ΙΟΥΛΙΟΣ ΚΕ΄.
ΓΡΗΓΟΡΙΟΣ ΚΑΛΛΙΔΗΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Δρος
Χαραλάμπους Μ. Μπούσια
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἡρακλείας
ποιμένα τὸν θεοπρόβλητον, τὸν ἀπὸ Τραπεζοῦντος πρῶτον Θεσσαλονίκης μετέπειτα
καὶ τρίτον τῆς εὐκλεοῦς ἐπαρχίας τιμήσωμεν Ἰωαννίνων τὸν ἔνθερμον, ἱερὸν καὶ
πανόσιον Γρηγόριον.
Συκοφαντίας
ἐκθύμως τὸν ὑπομείναντα ἀπίστων δολοπλόκων, Ἱεράρχην γενναῖον, τὴν λύτρωσιν
ἁπάντων ἐκ τῶ δεσμῶν τῆς δουλείας κηρύξαντα ἐν Ζίτσῃ, μέλψωμεν ᾄσμασι καὶ ᾠδαῖς
μελιῤῥύτοις νῦν Γρηγόριον.
Προσενεγκόντα θυσίας Κυρίῳ
μέλψωμεν ψυχῇ συντετριμμένῃ ἀναιμάκτους, θεόπνουν ὡς Ἄγγελον εἰρήνης φωτολαμπῆ καὶ
ποιμένα ἀνύστακτον πιστῶν τοὐπίκλην Καλλίδην πανευλαβῶς, ἱερώτατον Γρηγόριον.
Τὸν ἱλαρότατον
δότην καὶ διαπρύσιον ἐλευθερίας ὕμνοις ἐν Χριστῷ Ἱεράρχην νῦν ῥήτορα οἱ δῆμοι τῶν εὐσεβῶν ἐγκωμίων τοῖς
ἄνθεσι στέψωμεν κράζοντες· Χαῖρε, φίλε Θεοῦ ἀκραιφνέστατε, Γρηγόριε.
Δόξα. Ἦχος β΄.
Ἀρετῶν τὸ δοχεῖον καὶ ποιμαντικῆς ἐπιστήμης τὸ
ὡράϊσμα, τὸν λαμπρυνόμενον Ἱεράρχην μαρμαρυγαῖς
τῆς ὑπερουσίου Τριάδος, Γρηγόριον, τὸν θεοπρόβλητον καὶ θεοδόξαστον, ἐγκωμιάσωμεν λέγοντες· Ὁ τοῦ
Καλοῦ Ποιμένος ζηλώσας τοὺς τρόπους καὶ αὐτῷ ἀκολουθήσας ὅλῃ ψυχῆς ἐφέσει σου, ἴθυνον
ἡμᾶς εὐχαῖς σου πρὸς σωτηρίας εὐανθεῖς λειμῶνας τοὺς ἐκτελοῦντας ἐν ὕμνοις τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Χριστοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις, τοὺς
οἰκτιρμοὺς ὁ τοῦ συμπαθεστάτου μιμούμενος Κυρίου, εἰς τύπον Οὗ ἐτέθης ἐπὶ τῆς
γῆς, Γρηγόριε.
Στίχος. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, διαπρεπὴς ποιμὴν Ἰωαννίνων, ἀπίστων
δολοπλόκων ὁ θραύσας τὰς παγίδας σοῖς ῥήμασι, Γρηγόριε.
Στίχος. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ εἰς φωνὰς λαὸν φρενητιώδεις τῆς Ζίτσης
διεγείρας, σοῖς λόγοις ἐν δουλείᾳ τὸν στένοντα, Γρηγόριε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός,
Ἱεραρχῶν τὸ ὄμμα εἰς πάντας τοὺς αἰῶνας, Τριὰς ὑπεραγία, Μονὰς ἡ τρισυπόστατος.
Καὶ νῦν. Θεοτοκίον.
Ὅρμος ὁ γαληνὸς δεινῶς θαλαττευόντων ἐν βίῳ,
Θεοτόκε, ὑπάρχουσα τὴν ζάλην τῶν δούλων σου κατάπαυσον.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην θεόπνουν, διαπρεπέστατον καὶ
ἀληθῆ ποιμενάρχην ἀγέλης τῆς λογικῆς εἰς Χριστοῦ τιθέντα τύπον εὐφημήσωμεν δολοπλοκίας
χαλεπὰς ὑπομείναντα στεῤῥῶς, Γρηγόριον, τὸν Καλλίδην, ἐπευλογοῦντα θεόθεν πιστοὺς
αὐτὸν τοὺς μακαρίζοντας.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος
ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱεράρχα Γρηγόριε, Ἡρακλείας διάκοσμε, Ἐκκλησίας
πύρσευμα νεαυγέστατον, τῆς εὐσεβείας ὡράϊσμα, λαμπρὸν σεμνολόγημα τοῦ Κυρίου οἰκτιρμῶν
καὶ ἐλέους, κατηύφρανας ποιμασίᾳ σου τὴν λαχοῦσάν σοι ἔλλογον ἀγέλην, ἣν
κατηύθυνας πρὸς δόμους παμφώτους αἰωνιότητος.
Ἱεράτευσας, Ὅσιε, τῷ Κυρίῳ, Γρηγόριε, γνώμῃ
εὐθυτάτῃ καὶ κατηξίωσαι τῆς οὐρανίου λαμπρότητος, θεόφρον Γρηγόριε, ἰσαγγέλῳ
βιοτῇ ὁ ἐκλάμψας ὡς ἥλιος ἐν τοῖς ἔτεσι τοῖς ἐσχάτοις καὶ ποίμνην σου φωτίσας λογικὴν
αὐγαῖς σῶν λόγων καὶ ἱεροῦ παραδείγματος.
Ποιμασίᾳ σεμνύνεται τῇ σεπτῇ σου, Γρηγόριε, τῶν
Ἰωαννίνων ἡ πόλις, Ἅγιε, καὶ ἡ αὐτῆς θεοτίμητος τῷ ὄντι περίκοικος, Ἀρχιθῦτα
εὐλαβές, καὶ τελοῦσα τὴν μνήμην σου τὴν πανίερον καταστέφει ᾠδαῖς μελισταγέσι τὴν
ἀνύστακτόν σου δρᾶσιν καὶ ἄγρυπνόν σου ἀντίληψιν.
Ὡς προστάτην ἀνύστακτον σῆς ἀγέλης ἐκ μήνιος Ἄγαρ τῶν ἐκγόνων αὐτοί, Γρηγόριε, Ἰωαννίνων
Ἐπίσκοπε, σὲ συκοφαντούμενον μετὰ τὸν ἐγκαινισμὸν ὑπὸ σοῦ, ἱερώτατε, ἀπεμάκρυναν
τοῦ ἐν Ζίτσῃ Ναοῦ τοῦ Νικολάου, τῶν Μυρέων Ἐπισκόπου, ἐκ τῆς φιλούσης σε
ποίμνης σου.
Πᾶσαν σχέσιν κατέλιπες τῶν προσκαίρων, Γρηγόριε,
καὶ σαρκὸς εὐπάθειαν θείῳ ἔρωτι ὡς κατετρώθης καὶ βήμασι Χριστοῦ ἠκολούθησας χρόνων
ἐκ νεανικῶν, ὁ βιώσας ὡς Ἄγγελος καὶ ἀκένωτον πεφηνὼς φρέαρ Πνεύματος Ἁγίου, τὸ
ποτίζον καὶ δροσίζον ψυχὰς διψώσας ἑκάστοτε.
Τραπεζοῦντα ἡγίασας, ἱεράρχα Γρηγόριε, ἐπισκοπικῶν
σου ἀγώνων ῥεύμασι, Θεσσαλονίκην τὴν εὔσημον καὶ τὰ Ἰωάννινα ἐξ ὧν εἰς πατρῴαν
γῆν κατεστάθης, Ἡράκλειαν ὡς Ἐπίσκοπος, ζηλωτὴς παραδόσεων πατρῴων καὶ λαοῦ
ἐλευθερίας ὑπὸ ζυγὸν τοῦ στενάζοντος.
Δόξα. Ἦχος πλ. β΄.
Ἐλεήμονος Ἱεράρχου καὶ διαπρυσίου κήρυκος,
Γρηγορίου, τοὐπίκλην Καλλίδου, τὴν μνήμην ἑορτάσωμεν πάντες οἱ ἄρνες τῆς λογικῆς
τοῦ Χριστοῦ μας ἀγέλης ἐν εὐλαβείᾳ καὶ κατανύξει λέγοντες· Συμπαθέστατε
Ἀρχιθῦτα, ὁ συκοφαντιῶν καὶ ἀπελάσεων πικρίας γευσάμενος, ῥῦσαι ἡμᾶς δεινῶν
πειρασμῶν καὶ θλίψεων τοὺς συνελθόντας
σήμερον τιμῆσαι τὴν λαμπρὰν καὶ πανσέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 - 19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ
πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὀδοὶ βίου· ὁδοὺς γὰρ σοφίας
διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί
σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς,
ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς
ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ'
αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ
ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ
παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι,
προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν
σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν,
φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν·
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν
αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις
ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ
κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται
δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης
ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων
αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος
ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ
τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ οὐδὲ μὴ
παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται
τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ποιμαντικοῖς
πόνοις τιμήσας τὸ κατ’ εἰκόνα καὶ λόγοις κοσμήσας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ὡς
ἀστὴρ ἐνεργοῦ πίστεως δι’ ἀγάπης ἐνεργουμένης ἔλαμψας ἀρτίως Γρηγόριε
πανεβάσμιε· διὸ καὶ ἀπαστράπτων ἅπασι ταῖς χάρισι παῤῥησίᾳ Χριστῷ πρεσβεύεις
ὑπὲρ τῶν τιμώντων μελιῤῥύτοις ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος β΄.
Ἡρακλείας καὶ
Ῥαιδεστοῦ τὸν Ἱεράρχην, τὸν ἀπὸ Τραπεζοῦντος, Θεσσαλονίκης καὶ Ἰωαννίνων, ὡς
λειτουργὸν θεοείκελον τῶν θείων μυστηρίων, Γρηγόριον, τοὐπίκλην Καλλίδην, ἐγκωμίων
ῥόδοις καταστέψωμεν· οὗτος γὰρ λόγοις καὶ πράξεσι κλονουμένους στηρίξας, ἐμπεριστάτους
θεραπεύσας καὶ τρυχομένους ἐνισχύσας, ὁδὸν ὑπέδειξεν ἐλευθερίας τῇ ὑποδούλῳ
αὐτοῦ λογικῇ ἀγέλῃ· καὶ νῦν ἐλευθερίας οὐρανῶν ἀπολαύων καὶ Ἀγγέλοις
συναγαλλόμενος ἀδιαλείπτως Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Χεῖρας κροτοῦντες
οἱ ἐν Ζίτσῃ οἰκοῦντες καὶ ἀγαλλόμενοι τῇ κηρυκτικῇ σου δυνάμει τῶν δεσμῶν
ἐλυτρώθησαν τῆς δουλείας, Γρηγόριε· διὸ νῦν τὴν σεβασμίαν σου μνήμην
ἑορτάζοντες καὶ ὡς κήρυκα ἐλευθερίας αὐτῶν ἐκ τῶν ἀπίστων τιμῶντες τὰς
ἐνθέρμους σου λιτὰς ἐκδεχόμεχα πρὸς ἀποτίναξιν τῆς δουλείας τῶν παθῶν καὶ τῶν
θλίψεων.
Δόξα. Ἦχος δ΄.
Τὸν ἱλαρότατον καὶ ἀφθονώτατον παροχέα ὑλικῶν καὶ
πνευματικῶν δωρημάτων τῇ ἑκάστοτε αὐτοῦ λαχούσῃ ποίμνῃ, Γρηγόριον, τὸν
λαοπρόβλητον καὶ θεοτίμητον Ἱεράρχην, ἀξιοχρέως οἱ πιστοὶ εὐφημήσωμεν ὡς κέδρον
ταῖς ἀρεταῖς καὶ τῇ ἀγάπῃ πληθυνόμενον ἐν εὐλαβείᾳ κραυγάζοντες· Πάτερ
εὐσυμπάθητε, τῶν ἐμπεριστάτων ἡ ἀντίληψις καὶ ἡ ἐναργεστάτη βοήθεια τῶν
πενομένων, μὴ παύσῃ Χριστῷ πρεσβεύων ἡμῖν καταπέμψαι Αὐτοῦ τὸ μέγα καὶ πλούσιον
ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη
Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα ταῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια Ἦχος πλ. α΄. Χαίροις,
ἀσκητικῶν.
Χαίροις, ἐλεημόνων εἰκὼν Ἱεραρχῶν, τῆς Ἐκκλησίας
ὡράϊσμα, ποιμένων ἡ κοσμιότης, ὁ τιμαλφὴς θησασυρὸς τῆς χρηστοηθείας καὶ
σεμνότητος, θεόφρον Γρηγόριε, Ἡρακλείας ἐκβλάστημα ποιμαντορίας ἀκραιφνοῦς
σεμνολόγημα, διαπρύσιε ῥῆτορ καὶ ὁσιώτατε πάτερ, Χριστοῦ τῆς πίστεως φωστὴρ ὁ
νεόφωτος, ὁ καταυγάσας ἀκτῖσι σοῦ ἐλευθέρου φρονήματος δεσμοῖς ἐν δουλείας καταδυναστευομένους
πιστοὺς τῆς ποίμνης σου.
Στίχος. Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς Τραπεζοῦντος πυρσός, Θεσσαλονίκης ὁ
φωστὴρ ὁ ἀνέσπερος, τὸ φάος Ἰωαννίνων ἐν δυσχειμέροις καιροῖς τὸ φωτίσαν
ποίμνην τὴν Χριστώνυμον, Γρηγόριε Ὅσιε, Ἡρακλείας Ἐπίσκοπε, κακουχουμένων ὁ
προστάτης ὁ ἄγρυπνος καὶ ἡ εὔλαλος σάλπιγξ τῆς ἀφυπνήσεως σοῦ τοῦ ποιμνίου
στένοντος δεσμοῖς ἐν δουλώσεως, ἱεροφάντορ γενναῖε καὶ ἄνερ πνευματοφόρητε· διόπερ
νῦν μνήμην ἑορτάζομεν σὴν θείαν ψαλμοῖς
καὶ ᾄσμασι.
Στίχος. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Χαίροις, ὡς κέδρος ταῖς ἀρεταῖς καὶ συμπαθείᾳ πρὸς
πτωχοὺς πληθύνομενος, ἡ γλῶσσα τῆς ἀληθείας, ἡ καταισχύνη στυγνῶν δυναστῶν καὶ
πάντων ἡ παράκλησις στενόντων, θειότατε Ἱεράρχα καὶ πρόβολε
ἐλευθερίας
ἐν Χριστῷ τοῦ ποιμνίου σου, ἐν τῷ σώματι ὁ βαστάζων τὰ στίγματα, Ὅσιε, ἀπελάσεως ἐξ
ἡγαπημένης σου ποίμνης, δι’ ἣν τὴν ἰκμάδα πᾶσαν ψυχῆς σου ἠνάλωσας, σεβάσμιε
πάτερ, Ἐκκλησίας κοσμιότης καὶ σεμνολόγημα.
Δόξα. Ἦχος πλ. δ΄.
Πεφυτευμένον ἐν
αὐλαῖς οἴκου Θεοῦ ἡμῶν ὑψίκομον φοίνικα παντοίων ἀρετῶν καὶ ψυχικῆς εὐτονίας, τὸν
πολὺν καρπὸν τῇ Ἐκκλησίᾳ προσενεγκόντα, Γρηγόριον, τὸν Καλλίδην, ἀνυμνήσωμεν
λέγοντες· Εὐθυτενέστατε κυπάρισσε ποιμαντικῆς ἐπιστήμης, ὡς ἀλεξήνεμον ὁ καταπαύσας
τὴν ἀέρα τῆς δουλώσεως τὸν ἐκ τοῦ βοῤῥᾶ τῶν Ἄγαρ ἐκγόνων ταλαιπωροῦντα τὸν λαόν
σου, εἰρήνευσον τὴν ζωὴν τῶν τιμώντων σε καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις ταῶν δούλων Σου καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην θεόπνουν, διαπρεπέστατον καὶ
ἀληθῆ ποιμενάρχην ἀγέλης τῆς λογικῆς εἰς Χριστοῦ τιθέντα τύπον εὐφημήσωμεν δολοπλοκίας
χαλεπὰς ὑπομείναντα στεῤῥῶς, Γρηγόριον, τὸν Καλλίδην, ἐπευλογοῦντα θεόθεν πιστοὺς
αὐτὸν τοὺς μακαρίζοντας.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Χαῖρε πύλη
Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε
λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα
μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου,
Σωτήρ.
Eὐθύτητι
νοός, καθαρότητι βίου καὶ γνώμῃ διαυγεῖ κόσμῳ ἔλαμψας ἄρτι, τρισμάκαρ Γρηγόριε,
Ἱεράρχα θεόφιλε, ὁ τὰ βήματα Καλοῦ Ποιμένος βαδίσας καὶ πρὸς λύτρωσιν ποίμνην
αὐτοῦ ἐκ δουλείας ἰθύνας, ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς πρὸς νομὰς σωτηρίας, Παρθένε ἀγαθή, ὡς
ἰθύντειρα θεία πιστῶν πρὸς κατάκτησιν ἀρετῆς, πανευλόγητε, καὶ πρὸς θέωσιν, Θεογεννῆτορ
Μαρία, ἵνα πάντοτε σὲ μελῳδοῦμεν ὡς
πάντων μερόπων διάσωσμα.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Καλλίδην
Γρηγόριον, Ἱεραρχῶν καλλονήν, τὸν θρόνον κοσμήσαντα Ἰωαννίνων λαμπροῖς μαργάροις
χρηστότητος ἤθους, φιλοκαλίᾳ καὶ φρονήματι θείῳ ὄντως καὶ ἐλευθέρῳ, ἐνισχύσαντι
ποίμνην αὐτοῦ ἐν τοῖς δουλείας δεσμοῖς στένοντας, Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανύμνητε, Χριστιανῶν προσφυγὴ ἐν ταῖς
περιστάσεσι ταῖς ἀλγειναῖς, ἀκλινῶς θεόθεν ἐπόπτευε πάντας τοὺς ὑμνητάς σου,
μεγαλύνοντας
πόθῳ πλῆθός σου θαυμασίων καὶ τὴν σὴν προστασίαν, ἀπαύστως ἣν παρέχεις πιστοῖς,
Θεογεννήτρια.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱεροφάντορα εὐσυμπαθέστατον τὸν ἐλεήμονα καὶ
πανσεβάσμιον λόγοις καὶ πράξεσιν ὁμοῦ κοσμήσαντα Ἐκκλησίαν ἐν ἐσχάτοις ἔτεσι
καὶ στεῤῥῶς ὑπομείναντα ἐξ αὐτοῦ ἀπέλασιν τοῦ ποιμνίου τιμήσωμεν ψυχῆς ἐν
κατανύξει βοῶντες· Χαῖρε, Γρηγόριε Καλλίδα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς
χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ
ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς
Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 -16 ). Ζήτει
τῇ μνήμῃ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς
τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον,..
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,..
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…
Ἡρακλείας καὶ Ῥαιδεστοῦ τὸν ἀρχιθύτην, τὸν ἀπὸ
Τραπεζοῦντος, Θεσσαλονίκης καὶ Ἰωαννίνων
προερχόμενον, Γρηγόριον, τὸν ἐπονομαζόμενον Καλλίδην, εὐφημήσωμεν ὡς μιμητὴν
ἄριστον Χριστοῦ τοῦ Καλοῦ Ἀρχιποίμενος, δεινῶς ὑπ’ ἀνομων συκοφαντηθέντος, οὕτω
λέγοντες· Σεβασμιώτατε πάτερ, εὐσεβείας κρηπίδωμα, στερέωσον ἡμᾶς ἐν τῇ πίστει
τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Εἶτα ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς· Γρηγορίου Καλλίδου, Ἱεράρχου, αἶνος. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Γρηγόριε Ὅσιε, Ἱεραρχῶν
ἐγκαλλώπισμα, τὸ στόμα τὸ εὔλαλον ἐλέγχον τοὺς ἀσεβεῖς, ὁ ἑπόμενος τοῖς τρόποις
Χρυσοστόμου, ἀρτίως διέλαμψας φάρος ὡς πίστεως.
Ῥητὴρ διαπρύσιος τῆς
εὐσεβείας, Γρηγόριε, ὀφθεὶς λόγοις ηὔφρανας Ἰωαννίνων λαόν, ὃν ἐποίμανας σεμνῶς
καὶ θεαρέστως δουλείας ἐν ἔτεσι, πάτερ πανόσιε.
Ἡγίασας, ἔνθεε, λαὸν
τῆς Ζίτσης, Γρηγόριε, ῥανίσι φθεγμάτων σου καὶ σῶν ῥημάτων ῥοαῖς ἀναμένοντα λυτρώσεως
τὴν ὥραν ἐξ Ἄγαρ δουλώσεως τέκνων, πανεύφημε.
Θεοτοκίον.
Γεννάδας
ἀνάδειξον καὶ ἀκραιφνεῖς τοὺς οἰκέτας σου ἐν πίστει, Μητρόθεε, ἡγιασμένε Ναὲ τοῦ
Παντάνακτος Θεοῦ Ὑψίστου Λόγου, ἡμῖν Ὃν ἱλέωσαι τοῖς εὐφημοῦσί σε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὁσίων Ἱεραρχῶν
σεμνότης, βλαστὲ Ἡρακλείας εὐθαλές, ἐξήνθησας πανεύοσμα τῆς ἀρετῆς λευκάνθεμα, δι’
ὧν κατευωδίασας σὴν ποίμνην, πάτερ Γρηγόριε.
Ῥυσάμενος λόγων
σου ὑσσώπῳ τοῦ ῥύπου δουλείας ζοφερᾶς Ἰωαννίνων ποίμνην σου υἱῶν Ἄγαρ ἐπέσυρας τὴν
μῆνιν, σέ, Γρηγόριε, τὸν ἐξ αὐτῆς ἀπελάσαντα.
Ἰσχὺν δεδεγμένος
οὐρανόθεν διήλεγξας λόγοις σου σοφοῖς τὸν τύραννον, Γρηγόριε, τὸν ἄπιστον καὶ
ἔπλησας τῆς πανσθενοῦς δυνάμεως Θεοῦ σὴν
ποίμνην τὴν ἔλλογον.
Θεοτοκίον.
Οἰκέτας σου
ῥῦσαι, Θεοτόκε, παθῶν χαμαιζήλων, συμφορῶν, καὶ θλίψεων τοὺς ᾄσμασι τερπνοῖς σε
μεγαλύνοντας καὶ ἀκλινῶς δοξάζοντας τὸν ὑπερύμνητον Τόκον σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Πυρπολούμενον πυρὶ ἀγάπης καὶ ἀνάψαντα δι’ εὐποιΐας
τὸν πυρσὸν φιλοπτωχείας τιμήσωμεν, Ἀρχιερέα, Καλλίδην Γρηγόριον, τὸν ἐλεήμονα
καὶ εὐσυμπάθητον, πόθῳ κράζοντες· ἡμῶν τὰς καρδίας θέρμανον πυρὶ λιτῶν ἀόκνων
σου πρὸς Ὕψιστον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητροπάρθενε Θεοκυῆτορ, ἐξ εὐκλείας σου ἀῤῥήτου
ὕψους μὴ ἐλλίπῃς ἀκλινῶς ἐποπτεύουσα καὶ συντηροῦσα σοὺς δούλους ἀπήμονας τῶν
ζοφερῶν τοῦ ἐχθροῦ ἐπιθέσεων, ἵνα ὕμνοις σε ἀείποτε μεγαλύνωμεν καὶ Τόκον σου
τὸν Ἅγιον δοξάζωμεν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπερεύχου ὑμνητῶν
σου διαθέρμων, Γρηγόριε, εὐσεβείας στῦλε καὶ ἐλευθερίας ὑπέρμαχε τοῦ ἐν δεσμοῖς
τῆς δουλείας, οἴμοι, στένοντος καὶ κακότητος ἐχθρῶν, θεόφρον, ποιμνίου σου.
Κατοπτεύων
Χριστωνύμων τὰς στενώσεις, Γρηγόριε, ἔσπευδες ταχέως βοηθῆσαι πᾶσι τοῖς
κάμνουσι καὶ ἐκ τοῦ λάκκου ἐγεῖραι τῆς δουλώσεως ποίμνην ἔλλογον τὴν σοὶ
λαχοῦσαν, θεόσδοτε.
Ἀσφαλὲς
γυμνητευόντων περιβόλαιον πέφηνας, καταπονουμένων ἐνεργὸς ἀντίληψις, Ὅσιε, καὶ
τῶν πιπτόντων ἑκάστοτε ἀνόρθωσις, ἐνθεώτατε ἱερομύστα Γρηγόριε.
Θεοτοκίον.
Λυμεῶνος τῆς
μανίας σοὺς οἰκέτας ἐξάρπασον, Κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου πανάχραντε, ἡ
συμπαθοῦσα τὸ γένος τὸ μερόπειον καὶ ἰθύνουσα αὐτὸ πρὸς θεῖα σκηνώματα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Λαμπὰς διελέγξεως
τυράννων, κατεφώτισας ἄρτι τὰς χορείας Χριστωνύμων τῶν προστρεχόντων ἰσχύϊ
λόγων τῶν σῶν, Γρηγόριε, τῶν νουθεσιῶν καὶ τῆς παῤῥησίας σου, Ἱεράρχα πανόσιε.
Ἰθύντωρ
ἀλάνθαστος τῆς λογικῆς ἀγέλης σου πρὸς νομάς, Γρηγόριε, προόδου, ἐλευθερίας καὶ
ἀρετῆς ἀκραιφνοῦς, Ἐπίσκοπε θεῖε, πεφηνώς, ὡς πυξὶς διέλαμψας εὐποιΐας φωτόλαμπρος.
Δυνάμει τῶν λόγων
σου ἐνίσχυσας τὴν ποίμνην σου θραῦσαι τὰ δεσμὰ αὐτῆς δουλείας καὶ ἐξαιρέτως τὴν
ἐν τῇ Ζίτσῃ σεμνῶς οἰκούσῃ, Γρηγόριε σεπτέ, ἐλεγκτὰ Ἐπίσκοπε τῆς τυράνων
θρασύτητος.
Θεοτοκίον.
Ὁδήγει τοὺς
δούλους σου ἀεί, Θεογεννήτρια, Κεχαριτωμένη, πρὸς σκηνώσεις ἀλληλεγγύης χειμαζομένων
δεινῶν, Θεοῦ εὐϊλάτου ὡς Υἱοῦ Μῆτηρ εὐσυμπάθητος, Ἐλεοῦσα πανύμνητε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὑμνοῦμεν πόνους,
Γρηγόριε, τῆς σῆς ποιμαντορίας, πανεύφημε, ὁ Ἰωάννινα, Θεσσαλονίκην, Ἡράκλειαν καὶ
Τραπεζοῦντος ἄρτι κοσμήσας ποίμνιον.
Ἱεραρχῶν
ἐγκαλλώπισμα, σπουδάσας ἐν Ἀθήναις, Γρηγόριε, κόσμῳ διέλαμψας ὡς φωτεινότατος
ἥλιος παιδείας τῆς ἐνθέου ἅμα καὶ θύραθεν.
Ἐλέους κρήνη
πολύῤῥυτε καὶ φρέαρ εὐσεβῶν
ἀντιλήψεως, μάκαρ Γρηγόριε,
πιεῖν τὰ νάματα ἔδωκας πιστοῖς σῆς εὐσπλαγχνίας ἀρτίως, πάντιμε.
Θεοτοκίον.
Ῥανίδας δούλων σου σφόγγισον καθίδρων
ἐκ τῶν πόνων, Μητρόθεε, βίου τῷ μάκτρῳ σου προνοίας
θείας, πανύμνητε, καὶ μανδηλίῳ σκέπης καὶ ἀντιλήψεως.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Ἱεράρχην εἰς Χριστοῦ τιθέντα μέλψωμεν
τύπον ὡς ἄνδρα Ἐκκλησίας ἱερώτατον ἁγιάσαντα τὸν θρόνον Ἰωαννίνων, νῦν Καλλίδην
κεκλημένον, ὑπομείναντα ἀνενδότως ἐκδιώξεις ὕμνοις πρέπουσιν ἀνακράζοντες·
Χαίροις, μάκαρ Γρηγόριε.
Ὁ Οἶκος.
Ἄκαμπτε τῶν
τυράννων ἀπαιτήσεσι, μάκαρ Γρηγόριε, ἐν χρόνοις ἐσχάτοις, καθηγίασας Ζίτσης
Ναὸν ὡς Ἰωαννίνων ἱερὸς Πρόεδρος καὶ ηὔφρανας τοῖς λόγοις σου πιστούς σοι
ἐκβοῶντας ταῦτα·
Χαῖρε, τὸ εὖχος τῆς Ἡρακλείας·
χαῖρε, ὁ στῦλος τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ στηρίξας λαὸν
ἐμπερίστατον·
χαῖρε, ὁ εὐφράνας Θεὸν τὸν
εὐΐλατον.
Χαῖρε, στόμα θεοκίνητον τὴν
ἀλήθειαν λαλοῦν·
χαῖρε, φλόγα τὸ σὸν ποίμνιον
θάῤῥους τοῦ πυρὸς ποιοῦν.
Χαῖρε, Ἰωαννίνων ὁ σεπτὸς
Ἱεράρχης·
χαῖρε, τῶν Χριστωνύμων ἐν
δεινοῖς παραστάτης.
Χαῖρε, κοσμήτωρ Ζίτσης
πολύτιμος·
χαῖρε, ἀκέστωρ πάντων
ἀνύστακτος.
Χαῖρε, κρατοῦντας ἀπίστους
ἐλέγξας·
χαῖρε, νοσοῦντας δεινῶς
θεραπεύσας·
Χαίροις, μάκαρ Γρηγόριε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας,
ἤτοι τῆς ΚΕ΄ Ἰουλίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Γρηγορίου, Ἱεράρχου Ἡρακλείας καὶ Ῥαιδεστοῦ..
Ὡς Χριστὸς
ὑπὲρ σῆς ποίμνης ἐδιώχθης,
Γρηγόριε,
στυγνῶν ἐλεγκτὰ κρατούντων.
Ὁ
πεπνυμένος Ἡρακλείας καὶ Ῥαιδεστοῦ Ἱεράρχης, ὁ ἀπὸ Τραπεζοῦντος, Θεσσαλονίκης
καὶ Ἰωαννίνων, Γρηγόριος, τοὐπίκλην Καλλίδης, ἐγεννήθη ἐν Κουμβάῳ τῆς Ἡρακλείας,
τῆς ἐν Ἀνατολικῇ Θράκῃ, ἔν ἔτει 1844 ἐξ εὐλαβῶν γονέων Κωνσταντίνου καὶ
Εὐφροσύνης. Διετέλεσε Σχολάρχης ἐν Ῥαιδεστῷ καὶ Πρωτοσύγκελλος τοῦ Ἡρακλείας
Ἐπισκόπου Παναρέτου. Τιτουλάριος Ἐπίσκοπος Ναζιανζοῦ ἐξελέγη τῇ 24ῃ Μαρτίου
1875, τῷ 1879 Μητροπολίτης Τραπεζοῦντος, τῷ 1884 Μητροπολίτης Θεσσαλονίκης, τῷ
1889 Μητροπολίτης Ἰωαννίνων καὶ τῷ 1902 Μητροπολίτης Ἡρακλείας καὶ Ῥαιδεστοῦ
διακριθεὶς διὰ τὴν φιλανθρωπίαν καὶ ἐλεημοσύναις αὐτοῦ. Ἐν Ἰωαννίνοις ἐνεψύχου
τὸ αὐτοῦ ὑπόδουλον τοῖς ἔκγοσι τῆς Ἄγαρ ποίμνιον καὶ ἐν Ζίτσῃ, ἐν ᾗ τὸν
πάγκαλον ἐνεγκαινίασε Ναὸν τοῦ Ἁγίου Νικολάου, ἐξήγειρεν αὐτὸ εἰς φρενητιώδεις
φωνὰς ὑπὲρ τῆς ἐλευθερίας. Μετὰ τὴν Μικρασιατικὴν καταστροφὴν ἐγκατεστάθη ἐν
Θεσσαλονίκῃ, ἔνθα καὶ τὸν ὕπνον ἐκοιμήθη τῶν δικαίων τῇ 23ῃ Ἰουλίου τοῦ 1925. Ἡ
ἀνακομιδὴ τῶν πανσέπτων αὐτοῦ λειψάνων ἐκ τοῦ κοιμητηρίου τῆς Εὐαγγελιστρίας
ἐγένετο τῇ 20ῃ Ὀκτωβρίου τοῦ 1979 ὡς καὶ ἡ αὐτῶν κατάθεσις ἐν τῷ Ναῷ τοῦ
πολιούχου τῆς πόλεως Ἁγίου Δημητρίου, τοῦ Μυροβλύτου. Τὰ χαριτόβρυτα καὶ
μυροβόλα αὐτοῦ λείψανα ἀνεδείχθησαν πηγὴ ἀκένωτος θαυμασίων.
Ταῖς αὐτοῦ ἁγίαις
πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀγαλλίαμα τῆς
Ἐκκλησίας πέφηνας Χριστοῦ καὶ σέμνωμα Ἱεραρχῶν εὐλαβῶν, τρισμάκαρ Γρηγόριε, ὅλον
τὸν βίον σου καὶ ἰκμάδα σου ἀφιερώσας, Ὅσιε, τῷ Χριστῷ δοξάσαντί σε.
Ῥῆτορ χάριτι Κυρίου
διαπρύσιος ὀφθείς, Γρηγόριε, λαὸν Αὐτοῦ
ἐν σκιᾷ δουλείας καθεύδοντα λόγοις συνήγειρας θεοσόφοις σου πρὸς φέγγος
παμφαέστατον ἀκραιφνοῦς ἐλευθερίας.
Χαριτόβρυτος ἐδείχθη
τῶν λειψάνων σου σορός, Γρηγόριε, ἡ ἁγιάζουσα νῦν λαόν, ὃν ἐποίμανας σοφῶς τῆς
πόλεως, εὐφημούσης σε μελισταγέσιν ᾄσμασι καὶ ᾠδαῖς, Θεσσαλονίκης.
Θεοτοκίον.
Ὁμηγύρεως πιστῶν
τὸ καταφύγιον ἐν βίου κλύδωσι, Θεογεννῆτορ σεμνή, σοὺς δούλους περίσκεπε καὶ
ῥύου θλίψεων τοὺς ἑκάστοτε προσφεύγοντας σῇ χάριτι καὶ ἀόκνῳ προστασίᾳ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕμνοις σε
τιμῶμεν, Ἱεράρχα Γρηγόριε,
Ἰωαννιτῶν οἱ σύλλογοι καὶ τῆς
Ζίτσης ἔνοικοι ἐξαιρέτως, Ὅσιε,
ἐν ᾗ ἀπαραχάρακτον λόγον ἐκήρυξας Χριστοῦ, προξένου ἐλευθερίας τῆς ἡμῶν, παμμάκαρ, πνευματοφόρε
πάτερ.
Ἄρτι εὐλαβῶς
μετεκομίσθη λειψάνου σου μέρος, πάτερ, χαριτόβρυτον, θαυμαστὲ Γρηγόριε, πρὸς
τὴν εὐφημοῦσάν σε τῆς Ζίτσης κώμην, Ἅγιε, ἣν ἐξ εὐκλείας σου τοῦ ὕψους
ἐποπτεύεις ἀπαύστως καὶ φρουρεῖς καὶ σκέπεις στεῤῥόφρον Ἱεράρχα.
Ἵλεων ἀπέργασαι
τὸν Κτίστην, τὸν Λόγον Θεοῦ τὸν εὔσπλαγχνον, Γρηγόριε, τοῖς τιμῶσι μνήμην σου τὴν
σεπτὴν καὶ πάμφωτον καὶ προσκυνοῦσι λάρνακα τὴν χαριτόβρυτον λειψάνων σου τιμίων
τρισμάκαρ, πέλουσαν θαυμάτων ἀστείρευτον χειμάῤῥουν.
Θεοτοκίον.
Νῦν τῶν
εὐσεβούντων αἱ χορεῖαι, Παρθένε, τοῦ
Γρηγορίου τὰ παλαίσματα οἱ ἐκθύμως μέλποντες ὕμνοις μεγαλύνομεν σὲ ὡς βροτῶν
διάσωσμα, Θεογεννήτρια, καὶ ὅρμον γαληνὸν ποντούμενων, Κεχαριτωμένη Θεοῦ
Ὑψίστου Μῆτερ.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Οἱ τῶν εὐσεβῶν χοροί,
θεοπρόβλητε, σὲ μακαρίζοντες στέφομεν τὴν μνήμην σου τὴν σεβασμίαν ψαλμοῖς καὶ
ᾄσμασι καὶ τὰς θερμὰς πρεσβείας σου ἀπεκδεχόμεθα πρὸς τὸν Κτίστην καὶ Θεόν,
Γρηγόριε, Οὗ τὸ κράτος σαφῶς ἐμεγάλυνας.
Στῦλος ἀκλινὴς ἐσχάτοις
ἐν ἔτεσι Χριστοῦ τῆς πίστεως πέφηνας, Γρηγόριε, δι’ οὗ σεμνύνεται ἡ Ἡράκλεια σπαργάνοις,
ἱερώτατε, καὶ ποιμασίᾳ σου, καὶ λειψάνων οὗ σορὸν ἀσπάζεται πόθῳ Θεσσαλονίκη ἡ
εὔσημος.
Χαῖρε, θαυμαστέ, Καλλίδα
Γρηγόριε, σεπτὲ Ἐπίσκοπε, ὁ τὰ Ἰωάννινα καθαγιάσας ποιμαντορίας σου ῥοαῖς καὶ
ὁσιότητος τῆς πολιτείας σου, ὑφηγῆτορ ἀρετῆς πραΰτατε καὶ σοφὲ καὶ σεπτὲ καὶ
ἀνύστακτε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ ἀπείρανδρε
Δέσποινα, θεοχαρίτωτε, πειρασμῶν ἐκλύτρωσαι καὶ ἐπηρείας τοῦ πολεμήτορος τοὺς
εὐλαβῶς προστρέχοντας ἐν περιστάσεσι μητρικῇ σου παῤῥησίᾳ, ἄχραντε, καὶ προνοίᾳ
θερμῇ σου καὶ χάριτι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Λειμὼν ὡς εὐωδέστατος
τοῦ Παρακλήτου Πνεύματος ὀδμαῖς τῶν σῶν χαρισμάτων, ποιμαντικῆς ἐπιστήμης καὶ
συμπαθείας ηὔφρανας τὴν ἔλλογον ἀγέλην σου, ἱεροφάντα πάνσοφε, μάκαρ Γρηγόριε,
ἴον ἡδυτερπὲς ποιμασίας.
Θεοτοκίον.
Φωτὸς κατοικητήριον, ὑπέρλαμπρε Μητρόθεε, εὐλογημένη
Παρθένε, ἡμῶν ἀπέλασον ζόφον παθῶν δεινῶν καὶ θλίψεων τῶν πίστει προστρεχόντων
σοι καὶ θαυμασίων πλῆθός σου μεγαλυνόντων ἀπαύστως μελισταγέσιν ἐν ὕμνοις.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Γρηγόριε, σκεῦος ἐκλογῆς Παρακλήτου Πνεύματος, ἠθῶν
χρηστότητος τέμενος, βάθρον συνέσεως, ἐλεημοσύνης ῥεῖθρον διειδέστατον καὶ
σάλπιγξ τῶν τῆς Ἄγαρ ἐλέγξεως γόνων μεγάφωνε, κόσμῳ ἔλαμψας ἐν ἔτεσι τοῖς
ἐσχάτοις σοφίας ὡς ἥλιος.
Γρηγόριε, πάτερ
ἱερέ, Ἡρακλείας βλάστημα, τῆς Τραπεζοῦντος Ἐπίσκοπε θεοφιλέστατε, τῆς
Θεσσαλονίκης Ἱεράρχα πάντιμε καὶ τῶν Ἰωαννίνων διάκοσμε, βίον ἐσφράγισας σὸν
ἰσάγγελον χρηστότητι, εὐτολμίᾳ καὶ γνώμης εὐθύτητι.
Γρηγόριε, Ζίτσα
εὐλαβῶς νῦν σὴν μνήμην ἄγουσα, ἐν ᾗ σοῖς λόγοις ἐξήγειρας πρὸς ἀποτίναξιν Ἄγαρ
τῶν ἐκγόνων ποίμνην σου την ἔλλογον, ὑμνεῖ σου τὰ σεπτὰ κατορθώματα καὶ τῆς
καρδίας σου τὸ εὐσυμπαθές, θειότατε Ἱεράρχα, σοφίας κειμήλιον.
Γρηγόριε, κρήνην
ὁ Θεὸς μετὰ πότμον ἔδειξε σὲ θαυμασίων ἀκένωτον καὶ βρύσιν ἄφθονον ἰαμάτων,
πάτερ, δαψιλῶς δοξάζων σε Αὐτοῦ ὡς φίλον, Ὅσιε, γνήσιον καὶ ὡς πολύτιμον μαργαρίτην
τελειότητος καὶ πρὸς πάντας πτωχοὺς ἀντιλήψεως.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε, πιστοὶ εὐφημήσωμεν
τὸν ὑπογραμμὸν τῆς ἐναρέτου πολιτείας, παιδαγωγὸν τῆς νεότητος καὶ γήρως
βακτηρίαν, Γρηγόριον, τὸν ἐπονομαζόμενον Καλλίδην, Ἱεράρχην τῆς Ἐκκλησίας
ἐνθεώτατον, οὕτω λέγοντες· Ῥαιδεστοῦ καὶ
Ἡρακλείας θεοτίμητε Πρόεδρε, ὁ ἀπὸ Τραπεζοῦντος, Θεσσαλονίκης καὶ Ἰωαννίνων, ὁ
ἑαυτὸν ἀναλώσας ταῖς τῶν πλησίον ἀνάγκαις Χριστῷ ἠξιώθης συναγάλλεσθαι, ᾯ καὶ
πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις,
παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς
ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης,
φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς
μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις, ὁ ἀκέραιος καὶ εὐθύς, μάκαρ,
Ἱεράρχης Ἐκκλησίας Χριστοῦ σεπτῆς, χαίροις, δολοπλόκων Γρηγόριε Καλλίδα, ὁ
λόγοις σου κρατούντων θραύσας τὴν δύναμιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου