ΙΟΥΛΙΟΣ ΚΓ΄.
ΠΕΛΑΓΙΑ ΟΣΙΑ ΤΗΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ
Μικραγιαννανίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσίας. Ἦχος α’. Ὦ τοῦ παραδόξου
θαύματος.
Ὢ τοῦ
παραδόξου θαύματος! ἡ Παρθένος ἁγνή, ἐπαλλήλοις ὄψεσιν, ὁράσει δὲ μυστικῇ, δι’
ἀγαθότητα, Ὁσία τῇ θαυμαστῇ, δι’ ἀρετῆς Πελαγία τεθέαται, καὶ ταύτης τὴν ὑπὸ
γῆν, κεκαλυμμένην Εἰκόνα ἐδήλωσεν, ἧς τῇ θείᾳ ἀνευρέσει, χάριν πολλὴν εὕρομεν,
καὶ θαυμάτων δυνάμεις, ἐξ αὐτῆς ἀεὶ καρπούμεθα.
Βαβαὶ τῆς
Σῆς εὐδοκίας ἁγνή! Σὺ γὰρ τὴν Ὁσίαν, Πελαγίαν Δέσποινα, τῇ βίῳ ἀγγελικῷ, σεμνῶς
ἐκλάμπουσαν, μεσίτιν τὴν πρὸς ἡμᾶς, καὶ προμηθείας καὶ θείας εὐνοίας Σου,
ἀνέδειξας ἐμφανῶς, τὴν Σὴν Εἰκόνα αὐτῇ φανερώσασα· ὅθεν ταῖς αὐτῆς πρεσβείαις,
σκέπε καὶ διάσῳζε, τὴν παροῦσαν Μονήν Σου, ἀπὸ πάσης περιστάσεως.
Τὴν τῶν
Ἀγγέλων Βασίλισσαν, Μῆτερ Πελαγία, ὡς κατεῖδες λάμπουσαν, βουλὴν δὲ τὴν ἑαυτῆς
μυσταγωγοῦσάν σε, ἀκήκοας ἐξ αὐτῆς· Εὐαγγελίζου ἡ γῆ χαρὰν κρείττονα, ἀντέφης
δὲ ἐν χαρᾷ· οἱ οὐρανοὶ Θεοῦ δόξαν αἰνέσατε· ὅθεν ἅπασα ἡ νῆσος Τῆνος μακαρίζει
σε, ὡς θεράπαιναν θείαν, τῆς Μητρὸς τοῦ Παντοκράτορος.
Ἕτερα Προσόμοια. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Ἐκ βρέφος
σεμνὴ τὴν ἀρετήν, οὐρανίῳ ἔρωτι, ὁλοσχερῶς ἀγαπήσασα, χαίρουσα ἔδραμες, εἰς
Κεχροβουνίου, Μάνδραν τὴν περίβλεπτον, καὶ βίον τὸν ἐνάρετον ἔζησας, ἐνθέοις
πράξεσι, τῷ Χριστῷ εὐαρεστήσασα, Πελαγία Μῆτερ παναοίδιμε.
Καὶ ὄναρ καὶ
ὕπαρ ἐμφανῶς, ὑπὲρ νοῦν ἀστράπτουσαν, τὴν Θεοτόκον ἑώρακας, σαὐτὴν καθάρασα, ἐκ
πάσης προσύλου, ἐννοίας καὶ σχέσεως, καὶ πᾶσι τοῖς ἐν Τηνῳ ἐξήγγειλας, τὴν
ἐπισκίασιν. Τῆς Μητρὸς τοῦ Παντοκράτορος, Πελαγία παραδόξοις θαύμασι.
Ὁσίως ἐν πάσῃ
ἀρετῇ, Μῆτερ πεπολίτευσαι, πολλῷ δὲ πλέον ἐξέλαμψας, τῇ τοῦ πλησίον σου, τελείᾳ
ἀγάπῃ, Πελαγία πάνσεμνε· διὸ τὴν σεβάσμιον κάραν σου, κατασπαζόμενοι, ἐξ αὐτῆς
ὀσμὴν οὐράνιον, χορηγίᾳ θείᾳ κομιζόμεθα.
Δόξα. Ἦχος β΄.
Ἀνατεθεῖσα
Χριστῷ τῷ Νυμφίῳ σου, ἀσκητικῶς Αὐτῷ ἠκολούθησας, Πελαγία θεόφρον, τῶν γὰρ
θείων ἐνταλμάτων, δεξαμένη τὸν σπόρον, ὡς γῆς ἀγαθὴ ἐγεώργησας, τῆς ἐγκρατείας
τοὺς καρπούς, τοῖς πάλαι Ὁσίοις στοιχήσασα, θεοπρεπῶς γὰρ ἐβίωσας, καὶ σκεῦος
εὔχρηστον ἐδείχθης, τῆς ἁγνῆς Θεοτόκου, τῇ εὐδοκίᾳ ταύτης λειτουργήσασα. Ἧς τὴν
μεγαλοπρέπειαν τῆς δόξης ὁρῶσα, ἐν τῷ νυμφῶνι τῆς χαρᾶς, ἱκέτευε Ὁσία, ὑπὲρ τῶν
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς
χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες,
καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ
Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'.
10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων
πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν
σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια
καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη
μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν
χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς,
ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει
ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς
διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ
ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ
πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα
ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ
ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς
διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ
διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ
τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες
ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας
πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ
εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι
φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,
ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν
αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά,
καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν
Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν
Κυρίῳ, Κεχροβουνίου Μονή, τῆς ἁγνῆς Θεομήτορος, φυταλία ἡ εὐθαλής, ἰδοὺ γὰρ ἐν
σοὶ ἐβλάστησεν, ὡς ἐλαία κατάκαρπος, ἡ Ὁσία Πελαγία, ἡ ἐν ὁσιότητι καὶ ἀληθείᾳ τὸν
Χριστὸν θεραπεύσασα· ὅθεν ὡς καθαρὰ τὴν καρδίαν, θείων ἀποκαλύψεων ἠξίωται, καὶ
τὴν πανάχραντον Κόρην, πρόσωπον πρὸς πρόσωπον τεθέαται, καὶ τὴν ἐπίσκεψιν
αὐτῆς, διὰ τῆς χαριτοβρύτου ταύτης Εἰκόνος, ἡμῖν εὐηγγελίσατο. Ἧ καὶ πρεσβεύει
ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῆς θείας
ἀγάπης τῷ ἄνθρακι, καιομένη τὴν ψυχήν, δι’ ἔργων τοῦτο ὑπέφηνας ταῖς νοσούσαις
ἀδελφαῖς, Πελαγία Ὁσία, σπλάγχνα οἰκτιρμῶν γὰρ ἐπεδείξω, ἐλεήμονι ψυχῇ, καὶ
ταῖς πασχούσαις ἐβοήθεις, διαθέσει δαψιλεῖ, καὶ στοργῇ τελείᾳ· ὅθεν θείου
μακαρισμοῦ ἠξιώθης, καὶ τὴν γῆν τῶν πραέων ἐκληρονόμησας, καὶ τῆς Ζωῆς ταῷ
ξύλῳ, ἀποκατέστης ἀοίδιμε.
Ἦχος γ΄.
Τῇ ἐναρέτῳ
σου ζωῇ, θεοφιλῶς πολιτευομένη, τὴν τοῦ ἀδύτου φωτὸς Μητέρα, θεάσασθαι ἠξίωσαι,
Πελαγία θεόληπτε, ὢ χάριτος ἧς ἔτυχες, τῇ καθαρᾷ πολιτείᾳ σου. Τῆς γὰρ ἁγνῆς
Θεομήτορος, τῇ βουλῇ διηκόνησας, καὶ τὴν ἐν λαγόσι κεχρωσμένην τῆς γῆς
θαυμαστὴν αὐτῆς Εἰκόνα, τοῖς ἐν τῇ νήσῳ ἀπεκάλυψας, καὶ καταλλήλως τῇ κλήσει
ἐμπρέψασα, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι ἐσκήνωσας· μεθ’ ὧν ἱκέτευε δεόμεθα
Μῆτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ’.
Τῶν Ἁγίων
τοῖς ἴχνεσι βαίνουσα, Ἁγιοπρεπῆ πολιτείαν ἤνυσας, ἐν ταπεινώσει Ὁσία, καὶ θείῳ
φρονήματι Πελαγία, τῶν γὰρ γὰρ παθῶν τὸ δυσῶδες βδελυξαμένη, εὐωδία Χριστοῦ
ἐγένου, καθαρότητα ποθήσασα, καὶ ἁγνείαν περιποιησαμένη· ὅθεν ὀσμὴν ἀπαθείας,
καὶ εὐωδίαν ἁγιότητος, ἡ ἁγία κάρα σου διαπνέει, καὶ τῆς ψυχῆς ἡμῶν τὰς
αἰσθήσεις εὐφραίνει, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, παρέχοντος διὰ σοῦ,
ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς
πρακτικῆς ἀρετῆς, δόκιμος ἐδείχθης, τὸν ζυγὸν τοῦ Χριστοῦ ἄρασα, Ὁσία Μῆτερ,
ὅλην γὰρ αὐτὴν ἐπέδωκας, πρὸς ἐργασίαν τοῦ θείου θελήματος, τελειοτάτῳ νοΐ,
πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, ἐπειγομένη καὶ σπεύδουσα· ὅθεν, Κεχροβουνίου
Μονή, τοῖς σοῖς προτερήμασι καλλωπίζεται, καὶ ἡ ἐνεγκαμένη σε Τῆνος, μακαρίζει
τοὺς πόνους σου. Ἀλλ’ ὦ Πελαγία θεόφρον, τῇ παναχράντῳ Θεοτόκῳ πρέσβευε,
σώζεσθαι ἡμᾶς, πάσης περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ
εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τῆς Σῆς Ὁσίας, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι
Ὡς κατεῖδες
ἐκλάμπουσαν, τὴν ἁγνὴν Θεομήτορα, παρ’ αὐτῆς πεπλήρωσαι, θείας χάριτος, καὶ
οὐρανίου ἐλλάμψεως, καὶ δόξης τῆς κρείττονος, ἠξιώθης ἀληθῶς, Πελαγία θεόληπτε,
καὶ ἐξήγγειλας, τοῖς ἐν νήσῳ αὐτῆς τὴν εὐδοκίαν, καὶ τὴν πάλαι κεκρυμμένην,
αὐτῆς Εἰκόνα τὴν πάνσεπτον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες
μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἐκ νεότητος
ἄρασα, τὸν Σταυρὸν τοῦ Νυμφίου σου, τούτῳ ἠκολούθησας θείῳ ἔρωτι, καὶ πολιτείαν
οὐράνιον, ἐν πάσῃ σεμνότητι, καὶ ἀγάπῃ ἀληθεῖ, καὶ πλουσίᾳ χρηστότητι,
πεπολίτευσαι, ἐν Μονῇ τῇ σεπτῇ Κεχροβουνίου, Πελαγία θεοφόρε· ὅθεν ἀξίως
δεδόξασθαι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Τῶν Ὁσίων
ἰσότιμος, ἀρετῶν τὴν λαμπρότητι, Πελαγία πάνσεμνε ἀναδέδειξαι, μοναζουσῶν δὲ
ἀγλάϊσμα, καὶ θεῖον ὑπόδειγμα, πρὸς ἀγῶνας ἀληθεῖς, καὶ τῆς Τήνου ὡράϊσμα, καὶ
ἐξαίρετον, τῆς ἁγίας Μονῆς Κεχροβουνίου, ἐγκαλλώπισμα Ὁσία, καὶ πρὸς Θεὸν πρέσβυς
ἔνθεος.
Δόξα. Ἦχος δ’.
Τῶν Ἁγίων τοῖς ἴχνεσι βαίνουσα, ἁγιοπρεπῆ
πολιτείαν ἤνυσας, ἐν ταπεινώσει Ὁσία, καὶ θείῳ φρονήματι Πελαγία, τῶν γὰρ παθῶν
τὸ δυσῶδες βδελυξαμένη, εὐωδία Χριστοῦ ἐγένου, καθαρότητα ποθήσασα, καὶ ἁγνείαν
περιποιησαμένη· ὅθεν ὀσμὴν ἀπαθείας, καὶ εὐωδίαν ἁγιότητος, ἡ ἁγία κάρα σου
διαπνέει, καὶ τῆς ψυχῆς ἡμῶν τὰς αἰσθήσεις εὐφραίνει, πρὸς αἶνον καὶ δόξαν
Χριστοῦ τοῦ Θεοῦ, παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἐλέος.
Καὶ
νῦν. Θεοτοκίον
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Τῆς Ὁσίας. Ἦχος δ’. Ταχύ
προκατάλαβε.
Ἀμέμπτως
ἐβίωσας ἐν ἐγκράτειᾳ πολλῇ, καὶ πόνοις ἀσκήσεως καὶ ἐν ἀγάπῃ θερμῇ, Πελαγία θεόληπτε.
Ὅθεν τὴν Θεοτόκον, ἐπαλλήλως κατεῖδες, μηνύουσάν σοι Εἰκόνος, τὴν ἀνεύρεσιν
ταύτης. Ἧ πρέσβευε, Ὁσία Μῆτερ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν,
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὁσίων τὴν ζωήν, βιοτεύσασα Μῆτερ, Ἁγίων ἐν
Σκηναῖς, ἱερῶς ἀνεπαύσω, καὶ βλέπεις ἅπερ βλέπουσι, τῶν Ἀγγέλων τὰ τάγματα· ὅθεν
σήμερον, Κεχροβουνίου ἡ Μάνδρα, ἑορτάζει σου, πνευματικῶς Πελαγία, τὴν μνήμην τὴν
πάνσεπτον.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ἐν ὄψει μυστικῇ, κατ’ ὄναρ καὶ ὕπαρ, ἐπέστης ἀγαθή,
τῇ σεμνῇ Πελαγίᾳ, καὶ ταύτῃ Κόρη εἴρηκας, ἀπαγγεῖλαι ὡς τάχιστα, ἀνασκάψασθαι,
καὶ ἀνευρεῖν Σὴν Εἰκόνα, ἣν εὑράμενοι, ναόν Σοι ἤγειραν θεῖον, ὑμνοῦντες τὴν
χάριν Σου.
Μετὰ τὴν β’ Στιχολογίαν,
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἔνθεον, ἔχουσα Μῆτερ, θείας χάριτος,
κατηξιώθης, καὶ ἁγίων ἰσοστάσιος πέφηνας, τῷ γὰρ Σωτῆρι ὁσίως λατρεύσασα, τῆς
Θεοτόκου ἐδείχθης θεράπαινα· ὅθεν πρέσβευε, λυτροῦσθαι ἐκ πάσης θλίψεως, Ὁσία
Πελαγία τοὺς τιμῶντάς σε.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τῇ κελεύσει Σου, καθυπουργοῦσα, καὶ τοὺς
λόγους Σου, σπουδῇ πληροῦσα, ἡ Ὁσία Πελαγία πανάχραντε, τὴν Σὴν ἐμφάνειαν πᾶσιν
ἐξήγγειλε, δι’ ἧς ἐμφανὴς Κόρη γέγονεν, ἡ ὑπέρτιμος Εἰκών Σου καὶ χαριτόβρυτος,
πηγάζουσα τῷ κόσμῳ χάριν ἄφθονον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος
πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν ἐν τοῖς ἔργοις Μῆτερ ἐμπρέπουσα, τῇ
μυστικῇ θεωρίᾳ τῆς τοῦ Σωτῆρος Μητρός, ἐτελέσθης ἀληθῶς καὶ κατηγλάϊσαι, ταῖς ἐξ
αὐτῆς μαρμαρυγαῖς, καὶ μεσίτις πρὸς αὐτήν, εὐπρόσδεκτος ἀνεδείχθης, τῶν προσφευγόντων
Ὁσία, ταύτης τῇ χάριτι ἐκ πίστεως.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τῆς σεπτῆς Σου Εἰκόνος Εὐαγγελίστριας, τῆς ὑπὸ
γῆν κεκρυμμένης εὐηγγελίσω σαφῶς, τὴν ἀνεύρευσιν ἁγνὴ θεοχαρίτωτε, τῇ Πελαγίᾳ τῇ
σεμνῇ, ὡς θεραπαίνῃ Σου πιστῇ, Παρθένε θεογεννῆτορ, ἧς ταῖς πρεσβείαις
συντήρει, ταύτην τὴν ποίμνην Σου ἀλώβητον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες
μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον. Ζήτει τῇ
Γ’ Κυριακῇ ταῶν Νηστειῶν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὴν ἀσκητικὴν πολιτείαν, ἀμέμπτως διανύσασα,
καὶ τῶν ἀρετῶν δοχεῖον γενομένη, τῶν ἀπ’ αἰῶνος Ὁσίων τοῖς δήμοις ἠρίθμησαι, καὶ
τῆς μακαρίας θεώσεως, ἠξίωσαι Μῆτερ. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Χριστὸν
πρεσβείαις σου, Πελαγία θεόφρον, μοναζουσῶν τὸ ἀγλάϊσμα.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Ὑμνοῦντί σε Μῆτερ, δός μοι
λόγον. Γερασίμου.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω ταὸ
στόμα μου.
Ὑψόθεν
παράσχου μοι, Λόγε Θεοῦ ὑπερούσιε, σοφίαν τοῖς χείλεσι, καὶ λόγον Δέσποτα, τῆς Ὁσίας
Σου, ὑμνῆσαι Πελαγίας, τὸν βίον τὸν ἄμεμπτον, καὶ τὴν χρηστότητα.
Μεγάλης
ἠξίωσαι, ὡς ἀληθῶς Μῆτερ χάριτος, ὡς σκεῦος ἐπάξιον, ἐνθέων πράξεων, τὴν
πανάχραντον, ἰδοῦσα Θεοτόκον, καὶ ταύτης θεράπαινα, πιστὴ ὑπάρξασα.
Νοός
σου τὴν ἔφεσιν, ἀπὸ νεότητος ἴθυνας, πρὸς μόνον τὸν Κύριον, ἐνθέῳ ἔρωτι, οὗ τοῖς
ἴχνεσι, σεμνὴ ἀκολουθοῦσα, Ὁσίων ἐζήλωσας, Μῆτερ τὴν ἄσκησιν.
Θεοτοκίον.
Ὁλόφωτος
ἄχραντε, τῇ Πελαγίᾳ τεθέασαι, καὶ ταύτην προσέταξας, τοῦ ἀναγγεῖλαι σπουδῇ, τῆς
Εἰκόνος Σου, τὴν εὕρεσιν ἐν Τηνῳ, δι’ ἧς ἐπληρώθημεν ἀγαλλιάσεως.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑπῆλθες
προθύμῳ διανοίᾳ, Ὁσία ζυγὸν τὸν τοῦ Χριστοῦ, καὶ τῇ Μονῇ προσέδραμες,
Κεχροβουνίου χαίρουσα, πρὸς τὰς ἀρχὰς πυκτεύουσα, τοῦ πονηροῦ κοσμοκράτορος.
Νεκρώσασα
πόνοις ἐγκρατείας, τὸ φρόνημα Μῆτερ τῆς σαρκός, ταὴν σὴν ψυχὴν ἐπτέρωσας, πρὸς
τὴν ζωὴν τὴν ἄληκτον, νηστείας καὶ δεήσεσι, ἀγγελικῶς βιοτεύουσα.
Ταπείνωσιν
ἄμετρον πλουτοῦσα, ἀγάπης ἐδείχθης θησαυρός, καὶ θεία ὑποτύπωσις, τῇ καθαρᾷ ἀσκήσει
σου, πρὸς ἀρετῶν ἐδίδοσιν, ταῖς μοναζούσαις θεόληπτε.
Θεοτοκίον.
Ἰδοῦσα
τὴν ἄχραντον Παρθένε, ἐπλήσθης ἀΰλου φωτισμοῦ, ὦ Πελαγία πάνσεμνε, καὶ πᾶσιν ἐφανέρωσας,
αὐτῆς τὴν ἐπιφάνειαν, εἰς εὐσεβῶν περιποίησιν.
Κάθισμα. Τῆς Ὁσίας. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Μονὴ ἐπαγάλλεται Κεχροβουνίου ἐν σοί, ἐν ταύτῃ
γὰρ ἤνυσας τὴν σὴν ἁγίαν ζωήν, Πελαγία θεόπνευστε· ὅθεν καὶ τὴν σὴν κάραν, εὐλαβῶς
προσκυνοῦσα, θείας ἐκ ταύτης Μῆτερ, εὐωδίας πληροῦται, δοξάσασα τὸν Κύριον, τὸν
Σὲ ἁγιάσαντα.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὴν δόξαν
τὴν ἄῤῥητον τῆς τοῦ Σωτῆρος Μητρός, τρανῶς ἄρτι βλέπουσα ἣν ἐπὶ γῆς ἀμυδρῶς,
κατεῖδες θεόληπτε, πρέσβευε Πελαγία, τῇ ἁγνῇ Θεοτόκῳ, ταύτης Σου προνοεῖσθαι,
τῆς Μονῆς καθ’ ἑκάστην, τῆς πόθῳ ἀνυμνούσης, αὐτῆς τὰ θαυμάσια.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Σώματος σου
τὰς ὀρέξεις, τῇ συντόνῳ ἀσκήσει σου, θανατοῦσα Μῆτερ, πρὸς ζωὴν τὴν ἄνω
κατηύθυνας, τῆς σῆς ψυχῆς Πελαγία τὰ κινήματα, ἧς καὶ ἔτυχες, τὸν σὸν ἀγῶνα
τελέσασα.
Ἐν ὁράματι
μὲν πρώην, ἐπαλλήλως ἑώρακας, καὶ καθ’ ὕπαρ εἶτα, Μῆτερ Πελαγία ἐκλάμπουσαν,
τὴν ἡλιόμορφον Κόρην καὶ πανάχραντον, σοὶ μηνύουσαν, τὴν πρὸς ἡμᾶς ταύτης
εὔνοιαν.
Μύστης ἔνθεος
ἐδείχθης, τῆς ἁγνῆς Θεομήτορος, ὡς κεκαθαρμένη, νοῦν τε καὶ ψυχὴν καὶ διάνοιαν,
καὶ τοὺς ἐν Τηνῳ πιστοὺς Μῆτερ ἐμύησας, πρὸς ἀνέρευσιν, τοῦ θείου ταύτης
Μορφώματος.
Ἡ σεμνή σου
πολιτεία, καὶ ἡ ἔνθεος ἄσκησις, ἐναρέτων ἔργων, καὶ χρηστῶν ἠθῶν στήλην
ἔμψυχον, τῇ Μάνδρᾳ σὲ ἀνέδειξε, πρὸς τὰ κρείττονα, τὰς μοναστρίας παιδεύουσαν.
Θεοτοκίον.
Τὴν πολύφωτόν
Σου δόξαν, Πελαγία ἡ δούλη Σου, ὡς τεθαμμένη, ἔνθους καὶ μετάρσιος γέγονεν,
ὑμνολογοῦσα τὴν Σὴν μεγαλειότητα, παντευλόγητε, Μῆτερ Χριστοῦ ἀειπάρθενε.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστης τῷ
πνεύματι, ὡς ἐθεάσω πάνσεμνε, τὴν Ἁγνὴν Παρθένον, ἐκβοῶσαν· εὐαγγελίζου χαρὰν
μεγάλην ἡ γῆ, καὶ ἔφησας ἐνθεαστικῶς, οὐρανοὶ αἰνέσατε, τοῦ Θεοῦ δόξαν ἄῤῥητον.
Ῥημάτων ὡς
ἤκουσας, τῆς μόνης Θεομήτορος, ἔσπευσας καὶ ἤγγειλας Ὁσία, τοῖς ἐν νήσῳ προκρίτοις
χαίρουσα, τὴν σοὶ γενομένην ἐμφανῶς, θείαν ἀποκάλυψιν, τῆς Μητρὸς τοῦ
παντάνακτος.
Δοχεῖον
πολύτιμον, τῆς δωρεᾶς τοῦ Πνεύματος, Μῆτερ Πελαγία ἀνεδείχθης, τῇ ἐναρέτῳ καὶ
καθαρᾷ σου ζωῇ, καὶ μεσῖτις ἔνθεος σεμνή, πρὸς τὴν πάντων Ἄνασσαν, τῶν πιστῶς
προσιόντων σοι.
Θεοτοκίον.
Ὁ λόγος Σου
Δέσποινα, ὃν ἐπιστᾶσα εἴρηκας, τῇ Σῇ θεραπαίνῃ Πελαγίᾳ, τοὺς ἐν Τηνῳ χαρᾶς
ἐνέπλησε, καὶ εὐθὺς ὀρύξαντες, τὴν γῆν τὸν ναόν σου εὕραντο, καὶ τὸ θεῖον
Εἰκόνισμα.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Συνέσει, θείᾳ
ἐκλάμπουσα, ἀγάπης ἐπεδείξω χρηστότητα, ἀνακουφίζουσα, καὶ βοηθοῦσα ἑκάστοτε,
Ὁσία ταῖς πασχούσαις, γνώμῃ θεόφρονι.
Μνήμην τὴν
σὴν ἑορτάζουσα, Μονὴ Κεχροβουνίου γεραίρει σε, καὶ κατασπάζεται, ὡς θησαυρὸν
ἁγιάσματος, Ὁσία Πελαγία τὴν θείαν κάραν σου.
Ὁλοσχερῶς
ἀναπτέρωσαι, πρὸς δόξαν τε καὶ φῶς οὐράνιον, ὅτε ἑώρακας, τὴν τῶν Ἀγγέλων
Βασίλισσαν, Ὁσία Πελαγία, προσφθεγγομένην σοι.
Θεοτοκίον.
Ἰδεῖν Ὁσία
ἠξίωσαι, καθάρασα ψυχῆς Σου τὰ ὄμματα, τὴν ἀειπάρθενον· ὅθεν φωτὸς πλήρης
γέγονας, καὶ εὐφροσύνης Μῆτερ, τῆς ὑπὲρ ἔννοιαν.
Κοντάκιον. Τῆς Ὁσίας. Ἦχος α’. Χορὸς ἀγγελικός.
Ζωὴν
θεοφιλῆ, διανύσασα Μῆτερ, ἀσκήσει ἀρετῶν, καὶ ἠθῶν εὐκοσμίᾳ, θεράπαινα πέφηνας,
τῆς ἁγνῆς Θεομήτορος· ὅθεν χαίρουσα, Κεχροβουνίου ἡ Μάνδρα, μακαρίζει σε, ὦ
Πελαγία θεόφρον, τιμῶσα τὴν κάραν σου.
Ὁ Οἶκος.
Ἀπὸ νεότητος
σεμνή, καταλιποῦσα πάντα, κατηκολούθησας Χριστῷ, ἀνενδοιάστῳ λογισμῷ, καὶ
ἀνενδότῳ πόθῳ, καὶ τῇ τοῦ Κεχροβουνίου ἱερᾷ δραμοῦσα Μονῇ, δόκιμος μονάστρια
ἀναδέδειξαι, ταῖς πρακτικαῖς ἀρεταῖς διαπρέψασα, καὶ ὁσίως Χριστὸν θεραπεύσασα,
ὡς τὰ ἄνω ποθοῦσα καὶ ζητοῦσα Ὁσία· ὅθεν ὡς ἐκλεκτὴ καὶ καθαρὰ τῇ καρδίᾳ, τῆς
Θεοτόκου τῆς ἐμφανείας ἠξίωσαι, καὶ μυσταγωγὸς ἀληθὴς ἐχρημάτισας, τῶν παρ’
αὐτῆς, πρὸς ἡμᾶς χορηγουμένων παντοδαπῶν ἀγαθῶν, καὶ ποικίλων εὐεργεσιῶν, τῇ
ἀνευρέσει τῆς θαυμαστῆς αὐτῆς καὶ ἁγίας Εἰκόνος, Πελαγία θεόφρον· διὸ ἡ νῆσος
αὕτη σὺν τῇ Μονῇ σου μακαρίζει σε, τιμῶσα
τὴν κάραν σου.
Συναξάριον.
Τῇ ΚΓ’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Πελαγίας τῆς ἐν Τηνῳ.
Πελαγία,
πέλαγος χαρίτων εὗρε,
τῆς Θεοτόκου
θεράπαινα ὀφθεῖσα.
Πελαγίας εὐκλείῃς
τρίτῃ εἰκάδι ἀφθίτου τύχε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἰεζεκιήλ.
Ἰεζεκιὴλ
ἐβράϊζε κᾂν πόλῳ,
Ἀδωναΐ,
βλέπω σε φάσκων Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Ἱερομάρτυρος Φωκᾶ τοῦ ἐκ Σινώπης.
Νέαν κιβωτὸν
Ἰσραὴλ αἴρει νέος,
Φωκᾶ νεκρὸν
φέρουσα ὡς ἄλλας πλάκας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίου Ἱερομάρτυρος Ἀπολιναρίου ἐπισκόπου Ῥαβέννης,
καὶ Βιταλίου Μάρτυρος, τῶν ἐν Ἰταλίᾳ.
Τὸν
Ἀπολινάριον ἐκτετμημένον,
ἔσπευσε
Βιτάλιος αὐτίκα φθάσαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀπολλώνιος, ἐπίσκοπος Ῥώμης, τοξευθεὶς
καὶ εἰς πῦρ βληθείς, τελειοῦται.
Ἀπολλωνίῳ
διπλόμοχθος ἡ πάλη,
μοχθοῦντι
πρὸς τὸ πυρ καὶ τὰ τῶν τόξων βέλη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ὑπὸ Βουλγάρων ποικίλοις
τιμωριῶν τρόποις τελειωθέντων, ἐπὶ Νικηφόρου τοῦ βασιλέως.
Ἄνδρας
δικαίους καὶ τρόποις οὐ ποικίλους,
ἅνδρες
φονεῖς κτείνουσι ποικιλοτρόπως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Καρθαγένῃ Ἑπτὰ Μαρτύφων.
Ἀθληταὶ ἑπτὰ
θανατωθέντες ξίφει,
Χριστῷ
πάρεισιν ἅγιοι τῷ Ἁγίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἄννης τῆς ἐν τῷ Λευκαδίῳ ἢ ἐν τῷ Λευκάτῃ.
Σὸς δέσμιος
νοῦς σαρκικὰς ῥίψας πέδας,
εἴργοντος
Ἄννα, μηδενὸς Θεὸν βλέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θύρσου, ἐπισκόπου Καρπασίας τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τῆς Ἐμμέσας, τοῦ Ῥώσσου, τοῦ διὰ
Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί.
Λελαμπρυσμένος
τῷ φωτί, τῆς ὑπερφυοῦς θεωρίας, τῷ Ἱεράρχῃ Γαβριήλ, Πελαγία ἐπέστης
κραυγάζουσα· ἡ Παρθένος ἐπέφανε, καὶ παρέχει ἡμῖν χάριν δαψιλεστάτην.
Οἱ ἐν τῇ νήσῳ
εὐσεβεῖς, κατὰ τοὺς σοὺς λόγους Ὁσία, ἔδραμον πάντες ἐν σπουδῇ, καὶ τὴν γῆν
ἀνορύξαντες εὕραντο, ὡς χρυσίον πολύτιμον, τὴν Εἰκόνα τὴν ὑπέρτιμον τῆς
πανάγνου.
Γεγονωτέρα τῇ
φωνῇ, ἤνεσαν τὴν πάναγνον Κόρην, ἡνίκα εὗρον ὑπὸ γῆν, σὺν ναῷ αὐτῆς τὸ θεῖον
Εἰκόνισμα, καὶ ναὸν περιβόητον, ταύτῃ ἤγειραν ἐν πίστει καὶ εὐλαβείᾳ.
Ὅλον τὸν βίον
Σου σεμνή, ἤνεγκας ὡς δῶρον εὐῶδες, τῇ Θεοτόκῳ Μαρία παρ’ αὐτῆς μυουμένη τὰ
κρείττονα, Πελαγία καὶ κράζουσα· χαῖρε Κόρη, Ὀρθοδόξων ἡ προστασία.
Θεοτοκίον.
Ναόν Σοι
ἵδρυσαν λαμπρόν, οἱ πιστοὶ ἐν νήσῳ τῆς Τήνου, καὶ ἐν αὐτῷ πίστει θερμῇ, τὴν
ἁγίαν Εἰκόνα Σου ἔθεντο, ἐκβοῶντες Σοι ἄχραντε· χαῖρε σκέπη τῆς Ἑλλάδος καὶ
προστασία.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Γνώμῃ
θεολήπτῳ κοσμουμένῃ, κατάλληλον πολιτείαν ἐπιδέδειξαι, ἤθεσιν ἁπλότητος, καὶ
τρόποις χρηστότητος, καὶ ἔργοις ταπεινώσεως Χριστὸν δοξάζουσα, Ὁσία, Πελαγία
θεόφρον· ὅθεν ἐδοξάσθης, σὺν πᾶσι τοῖς Ἁγίοις.
Ἔχει ἡ Μονὴ
Κεχροβουνίου, τὴν κάραν σου τὴν μυρίπνοον θησαύρισμα, ἀληθῶς οὐράνιον, Πελαγία
πάντιμε, καὶ ἐξ αὐτῆς τῆς χάριτος ἀντλοῦσα πάντοτε, ὀσμήν, καὶ εὐωδίαν τὴν
θείαν, πᾶσαν δυσωδίαν, παθῶν ἀποδιώκει.
Ῥήξεις τοῦ
Χριστοῦ Μῆτερ πληροῦσα, πτωχείαν πλουτοποιὸν ἐμφρόνως ἔστερξας, καὶ τριχίνοις
ῥάκεσι, θλίβουσα τὸ σῶμά σου, ἀνάπαυσιν αἰώνιον, καὶ φῶς ἀνέσπερον, καὶ
πλοῦτον, ἀφθαρσίας ἐδέξω, ἐν ταῖς τῶν Ἁγίων, λαμπρότησιν Ὁσία.
Θεοτοκίον.
Ἄνωθεν Κυρία
τῶν Ἀγγέλων, ἐν ὄψεσι ξενοτρόποις ὡς ηὐδόκησας, ὤφθης ὡς φιλάγαθος, ἐπαλλήλως
Δέσποινα, τῇ Πελαγίᾳ πάναγνε καὶ ταύτῃ δέδωκας, σεπτόν, χρηματισμὸν Θεοτόκε·
ὅθεν ἀνυμνοῦμεν, τὴν πρὸς ὑμᾶς Σοῦ χάριν.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Στήλην
ἀρετῆς, τὸν βίον σου ἔλιπες καὶ ὑποτύπωσιν, ἐναρέτων πράξεων, Κεχροβουνίου τῇ
Μάνδρᾳ πάνσεμνε, πρὸς τοῦτον, ἀφορῶσαι γὰρ μοναζουσῶν ἡ πληθύς, θεαρέστως,
ἑαυτὰς ῥυθμίζουσαι, Πελαγία πρὸς θείαν ἀνάβασιν.
Ἵνα τοῦ
Χριστοῦ, τῆς ἄνω λαμπρότητος μεθέξῃς πάνσεμνε, σεαυτὴν ἐλάμπρυνας, φωτὸς τοῖς
ἔργοις βίου λαμπρότητι, καὶ ὡς καλὴ καὶ ἄμωμος χαίρουσα ἔδραμες, Πελαγία, πρὸς
τὰ ὑπερκόσμια, καὶ ὑπέρλαμπρα Μῆτερ σκηνώματα.
Μύρου ἱεροῦ,
τὰ θεῖά σου λείψανα πλήρη ὡράθησαν, Μῆτερ ἀεισέβαστε, ἡνίκα ταῦτα ἀπὸ τοῦ
μνήματος, σεμνῶς ἀνεκομίζοντο ἀρωματίζοντα, Πελαγία, θείαις διαδόσεσι, τῶν
πιστῶν τὰς ψυχὰς καὶ τὰ σώματα.
Ὅμιλος
σεμνός, ὑμνεῖ σε ἐν ἄσματι μοναζουσῶν εὐλαβῶς, ἃς σκέπε καὶ φύλαττε, ἐκ τῆς
μανίας τοῦ πολεμήτορος, κἀμοῖ δὲ τῷ αἰνέσαντι τὴν πολιτείαν σου, δίδου Μῆτερ,
ταῖς σεπταῖς πρεσβείαις σου, τῶν πολλῶν μου πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Ὕψωσον καὶ
νῦν, τὰς ὁσίας χεῖράς Σου καθικετεύουσα, τὴν μόνην πανάχραντον, ὑπὲρ τῆς
Μάνδρας Σου ταύτης πάντιμε, τῆς βλαστησάσης Τήνου σε πάσης Ἑλλάδος τε, ὡς ἂν
Μῆτερ, πάντοτε ῥυώμεθα, συμφορῶν καὶ ποικίλων στενώσεων.
Ἐξαποστειλάριον. Τῆς Ὁσίας. Γυναῖκες ἀκουτίσθητε.
Ὡς ἄνθος σε
πανεύομσον, ἡ νῆσος Τήνος ἤνθησεν, ἡ δὲ Μονὴ ἐνεπλήσθη, Κεχροβουνίου Ὁσία,
ὀσμῆς τῆς ὁσιότητος, τοῦ ἐναρέτου βίου σου, καὶ τὴν ἁγίαν κάραν σου,
προσπτύσσεται μετὰ πόθου, τιμῶσά σε Πελαγία.
Θεοτοκίον.
Χρηματισθεῖσα
πάνσεμνε, ὀμφῇ τῇ ὑπὲρ ἔννοιαν, τῆς Παναγίας Παρθένου, αὐτῆς τὴν θείαν Εἰκόνα,
τὴν κεκρυμμένην πρότερον, ὑπὸ τὴν γῆν ἐδήλωσας, καὶ νῦν Ὁσία πρέσβευε, τῇ
Θεοτόκῳ Μαρίᾳ, ὑπὲρ τῶν Σὲ εὐφημούντων.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἀσκητικὴν
πολιτείαν ἐπιποθήσασα, μετὰ σπουδῆς προσῆλθες, ἐκ νεότητος Μῆτερ, Μονῇ
Κεχροβουνίου τῇ ἱερᾷ, καὶ λαμπρῶς κατηξίωσαι, ἀποκαλύψεων θείων καὶ θαυμαστῶν,
Πελαγία τῆς Μητρὸς τοῦ Θεοῦ.
Ἐν
ταπεινώσει Ὁσία καὶ ἐγκρατείᾳ πολλῇ, τελοῦσα τὴν ζωήν σου, καὶ ἀγάπῃ πλουσίᾳ,
ἰδεῖν κατηξιώθης ὡς καθαρά, καὶ ψυχὴν καὶ διάνοιαν, τὴν Θεοτόκον μυοῦσάν σε
ἀληθῶς, Πελαγία τὰ ἐσόμενα.
Ἀγαλλομένῃ
καρδίᾳ τοῖς πᾶσιν ἤγγειλας, τὴν θείαν εὐδοκίαν, τῆς ἁγνῆς Θεοτόκου, ἐντεῦθεν οἱ
ἐν Τηνῳ μετὰ σπουδῆς, Πελαγία ὀρύξαντες τὴν γῆν, ἀνεῦρον Εἰκόνα τὴν θαυμαστήν,
τῆς Παρθένου χάριν βρύουσαν.
Κεχροβουνίου
ἡ Μάνδρα ἐν σοὶ ἀγάλλεται, Ὁσία Πελαγία, καὶ τιμᾷ σου τὴν κάραν, καὶ πρέσβιν σὲ
προβάλλεται τῇ Μητρί, τοῦ Θεοῦ ἡμῶν πάντοτε· ἣν ἐκδυσώπει ἀπαύστως παντὸς
κακοῦ, τὴν Μονήν σου Μῆτερ ῥύεσθαι.
Δόξα. Ἦχος πλ. α΄.
Τοῦ θείου
φόβου τῷ πυρί, παθῶν τὰς ἀκάνθας ἔφλεξας, ἐμφρόνως ῥυθμιζομένη Πελαγία Ὁσία,
ὅλον τὸν πόθον γὰρ σεμνή, πρὸς Χριστὸν ἀνέτεινας, καὶ Αὐτὸν μόνον ἐπόθησας, ὡς
ἐφετῶν ἀκρότατον· ὅθεν ὡς λαμπὰς φωτεινή, ἐν Τηνῳ ἀνέλαμψας, καὶ τῷ φωτὶ τῶν
ἔργων σου, τῶν πιστῶν τὰς καρδίας καταυγάζεις. Ἀλλ’ ὡς ἐν τῷ νυμφῶνι τῆς ζωῆς
χορεύουσα, τῇ Μητρὶ τοῦ Θεοῦ πρέσβευε Μῆτερ, προνοεῖσθαι ἡμῶν πάντοτε, τῶν
ἐλπιζόντων αὐτῆς τῇ χάριτι.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χάριν
Πελαγίαν εὗρες πολλήν, τῇ σῇ ἐναρέτῳ, καὶ ἁγίᾳ Μῆτερ ζωῆς, τῆς ἁγνῆς Παρθένου,
διάκονος φανεῖσα, ᾗ πρέσβευε Ὁσία, ὑπὲρ τῆς ποίμνης σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τῶν Ἁγίων ταῖς χορείαις συνοῦσα, ἀεὶ δυσώπει σὺν αὐτῆς Πελαγία, πάσης ἀνάγκης ῥύσεσθαι
δεόμεθα, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, ἐξαιρέτως ταύτην δέ,
τὴν Μονήν σου Ὁσία, ἐκ δεινῶν σκανδάλων τοῦ ἐχθροῦ, καὶ ἐν ἀγάπῃ στεῤῥᾷ
πολιτεύεσθαι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα,
ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δίδου ἡμῖν σὴν ἀρωγὴν
Μῆτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυσώπει ἀπαύστως ὑπὲρ
ἡμῶν, Μῆτερ Πελαγία, τὸν τῶν ὅλων Δημιουργόν, λυτροῦσθαι ἡμᾶς πάσης ἀνάγκης, καὶ
τῶν ποικίλων σκανδάλων τοῦ ὄφεως.
Ἰάσεις ἡ κάρα σου
ἡ σεπτή, ψυχῶν καὶ σωμάτων, ἀναβλύζει θείᾳ ῥοπῇ, καὶ νέμει ἑκάστῳ αἰτουμένῳ, ἰσχὺν
Ὁσία καὶ ῥῶσιν καὶ ἔλεος.
Δολίως ἐπέρχεται
καθ’ ἡμῶν, ὁ δόλιος ὄφις, τοῦ συλῆσαι ἡμᾶς ζητῶν, ἀλλὰ τῇ σῇ χάριτι Ὁσία,
τούτου τὸ θράσος εἰς τέλος κατέβαλλε.
Θεοτοκίον.
Ὁλόφωτος ὤφθης Μῆτερ
ἁγνή, τῇ Σῇ θεραπαίνῃ, Πελαγία τῇ θαυμαστῇ, καὶ ταύτῃ ἀνήγγειλας Παρθένε, τῆς
πρὸς ἡμᾶς Σου εὐνοίας τὴν ἔκφανσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπ’
αὐτῆς τῆς Παρθένου ὡς ἀρετῶν σκήνωμα, εἰς διακονίαν ἁγίαν, ὡς προεκλέλεξαι, αὐτὴν
ἱκέτευε, ὑπὲρ τῆς νήσου ταύτης, Πελαγία πάντιμε, τῆς εὐφημούσης σε.
Ἡ
ἁγία σου κάρα ἁγιασμοῦ χάριτας, Πνεύματι Ἁγίῳ πηγάζει, καθαγιάζουσα, Μῆτερ θεόληπτε,
μοναζουσῶν τὰς χορείας, προσιούσας πάντοτε, ταύτῃ ἐκ πίστεως.
Μνείαν
πάντοτε ποίει πρὸς τὸν Χριστὸν πάνσεμνε, ταύτης τῆς ἁγίας Μονῆς σου, ἐν ᾗ ἠγώνισαι,
ἀνεπηρέαστον, ἐπηρειῶν τοῦ Βελίαρ, ταύτην διασώζεσθαι, ὑμνολογοῦσάν σε.
Θεοτοκίον.
Ἱλασμὸν
καὶ εἰρήνην καὶ τῶν παθῶν ἴασιν, δίδου ἡμῖν πάντοτε Κόρη, καὶ φῶς οὐράνιον, ἐν τῇ
καρδίᾳ ἁγνή, τῆς Σῆς σεμνῆς Πελαγίας, ταύτην διασώζεσθαι, ὑμνολογοῦσάν Σε.
Διάσωσον,
ὦ Πελαγία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐκ πόθου τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὑπὲρ ἡμῶν
ἱκετεύουσα τὸν Σωτῆρα.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ
Ὁσία τῷ Νυμφίῳ σου, μὴ παύσῃ ἀεί, ὑπὲρ ἡμῶν δεόμεθα, ὡς ἂν δεινῶν στενώσεων, καὶ
παθῶν καὶ κινδύνων ῥυώμεθα, καὶ χαλεπῶν τοῦ ἐχθροῦ προσβολῶν, καὶ βίον ἡσύχιον
διάγωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόμῳ θείῳ ἐνίσχυσον,
ἡμᾶς ἐν χρηστότητι πολιτεύεσθαι, ταῖς πρὸς Κύριον πρεσβείαις σου, Μῆτερ Πελαγία
ἀεισέβαστε.
Σοφιστείας τοῦ ὄφεως,
ἃς ἐπινοεῖται καθ’ ἡμῶν πάντοτε, τῇ σῇ χάριτι διάλυσον, καὶ ἐν ὁμονοίᾳ ἡμᾶς
φύλαττε.
Ἡ τὴν μόνην
πανάχραντον, Μῆτερ κατιδοῦσα μυσταγωγοῦσάν σε, Πελαγία ταύτῃ πρέσβευε, ὑπὲρ τῆς
Μονῆς σου καὶ τῆς νήσου σου.
Θεοτοκίον.
Νήσου Τήνου
πανύμνητε, ἐξαιρέτῳ τρόπῳ προστάτις πέφηνας· ὅθεν ταύτην ἀεὶ φύλαττε, πίστει
προσκυνοῦσαν τὴν Εἰκόνα Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιον σεμνή,
Πελαγία βίον ἔζησας, διὰ τοῦτο καθαγίασον ἡμῶν, τὰς καρδίας τῇ ἁγίᾳ ἀντιλήψει
σου.
Ῥώμην καὶ ἰσχύν,
Πελαγία δίδου πάντοτε, μοναζούσαις ταῖς τιμώσαις σε πιστῶς, τοῦ πατεῖν τὰς ἐπινοίας
τοῦ ἀλάστορος.
Ὤφθη σοι λαμπρῶς,
τῶν Ἀγγέλων ἡ Βασίλισσα, ἣν ἱκέτευε Ὁσία ἐκτενῶς, ὑπὲρ ταύτης τῆς Μονῆς τῆς
τιμώσης σε.
Θεοτοκίον.
Γέγονεν ἡμῖν, ἡ ἁγία
Σου ἐμφάνεια, τῇ Ὁσίᾳ Πελαγίᾳ Μαριάμ, ἀνεξάντλητος πηγὴ τῆς εὐλογίας Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγιάσεν, ὁ
Χριστός σε Ὁσία, προσδεχθείς σου τὴν σεμνὴν πολιτείαν, Ὃν ἐκδυσώπει ἀεὶ
Πελαγία, ἐξ ἐναγῶν με προλήψεων ῥύεσθαι, καὶ πολιτεύεσθαι πιστῶς, ἐν ἀγάπῃ καὶ
πάσῃ σεμνότητι.
Ναμάτων, τῶν
μυστικῶν ἐπληρώθης, τῆς τοῦ Πνεύματος σεμνὴ ἐπομβείας, ὡς ἐθεάσω τὴν πάναγνον
Κόρην, ἐξ ὧν μετάδος ῥανίδα σωτήριον, τοῖς σὲ τιμῶσιν εὐλαβῶς, Πελαγία Τηνίων ἀγλάϊσμα.
Μονήν σου, τὴν ἱερὰν
Πελαγία, ἐν ᾗ ἤνυσας τὸν θεῖον ἀγῶνα, τὴν κεκτημένην ὡς ἔνθεον δῶρον, τὴν
πανευώδη σου κάραν θεόληπτε, διάσωζε ἐκ πειρασμῶν, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς
Κύριον.
Θεοτοκίον.
Ἡνίκα, τῇ Πελαγίᾳ
ἐφάνης, Παναγία Θεοτόκε Μαρία, τὴν πρὸς ἡμᾶς μητρικήν Σου ἀγάπην, ταύτῃ σαφῶς ἀπεκάλυψας
Δέσποινα, ἧς τοὺς πλουσίους οἰκτιρμούς, καθ’ ἑκάστην ἡμέραν καρπούμεθα.
Διάσωσον,
ὦ Πελαγία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐκ πόθου τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὑπὲρ ἡμῶν
ἱκετεύουσα τὸν Σωτῆρα.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Χριστὸν
Πελαγία πρεσβείαις σου, πάσης ἀνάγκης ἐν βίῳ καὶ θλίψεως, ταύτην τὴν Μάνδραν
σου ἄτρωτον φύλαττε, μοναζουσῶν τὰς χορείας ἰθύνουσα, πρὸς κτῆσιν Ὁσία τοῦ
κρείττονος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες
μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον. (24, 42-47)
Εἶπεν ὁ Κύριος·
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε
ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ
ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ
ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ
φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς
τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει
ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Βίου καθαρότητι,
κεκοσμημένη Ὁσία, ἠξιώθης βλέψασθαι, τὴν μόνην πανάχραντον Θεομήτορα, ἧς τανῦν
βλέπουσα, ἐν τῇ ἄνῳ δόξῃ, τὴν ἀνέκφραστον λαμπρότητα, αὐτὴν ἱκέτευε, δίδοσθαι
χειρὶ πλουτοδότιδι, αὐτῆς τὸ θεῖον ἔλεος, καὶ τὰς διαδόσεις τῆς χάριτος, ταύτῃ τῇ
Μονῇ σου, καὶ Τηνῳ τῇ πατρίδι σου σεμνή, καὶ πᾶσι Μῆτερ τοῖς σπεύδοσι, ταύτης τῇ
χρηστότητι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἁγνῆς
Θεοτόκου ὡς θεράπαιναν θείαν ὑμνολογοῦμέν σε, αὐτῇ γὰρ Πελαγία, καὶ νῦν καθάπερ
πάλαι, οἰκεῖοις τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐντολῶν τοῦ
Κυρίου τὴν ὁδὸν τὴν εὐθείαν Μῆτερ ἐβάδισας, πρὸς ταύτην οὖν Ὁσία, καλῶς τὰς
μοναζούσας, καθοδήγει ἑκάστοτε, τοῦ ἀποκλίνει ἀεί, τὰς ἀτραποὺς τῆς πλάνης.
Ῥῶσιν δίδου Ὁσία,
καὶ παθῶν θεραπείαν ἡμῖν δεόμεθα, τοῖς πίστει προσιοῦσι, τῇ κάρᾳ σου τῇ θείᾳ, τῇ
πνεούσῃ ἐν Πνεύματι, ὀσμὴν ζωῆς μυστικῆς, καὶ θείαν εὐωδίαν.
Θεοτοκίον.
Γνώμην ἔχουσα
θείαν, καὶ λαμπρότητα βίου Παρθένε ἄχραντε, ἡ θεία Πελαγία, τῆς Σῆς κατηξιώθη, ἐμφανείας
καὶ χάριτος, ἧς ταῖς πρεσβείαις ἁγνή, τὴν Σὴν Μονὴν φυλάττεις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὗρες Ὁσία, τὴν ἀληθῆ
εὐκληρίαν, τῆς Θεόπαιδος ἀΰλω ἐπισκέψει, ἧς καὶ ἡμᾶς Μῆτερ, ἀνάδειξον μετόχους.
Ῥεόντων Μῆτερ, ὡς
ἐκφυγοῦσα τὸν σάλον, πρὸς ἀχείμαστον κυβέρνησον λιμένα, ἄνωθεν Ὁσία, μοναζουσῶν
χορείαν.
Ἀκατακρίτως, καὶ ἐν
ἀγάπῃ ἀνύειν, καταξίωσον τὸν βίον Πελαγία, τὰς ἐνασκουμένας, ἐν τῇ σεπτῇ Μονῇ
σου.
Θεοτοκίον.
Σκέπη Παρθένε, καὶ
ἀσφαλὴς προστασία, ἔσο πάντοτε Μονὴ Κεχροβουνίου, καὶ τῇ νήσῳ Τήνῳ, ὑμνούσῃ Σου
τὴν δόξαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ὡς ἠξιώθης,
τὴν ἁγνὴν Παρθένον, ταύτης τὴν ἄῤῥητον δόξαν θεάσασθαι, Μῆτερ Ὁσία ἀξίωσον τοὺς
τιμῶντάς σε.
Μονὴ
Κεχροβουνίου, καὶ ἡ νῆσος Τῆνος, τῇ σῇ καυχῶνται Ὁσία λαμπρότητι, αἷς δίδου
πάντοτε Μῆτερ χάριν θεόσδοτον.
Ὀσμὴν ἁγίαν Μῆτερ,
πνέει σου ἡ κάρα, καὶ κατευφραίνει ἡμῶν τὴν διάνοιαν, μοναστριῶν τὰς χορείας
καθαγιάζουσα.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν
χάριν, κεχαριτωμένη, ὅτι προστάτις καὶ σκέπη καὶ ἔφορος, ἡμῶν ἐδόθης τῶν πίστει
μεγαλυνόντων Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τὸν Χριστὸν
ποθήσασα ἐκ ψυχῆς, τούτῳ Πελαγία, ἠκολούθησας ἀκλινῶς, ἀρετῶν ὁσίων, τῇ καθαρᾷ ἀσκήσει·
διὸ τῆς τῶν Ἁγίων, δόξης ἠξίωσαι.
Τήνου θεῖος
βλαστός, καὶ τῆς Θεοτόκου, ἡ θεράπαινα ἡ πιστή, χαίροις Πελαγία, Ὁσία πανολβία,
Μονῆς Κεχροβουνίου, θεῖον ἀγλάϊσμα.
Ἀρετῶν ἐκλάμπουσα
τῷ φωτί, τὴν ἁγνὴν Παρθένον, κατηξίωσαι κατιδεῖν, καὶ τοῖς ἐν τῇ πόλει, ἐξήγγειλας
Ὁσία, αὐτῆς τὴν εὐδοκίαν, τὴν πλουσιόδωρον.
Μύστις ἀνεδείχθης
θεοειδής, τῆς ἁγνῆς Παρθένου, καὶ ἐμύησας τοὺς πιστούς, τοὺς ἐν νήσῳ Τήνῳ, αὐτῆς
τὴν θείαν χάριν, Ὁσία Πελαγία, Ἁγίων σύμμορφε.
Χάριτος ἐπλήσθησαν
ἀληθῶς, κατὰ τοὺς σοὺς λόγους, ὅτε εὗρον ὑπὸ τὴν γῆν, τὴν σεπτὴν Εἰκόνα, τῆς
Θεοτόκου Μῆτερ, οἱ εὐσεβεῖς ἐν Τηνῳ, Χριστὸν δοξάζοντες.
Τὴν Κεχροβουνίου
Μῆτερ Μονήν, σκέπε Πελαγία, ἀπὸ πάσης ἐπιβουλῆς, πρὸς σὲ γὰρ Ὁσία, μετὰ τὴν
Θεοτόκον, προστρέχει καυχωμένη, τῇ θείᾳ κάρᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μῆτερ, Πελαγία
θαυμαστή, σκεῦος ἀρετῶν ἰσαγγέλων, θεραπαινὶς ἐκλεκτή, τῆς ἁγνῆς Θεόπαιδος καὶ
Θεομήτορος, πρὸς αὐτὴν ἀεὶ πρέσβευε, ὑπὲρ τῆς Μονῆς σου, καὶ τῆς βλαστησάσης
σε, νήσου ἑκάστοτε, ἵνα, τῆς αὐτῆς προστασίας, πάντοτε ἡμῖν καὶ ἐν πᾶσι, χορηγῇ
τὴν χάριν τὴν σωτήριον.
Δέσποινα πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου