ΣΕΠΤΕΜΒΡΙΟΣ Γ΄!!
ΑΡΙΣΤΙΩΝ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ὥσπερ Χριστοῦ ἑστιάτωρ ἀρίστην τράπεζαν, παμμάκαρ Ἀριστίων, τὴν σὴν μνήμην προτίθης, ἐφ’ ἧς κατορθωμάτων σου τὴν πληθύν, καθορῶντες δοξάζομεν, τὸν σὲ δοξάσαντα ζῶντα καὶ Ἀθλητήν, ἀναδείξαντα πυρίφλεκτον.
Καὶ Ἀθλητὴς ἀνεδείχθης καὶ Ἀθλητῶν φροντιστής, ἄριστος Ἀριστίων, ἐκκαιόμενος ζήλῳ, ἀγάπης τοῦ Δεσπότου καὶ ἀδελφῶν· ὅθεν ποίμνης ἠξίωσαι, Ἀλεξανδρείας γενέσθαι ποιμὴν μικρᾶς, ἐν μεγίστοις κατορθώμασι.
Τὴν τοῦ παντὸς θύων μάκαρ Ζωὴν Χριστὸν Ἰησοῦν, ὑπὲρ τῆς Ἐκκλησίας, ἐθανάτους τὴν σάρκα, ἀσκήσει ζωηφόρῳ στέφος λαμπρόν, μαρτυρήσας δ’ ἀπείληφας, προσαγαγὼν τῷ Δεσπότῃ θῦμα σαὐτόν, διὰ τῆς ὁλοκαυτώσεως.
Ἕτερα. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε θῦτα τοῦ Χριστοῦ, καὶ ποιμὴν τρισόλβιε, Ἀλεξανδρείας κατίθυνας, ναῦν πρὸς σωτήριον, καὶ καλὸν λιμένα, ταῖς διδασκαλίαις σου, καὶ θείοις θαυμασίοις, οἷς Κύριος σὲ ἐχαρίτωσεν, ὡς αὐξήσαντα τάλαντον, καὶ ἐν τέλει, τῷ πυρὶ ἀθλήσαντα.
Πανεύφημος ὤφθης ἐκ τῶν σῶν, ἀρετῶν πανάριστε, ὡς ἱεράρχης σοφώτατος, καὶ χριστοκίνητος, ἀλλὰ καὶ ἐν ἄθλοις, δι’ ὧν ἐμυκτήρισας, εἰδώλων τὴν ψυχώλεθρον ἄνοιαν, καὶ θείαν Σάρκωσιν, τοῦ Δεσπότου ἀνεκήρυξας, Ἀριστίων, Πνεύματι φερόμενος.
Πανεύφημον δέχου ἐξ ἡμῶν, Ἀριστίων ἔπαινον, ὅτι ἐν πᾶσιν ἠρίστευσας, καὶ τύπος γέγονας, τῆς ποιμεναρχίας, ἀκριβῶς τὸν Κύριον, μιμούμενος· διὸ καὶ ἠξίωσαι, μεγίστης χάριτος, τὸν ποδήρη καταβάψαί σου, μαρτυρίου αἵμασι μακάριε.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἀριστώνυμον Ἱερομάρτυρα, καὶ ἀριστόαθλον στεφανίτην τοῦ Χριστοῦ, Ἀλεξανδρείας τὸν καλὸν ποιμένα, Ἀριστίωνα τὸν πανεύφημον, ὕμνοις νικητικοῖς δεῦτε πιστοὶ ἐγκωμιάσωμεν, καθικετεύοντες αὐτόν, ὅπως μακρὰν ἡμῶν ἀλέξηται τοὺς δειλάνδρους δαίμονας, καὶ πρεσβεῦσαι τῷ Δεσπότῃ, δοῦναι ἡμῖν ὡς εὔσπλαγχνος τὴν ἄφεσιν τῶν παραπτώσεων, καὶ κατασφαλίσῃ τὰς καρδίας ἡμῶν, ἀπὸ προσβολῶν τοῦ ἀντιδίκου, τῇ σφραγίδι τοῦ Ἁγίου Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὡς ἄριστα ἐν πᾶσι περάσαντα τὸν δόλιχον τῆς παρούσης ζωῆς, δεῦτε φιλομάρτυρες τοῖς ἀρίστοις τῶν ἐγκωμίων, τὸν ἄριστον Ἱερομάρτυρα τοῦ Χριστοῦ, Ἀριστίωνα καταστέψωμεν, ἱκετικῶς αὐτῷ βοῶντες· δὸς ἡμῖν χεῖρα βοηθείας Πάτερ, τοῖς μὲν ἐν λόγοις ἀριστεύουσι, τοῖς δὲ ἐν ἔργοις ὑπολοιπομένοις σφοδρά.
Ἦχος β΄.
Τὸν Βουκεφάλα τῶν παθῶν εὐχερῶς κατεδάμασας, ὡς ὁ ποτὲ Ἀλέξανδρος, Ἀλεξανδρείας τῆς μικρᾶς, ὁ μέγιστοις ποιμήν. Καὶ τῶν εἰδώλων τὴν λατρείαν σοφώτατα καταμυκτηρίσας, νῦν ἐφιππεύεις τῆς Βασιλείας τῶν Οὐρανῶν, Ἀριστίων τρισόλβιε· ἔνθα ἡμῶν μὴ παύσῃ μιμνησκόμενος πρὸς τὸν Κύριον.
Ἦχος γ΄.
Τὴν κνίσσαν τῶν εἰδωλικῶν μιασμάτων ὀσφραινόμενος, ἔκλαιες σοφὲ τῶν συμφυλετῶν τὴν ἀπώλειαν· καὶ τοῦ Πνεύματος οἰκειωθεὶς τὴν πανευώδη ὀσμήν, ὡς ἄνθος χαρίεν καὶ πολυμέλιττον, εἵλκυες αὐτοὺς εἰς ἐπίγνωσιν τῆς εὐαγγελικῆς ἀληθείας. Ἡμᾶς δὲ κινδυνεύοντας τὴν ἀπὸ τοῦ Κυρίου διάστασιν, διὰ τῆς πρακτικῆς εἰδωλολατρείας, συνέτισον τῇ χρισευόσμῳ ἱκεσίᾳ σου, Ἀριστίων παμμακάριστε.
Ἦχος δ΄.
Ἐκ τῆς φυσικῆς θεολογίας τῶν κτισμάτων, εἰς τὴν μυστικὴν τοῦ Πνεύματος διδασκαλίαν, διὰ τῆς ἐραστικῆς σου μαθητείας, Ἀριστίων τὸν νοῦν ἀνεβίβασας· καὶ πεποιθὼς ὅτι ἐκ τῆς εἰδωλομανίας οὐκ ἔστι τι ὀνήσιμον, εἰ μὴ ψυχῶν ἀπώλεια, εἰς φῶς Χριστοῦ ὡδηγήσας, τὴν λαχοῦσάν σοι ποίμνην. Καὶ διὰ τῆς ὁλοκαυτώσεώς σου ἐπισφραγίσας τὴν ἀγάπην σου πρὸς Θεόν, πρέσβευε Αὐτῷ κλεινὲ Ἱερομάρτυς, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀπὸ νεότητος ἄρας ἐπὶ τοὺς νοητοὺς ὤμους σου τὸν ζυγὸν τοῦ Χριστοῦ, τῆς μακαριότητος τῶν οἰκείων τοῦ Θεοῦ ἠξιώθης Ἀριστίων· ἐν πᾶσι γὰρ χριστοειδῶς ἐπορεύθης, μόνης ἐρῶν τῆς μετὰ τοῦ Δεσπότου κοινωνίας· ὅθεν τοὺς λόγους σου ἐπεσφραγίσας διὰ τῆς ἐν καμίνῳ ὁλοκαυτώσεως, κατανικήσας στεφηφόρως, τὸν νοητὸν Ναβουχοδονόσορ. Πρέσβευε δεόμεθα πυρίκαυστε Ἱερομάρτυς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Εὗρέ σε ἡ Χάρις ἐκλεκτόν, σκεῦος Ἀριστίων παμμάκαρ, καὶ κατεσκήνωσεν, ὅτε ὁ Ἀντώνιος θεῖον μυστήριον, τῆς Χριστοῦ Ἐνσαρκώσεως, καὶ τῆς Σωτηρίας, σοὶ ἐνεπιστεύσατο ἔτι νεάζοντι· ὅθεν, φωτισθεὶς τὴν καρδίαν, διὰ τοῦ βαπτίσματος ὤφθης, ἀληθείας ἔνζηλος ὑπέρμαχος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔχων τὴν ἀγάπην ἐν ψυχῇ, πρὸς Θεὸν καὶ πέλας πλουσίαν, Ἱερομάρτυς κλεινέ, πᾶσι τὸ φιλάνθρωπον Χριστοῦ ἐδίδασκες, ὅπως πλάνην πατήσαντες, σκοτίαν εἰδώλων, Φῶς ψυχαῖς εἰσδέξωνται ἀειλαμπέστατον, ὅπερ, σὺ πλουσίως κατέχων, ὡς πηγὴ δευτέρα παρεῖχες, πᾶσιν Ἀριστίων τοῖς πελάζουσι.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἔχαιρες γνησίως ὡς ποιμήν, βλέπων σῶν προβάτων πλουσίαν, φιλοθεΐαν σοφέ, ἀλλὰ καὶ συνέκλαιες, μετὰ Ἀγγέλων Θεοῦ, θεωρῶν τὴν ἀπώλειαν, ψυχῶν χριστοπλάστων· ὅθεν ἐκκαιόμενος φιλαδελφίας πυρί, πλήθη, τῷ Κυρίῳ συνῆψας, ἕως οὗ σαὐτὸν θῦμα Πάτερ, διὰ τῆς καμίνου ἐναπέδειξας.
Δόξα. Ἦχος δ΄.
Ἀπὸ παιδὸς ἐνσημανθεὶς τῇ σφραγῖδι τοῦ Χριστοῦ, δοῦλος Τούτου γνήσιος ἔμεινας, Ἀριστίων ἱερέ, ἕως ἐσχάτης σου ἀναπνοῆς. Μόνον Τοῦτον πνέων, μόνον Τοῦτον ζητῶν, μόνον Τούτῳ ὑποταττόμενος· ὅθεν ὡς ποιμεναρχήσας καλῶς, ἄριστα νῦν αὐλίζῃ εἰς τὰ σκηνώματα τὰ πεποθημένα σοι, ἔνθα Πάτερ πρέσβευε τῷ Δεσπότῃ καὶ Θεῷ, ὅπως κατασφαλίσηται καὶ ἡμᾶς, τῷ ζωοποιῷ καυτῆρι τοῦ Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἱεράτευσας ὦ Ἀριστίων καλῶς, ὦ ὕστερον ἔθυσας σαυτὸν ὡς θῦμα σεπτόν, ἀθλήσας δι' αἵματος· ὅθεν μὴ διαλίπης, ἱκετεύειν ἀπαύστως, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ θερμῶς ἐκζητούντων, εὐχὰς τὰς ἁγίας σου, Μαρτύρων ἄριστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ποιμὴν ἀληθινός, τοῦ Κυρίου ἐδείχθης, ποιμαίνων ἐν στοργῇ, τὴν λαχοῦσάν σοι ποίμνην, ἐν λόγοις καὶ πράξεσιν, ἀριστευών πανάριστε· ὅθεν εἴληφας, καὶ μαρτυρίου τὸ στέφος, ἐψηθεὶς σοφέ, ἐν τῷ πυρὶ ὡς ἰχθύς τις, ἐκτρέφων σὰ πρόβατα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὸν Χριστὸν ἠγάπησας, ἀπὸ καρδίας, καὶ Αὐτῷ ὡς πρόβατον, ἀκολουθήσας ἀκλινῶς, ποιμὴν ἐδείχθης μακάριε, Ἀλεξανδρείας, καὶ Μάρτυς πανθαύμαστος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δειλιῶ πανάμωμε, Κρίσιν ἐσχάτην, ἐννοῶν τὰς πράξεις μου, τὰς ὁδηγούσας με εἰς πῦρ· ὅθεν βοῶ Σοι· παράστηθι, καὶ γένοιό μοι, βεβαία μεσίτρια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ποιμένα καὶ πρόβατον εὐφημήσωμεν, εὐσεβείας τὸν μέγαν ἱεροκήρυκα, καὶ ἀγάπης τοῦ Χριστοῦ θῦμα πάντερπνον, Ἀριστίωνα πιστοί, Ἱεράρχην τὸν κλεινόν, δειχθέντα Ἀλεξανδρείας, καὶ τῆς καμίνου τὴν φλόγα, θείῳ πυρὶ κατανικήσαντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε κλίμαξ Κυρίου ἡ θεοστήρικτος, χαῖρε γέφυρα θεία θεοπαράδεκτος, χαῖρε προσφύγιον πιστῶν καὶ ἱλαστήριον, ἡ προσάγουσα ἡμᾶς, πρὸς τὸν Υἱόν Σου καὶ Θεόν, τοὺς πάντοτε τῇ Σῇ σκέπῃ, προστρέχοντας Θεοτόκε, ὡς εἰς λιμένα γαληνότατον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν Ἰησοῦν ἐπιγνοὺς ἐκ παιδὸς Ἀριστίων, μόνον Θεὸν ἀληθινόν, Τούτου ἀνεδείχθης, ποιμὴν ἀριστόνικος· ἀλλὰ καὶ ἐν καμίνῳ διὰ τὸ Εὐαγγέλιον βληθείς, πλέον ἐπύρωσας τὴν πρὸς Χριστὸν ἀγάπην σου· ὅθεν ὡς συμβασιλεύων Αὐτῷ μακαρίως ἐν οὐρανοῖς, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε πανάριστε.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Σέ, ἀριστώνυμε, ναί! ὡς ἀριστόνικον ᾆσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Σοφίας μοι δίδου πνευματικήν, σοφὲ Ἀριστίων, ὅπως μέλψω θεοπρεπῶς, σὸν βίον καὶ ἄθλους Ἱεράρχα, Ἀλεξανδρείας ποιμὴν ἁγιώτατε.
Ἐφύης ὡς κλάδος χριστοφυής, ἐκ τῆς Ἀπαμείας, τὴν ἀπάθειαν ἐνδυθείς, ἀλήθειαν γνοὺς Εὐαγγελίου, ἀπὸ νεότητος Πάτερ τρισόλβιε.
Ἀντώνιον ἔσχες νυμφαγωγόν, κλεινὲ Ἀριστίων, πρὸς τὴν πίστιν τοῦ Ἰησοῦ, τὸν δόντα τὸ αἷμα τῷ Δεσπότῃ, καὶ μαρτυρίου σεμνοῦ εὐμοιρήσαντα.
Θεοτοκίον.
Ῥυπώδη ψυχῆς μου καταστολήν, πρεσβείαις σεπταῖς Σου, ἀποκάθαρον ἀγαθή, καὶ δίδου χιτῶνα μετανοίας, ἐπενδυθῆναι ζωὴν τὸν παρέχοντα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερὰν πολιτείαν ἐπιδεικνὺς Ἅγιε, ἔθυες Κυρίῳ τὰ πάθη, ἤθη τὰ φθείροντα, καὶ τὰ χαρίσματα, καλλιεργῶν τῆς ψυχῆς σου, ἑκατονταπλάσιον, καρπὸν ἀπέδωκας.
Σάλον βλέπων ἀπάτης εἰδωλικὴς ἔκλαιες, ὅτι τὴν τιμὴν τοῦ Δεσπότου, φθαρτοῖς ἀπένειμον, πλάνης οἱ τρόφιμοι, ὧν σωτηρίαν ἐπόθεις, καὶ τοῖς λόγοις ἔπειθες, Κυρίῳ ἕπεσθαι.
Τὴν τοῦ Λόγου κηρύττων ὑπερφυᾶ Σάρκωσιν, καὶ τὴν πρὸς ἡμᾶς τοὺς ἀνθρώπους, Αὐτοῦ κατάβασιν, τοῖς μὴ γινώσκουσιν, ὦ Ἀριστίων θεόφρον, τούτους ἠχμαλώτιζες, θείοις σου ῥήμασι.
Θεοτοκίον.
Ὡραιώθη τὸ κάλλος τῆς Σῆς μορφῆς Δέσποινα, ὅτε τὸν Δεσπότην τοῦ κόσμου, ἐκυοφόρησας, καὶ δόξαν εἴληφας, τὴν παρὰ πάντας ἀνθρώποις, ὡς Θεοῦ γεννήτρια, καὶ ἀειπάρθενος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ῥήτωρ ἄριστος, τῆς ἀληθείας, θύτης μέγιστος, τῆς Ἐκκλησίας, ἀνεδείχθης Ἀριστίων μακάριε· ἀλλὰ καὶ θῦμα Χριστῷ προσενήνεξαι, ὁμολογήσας Αὐτοῦ τὴν θεότητα· ὅθεν πρέσβευε, ἀεὶ τὸν Θεὸν δωρήσασθαι, ἡμῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραμύθιον, τῶν θλιβομένων, ἱλαστήριον, ἁμαρτανόντων, Σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα· τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος τοῖς πιστοῖς μόνη γέγονα· ὅθεν κράζομεν· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοῦν φυλάξας σου ἄσυλον, μόνον τὸν Χριστὸν τούτου κύριον, Ἀριστίων διετήρησας, δι’ εὐχῆς καὶ νήψεως μακάριε.
Ὑπερέβης ζητούμενον, πάντας ἀγαπῶν τοὺς μισοῦντάς σε, τούτων θέλων τὴν μετάνοιαν, Ἀριστίων καὶ τὴν ἔλλαμψιν.
Μὴ κολλᾶσθε τοῖς ῥέουσι, τοῦ παρόντος βίου σοφῶς ἐκήῤῥυττες, Ἀριστίων ἀλλὰ δράμετε, πρὸς Χριστὸν Θεὸν τὸν ἀναλοίωτον.
Θεοτοκίον.
Ἐμακρύνθην πανάμωμε, θείων ἐνταλμάτων Υἱοῦ φιλτάτου Σου· ὅθεν πάλιν με πλανώμενον, Τούτῳ ἱκεσίαις Σου ἐπίστρεψον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νίκην ἀληθῆ, τῶν παθῶν τὴν κυριότητα, εἶναι ἐκήρυττες ὦ Πάτερ τοῖς πιστοῖς, ὡς κυριεύσας, τοῦ νοός σου καὶ τοῦ σώματος.
Ἄριστον ζυγόν, τὴν εὐσέβειαν ἡγούμενος, ἐλευθερίαν προξενοῦσαν τοῦ Χριστοῦ, τράχηλόν σου, ταύτῃ ἄριστα ὑπέζευξας.
Ἴδεν ὁ Θεός, τὴν ταπείνωσίν σου Ἅγιε, καὶ ὕψωσέ σε ἐκλεκτὸν ἐν τῷ λαῷ, ἐπισκοπίας χαρισάμενος τὸ τάλαντον.
Θεοτοκίον.
Ὤκτειρεν ἡμῶν, τὴν πεσοῦσαν φύσιν Κύριος, καὶ τῇ γαστρί Σου ἐνοικήσας τῇ ἁγνῇ, ταύτην αὖθις, τῷ Πατρὶ ἁγνὴ παρέστησε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σεβάσμιος, ἀπεφάνθης ἅπασιν, Ἀριστίων τῷ ἐνθέῳ σου βίῳ· ὅθεν ποιμήν, ἀνεδείχθης ἀξίως, Ἀλεξανδρείας Μικρᾶς νεύσει Πνεύματος, τὰ πρόβατά σου ὁδηγῶν, πρὸς λειμῶνας Χριστοῦ λόγων σύριγγι.
Ἀνέβλυσας, ὡς πηγὴ χριστόῤῥειθρος, σωτηρίας τὸ γλυκύτατον πόμα, καὶ δαψιλῶς, ἐχορήγεις τοῖς ὅσοι, τοῦτο ἐζήτουν ἐμπόθως τρισόλβιε, μανίαν τὴν εἰδωλικήν, καταπνίγων σοφαῖς ὑποθήκαις σου.
Ῥυόμενος, ἐκ δαιμόνων φάρυγγος, οὐκ ἐπαύσω τὰς ψυχὰς Ἀριστίων, λαοῦ τοῦ σοῦ, ὃν Χριστὸς δέδωκέ σοι, τροφοφορῶν εὐσεβείας τοῖς δόγμασι, καὶ ἄρτῳ τῷ ἀληθινῷ, καὶ ζωῆς ποτηρίῳ μακάριε.
Θεοτοκίον.
Ἱλάσθητι, πεπτωκόσι δούλοις Σου, Θεομῆτορ καὶ ἀχράντους Σου χεῖρας, ὕψου ἡμῖν, ἵνα πάλιν εἰς ὕψος, χριστοειδοῦς πολιτείας ἀνέλθωμεν, καὶ ὧμεν πάντοτε ἁγνή, συνημμένοι Θεῷ ἀδιάστατα.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀπὸ παιδὸς θείῳ πυρὶ συνεμίχθης, νοῦν καὶ καρδίαν παραδοὺς τῷ Δεσπότῃ, δι’ Ἀντωνίου Μάρτυρος πανεύφημε· ὅθεν ἐμβληθεὶς πυρί, ὡς κριὸς τῆς σῆς ποίμνης, πλέον τιμιώτερος, τοῦ χρυσίου ἐδείχθης, καὶ Βασιλείας εὗρες οὐρανῶν, ὦ Ἀριστίων, ἀρίστην κατάπαυσιν.
Ὁ Οἶκος.
Ἀριστεύσας ἐν πᾶσιν μακάριε, καὶ αὐξήσας ψυχῆς σου τὰ τάλαντα, δι’ ἀγάπην Δεσπότου τὴν ἔνθεον, τὴν ἐνσώματον τούτου οἰκονομίαν τρανῶς ἀνεκήρυξας τοῖς εὐσεβέσι· ὅθεν Ἀλεξανδρείας κατεστάθης τίμιος ἀρχιερεύς, διὰ τὴν πλησμονὴν τῆς φιλοθεΐας σου. Πάντων δ’ ἀνθρώπων ποθῶν τὴν σωτηρίαν τοῖς ψυχὴν τυφλώττουσι βαρὺς ἐφάνης ἱερόαθλε, οἵτινες ἐν μέσῳ φλογός σε ἐνέβαλον, ἐν ᾗ οὐκ ᾐσθάνου τὴν καυστικὴν ἐνέργειαν, ἀλλὰ καὶ αὖθις ἐθεολόγεις ὑμνολογῶν μεγαλοφώνως καὶ προβλέπων τὴν μέλλουσάν σοι χαράν, ἐκέρδησας δικαίως ὡς μισθὸν παρὰ τοῦ οὐρανίου ἀθλοθέτου σου, ὦ Ἀριστίων, ἀρίστην κατάπαυσιν.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Ἀριστίων, ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στηλιτεύων τὴν πλάνην τοῖς γλυκέσι σου λόγοις ἡλίευες, τοὺς εἰδωλομανοῦντας, πρὸς φῶς τῆς ἀληθείας, οὓς βαπτίζων ἐν ὕδατι, υἱοὺς ἡμέρας Χριστοῦ, καὶ Χάριτος ἐδείκνυς.
Τὴν συνέργιαν ἔχων τῶν θαυμάτων συνέριθον θείας Χάριτος, καλὴν πολυκαρπίαν, ἐν τῷ Εὐαγγελίῳ, Ἀριστίων ἀπέδωκας, ὡς οἰκονόμος πιστός, τοῦ θείου ἀμπελῶνος.
Οὐρανίων τὰ κάλλη καὶ Χριστοῦ Βασιλείας Πάτερ μυστήρια, τῇ ποίμνῃ σου διδάσκων, ἀνέφλεγες τὸν πόθον, τῆς ζωῆς τῆς ἀμείνονος, ἧς νῦν τρυφῶν δαψιλῶς, ἡμῶν μὴ ἐπιλάθου.
Θεοτοκίον.
Νοῦν ἀκράτητον κράτει Ἰησοῦ θείᾳ μνήμῃ θεομακάριστε, ἡμῶν τῶν πλανωμένων, νοήμασι τοῦ κόσμου, καὶ ἁγνοίας τοῖς φάσμασι, καὶ τὴν εἰρήνην Αὐτοῦ, βραβεύον τὰς καρδίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱεροάθλως, διανύσας τὸν βίον, αἵματί σου ἐπέχρωσας τὴν χλαῖναν, τῆς ἱερωσύνης, θεόνους Ἀριστίων.
Κρείττονα ἔχων, ὀνειδισμὸν τοῦ Κυρίου, τοῦ παρόντος βίου Ἀριστίων, διὰ τῆς καμίνου, ἐσφράγισας σὸν δρόμον.
Ὁλοκαυτώσας, σεαὐτὸν τῷ Δεσπότῃ, Ἀριστίων εὔοσμος θυσία, ὡς ἐν Βαβυλῶνι, Τρεῖς Παῖδες προσηνέχθης.
Θεοτοκίον.
Ναὸς ὑπάρχων, τοῦ θείου Πνεύματος Μῆτερ, ἐμαυτὸν μολύνω ἁμαρτίαις, ὧν καθάρισόν με, εὐχαῖς Σου παναγίαις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀνέπτης Ἀριστίων, πρὸς τὰς τοῦ Κυρίου, πεποθημένας αὐλὰς καὶ σκηνώματα, δειχθεὶς ἀγάπης Δεσπότου, θῦμα ὑπέρτιμον.
Συνέτριψας δαιμόνων, πλάνην Ἀριστίων, ἐν τῇ καμίνῳ βληθεὶς καὶ θεότητα, ἀνακηρύξας Κυρίου, δαίμονας ᾔσχυνας.
Ὡραῖός σου ὁ βίος, καὶ ἡ πολιτεία, ἀλλὰ πανάριστον Πάτερ τὸ τέλος σου· δι’ οὗ ἀρίστου Δεσπότου, γέγονας μέτοχος.
Θεοτοκίον.
Ἀνάνηψον ψυχή μου, καὶ πρὸς τὸν Δεσπότην, ταχὺ ἐπίστρεψον καὶ διασώθητι, τῆς Θεοτόκου πρεσβείαις, καὶ Ἀριστίωνος.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀλεξανδρείας ἄριστος, ποιμενάρχης ἐδείχθης, φωταγωγῶν τοῖς λόγοις σου, πλανωμένους ἐν σκότει, δαιμονικῆς ἀπωλείας, Ἀριστίων τρισμάκαρ, καὶ τοῦ Χριστοῦ τὴν Σάρκωσιν, ὡμολόγησας πόθῳ· διὸ πυρί, ἐνεβλήθης χαίρων καὶ μαρτυρήσας, τοῦ Παραδείσου γέγονας, μέτοχος καὶ πολίτης.
Θεοτοκίον.
Τὸ ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου Σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη, καὶ γὰρ Θεὸς ἐν μήτρᾳ Σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθη ὁ ἀπρόσιτος προσιτός μοι, ἑνώσας με θεότητι, τῇ Αὐτοῦ παραδόξως.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐξ ἀγνοίας Ἀντώνιος, σὲ ὠνήσατο Ἅγιε, καὶ Χριστῷ παρέστησεν ὥσπερ ὤνιον, πολυτελὲς καὶ πολύτιμον, αὐξήσαντα ὕστερον, φιλοτίμως σοι δοθέν, ἀληθείας τὸ τάλαντον, καὶ γενόμενον, ὁδηγὸν πλανωμένων καὶ Μαρτύρων, ὑπαλείπτην Ἀριστίων, τῇ ἐπιπνοίᾳ τοῦ Πνεύματος.
Ποιμενάρχης θεόσοφος, καὶ διδάσκαλος ἄριστος, Ἀριστίων δέδειξαι τοῖς προβάτοις σου, χριστοπαρέδροις δεήσεσι, καὶ βίῳ θεόφρονοι, καὶ ἠχαῖς πνευματικαῖς, δι’ ὧν μέγα μυστήριον διηκόνησας, σωτηρίας ψυχῶν τῶν δοθεισῶν σοι, ἃς μετόχους Βασιλείας, τῶν οὐρανῶν ἐναπέδειξας.
Οὐ πτοοῦμαι ἐκραύγαζες, πῦρ ὁμόδουλον ἄνθρωποι, ἀλλὰ τοῦτο ὄχημα λογιζόμενος, πρὸς τὸν Δεσπότην μετάγον με, χορεύων πορεύομαι, εἰς κατάπαυσιν Αὐτοῦ, ὅπως λάβω τὸν στέφανον τῆς ἀθλήσεως, καὶ μετάσχω χορείας τῶν Μαρτύρων, καὶ ἀλήκτου λειτουργίας, ὧν τε ἐπόθουν ἐκπλήρωσιν.
Ἀριστίων πανάριστε, τὴν σὴν μνήμην ποιούμενοι, εὐλαβῶς αἰτούμεθα ἱκεσίας σου, ὅπως τὴν φλόγα τοῦ Πνεύματος, τηρήσωμεν ἄσβεστον, καὶ ἀγάπην πρὸς Χριστόν, ὁσημέραι αὐξάνωμεν συσταυρούμενοι, διαβόλου παγίδας καὶ τοῦ κόσμου, τὰς ἐνέδρας ὡς ἀράχνης, ἱστὸν σοφῶς διαλύοντες.
Δόξα. Ἦχος πλ. δ΄.
Ποιμεναρχήσας ἄριστα τῆς λογικῆς σου ποίμνης, καὶ τῆς οἰκονομίας τοῦ Δεσπότου μεγαλοφώνως ἀνακηρύξας τὸ μυστήριον, τέλειος ἐν λόγοις καὶ πράξεσιν ἀπεδείχθης, Ἀριστίων πανάριστε. Εἰδώλων δὲ τὴν πλάνην καταμυκτηρίσας, ὡς κριὸς ἐπίσημος, διὰ πυρὸς ὡλοκαυτώθης, θῦμα ὑπέρτιμον, δοθεὶς τῷ Κυρίῳ σου· Ὃν ἐκτενῶς ἱκέτευε, Ἱερομάρτυς ὁλόφλεκτε, ὅπως δῷ καὶ ἡμῖν τὴν πύρυδρον φλόγα τοῦ Ἁγίου Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἄριστα ποιμάνας ποίμνην τὴν σή, καὶ ἐν τῇ ἀθλήσει, ἀριστεύσας πανευκλεῶς, νῦν ἀρίστου, τῆς θείας Βασιλείας, ὦ Πάτερ Ἀριστίων, ἡμῖν εὐχόμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου