτησας Μῆτερ, παρέχων ἀληθῆ ἁγιασμόν, Θεοδώρα θεόφρον, τοῖς εὐλαβῶς προστρέχουσι.
Μετὰ σπουδῆς οἱ Ἀρκάδες, καὶ Μεσσήνιοι ἅμα, καὶ πάντες οἱ περίοικοι πιστῶς, πανευλαβῶς καταφεύγουσι, τῷ ἐν Βάστᾳ ναῷ σου, καὶ ἄγουσι τὴν μνήμην σου σεμνή, Θεοδώρα θεόφρον· πάντων γὰρ πέλεις καύχημα.
λολαμπὴς παρεστῶσα, τῷ Νυμφίῳ σου Μάρτυς, καὶ δόξης πληρουμένης θεϊκῆς, ῥῦσαι παθῶν με ζοφώσεως, καὶ τὸν ὕμνον μου δέξαι, ὡς δῶρον Θεοδώρα εὐτελές, καὶ πταισμάτων μοι αἴτει, τὴν λύσιν καλλιπάρθενε.
Θεοτοκίον.
περαγία Παρθένε, τῶν Ἀγγέλων ἡ δόξα, καὶ πάντων τῶν Ἁγίων καλλονή, τὴν ἀμορφίαν καλλώπισον, τῆς ἀθλίας ψυχῆς μου, καὶ ῥῦσαί με μανίας τοῦ ἐχθροῦ, τοῦ ζητοῦντος ὀλέσαι, τὸν ταπεινὸν ἱκέτην Σου.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁσίως μὲν τὸ πρότερον, τὸν βίον διανύσασα, σῦν μονασταῖς Θεοδώρα, ὥσπερ ἀνὴρ λανθανόντως, εἶτα θάνατον ἄδικον, ὑπέστη ἀνδρικώτατα, καὶ μαρτυρίου στέφανον, παρὰ Χριστοῦ ἐκομίσω, ὑπὲρ ἡμῶν δυσωποῦσα.
Ὅμοιον. Τῆς Ἑορτῆς.
Ἐκ γηραλέας ἄχραντε, μητρὸς Ἄννης τῆς σώφρονος, βουλήσει θείᾳ ἐτέχθης, καὶ χαρᾶς ἔπλησας κόσμον· διὸ ὕμνον μεθέορτον, τῇ Σῇ γεννήσει ᾄδοντες, ἀπὸ ψυχῆς βοῶμέν Σοι· χαῖρε ἁγνὴ Θεοτόκε, ἡ προστασία τοῦ κόσμου.













Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Λιποῦσα τοῦ κόσμου τὰ τερπνά, Μῆτερ ἐκ νεότητος, Χριστῷ πιστῶς ἠκολούθησας, Ἁγίοις σκάμμασι, καὶ ἀνὴρ καθάπερ, μέσον ἀνδρῶν ἤνυσας, λανθάνουσα τοὺς πάντας τὸν βίον σου· διὸ ὁ Κύριος, μαρτυρίου σε ἀνήγαγε Θεοδώρα, εἰς ὕψος περίβλεπτον.

Ἀδίκως θανεῖν φθόνῳ ἐχθροῦ, Θεοδώρα κέκρισαι, καὶ ἐκτημθεῖσα τὴν κάραν σου, τοῖς πᾶσιν ἔδειξας, ὅτι γυνὴ οὖσα, φιλοσόφως ἤσχυνας, ἐν μέσῳ μοναστῶν, γνώμῃ κρείττονι, ἐχθρὸν τὸν δόλιον· διὰ τοῦτο ὡς Ὁσίαν σε, καὶ παρθένον ὑμνοῦμεν καὶ Μάρτυρα.

Ἐν Βάστᾳ ὁ θεῖός σου ναός, θαῦμα πέλει μέγιστον, τὴν μακαρίαν σου ἄθλησιν, ἐκφαίνων ἅπασι· δένδρα γὰρ ἐν στέγῃ, φέρει εὐθαλέστατα, καὶ ὕδατος πηγὴν βλύζει ἄφθονον, ἐγγύθεν πάνσεμνε· ὁ Χριστὸς γὰρ Θεοδώρα σε, διὰ τούτων, θαυμαστῶς ἐδόξασε.

Τὴν σὴν Θεοδώραν προσευχήν, προσδεχθεὸς ὁ Κύριος, θείων χαρίτων σε ἔπλησεν· ἐντεῦθεν σπεύδουσι, τῷ σεπτῷ ναῷ σου, Ἀρκάδες Μεσσήνιοι, καὶ πᾶσα εὐσεβούντων ὁμήγυρις, καὶ τὴν σὴν ἄθλησιν, μακαρίζουσι θεώμενοι, τὴν ἐν τούτῳ, ἐκλάμπουσαν χάριν σου.

Δόξα. Ἦχος πλ. β΄.
Τῶν ἀρετῶν τὴν τρίβον, ἀκλινῶς βαδίζουσα, πρὸς μαρτυρικὴν ἀνήχθης ἀκρώρειαν, Ὁσιομάρτυς Θεοδώρα· τὸ γὰρ χαῦνον τοῦ θήλεος, νοΐ τελείῳ παριδοῦσα, ὡς ἀνὴρ ἠγωνίσω, πολιτείας λαμπρότητι· καὶ βασκανίας τοῦ ἐχθροῦ, κρείττων φανεῖσα, ἀθλητικῷ τέλει ἔδειξας, τὸν τῆς ψυχῆς θησαυρόν, καὶ θείων δωρεῶν τὸν πλοῦτον. Ἀλλ’ ὡς Ὁσίων καὶ Μαρτύρων κοινωνός, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Θεοδώρα νύμφη Χριστοῦ, Ὁσία καὶ Μάρτυς, ἡ παρέχουσα μυστικῶς, θείων δωρημάτων, τὰς θεοσδότους δόσεις, τοῖς πίστει προσιοῦσι, τῷ θείῳ οἴκῳ σου.

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν θεϊκῶν τῶν δωρεῶν ἐντρυφῶσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Θεοδώρα, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, οἱ τῷ θείῳ ναῷ σου, μετὰ σπουδῆς προστρέχοντες ἀεί, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Βοηθὸς ἡμῖν, ὦ Θεοδώρα, ἔσο. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Βραβείων τυχοῦσα ὑπερφυῶν, μὴ παύσῃ βραβεύειν, τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείῳ ναῷ σου Θεοδώρα, τὰς δωρεὰς τῆς θερμῆς προστασίας σου.
σία καὶ Μάρτυς πανευκλεής, Χριστοῦ Θεοδώρα, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, καὶ ἱλασμὸν τοῖς πιστῶς σε γεραίρουσιν.
λίου λαμπρότησι νοητοῦ, καταλαμπομένη, Θεοδώρα ἐν οὐρανοῖς, ψυχῆς μου διάλυσον τὸν ζόφον, ταῖς φωτοφόροις πρεσβείαις σου ἔνδοξε.
Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον ἐν σαρκί, τεκοῦσα Παρθένε, ἀποῤῥήτως δίχα τροπῆς, σαρκός μου θεράπευσον τὸ ἄλγος, καὶ τῆς ψυχῆς μου τὴν λύπην ἀφάνισον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Ἁγία ὡς συμπαθὴς πρόσβλεψον, ἐπὶ τοὺς φοιτῶντας ἐν πίστει, τῷ θείῳ οἴκῳ σου, καὶ τὰ αἰτήματα, πλήρου αὐτῶν Θεοδώρα, ταῖς πρὸς τὸν Νυμφίον σου, θείαις ἐντεύξεσι.
Σωτηρίαν ἐξαίτει καὶ τῶν παθῶν ἴασιν, καὶ πολυειδῶν συμπτωμάτων, τὴν ἀπολύτρωσιν, καὶ πάσης θλίψεως, ἀπαλλαγὴν Θεοδώρα, καὶ χαρὰν τὴν ἔνθεον, τοῖς εὐφημοῦσί σε.
θερμή σου πρεσβεία πρὸς τὸν Χριστὸν πάνσεμνε, γένοιτο ἡμῖν εὐφροσύνης, πηγὴ τῆς κρείττονος, δρόσον παρέχουσα, καὶ γλυκασμὸν Θεοδώρα, τοῖς ἐν λύπαις στένουσι, φθόνῳ τοῦ ὄφεως.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, τὸν τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐξαφανίσαντα, δεσμῶν με λύτρωσαι, τῆς χαλεπῆς ἁμαρτίας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος.
Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοι Θεοδώρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θεοῦ δωρεῶν ἐπώνυμος τυγχάνουσα, παρέχεις ἀεί, τὰς θεοσδότους χάριτας, τοῖς τῷ ναῷ σου σπεύδουσι, Θεοδώρα καὶ πίστει βοῶσί σοι· μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μάρτυς ὤφθης περίδοξος, ὑπὲρ ἀληθείας τὸ αἷμα χέασα· διὰ τοῦτο δυσωποῦμέν σε· ψεύδους καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.
ατήριον γίνεται, πίστει λαμβανόμενον καλλιπάρθενε, τὸ ἐγγὺς τοῦ θείου οἴκου σου, ἀναβλύζον ὕδωρ τῇ σῇ χάριτι.
Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοδώρα τοὺς τιμῶντάς σε, ὡς Χριστοῦ κλεινὴν Ὁσιομάρτυρα.
Θεοτοκίον.
ς Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, Θεοδώρα τῇ θερμῇ σου ἀρωγῇ, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν φυλάττουσα.
πιδε ἡμῖν, συμπαθείας Μῆτερ ὄμματι, καὶ παράσχου θεοσδότους παροχάς, Θεοδώρα τοῖς ἐν θλίψεσιν ὑπάρχουσιν.
ρμος νοητός, ὁ ἐν Βάστᾳ θεῖος οἶκός σου, Θεοδώρα ἀνεδείχθη ἀληθῶς, τοῖς ἐν κύμασι τοῦ βίου προσπαλαίουσι.
Θεοτοκίον.
Δίδου μοι Ἁγνή, τὴν ταχεῖάν Σου βοήθειαν, καὶ ἀπάλλαξον μανίας τοῦ ἐχθροῦ, ὑπὸ τούτου θλιβομένην τὴν καρδία μου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ς ἤθλησας, στεῤῥοψύχως Ὁσία, δωρεῶν ἐπουρανίων ἐπλήσθης· ὅθεν ἐκπλήττεις πιστῶς Θεοδώρα, τῇ ἐνοικούσῃ τῷ θείῳ τεμένει σου, χάριτι θείᾳ καὶ ῥοπῇ, δι’ ἧς σώζεις τοὺς σὲ μακαρίζοντας.
οαῖς σου, τῶν ἐκχυθέντων αἱμάτων, πηγὴ ἔβλυσεν ἀφθόνων ὑδάτων· ὅθεν ἡμῖν, ζωῆς βλῦσον τὸ νᾶμα, καὶ ἀπαθείας τὸ ὕδωρ τὸ ἥδιστον, ταῖς πρὸς Θεὸν σαῖς προσευχαῖς, Θεοδώρα σεμνὴ καλλιπάρθενε.
γγέλων, συνηδομένη τοῖς δήμοις, μὴ ἐλλίπῃς ἐποπτεύουσα Μῆτερ, τοὺς ἐν τῷ θείῳ ναῷ σου ἐν Βάστᾳ, ἐκ διαφόρων χωρίων καὶ πόλεων, συντρέχοντας πανευλαβῶς, καὶ τὴν σὴν ἐξαιτοῦντας ἀντίληψιν.
Θεοτοκίον.
τέχθη, ἐκ τῆς ἀχράντου γαστρός Σου, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, καὶ τῶν βροτῶν, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσας δι’ ἔλεος ἄφατον· Ὃν καθικέτευε ἁγνὴ, τὴν φθαρεῖσαν καινίσαι καρδίαν μου.
Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοι Θεοδώρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς Κυρίου πανεύφημε, τῶν δωρεῶν τῶν ἐνθέων ἐπώνυμε, ἀπαύστως Χριστὸν καθικέτευε, παντὸς κινδύνου καὶ θλίψεως ῥύεσθαι, τοὺς σὲ Θεοδώρα γεραίροντας.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μάρκον (ε΄, 24-34)
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα: Ταῖς τῶν Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Δῶρον ὡς εὐπρόσδεκτον, προσενεχθεῖσα Κυρίῳ, βίου καθαρότητι, καὶ Μαρτύρων αἵματι καλλιπάρθενε, δωρεῶν μέτοχος, ὤφθης οὐρανίων· διὰ τοῦτό σου δεόμεθα· πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, ταῖς σαῖς ἱκεσίαις, θεόφρον Θεοδώρα πρὸς Χριστόν, οὗ τῷ φωτὶ καταλάμπρυνον, Μῆτερ τὰς ψυχὰς ἡμῶν.








ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Συντριβεὶς τῇ κακίᾳ τῇ θερμῇ σου πρεσβείᾳ προστρέχω πάνσεμνε· σὺ οὖν ταλαιπωρίας, δεινῆς ἀπάλλαξόν με, καὶ ζωῆς μοι βελτίωσιν, ἐξαίτει παρὰ Χριστοῦ, θεόφρον Θεοδώρα.
Οἱ τῷ θείῳ ναῷ σου καταφεύγοντες πίστει θερμῇ λαμβάνουσιν, ὑγείαν τὴν κατ’ ἄμφω, καὶ λύσιν πάσης λύπης, Θεοδώρα πρεσβείαις σου· σὺ γὰρ παρέχεις ἀεί, τοῖς πᾶσι θείας δόσεις.
Γεωργῆσας μῆτερ τοὺς καρποὺς ἀπαθείας τῇ πολιτείᾳ σου, παθῶν τῶν ἀκαθάρτων, καὶ νόσων καὶ σκανδάλων, ἀνωτέρους διάσωζε, τοὺς σὲ τιμῶντας πιστῶς, σεμνὴ Ὁσιομάρτυς.
Θεοτοκίον.
πιφάνηθι Κόρη νοερᾷ ἐπισκέψει τοῖς Σὲ δοξάζουσι, καὶ πλήρωσον Παρθένε, ἡμῶν τὰς διανοίας, φωτισμοῦ τοῦ τῆς χάριτος, ὡς φωτοφόρος παστάς, τοῦ φωτοδότου Λόγου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
είθροις ἀΰλοις, τῶν θεϊκῶν δωρεῶν σου, καταδρόσισον ἡμῶν τὰς διανοίας, Μῆτερ φλεγομένας, παθῶν τῇ επηρείᾳ.
νωθεν ἴδε, τοὺς τῷ ἁγίῳ ναῷ σου, καταφεύγοντες Ὁσία Θεοδώρα, καὶ παράσχου τούτοις, τὰς σωτηρίους δόσεις.
Σὲ προστασίαν, οἱ ἐν κινδύνοις τελοῦντες, Μάρτυς ἔχοντες λυτρούμεθα τῶν πόνων, καὶ τὴν σὴν ὑμνοῦμεν, ὦ Θεοδώρα χάριν.
Θεοτοκίον.
ασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι συγχώρησιν πταισμάτων, ταῖς πρὸς τὸν Υἱόν Σου, πρεσβείαις Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίας, ἤδη ἐντρυφῶσα, τῆς τῶν παθῶν δυστυχίας ἀπάλλαξον, Ὁσιομάρτυς Κυρίου, τοὺς σὲ γεραίροντας.
δὸν ἡμᾶς βαδίζειν, Μάρτυς Θεοδώρα, τῶν ἐντολῶν τοῦ Σωτῆρος ἐνίσχυσον, ὡς ἂν ζωῆς αἰωνίου ἀξιωθείημεν.
μνοῦντές σου τὸν βίον, Μῆτερ Θεοδώρα, ἀπεκδεχόμεθα πάντες τὴν χάριν σου, ἣν ἀεὶ δίδου τοῖς πίστει σε μακαρίζουσι.
Θεοτοκίον.
ψίστου Λόγου Μῆτερ, κεχαριτωμένη, ἐξ ἀλογίας τὸν νοῦν μου ἀνύψωσον, ἐπινοιῶν ἀκαθάρτων τοῦ πολεμήτορος.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἔρωτι τρωθεῖσα τῷ θεϊκῷ, πάντα τὰ ἐν κόσμῳ, καταλέλοιπας νουνεχῶς, καὶ δι’ ἐγκρατείας, ἐδούλευσας Κυρίῳ, Ὁσία Θεοδώρα, βίου λαμπρότητι.
Ἤμειψας τὸ σχῆμα γνώμῃ στεῤῥᾷ, καὶ τὴν κλῆσιν ἅμα, καὶ ἐν τάγματι μοναστῶν, ὡς ἀνὴρ προσῆλθες, καὶ ᾔσχυνας τὸν ὄφιν, Ὁσία Θεοδώρα, πόνοις ἀσκήσεως.
Τὴν συκοφαντίαν τὴν χαλεπήν, ἤνεγκας ἀνδρείως, Θεοδώρα νύμφη Χριστοῦ, καὶ τὴν κεφαλήν σου, ἀδίκως ἐκτμηθεῖσα, μαρτυρικῶν στεφάνων, ὄντως ἠξίωσαι.
Θαῦμα ὄντως πέλει ὁ σὸς ναός, ὁ ἐν Βάστᾳ Μῆτερ, τῷ χωρίῳ ἔνθα χοροί, ἐκ τῆς περιοίκου, συῤῥέοντες προθύμως, λαμβάνουσιν ὑγείαν, ψυχῆς καὶ σώματος.
Χαίροις τῶν Ὁσίων ἡ κοινωνός, χαίροις τῶν Μαρτύρων, τῶν Ἁγίων ἰσοκλεής, χαίροις Θεοδώρα, Χριστοῦ Ὁσιομάρτυς, τῶν Πελοποννησίων, θεῖον καλλώπισμα.
Κλήρου τὰ αἰτήματα τῶν πιστῶν, τῶν σπευδόντων Μάρτυς, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἐν Βάστᾳ ὄντι, καὶ δίδου Θεοδώρα, ἀπὸ τῶν δωρεῶν σου, χάριν τοῖς χρήζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῷ ἐν Βάστᾳ θείῳ ναῷ σου, καὶ τῇ εἰκόνι σου, εὐλαβῶς προσπίπτοντας, Ὁσιομάρτυς Χριστοῦ, Θεοδώρα ἑκάστοτε, ἐκ πάσης ἀνάγκης, καὶ νόσων καὶ θλίψεων, καὶ βασκανίας δεινῆς, φύλαττε ἀτρώτους λιταῖς σου, καὶ τὴν προστασίαν σου δίδου, πᾶσι τοῖς ὑμνοῦσι τοὺς ἀγῶνάς σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.







Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου